Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅπως ἐζωγρήθη ἡ Κλεοπάτρα. ὅτι ἀπῆλθε πρὸς τὴν Κλεοπάτραν ὁ Καῖσαρ καὶ ὅτι ἠπάτησεν αὐτὸν ἐκείνη ὡς φιλοψυχοῦσα καὶ ὅπως ἀπέθανεν ἀσπίδος, ὡς εἰκάσθη, δήγματι ἢ ἄλλῳ τινὶ φαρμάκῳ. [*](1) ὅτι πολλὰ — πάντας] addit 2) τοῦ pro τῶν, ut 30.)
ὅσα τότε οἱ Ῥωμαῖοι ἐνίκησαν ἔθνη. ὅτι ἔκτοτε μοναρχεῖσθαι ἤρξαντο οἶ Ῥωμαῖοι. ὅσα τοῖς ἐν τῇ Ῥώμῃ ὁ Καῖσαρ ἐποίησεν. ὅτι ἐσκήπτετο ὁ Καῖσαρ παραιτεῖσθαι τὴν μοναρχίαν. οἶ δὲ τῆς βουλῆς τὴν σκῆψιν γινώσκοντες ἐβίαζον δῆθεν αὐτὸν μοναρχεῖν. ὅτι ἐπὶ δέκα ἔτη τὴν ἀρχὴν ἔλεγε καταδέχεσθαι ὁ Καῖσαρ. καὶ παρελθούσης δ’ αὐτῆς αὖθις ἦρχεν εἰς τὸ ἑξῆς. τί δηλοῖ τὸ Αὔγουστος. ὅθεν ἡ κατοικία τῶν αὐτοκρατόρων ὠνομάσθη Παλάτιον.
ὅπως ἦρχεν ὁ Καῖσαρ. ὅτι ἐνόσησεν ὁ Αὔ- γουστος καὶ ὅπως ἀνερρώσθη. ὅτι δικτάτωρ ὁ Καῖσαρ ψηφισθεὶς τὴν κλῆσιν παρῃτήσατο.
ὅτι τὸν Ἀγρίππαν ὁ Καῖσαρ τῇ ἰδίᾳ θυγατρὶ τῇ Ἰουλίᾳ συνῴκισιν. ὅσα ὁ Καῖσαρ ὁ Αὔγουστος ἐποίησε διαφόροις ἔθνεσι. περὶ νόμων. 1) θάνατος Ἀγρίππα. οἶος ἦν ὁ Ἀγρίππας. ὅπως ὁ Καῖσαρ ᾠκειώσατο τὸν Τιβέριον. περὶ φάσματος. τελευτὴ τοῦ Δρούσου. 2) 2).
Περὶ τῶν ἐγγόνων τοῦ Καίσαρος.
Ὅπως οἶ τοῦ Καίσαρος ἐτελεύτησαν ἔγγονοι. ὁπόσαι 3) δραχμαὶ ποιοῦσι νόμισμα. ὅτι υἱοθετήσατο τὸν Τιβέριον ὁ Καῖσαρ καὶ τὸν Γερμανικόν. ὅσα ἡ Λιβία περὶ τῶν ἐπιβουλευσάντων τῷ Αὐγούστῳ συνεβούλευσεν.
Ὅτι ὁ Τιβέριος κατὰ τῶν Παννονικῶν ἐστάλη ἐθνῶν. ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς Παννο [*](1) περὶ νόμων] addit 2) τελευτὴ τοῦ Δρούσου] addit) [*](3) ὁπόσαι] αἱπόσαι sic.)
Περὶ τοῦ τέλους τοῦ Αὐγούστου Καίσαρος. ὅτι ἀρχαῖόν ἐστι τὸ τὰς σφραγῖδας τῶν διαθηκῶν τοὺς σφραγίσαντας ἐπισκέπτεσθαι. οἷος ἦν ὁ Αὔγουστος Καῖσαρ. περὶ Ἀθηνοδώρου ἀνδρὸς σοφοῦ.
Πότε ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός.
Ὅτι ἀπέκτεινε τὸν ἔγγονον τοῦ Αὐγούστου 1) Ἀγρίππαν. ὅτι οἶ ἐν τῇ Γερμανίᾳ στρατιῶται τὸν Γερμανικὸν ὠνόμασαν αὐτοκράτορα, ὁ δὲ λαβεῖν τὴν ἀρχὴν οὐκ ἠθέλησεν. οἷος ἦν ὁ Τιβέριος μέχρις ὁ Γερμανικὸς περιῆν.
Περὶ Κλήμεντος τοῦ δούλου τοῦ Ἀγρίππου. τελευτὴ τοῦ Γερμανικοῦ καὶ οἷος ἦν. ὅτι τοῦ Γερμανικοῦ τελευτήσαντος ὁ Τιβέριος ἐπὶ τὸ χεῖρον ἠλλοίωτο. ὅπως ὁ Δροῦσος ἀπώλετο. τελευτὴ τῆς Λιβίας. καὶ ὅπως ὁ Τιβέριος πρὸς αὐτὴν διετέθη καὶ ὅτι ἡ βουλὴ αὐτὴν ἐτίμησε καὶ οἴα ἦν ἐκείνη. περὶ Σειανοῦ 2) καὶ ὅπως ἀπώλετο.
ὅτι καὶ ἀσελγὴς ἦν ὁ Τιβέριος. τελευτὴ Τιβερίου 3) Καίσαρος. ὅπως διέκειτο περὶ τοὺς χριστιανοὺς ὁ Τιβέριος.
ὅσα καὶ ὅπως ἀνήλισκεν ὁ Γάιος. ὅτι καὶ ἀσελγέστατος ὁ Γάιος ἦν. ὅτι καὶ ἄστατον ἦθος εἶχεν. ὅτι ἐθέου ἑαυτόν.
Περὶ Κλαυδίου τοῦ ὕστερον βασιλεύσαντος. ὅτι καί τινα καλὰ ὁ Γάιος ἔπραξεν. ὅπως συνέλεγεν ὁ Γάιος χρήματα. ὅτι καὶ ῥήτωρ δοκεῖν εἶναι ἤθελε δεινότατος ὁ Γάιος.
[*](1) τὸν ante Ἀγρ. om. 2) Σειανοῦ] σιανοῦ 3) τι ἐρίου pro τοῦ Τιβερίου.)Ὅτι καὶ φόνους πολλοὺς ἀκρίτως ἐποίει. περὶ ἐπιβουλῆς κατὰ Γαΐου γενομένης. περὶ Πρωτογένους καὶ τῶν αὐτοῦ βίβλων.
Οἴαν ἐμάνη μανίαν ὁ Γάιος. περὶ τῆς τοῦ Γαλάτου ἐλευθερίας καὶ παρρησίας. ὅτι αὐτὸν ὁ Λούκιος εὐφυῶς παρελογίσατο. ὅτι ἀπῄτει ὁ Γάιος ναοὺς αὐτῷ ἀνεγείρεσθαι ὡς θεῷ καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκεῖον ὠνόμαζε. περὶ τοῦ Πιλάτου. ἐπιβουλὴ κατὰ Γαΐου. ἀναίρεσις Γαίου. ὅρα ζῆλον καὶ παρρησίαν ἀνδρός.
Οἷος ἦν τὰ ἤθη ὁ Κλαύδιος. ὅτι τοὺς ἀπρκτονότας τὸν Γάιον ἐκόλασε, καὶ ἃ δεόντως ἐποίησεν. ὅτι οὐδὲ φιλοχρήματος ὁ Κλαύδιος ἦν. ὅτι ἀφθονίαν σίτου προμηθούμενος τοῖς Ῥωμαίοις λιμένας ἐποίει ὁ Κλαύδιος. ὅτι μετριόφρων ἦν.
Ὅτι φονικὸς ἐγένετο. ἐπιβουλὴ κατὰ Κλαυδίου. εὔστοχος ἀπόκρισις, καθαπτομένη τοῦ ἐρωτήσαντος. Ἀρρείας 1) γυναικὸς καὶ ἔργον καὶ λόγος. οἷα ἐποίουν οἱ τοῦ Κλαυδίου ἀπελεύθεροι καὶ ἡ γυνή. στρατεία Κλαυδίου κατὰ Βρεττανῶν καὶ νίκη. περὶ τῆς ἀκολασίας τῆς Μεσσαλίνης.
Ὃ καὶ νῦν ὁ λογοθέτης τοῦ δρόμου περιζώννυται. 2) καὶ αὖθις περὶ τῆς ἀκολασίας τῆς Μεσσαλίνης καὶ ὅπως ἐφθάρη. ὅτι τὴν 3) Ἀγριππῖναν ὁ Κλαύδ.ιος ἔγημεν ἀδελφιδῆν αὐτοῦ οὖσαν ψηφίσματος παρὰ τῆς βουλῆς γενομένου ἐξεῖναι ἀδελφιδᾶς 4) καὶ Ῥωμαίοις γαμεῖν. οἵα ἦν ἡ Ἀγριππῖνα. ὅτι Αὐγούστων τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ὠνόμασε καὶ τὸν υἱὸν αὐτῆς εἰσεποιήσατο.
[*](1) Ἀρρείας] ἀνδρείας, etsi in textu est ἀείς 2) Haec pertinent ad ἐγχειρίδιον in textu 3) τὴν] addit 4) ἀδελφιδῆν] δὴν et δάς.)Αἰτίαι δι’ ἃς ἐπεβούλευσε τῷ Κλαυδίῳ ἡ ’Αγριππῖνα. τελευτὴ Κλαυδίου. ἔργον ἀξιέπαινον. περὶ σημείων. περὶ Θευδᾶ καὶ Σίμωνος τοῦ μάγου. περὶ τοῦ ἀποστόλου Πέτρου καὶ ὅπως τὸ κατὰ Μάρ- κον εὐαγγέλιον ἐξεδόθη. ὅτι ἡ Ἀγριππῖνα τὴν διοί- κησιν ἐποιεῖτο τῶν κοινῶν. 1)