Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Εὐστόχως ἄν τις εἴποι ἐπιτωθάζων μοι, μεῖζόν [*](1) [*](A) σοι τοῦ ἔργου τὸ πάρεργον. ἔδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ’ ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, οὕτω τὰ καθ’ ἡμὰς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οἶς οἶδεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ἕτερον μετιέναι ἢ ὅσα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυ- λότητα πράξεων, καὶ ἄττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ’ οἶς παρώργισται παρ’ ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν οὕτω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ’ ἀμελῶς πρὸς τὸ ἔργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν.

2

Ἀλλ᾿ ἵνα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ [*](P) οἴκοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ἄνδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ “χρῆσαι” λέγοντες τῇ σχολῇ πρὸς ἔργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα. προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἶ μὲν διεξοδικώτερον τὰς ἄλλας τε πράξεις [*](C) τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ εἴ τι τούτοις ἑπόμενον, πρός δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ὅρη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων ὕψη μετέωρα καὶ ὡς ἄν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέ- [*](D) θεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις ὅπως εἶχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον ἢ καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ὥσθ’ ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τῶν τὸ κακόδοξον, κἀκ τῆς ἱεράς γραφῆς τοὺς ἐλέγχους χοῦς παράγειν, ἢ καὶ Ἰουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ’ ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ἕλληνας αὖθις ἀντικαθίστασθαι, καὶ τὸν ὕθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐ- [*](P) τῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ἔλεγχον,

3
ἔστι δ’ οὑ γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. ‘‘ταῦτα δ”’ ἔφασαν ‘τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ἵνα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ἥγηνται, ὅτι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ὅτι, κἂν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μα- [*](C) κρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέ- μῶν καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ ἔσται τις λυσιτέλεια ἔλεγον “ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ὅδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός, ἢ τί τοῖς πρέσβεσιν ὁ αὐ- [*](D) τοκράτωρ ἐκεῖνος ἔφη τοῖς ἐκ Περσῶν, ἢ ἄλλος τοῖς ἐκ Κελτῶν ἢ Σκυθῶν ἢ τοῖς ἐξ Αἰγύπτου τυχὸν ἢ τοῖς ἐκ Δακῶν τε καὶ Τριβαλλῶν, τί δ’ ἕτερος τῇ συγκλήτῳ βουλῇ ἢ τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε;” τοὺς μὲν οὑν τοιαῦτα ἔλεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλί- νοντα, τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχθρρημοσύνῃ χρησαμένουσ, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ἄτε καὶ αὐτὰς τὰς καιριωτέρας τόν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ ἦθος ἐκείνων ἣ τὴν [*](P) φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ’ ὅπως τῶν βασιλευσάντων ἕκαστος τῆς βασιλείας ἐκράτησε,
4
μήθ’ ὅστις ἦν πρὸ ταύτης, μήτ’ ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν ἢ καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ὥστε κἀντεῦθεν ἀηδῶς [*](C) τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ οὕτω τῶν ἱστορικῶν συγγραμμάτων ὡς εἴρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ὣν τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ’ εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς [*](D) διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων ἢ καὶ ἄλλως συμβεβηκότων τοῖς περὶ ὣν ἡ συγγραφὴ διαλέγεται.

Ἐκεῖνοι μὲν οὑν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος ἅψασθαι·

ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ὤν, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ὤκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τοὔργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον ἂν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ὦτα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. εἶτά μοι [*](P) καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος ἔσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε λυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοὶ· μᾶλλον εἴωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεων

5
τε φαύλων καὶ λογισμῶν ἄλλοτε ἄλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ ἢ πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, ἢ C τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλόν λογισμῶν τρικυμίας καὶ τόν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν ἢ καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυ- τὸν τῷ σπουδάσματι.

[*](D)

Οὕτω μὲν οὖν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἐκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· οὔτε γὰρ βίβλων ’ίσως μοι εὐπορῆσαι γενήσεται ὅσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, οὔτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ’ ἐν πολλοῖς διαφωνοῦσιν, εἴ γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ὅδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ’ ἕτερος περὶ τοῦ αὐτοῦ, πολύστιχον ἂν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν [*](P) δέδοκται τὰ ἐφ’ οἶς ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν ἄγαν εἴη σπουδαίων καὶ ὃ παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ᾿ ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι’ ὅλου ὅμοιός ἐστιν ἑαυτῷ, θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο ἢ τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας

6
[*](C) ἐρανισάμενος, ἔν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην ἂν συνθήκαις καὶ φράσεσιν, ἐν ὅσοις δ᾿ ἂν καὶ αὐτὸς παρῳδήσω ἢ παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ἕνα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γράφη.

Ἀλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον D εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ἵν᾿ εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ Ὀκτάτευχος καὶ ὅσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται ,- καὶ ἐπ’ αὐταῖς τὰ Παραλειπόμενα, καὶ ὅσα ὁ Ἑβραῖος Ἰώσηπος ἀρχαιολογῶν ἢ τῶν παλαιοτέρων εἶπεν ἐπέκεινα ἦι παρεκβατικώτερον ἦι καὶ ἀλλοιότερόν τι παρ’ ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Ἔσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν Ἑβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, ἣ παρὰ τοῦ Ἀσσυρίου Σαλμανασὰρ γέγονε Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ ἔθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος ἔθνη τινὰ ἃ χουθαῖοι. ἐπωνομάζοντο, εἶτα καὶ τῆς παρὰ τοῦ Ναβυχοδονόσορ ἐπενηνεγμέ- [*](P) νης τῇ Ἱερουσαλήμ, καὶ ὡς ἔρημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ ἔθνος ἅπαν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς Ἱερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ἦν ὁ Κῦρος, καὶ ὅπως τὴν Ἀσσυρίων βασιλείαν κατέλυσε, καὶ [*](C) τίνες μετ’ ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ ὅπως

7
καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αὖθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ Δανιὴλ τοῦ προφήτου, καὶ ὅπως ἔκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ὅρασιν, ὅτ᾿ εἶδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, ἃ πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν [*](D) παίδων καὶ τῶν εἰς αὐτοὺς ἢ δι’ αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς Ἐσθὴρ καὶ ὅπως τὸ τῶν Ἑβραίων γένος πανωλεθρίας αὕτη ἐρρύσατο· γαῖ περὶ Ἰουδίθ, ἣ τὸν Ὀλοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώ- λείαν· καὶ περὶ Τωβίτ, καὶ ὅπως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αὖθις δι’ ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε του ὁρᾶν καὶ πλούτου δαψίλειαν ἔσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε ἄλλα καὶ ὅτι τῇ Ἰερουσαλὴμ μετὰ τὴν ἐν Ἰσσῷ τοῦ Δαρείου προτέραν ἧτταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ ὅπως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ [*](B) ὅσον ἐβασίλευσε χρόνον, καὶ ὃς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ὅσα ἐξ Ἀντιόχου τοῖς Ἰουδαίοις γέγονε τοῦ Ἐπιφανοῦς, τῶν ἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ Ἀσαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες οὗτοι, καὶ ὅπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ’ Ἀσσυρίων εἰς τὴν Ἰερουσαλὴμ ἐπανέλευσιν [*](C)
8
οὐκ ἦν τὸ τῶν Ἰουδαίων ἔθνος βασιλευόμενον, ἀλλ᾿ ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον καὶ ὅτι οἶ τῶν εἰρημένων Ἀσαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν μὴν περικείμενοι καὶ τὰ τοῦ ἔθνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ ὅπως Ὑρκανοῦ καὶ Ἀριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς Ἰουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν [*](D) τότε Ῥωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν εἷλεν Ἱερουσαλὴμ καὶ τὸ ἔθνος τοῖς Ῥωμαίοις ὑπέταξε καὶ ὅπως Ἡρώδης ὁ Ἀντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν Ἰουδαίων βασιλείας ἐκράτησε, καὶ τίς ἢν οὕτος καὶ ὅθεν κατήγετο καὶ ὅσα κατ’ οἶκον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ Ῥώμης εἰς Ἰουδαίαν ἐστέλ- λοντο· καὶ ὅσα περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ Ἰώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ Ἰωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς Ῥωμαίοις ὑπείκαν Ἰουδαῖοι ἀπέστησαν, καὶ ὅπως τὸ ἔθνος αὐτῶν ἐπολεμήθη παρὰ Ῥωμαίων, καὶ παρὰ τίνος ἡ Ἱερουσαλὴμ καὶ ὅπως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν.

Ῥωμαίων δὲ καὶ τῆς Ῥώμης μνησθείσης τῆς ἱστορίας [*](B) ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν Ῥωμαίων ἔθνος κἀκ τίνος ἔσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς Ἰταλίας χώρα πρῴην κατῴκιστο· ὅθεν τε προήχθη Ῥωμύλος εἰς φῶς ὁ τῆς Ῥώμης γενόμενος οἰκιστής, καὶ ὅπως ἀνῃρέθη Ῥῶμος ὁ ἀδελφὸς αὐτοῦ, [*](C) εἶτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ ὅπως πρῶτον ἡ πόλις αὕτη ἐβασιλεύθη, καὶ ἔθεσιν οἴοις καὶ ωομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν

9
ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ ὅσους πολέμους καὶ οἵους ἡ ῾Ρώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ἤνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, εἶτα καὶ δημοκρατίαν μετηνέχθη ῾Ρωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, εἶτα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία [*](D) τὸ παλαιὸν ἦν, τίς δὲ ἡ δικτατωρεία, τί δ᾿ ἦν τὸ ἔργον τῶν τιμητῶν, καὶ πόσος ὥριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οἷος ἐγένετο παρ᾿ ἐκείνοις ὁ θρίαμβος, καὶ ὅθεν παρήχθη τοῦτο τὸ ὄνομα· καὶ ὅσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ ὅπως ὕστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς ῾Ρωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος Ἰούλιος Καῖσαρ μετεποιή- σατο, εἶτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αὔγουστος Ὀκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ὢν τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, ἔχων καὶ τὸν Ἀντώνιον τοῦ ἔργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ἄκτιον, εἶτα καὶ εἰς [*](P) Ἀλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ἄνδρα ὡς διαχειρίσασθαι ἑαυτόν· ὅση τε φθορὰ τῶν ῾Ρωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς ἄλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ Ὀκταβίου καὶ τοῦ Ἀντωνίου ἀντικαθισταμένων, εἶτα καὶ πρὸς ἀλλήλους [*](C) μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, οὖσα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰ-
10
κάσθη, ἀσπίδος δήγματι· καὶ ὅτι οὕτω μετ’ ἐπινικίων λαμπρῶν εἰς τὴν Ῥώμην ἐπανελθὼν ὁ Ὀκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ D τίνες μετ’ αὐτὸν ἐμονάρχησαν, καὶ ὅπως ἕκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ ὅπως καὶ ὅσον ἦρξε, καὶ οἵῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς Ῥώμης λέγω καὶ τῆς Ἀλεξανδρείας Ἀντιοχείας τε καὶ τῆς Ἱερουσαλήμ, καὶ ὅσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· ὅπως τε μᾶλλον τῶν ἄλλων κατὰ Χριστιανῶν ἐξελύττησαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ’ ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ὧν εἶς ἦν Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον [*](P) Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος οὗτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι’ ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ κηρύγματι, καὶ ὅπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν Ῥώμην ὀνομάσας [*](C) αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας Ῥώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ’ ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οἶος ἕκαστος ἦν τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ ὄσον ἐκράτησε τῆς ἀρχῆς καὶ ὅπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ’
11
ὅσον ἕκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ ὅπως [*](D) τῶν τῇδε μετελήλυθεν ἕκαστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. οὕτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ’ ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων ἄλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ὅλων αἰτίαν τὴν ἄναρχόν τε καὶ ἄχρονον, καὶ τῶν ὑπ’ ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ ὄντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν*).

[*](*) Ἦν οὖν ἀεὶ τὸ θεῖον, ὑπὲρ αἰτίαν πάσαν καὶ δύναμιν P ἐκλάμπον ἀχρόνως, καὶ τῷ κάλλει τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος ἀιδίως κινούμενον, καὶ ἀνάρχως μήτ’ ἔκ τινος ἄλλου προυποστὰν πρότερον οὐσιώματος, μήθ’ ὕστερον αὐτομάτως P γενόμενον ἐξ οὐκ ὄντων καὶ εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν προϊόν, ἀλλ’ ὃν ἀεὶ καὶ διαμένον, ὡς ἔγνω μόνον ὑπερφυῶς τὸ τὰ βάθη τῆς θεότητος πάντα διερευνῶν πανάγιον πνεῦμα καὶ τούτοις συναϊδίως ἐπεντρυφῶν καὶ συναγαλλιώμενον. ἐπεὶ δὲ δι’ ἄκραν ἀγαθότητα καὶ πέλαγος ἐλέους καὶ οἰκτιρμὸν ἄφατον τὸν ὁρατόν τουτονὶ κόσμον εἰδοποιῆσαι προείλετο, κἀντεῦθεν ἐς μέσον παραγαγεῖν τὸν δεύτερον μὲν τῷ ποιήματι, πρῶτον δὲ καὶ ἐξαίσιον τῷ C χαρίσματι κόσμον,. ὅσῳ καὶ κατ’ εἰκόνα θεοῦ πεπλαστούρηται, φημὶ δὴ τὸν ἄνθρωπον, οἷά τινι χρησάμενον ἀρίστῃ πρὸς τὴν δημιουργίαν ὁ δῷ, τὰς ἀύλους πρότερον δυνάμεις καὶ οὐρανίους ταξιάρχας ὑφίστησιν, ἐννοῆσαν ἁπαξαπλῶς, προβεβηκυίας θάττον ἢ λόγος εἰς ἔργον τῆς ἐνθυμήσεως, addunt libri nonnulli deteriores.)
12

Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἶς κατάληψιν, οὔτε τῆς παρ’ ἑτέρων δεομένη δόξης οὔθ’ ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν εἶναι τὸ ἄπειρον αὐτῆς καὶ τὸ [*](P) ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἃ ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεόλογον Γρηγόριον. οὕτω δ᾿ ἔχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ἄνω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ’ ἵνα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος· εἶτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὀρόμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ἣν [*](C) καὶ ὕδωρ αὐτὴ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· οὗ τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ [*](Cap. 1. Iosephi Antiquit. Iud. 1, 1. Genesis 1. Quaedam sunt ipsius Zonarae.)

13
φαύσει τῆς ἡμέρας ὄνομα ἔθετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία.

Οἶδα μὲν οὖν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν ἄλλων ὑπέστησαν παρὰ τοῦ τῶν ὅλων δημιουργοῦ, ἀλλ᾿ ὅτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς Ἑβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αὕτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ [*](D) λόγῳ συντίθεμαι.

Εἶτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ὥστε τὰ μὲν ἄνω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ᾿ ἐκλήθη ὅτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ᾿ ἀραιὰν τὴν φύσιν ἔχει κατὰ τὰ ὕδατα, ἐξ ὧν τὴν σύστασιν ἔσχηκεν· ὃ καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ ὕδωρ τὸ τῆς γῆς ἅπαν καλύπτον πρόσωπον ἐκέλευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ ὁ λόγος ἔργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ ὕδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνε- δόθη καὶ σπέρματα. ἔδει γὰρ ἄκοσμον οὖσαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ἄνθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων ἔσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις δια-

14
ταξάμενος, ἵνα τε φωτίζοιτο δι’ αὐτόν τὸ περίγειον καὶ ὁ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ [*](P) ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο δι’ αὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ περιεργότερον καταστοχαζομένοις αὐτόν, ἢ ὡς ἂν εἴποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων ἅπαντα δοξάζουσι συμπεριφέρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δ’ αὖθις τόν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινά· ὣν τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς ὕδασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ἕρποντα ὥσπερ διὰ τούτου μετάρσια. [*](C) κατὰ δέ γε τὴν ἕκτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν ἡ γῆ προσετέτακτο, καὶ κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν ἡ γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ἕν οὕτω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. ἡ μὲν γὰρ τῶν ἄλλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ γεηρὰ οὔσα εἰκότως ἂν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ἡ γραφή “ψυχὴ παντὸς κτήνους τὸ

αἷμα αὐτοῦ,” τὸ δ’ αἷμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ Ἀδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον εἶναι πιστεύεται καὶ ἀθάνατον.

[*](D)

Ἡ δ’ ἕκτη τῶν ἡμερῶν καὶ τὸν ἄνθρωπον ἔσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προυποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμα- [*](Cap. 2. Iosephi Ant. 1, 1. Genesis 2 et 3. Quaedam sunt ipsius Zonarae.)

15
’σται, καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ὥσπερ βασέλεια προετοιμάσας, αὐτὸν οὕτω παράγει τὸν ἄνθρωπον οἶά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον ἄνωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς ἄλλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. τἄλλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, ὁ δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεός, ἡ βίβλος φησὶ τῆς Γενἐ- σεως, τὸν ἄνθρωπον ἔπλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, δι’ ἣν καὶ κατ’ εἰκόνα λέγεται θεοῦ γενέσθαι ὁ ἄνθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐσιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ ἄφθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. οὔτε γὰρ ἡ φύσις ταύτης καὶ ἡ οὐσία καταληπτὴ οὔτε μὴν ὁρατή, καὶ ἄφθαρτος δ᾿ ἐστὶ καὶ ἀθάνατος. καὶ ἕτερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χάριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. Ἀδὰμ δὲ τὸν πλασθέντα [*](P) ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν Ἑβραίδα διάλεκτον, ὥς φησιν Ἰώσηπος, ὅτι ἐκ πυρρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ ἡ παρθένος γῆ. οὕτω δ᾿ ἐν ἒξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς Ἑβραίοις ἡ ἑβδόμη τῶν ἡμερῶν ἄπρακτος εἶναι νενόμισται, ὄθεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον ἡ τῶν Ἑβραίων γλῶττα λέγει ἀνάπαυσιν.

Ἔθετο δὲ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ὅν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, ἢ κατὰ τὸν Ἰώσηπον τῆς

16
φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν [*](C) ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ᾿ εἶναι πρὸ εἶπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. ἄρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ὁ ποταμὸς οὗτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ὄνομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ᾿ Ἕλλησι Γάγγης οὗτος ὠνόμασται, τὴν Ἰνδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ὃν Νεῖλον Ἰώσηπος λέγει προσαγορεύειν τοὺς Ἕλληνας. ὁ δ’ ἐπὶ τούτῳ Τίγρις [*](D) ἐστίν, ὃν καὶ Διγλάθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν ἤτοι Φορά, ἢ ἄνθος ἢ σκεδασμός. καὶ ἄμφω δὲ οὗτοι εἶς τὴν Ἐρυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ Ἀδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ὃς ἑκάστω γένει αὐτῶν ὄνομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ Ἀδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ Ἑβραίοις Εὔα καλεῖται ἡ γυνή, κἀκείνη Εὕα ὠνόμαστο. ἦν μὲν οὑν ἀμφοῖν ἐν τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς οὖσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ ὄφεως ἢ μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὁ ὄφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν Ἰώσηπος τὰ ζῷα ἅπαντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρόσει πείθει καὶ τὸν ἄνδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ἔγνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν
17
ἀπὸ τοῦ θεοῦ ὁ Ἀδάμ τε καὶ ἡ γυνή. καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ Ἀδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ’ ἐξηπατῆσθαι παρὰ τοῦ ὄφεως ἔλεγεν. ὁ δὲ θεὸς τῷ ὄφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας [*](P) καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν Ἰώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. εἶτα καὶ τὸν Ἀδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ᾿ ἦν ἡ πρὸς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν ἄρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ἴσως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον.

Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν ὁ πρῶτος ἦν, κτῆσιν σημαίνει τό ὄνομα, ὅτι ἐκτήσαντο ἄνθρωπον, Ἄβελ δ’ ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε δι’ αὐτόν. καὶ ὁ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τού [*](D) ΚάΪν οὐ προσέσχε πρόσ’ ἀγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ [*](Cap. 3. Iosephi Ant. 1, 2. Genesis 4 et 5.)

18
τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῆ̣ Ναίδ’ ᾤκησεν, ἔνθα καὶ παῖδας ἐγείνατο. οὗτος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ὅρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ὄνομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ Ἐνὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ Ἐνώς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, οὗ Λάμεχ υἱός. οὗτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αἷ Ἄδα καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ἔσχεν ἑβδομήκοντα καὶ ἑπτά· ὧν Ἰωαβὲλ μὲν κτηνοτρόφος ἦν καὶ προβατείαν ἠγάπησεν, Ἰουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ἦν ἤτοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ.

Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτ’ ἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγα- Β τέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ’ ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζωνται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνώς δὲ ἐτέχθη Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν

19
ἴτη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ἕτεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ Ἰάρεδ, καὶ ἕτεροι, ὃς κατέλυσε τὴν ζωὴν ἐπ’ ἔτεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. Ἰάρεδ δὲ πατὴρ τοῦ Ἐνὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, [*](C) καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ Ἐνὼχ Μαθουσάλα καὶ ἕτεροι. εὐηρέστησε δὲ τό κυρίῳ Ἐνὼχ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἐξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ἕτεροι, καὶ θνήσκει ζήσας ἔτη ἐνακόσια ἐξήκοντα καὶ ἐννέα. Νῶε δ’ ἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ἔτη καὶ πεντήκοντα πρὸς

τρισί. τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ.

Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν ἡ γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς [*](D) ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐναρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. ὁ δὲ Ἰώσηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, οὕτω καλέσας, οἶμαι, αὐτοὺς ὡς εὐαρεστοῦντας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δ’ οἶ ἄνθρωποι πρὸς κακίαν ἀπέκλιναν· οἶς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οἶς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ εἴκοσιν ἔτεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν.

[*](Cap. 4. Iosephi Ant. 1, 3. Genesis 69.)
20

Νῶε δὲ εὗρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης δι’ ἐπομβρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀν- θρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, ἣν τετράγωνον κατεσκευασε, μῆκος μὲν ἔχουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν ᾗ αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐνθέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρησιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ καθαρά, ἑπτὰ δ᾿ ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέκατος δ᾿ ἦν ὁ Νῶε ἐκ τοῦ Ἀδὰμ ἀριθμούμενος, καὶ [*](P) μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἓξ ἐνιαυτοὺς ὁ κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφ’ ἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότεραι λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ ὕδατος ἐλαττονουμένου μεθ’ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ἡ λάρναξ ὄρει τινὶ τῆς Ἀρμενίας προσώκειλε κατὰ μῆνα τὸν ἕβδομον. ὅτε καὶ ἀνοίξας ὁ Νῶε μεθίησι κόρακα· ὁ δὲ οὐκ ἐπανῆλθε. καὶ ἡμέρας ἀφῆκε περιστεράν, ἣ πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αὖθις ἀφῆκεν αὐτήν, ἡ δὲ κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ἔγνω ἐκλελοιπέναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν [*](C) γυναιξὶ καὶ τὰ ζόα ὅσα ἦν μετ’ αὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ἔθυσε τῷ θεῷ. Ἀποβατήριον δὲ καλεῖσθαι τὸν τόπον τῆς Ἀρμενίας φησὶν ὁ Ἰώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν

21
τὰς βαρβαρικὰς ἱστορίας συγγραψαμένων, τὸν Χαλδαῖόν τε Βηρωσὸν καὶ Ἱερώνυμον τὸν Αἰγύπτιον, ὃς τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συνεγράψατο, καὶ τὸν ἐκ Δαμάσκου Μνασέαν. ὁ δὲ θεὸς μηκέτι ἐπαγαγεῖν τοιοῦτον πάθος τῇ γῇ ἐπηγγείλατο. ἐνετείλατο δὲ πρὸς βρῶσιν κεχρῆσθαι τοῖς ζῴοις, πλὴν κρέας ἐν αἵματι ψυχῆς μὴ ἐσθίειν, καὶ φόνου ἀνθρώπων ἀπέχεσθαι. σημεῖον δὲ τοῦ μηκέτι κατακλύσαι τὴν γῆν ἐν ὄμβρῳ τὸ τόξον ἔθετο τὸ ἐν τῇ νεφέλῃ, τὴν ἶριν διὰ τοῦ τόξου δηλῶν. Νῶε δὲ μετὰ [*](D) τὸν κατακλυσμὸν βιώσας ἔτη τριακόσια καὶ πεντήκοντα θνήσκει ἐνιαυτῶν γεγονὼς ἐνακοσίων πεντή- κουτα.

Εἴρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων ἐκείνων ταῦτα τῷ Ἰωσήπῳ. μηδεὶς οὖν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον εἶναι εἰκότως ἔζων πλῆθος ἐτῶν τοσούτων, ἔπειτα καὶ διὰ τὴν εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρονομίας τε καὶ γεωμετρίας, ἅπερ οὐκ ἦν αὐτοὺς ἀσφαλῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται ὁ μέγας ἐνιαυτός.”

Οἱ δὲ Νῶε παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ, ἐκ τῶν ὀρῶν εἰς τὰς πεδιάδας κατῴκησαν. Νῶε δὲ φυτεύσας ἀμπελῶνα ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χἄμ’ δὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πατρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οἷον ἐπεγγελῶν τῷ [*](Cap. 5. Iosephi Ant. 1, 4—6. Genesis)

22
πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πατρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας ὁ Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηρά- [*](P) σατο. τὸ δὲ πεδίον, ὃ κατῴκουν οἱ υἱοὶ Νῶε, κέκληται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστω παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τούτων ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ὃς πρῶτος γίγας ὤφθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ χεῖρα γενναῖος, τῶν ἄλλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐτοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδομημένον. οὕτω δὲ μεμηνότας ὁρῶν αὐτοὺς ὁ θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ᾿ ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον· [*](C) Ἑβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδνανται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν ἤπειρον καὶ νῆσον πληρωθῆναι αὐτῶν.

Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ ἔθνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς ὁ Ἰάφεθ ἐγέννησεν, οἳ ἀπὸ Ταύρου καὶ Ἀμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων· ὧν τοῖς ὀνόμασι καὶ ἔθνη ἐπεκλήθησαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λεγόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν ὁ Μαγώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ Ἰωβὰν Ἴωνες καὶ πάντες Ἓλληνες ἐπεκλήθησαν, ἐκ Μαδαΐ δὲ Μαδαῖοι, οἳ Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ Θο- [*](D) Βήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· οὗτοι δ᾿ εἰσὶν Ἴβη-

23
ρες. ὁ δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τόν Μεσχηνῶν· Καππαδόκαι δ᾿ οὗτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οἳ Θρᾷκες μετωνομάσθησαν ὕστερον. ἐκ δὲ τῶν ἐκγόνων Ἰάφεθ Ἀσχανάξαι μὲν οἱ κληθέντες ῾Ρηγῆνες ἐξ Ἀσχανὰξ προήχθησαν, ῾Ριφαθαῖοι δέ, οὕτω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ ῾Ριφὰθ τὸ γένος ἕλκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οἳ Φρύγες μετεκλήθησαν ὕστερον. Ἐλισὰν δὲ Ἐλισαίων ἀρχηγέτης ἐγένετο, οἵπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· ὅθεν καὶ ἡ τῶν παρ᾿ αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. οὕτως γὰρ τῷ Ἰωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ἕτεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αὕτη ἐστί, παρ᾿ Ἑλλήνων οὕτω κληθεῖσα διὰ τὴν παρ᾿ αὐτοῖς θεὸν τὴν Ἀφροδίτην, ἣν Κύπριν προσαγορεύουσιν.

Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ Ἀμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χου- [*](P) σαῖοι· Αἰθίοπες οὗτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· οὕτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὑτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετε-

24
βλήθη δ᾿ ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν ὕστερον Ἰουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλα- [*](C) ξεν ἡ ἐκείνου μερίς, ἣν Παλαιστίνην Ἓλληνες ὠνομάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. Ἀμαθὶ δὲ Ἀμάθην ἔκτισε πόλιν, ἣν Μακεδόνες ἀφ᾿ ἑνὸς τῶν Πτολεμαίων Ἐπιφανοῦς λεγομένου Ἐπιφάνειαν μετωνόμασαν.

Σὴν δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οἳ τὴν μέχρις ὠκεανοῦ τοῦ κατ᾿ Ἰνδίαν οἰκοῦσιν Ἀσίαν, ἀπ᾿ Εὐφράτου ἀρξάμενοι. Ἐλὰμ μὲν οὖν Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν, Ἀσοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ᾿ αὐτὸν Ἀσσυρίους ὠνόμασε, καὶ Ἀρφαξὰδ Χαλδαίων προπάτωρ ἦν, Ἀρὰμ δὲ τοὺς [*](D) Σύρους κληθέντας ὕστερον Ἀραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οἳ Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν Ἀρὰμ τεσσάρων ὄντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ᾿ ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ Ἀρμενίαν, Βακτριανοὺς δὲ ὁ ἕτερος. τοῦ Ἀρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. οὗτος δὲ πατὴρ Ἕβερ. Ἕβερ δ᾿ ἔτεκε τὸν Φαλέκ, οὕτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ὅτε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ Ἑβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. Ἑβραῖοι δὲ τὸ ἔθνος ἐκ τοῦ Ἕβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ ῾Ραγαῦ, ὁ δὲ ῾Ραγαῦ πατὴρ τοῦ Σερούχ, οὗτος δ᾿ ἔτεκε τὸν Να-

25
χώρ, ἐκ Ναχώρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ Ἀβραάμ.

Τοῦ δὲ τῶν Ἐβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας οὗτος γέγονεν Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν [*](P) ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταύτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυρίων δ᾿ ἐπελθόντων τοῖς Σοδομίταις, οἶς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ὃ μαθὼν Ἀβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἱκέταις αὐτοῦ καὶ φίλοις τρισὶ C κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδομίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ’ ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερου- [*](Cap. 6. Iosephi Ant. 1, 7—18. Genesis 12—25.)

26
σαλήμ· οὕτως ἀρχαία ἦν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν [*](D) γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καἰ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ τὰ αἰδοία καὶ αὐτὸν καὶ τοὺς ὑπ’ αὐτὸν ἐκέλευσεν ἄρρενας, ἔν εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν.

Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν ὁ θεὸς Ἰσαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ἢ ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ἢ ὅτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαράς. τεχθέντα δὲ τόν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ ὁ θεὸς ἐπέταξε τὴν περιτομήν. σημαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα [*](P) αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ

27
τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἕν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν [*](C) θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρηται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι πρὸς ἑπτά, ὁ δ’ Ἀβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἔξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται ὁ πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ [*](D) μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν ὁ Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθ’ ὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ εἴχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ὄνομα καθ’ Ἑβραίους δηλοῖ.

28

Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρωται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, πρόσ’ ἔκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηράσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, “ἵνα” φησί “φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν.” καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τόν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν ἃ ὁ πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἶα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ [*](P) δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναντος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τό πατρὶ καὶ ᾔτει τὴν εὐλογίαν. ὁ δὲ ἔγνω τὸ σόφισμα καί “ἐλθών” ἔφη ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου. τοῦ δ᾿ ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παρ’ αὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρ- [*](C) μησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδ’ ἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντ’ εὐλογίας ἐτυποῦτο αὐτῷ τῶ Ἰσαὰκ ἡ φωνή. δυσμενῶς εἶχε διὰ [*](Cap. 7. Iosephi Ant. 1, 18 et 19. Genesis 27—30.)

29
ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ Ἡσαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ’ ὕπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ἦς τῶν ἄκρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ᾧ τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ’ Ἕλληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς λαβὰν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας [*](D) ὁμαίμονα, καὶ ξενίας παρ’ ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ὧν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ’ ἑτέρα Ῥαχὴλ ἐπεκέκλητο, εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ’ ὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰακὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰακώβ. γνοὺς δὲ μεθ’ ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αὖθις δουλεῦσαι ὁ Ἰακώβ, δουλούμενος ἔρωτι, καὶ μεθ’ ἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνάζεται.

Τῇ’ μὲν οὑν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατ’ ἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν

30
γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· τοὔνομα σημαίνει βεβαιωτήν. μεθ’ ὃν Ἰού- [*](P) δας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα μὴ δι’ ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οἶον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγεί- [*](C) νατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δ’ ἦν ὁ Ἀσήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ λεῖφ’ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ’ ἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ Ῥαχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τόν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ὄνομα, καὶ Ζὰ βουλῶν, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ [*](D) ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ.

Ἔτη μὲν οὖν εἴκοσιν ἐποίμαινε τῷ πενθερῷ Ἰακώβ· εἶτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ὅθεν [*](Cap. 8. Iosephi Ant. 1, 19—22. Genesis 31—35.)

31
καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων ἅπερ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. Ῥαχὴλ δὲ καὶ τὰ εἴδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ’ ἴν ἔχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ λαβὰν καθ’ ἑβδόμην ἡμέραν καταλαβόντος, κατ’ ὄναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ Ἰακώβ. μεθ’ ἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ Ἰακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεόν ἐπενεκάλει ὁ Λάβαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ὃς ἠρεύνα. ἡ Ῥαχὴλ δὲ τὰ εἴδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ λαβὰν μὴ ἄν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευξεν, ὁ δ’ Ἰακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ᾿ ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ ἄγγελον [*](P) εἶναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοίραν ἔξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ἔλεγε δεῖν, καὶ Ἰσραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν ἄλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, Ἰώσηπος δὲ τὸν ἀντιστάντα θείω ἀγγέλῳ σημαίνειν φησίν. Ἰακὼβ δὲ τὸν τόπον καλεῖ Φανουήλ, τοῦτ’ ἔστι θεοῦ πρόσωπον. γενομένου δ’ ἐν τῇ πάλῃ τῇ πρὸς τὸν ἄγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ δι’ ἐκεῖνον καὶ τῷ ἐκείνου γένει
32
παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ [*](C) τοῦ Ἡσαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. εἶτα ὁ μὲν Ἡσαῦ ἀπηλλάγη, Ἰακὼβ δ’ ἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυγάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος οὖν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι’ ἁρπαγῆς. ἔπειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ Ἰακὼβ συζεῦξαι τὴν Δεινὰν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πὰν ἄρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν Ἰώσηπος. πιθανώτερον δὲ περὶ [*](D) τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ὅτι Ἐμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεινὰν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ εἶπον ὡς “εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει ἄρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ,” καὶ ὅτι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν ἄπαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖ- λον ἅπαντας, ἀγνοοῦντος τοῦ Ἰακώβ. ᾧ χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ Ἰακώβ, ὅπου τὸν ὄνειρον ἐθεάσατο, ἔθυσεν. καὶ προιὼν τὴν Ῥαχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν Ἐφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ’ αὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δ’ εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ Ἰσαὰκ ἔτι ζῶντα, ἡ δὲ Ῥεβέκκα ἔφθη θανεῖν. θνήσκει δὲ μετὰ
33
βραχὺ καὶ ὁ Ἰσαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῶ γονικῷ μνημείῳ, βιώσας ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν.

Ἡσαῦ δὲ ἦρχε τῆς Ἰδουμαίας, καλέσας τὴν χώραν ἀφ’ ἑαυτοῦ. Ἐδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ὅτι [*](P) ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τόν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθ’ ὅρκων αὐτῷ διὰ τὸν λιμόν· ὅθεν Ἐδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ἦν τὴν χροιὰν τοιαύτη. Ἐδὼμ δὲ παρ’ Ἑβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται.