Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅπως ὁ Μαγνέντιος τυραννίδι ἐπικεχείρηκεν. ἀναίρεσις Κώνσταντος. ὅτι πολλοὺς τῶν ἀξιολογω- τέρων ἀπώλεσεν ὁ Μαγνέντιος.
ὅτι Σαπώρης ὁ Περσῶν βασιλεὺς τῇ Ῥωμαίων χώρᾳ ἐπέθετο καὶ Νίσιβιν πολιορκήσας ἄπρακτος ἀνεχώρησεν. ὅτι καὶ Βετρανίων1) τυραννίδι ἐπικεχείρηκεν. ὄναρ τῷ Κωνσταντίῳ ὀφθέν. ὅτι προσ- ῆλθεν ὁ Βετρανίων τῷ Κωνσταντίῳ. περὶ Γάλλου. 2)
Περὶ Μαγνεντίου τυραννήσαντος καὶ συμ- βαλόντος τῷ Κωνσταντίῳ καὶ3) ἡττηθέντος. ὅτι ἡττηθεὶς ὁ Μαγνέντιος ἔφυγεν. ὅτι καὶ αὖθις πρὸς πόλεμον ὁ Μαγνέντιος ἡτοιμάζετο. ὅτι ἐπεβούλευ- σ’ ὲν ὁ Μαγνέντιος τῷ Γάλλῳ. περὶ τοῦ Ὀρόντου ποταμοῦ. ὅπως ἐγνώσθη ἡ κατὰ Γάλλου ἐπιβουλή.
ὅτι καὶ αὖθις ἡττήθη ὁ Μαγνέντιος καὶ ἑαυτὸν διεχρήσατο. ὅτι μόναρχος ὁ Κωνστάντιος κατέστη καὶ ὁλοκλήρου τῆς ἀρχῆς γέγονεν ἐγκρατής. ὅπως ὁ Γάλλος ὑπερεφρόνησε καὶ τοὺς συγ- κλητικοὺς ἀνεῖλεν ἄνδρας, καὶ αὐτῆς4) τοῦ Καίσαρος ἀξίας ἐξέπεσε καὶ τῆς ζωῆς ἐστερήθη ἀναιρεθείς. ἀποστασία Σιλβανοῦ καὶ ἀναίρεσις. ὅσα ὁ Σαπώρης τῷ Κωνσταντίῳ ἐπέστειλε καὶ ὅσα ὁ Κωνστάντιος αὐθις ἐκείνῳ.
[*](1) βετρανίων hic et infra pro Βρετανίων 2) περὶ Γάλ’ addit 3) καὶ] addit 4) αὐτῆς] αὐτός.)Ὅτι Καίσαρα τὸν Ἰουλιανὸν ἀν’ εἶπε Κωνστάντιος καὶ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ συνέζευξεν. ὅτι ἐν πολέμοις εὐτύχησεν Ἰουλιανός. ὅτι ἀπεστάτησεν Ἰουλιανὸς καὶ Αὔγουστος ὑπὸ τοῦ στρατοῦ ἀνηγορεύθη. οἶα τῷ Κωνσταντίῳ ἐπέστειλεν Ἰουλιανός. οἶα αὖθις ἐμήνυσε τῷ Ἰουλιανῷ ὁ Κωνστάντιος. οἷα πρὸς τὰ τοῦ Κωνσταντίου μηνύματα ἀν- τέθετο ὁ Ἰουλιανὸς καὶ ὅσα αὐτῶ ἐπέστειλεν.
Ὅτι κατὰ τοῦ Κωνσταντίου ἐπῄει ὁ Τύραννος μήπω τὴν ἑαυτοῦ ἐκφήνας ἀσέβειαν. τελευτὴ Κωνσταντίου. οἶος ὁ Κωνστάντιος ἦν. περὶ τῆς Ἀρείου διαφθορᾶς. περὶ πατριαρχῶν. ὅτι ὁ Μακεδόνιος τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ναὸν τοῦ ἁγίου μετήνεγκεν Ἀκακίου , αὖθις δὲ ὁ Κωνστάντιος εἰς τὸν ναὸν τῶν ἁγίων Ἀποστόλων αὐτὸ μετεκόμισεν. περὶ τῶν λειψάνων τῶν ἁγίων Ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ.1) περὶ Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου.
Ὅτι ἐτίμησε τὸν τοῦ Κωνσταντίου νεκρὸν ὁ Ἰουλιανός. ὅτι λιτότητα ὁ παραβάτης μετῄει. ὅτι μετὰ τὴν μοναρχίαν φανερῶς τὰ Ἑλλήνων ἐσέβετο. ὅτι ἐκώλυσε 2) τοὺς χριστιανοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν.3) ὅτι ἐπέτρεψε τοῖς Ἰουδαίοις τὸν ἐν Ἱεροσολύμοις ναὸν ἀνεγεῖραι. περὶ Εὐσεβίου καὶ τῶν ἄλλων εὐνούχων. ὅτι τὸ ἐν ταῖς Δάφναις τοῦ Ἀπόλλωνος ἄγαλμα καὶ τὸν ναὸν σκηπτὸς κατέκαυ- σεν. περὶ τῶν ἀγίων Ἀρτεμίου καὶ Εὐγενίου καὶ Μακαρίου.
Ὅπως ὁ παραβάτης τοῖς Πέρσαις μαχόμενος [*](1) περὶ — Λουκᾶ post Κωνσταντίου ponit 2) ἐκώλυσε pro ἐκώλυε 3) ἑλληνικῶν] addit.)
Οἵας ὁ Ἰοβιανὸς ἔθετο πρὸς Πέρσας σπον- δάς. περὶ τῆς τελευτῆς Ἰοβιανοῦ. περὶ Σαλουστίου. ὅτι παρὰ πάντων βασιλεὺς ὁ1) Οὐαλεντινιανὸς ἐψη- φίσθη. οἷος ἦν Ἰοβιανός.
Περὶ πατριαρχῶν. ὅτι τὸν ἀδελφὸν Οὐά- λεντα κοινωνὸν τῆς βασιλείας ὁ Οὐαλεντινιανὸς προσελάβετο. περὶ Ῥοδανοῦ καὶ ὅπως τοῦτον ἀδι- κοῦντα ἐκόλασεν Οὐαλεντινιανός. τελευτὴ2) Οὐαλεντινιανοῦ.
Περὶ τοῦ βασιλέως Οὐάλεντος καὶ τῶν κατὰ θάλασσαν ἐμπρησθέντων παρ’ 3) αὐτοῦ ἱερέων. περὶ τῆς ἐν Νικαίᾳ ἐκκλησίας καὶ τοῦ παρὰ τοῦ4) μεγάλου Βασιλείου γενομένου θαύματος. περὶ τῆς τελευτῆς τοῦ Οὐάλεντος καὶ τῆς περὶ ταύτης προρ- ρήσεως τοῦ ὁσίου Ἰσαακίου. περὶ τῆς Προκοπίου τυραννίδος καὶ ἀναιρέσεως καὶ5) τῆς καθαιρέσεως τῶν τειχῶν Χαλκηδόνος. περὶ τῆς ἀλεκτορομαντείας Ἰαμβλίχου καὶ Λιβανίου.
ὅτι τὸν νέον Οὐαλεντινιανὸν ἡ στρατιὰ βασιλέα ἀνεῖπεν. περὶ Θεοδοσίου τοῦ ἐξ Ἱσπανίας καὶ ὅπως τοὺ ’ς Σκύθας ἐνίκησεν. ἀνάρρησις Θεοδοσίου.6) τελευτὴ Γρατιανοῦ.
ὅτι ὁ Μάξιμος τυραννίδι ἐπικεχείρηκεν ἀπανθρώπῳ κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ, καὶ [*](1) ὁ] addit 2) post τελευτὴ om. τοῦ 3) παρ’ pro παρὰ 4) παρὰ τοῦ] addit 5) ἀναιρέσεως καὶ] addit 6) ἀνάρρησις Θ.] addit.)
Περὶ τῆς δευτέρας συνόδου. περὶ τοῦ ἁγίου Ἀμφιλοχίου. ὅτι βασιλεῖς καὶ ἄμφω τοὺς υἱοὺς ἀνηγόρευσεν ὁ Θεοδόσιος καὶ περὶ τοῦ ἁγίου Ἀρσενίου. τελευτὴ τοῦ βασιλέως Θεοδοσίου.
Περὶ τοῦ Χρυσοστόμου , ὅπως γέγονε πατριάρχης καὶ ὅπως ἐξωρίσθη. τελευτὴ Εὐδοξίας. τίνες μετὰ τὸν Χρυσόστομον ἐγένοντο πατριάρχαι. τελευτὴ Ἀρκαδίου.
Περὶ τοῦ βασιλέως Ὁνωρίου. τελευτὴ Ὁνωρίου.
Περὶ τῆς ἐξ Ἀθηνῶν Εὐδοκίας, ἣ συνῴκησε τῷ Θεοδοσίῳ. περὶ τοῦ εὐνούχου Ἀντιόχου. περὶ τῶν τῆς βασιλίδος ἀδελφῶν. περὶ τοῦ εἰς τὸν πα- ράλυτον Ἰουδαῖον θαύματος.
Περὶ πατριαρχῶν καὶ περὶ Νεστορίου καὶ τῆς αὐτοῦ αἱρέσεως. περὶ τῆς τρίτης συνόδου. περὶ τῶν ἀπολειφθέντων τῆς συνόδου ἀρχιερέων καὶ ὅσα ἐποίησαν. ὅτι εἰς Κωνσταντινούπολιν με- τακληθέντες οἱ τῆς συνόδου ὡμονόησαν. περὶ πατριαρχῶν. περὶ τῆς ἀνακομιδῆς τοῦ σώματος τοῦ [*](1) Χαλκοπρατείοις] -ίοις).
Περὶ τοῦ πατριάρχου Φλαβιανοῦ καὶ περὶ Εὐτυχοῦς τοῦ αἱρετικοῦ. ὅτι τῷ Ἀλεξανδρείας Δι- οσκόρῳ ἐπετράπη ἡ ζήτησις τόν τοῦ Εὐτυχοῦς δογμάτων, καὶ ὅσα ἐκεῖνος ἐποίησεν. ὅτι τοῦ Φλαβιανοῦ θανόντος πατριάρχης κεχειροτόνητο Ἀνατόλιος. ὅτι τὴν Πουλχερίαν μετέστησε τῆς διοικήσεως ὁ Θεο- δόσιος. ὅτι αὖθις τῇ ἀδελφῇ τὴν διοίκησιν ἐνεχείρισεν.1) ὅπως ἡ Πουλχερία ἐβελτίου τὸν ἀδελφόν. ὅπως τὴν Αὐγοῦσταν Εὐδοκίαν ἀπέστερξεν ὁ Θεο- δόσιος. τελευτὴ Θεοδοσίου. οἷος ἦν ὁ Θεοδόσιος.
Περὶ σημείων προμηνυόντων τὴν βασιλείαν τῷ Μαρκιανῷ. περὶ τῆς τετάρτης συνόδου. περὶ πατριαρχῶν. περὶ τοῦ γενομένου θαύματος παρὰ τῆς ἁγίας μάρτυρος Εὐφημίας ἐπὶ τῇ κρίσει τῶν τόμων τῆς πίστεως. τελευτὴ Πουλχερίας τῆς βασι- λίσσης. περὶ Οὐαλεντινιανοῦ τοῦ ἀνεψιοῦ. Ὁνωρίου τοῦ ἐν Ῥώμῃ βασιλεύσαντος. ὅπως ἑάλω παρὰ Γιζερίχου τοῦ Οὐανδήλων ῥῆγός ἡ Ῥώμη. τελευτὴ τοῦ βασιλέως Μαρκιανοῦ.