Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τῆς ἁγίας Ἑλένης. ἐκστρατεία τοῦ μεγάλου Κωνσταντίνου κατὰ Μαξεντίου. περὶ τοῦ φανέντος τῷ μεγάλῳ Κωνσταντίνῳ δι’ ἀστέρων σταυροῦ , καὶ ὅπως ἀπώλετο ὁ Μαξέντιος. ὅτι καὶ τῆς Ρώμης καὶ τῆς Ἰταλίας ἐκράτησεν ὁ μέγας Κωνσταντῖνος. ὅτι κατὰ Λικινίου2) ἐκστρατεύσας ὁ μέγας Κωνσταντῖνος ἐνίκησεν· εἰς δὲ Θεσσαλονίκην [*](1) Ἀλαμανοῖς] ἀλμανοῖς ut W. 2) Λικινίου] λικιννίου. )
Ὅτι λελώβητο τὸ σῶμα οὗτος ὁ βασιλεύς, καὶ ὅπως παίδων αἔματι λούσασθαι προτραπεὶς οὐκ ἠθέλησεν. ὅτι οἱ κορυφαῖοι τῶν ἀποστόλων ὄναρ τῶ βασιλεῖ ἐφάνησαν, καὶ ὑπέθεντο τρόπον, δι’ οὗ ἰαθήσεται· καὶ ὡς βαπτισθεὶς ἰάθη καὶ τὰ εἰδωλεῖα ἀπέκλεισεν. περὶ τῶν Ἰουδαίων καὶ τῆς πρὸς αὐτοὺς διαλέξεως τοῦ ἁγίου Σιλβέστρου καὶ τοῦ ἐπὶ τῷ ταύρῳ θαύματος. περὶ τῆς εὑρέσεως τοῦ θείου σταυροῦ. περὶ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ ὅπως ἀνεῖλε τὸν υἱὸν αὐτοῦ Κρίσπον διαβολῇ τῆς μητρός, εἶτα κἀκείνην. ὅτι τοὺς Σαρμάτας καὶ τοὺς Γότθους ἐνίκησεν.
Περὶ τῆς κτίσεως Κωνσταντινουπόλεως καὶ οἷον ἦν τὸ Βυζάντιον. περὶ τοῦ ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως γενομένου θεματίου. περὶ τοῦ Βυζαντίου καὶ ὅ σὰ ὁ Δίων περὶ αὐτοῦ ἱστορεῖ. περὶ τοῦ ἐν τῷ Πλακωτῷ κίονος καὶ τοῦ ἐν αὐτῷ ἀγάλματος. περὶ τοῦ πατριαρχικοῦ θρόνου τῆς νέας ῾Ρώμης. περὶ τοῦ ἁγίου Μητροφάνους.
Περὶ Ἀρείου καὶ τῆς κακοδοξίας αὐτοῦ. περὶ τῆς ἐν Νικαίᾳ πρώτης συνόδου. περὶ Εὐσεβίου τοῦ Παμφίλου. περὶ τοῦ ἁγίου συμβόλου. ὅπως ἐτίμησε τοὺς ἁγίους πατέρας ὁ βασιλεύς. ὅτι τοῦ ἁγίου ητροφάνους θανόντος ὁ θεῖος Ἀλέξανδρος γέγονε πατριάρχης. τελευτὴ τῆς ἁγίας Ἑλένης. τελευτὴ τοῦ μεγάλου Κωνσταντίνου. οἷος ἦν τὰ ἤθη ὁ θεῖος οὑτοσὶ αὐτοκράτωρ.
ὅπως ἡ βασιλεία ῾Ρωμαίων εἰς τοὺς τρεῖς ἐμερίσθη παῖδας τοῦ μεγάλου Κωνσταrτίνου. Κοττίαι ὠνομάσθησαν ἀπὸ Κοττίου βασιλέως τῶν τό-
ὅπως ὁ Μαγνέντιος τυραννίδι ἐπικεχείρηκεν. ἀναίρεσις Κώνσταντος. ὅτι πολλοὺς τῶν ἀξιολογω- τέρων ἀπώλεσεν ὁ Μαγνέντιος.
ὅτι Σαπώρης ὁ Περσῶν βασιλεὺς τῇ Ῥωμαίων χώρᾳ ἐπέθετο καὶ Νίσιβιν πολιορκήσας ἄπρακτος ἀνεχώρησεν. ὅτι καὶ Βετρανίων1) τυραννίδι ἐπικεχείρηκεν. ὄναρ τῷ Κωνσταντίῳ ὀφθέν. ὅτι προσ- ῆλθεν ὁ Βετρανίων τῷ Κωνσταντίῳ. περὶ Γάλλου. 2)
Περὶ Μαγνεντίου τυραννήσαντος καὶ συμ- βαλόντος τῷ Κωνσταντίῳ καὶ3) ἡττηθέντος. ὅτι ἡττηθεὶς ὁ Μαγνέντιος ἔφυγεν. ὅτι καὶ αὖθις πρὸς πόλεμον ὁ Μαγνέντιος ἡτοιμάζετο. ὅτι ἐπεβούλευ- σ’ ὲν ὁ Μαγνέντιος τῷ Γάλλῳ. περὶ τοῦ Ὀρόντου ποταμοῦ. ὅπως ἐγνώσθη ἡ κατὰ Γάλλου ἐπιβουλή.
ὅτι καὶ αὖθις ἡττήθη ὁ Μαγνέντιος καὶ ἑαυτὸν διεχρήσατο. ὅτι μόναρχος ὁ Κωνστάντιος κατέστη καὶ ὁλοκλήρου τῆς ἀρχῆς γέγονεν ἐγκρατής. ὅπως ὁ Γάλλος ὑπερεφρόνησε καὶ τοὺς συγ- κλητικοὺς ἀνεῖλεν ἄνδρας, καὶ αὐτῆς4) τοῦ Καίσαρος ἀξίας ἐξέπεσε καὶ τῆς ζωῆς ἐστερήθη ἀναιρεθείς. ἀποστασία Σιλβανοῦ καὶ ἀναίρεσις. ὅσα ὁ Σαπώρης τῷ Κωνσταντίῳ ἐπέστειλε καὶ ὅσα ὁ Κωνστάντιος αὐθις ἐκείνῳ.
[*](1) βετρανίων hic et infra pro Βρετανίων 2) περὶ Γάλ’ addit 3) καὶ] addit 4) αὐτῆς] αὐτός.)Ὅτι Καίσαρα τὸν Ἰουλιανὸν ἀν’ εἶπε Κωνστάντιος καὶ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ συνέζευξεν. ὅτι ἐν πολέμοις εὐτύχησεν Ἰουλιανός. ὅτι ἀπεστάτησεν Ἰουλιανὸς καὶ Αὔγουστος ὑπὸ τοῦ στρατοῦ ἀνηγορεύθη. οἶα τῷ Κωνσταντίῳ ἐπέστειλεν Ἰουλιανός. οἶα αὖθις ἐμήνυσε τῷ Ἰουλιανῷ ὁ Κωνστάντιος. οἷα πρὸς τὰ τοῦ Κωνσταντίου μηνύματα ἀν- τέθετο ὁ Ἰουλιανὸς καὶ ὅσα αὐτῶ ἐπέστειλεν.
Ὅτι κατὰ τοῦ Κωνσταντίου ἐπῄει ὁ Τύραννος μήπω τὴν ἑαυτοῦ ἐκφήνας ἀσέβειαν. τελευτὴ Κωνσταντίου. οἶος ὁ Κωνστάντιος ἦν. περὶ τῆς Ἀρείου διαφθορᾶς. περὶ πατριαρχῶν. ὅτι ὁ Μακεδόνιος τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ναὸν τοῦ ἁγίου μετήνεγκεν Ἀκακίου , αὖθις δὲ ὁ Κωνστάντιος εἰς τὸν ναὸν τῶν ἁγίων Ἀποστόλων αὐτὸ μετεκόμισεν. περὶ τῶν λειψάνων τῶν ἁγίων Ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ.1) περὶ Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου.
Ὅτι ἐτίμησε τὸν τοῦ Κωνσταντίου νεκρὸν ὁ Ἰουλιανός. ὅτι λιτότητα ὁ παραβάτης μετῄει. ὅτι μετὰ τὴν μοναρχίαν φανερῶς τὰ Ἑλλήνων ἐσέβετο. ὅτι ἐκώλυσε 2) τοὺς χριστιανοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν.3) ὅτι ἐπέτρεψε τοῖς Ἰουδαίοις τὸν ἐν Ἱεροσολύμοις ναὸν ἀνεγεῖραι. περὶ Εὐσεβίου καὶ τῶν ἄλλων εὐνούχων. ὅτι τὸ ἐν ταῖς Δάφναις τοῦ Ἀπόλλωνος ἄγαλμα καὶ τὸν ναὸν σκηπτὸς κατέκαυ- σεν. περὶ τῶν ἀγίων Ἀρτεμίου καὶ Εὐγενίου καὶ Μακαρίου.