Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Ταῦτα ἐν τῇ Ἰταλίᾳ τότε ἐπράχθη· καί τινες δοῦλοι συνωμοσίαν ἐπὶ τῇ Ῥῳμῃ πεποιηκότες προκατελήφθησαν· κατάσκοπός τέ τις ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ἵνα τοῖς Καρχηδονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ [*](D) Ἰβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ἴβηρος ἐκβολῆ̣ ὁ Σκιπίων ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία τῶν νεῶν ὑπετέμετο, ὅπως ἀπογνόντες προθυμό- τερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Που- πλίου Σκιπίωνος πόλεις τῶν Ἰβήρων προσεκτήσατο. Aβελος γάρ τις Ἴβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν Ῥωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν Ἰβήρων ὁμήρους οἴκαδε αὐτοὺς ἀποπέμψαι, ἵν ἐς εὔνοιαν τάχα ὑπ’ αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφὰς, ἅτε καὶ τῆς ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς τε πρότερον πέμψας καὶ κοινολογησάμενος περὶ ὣν ἠξίου , εἶτα νυκτὸς ὑπεκκομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ οὕτως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ Ῥωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οἴκαδε κατεκτήσαντο.
Ἐν μὲν οὖν τούτοις εὐτύχουν, συμφορᾷ δ' αὖ περιέπεσον ἧς οὔτε πρόσθεν οὔθ’ ὕστερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ τὰ τῆς Σιβύλλης λόγια, ἥτις πρὸ τοσούτων ἐτῶν τὴν [*](Cap. 1. Dionis Historiae Romanse libri perditi: fragmentum 57, 22—27.)
Τοιαῦτα μὲν οὖν ἤσαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς ῾Ρωμαίοις συμβάντα οὕτως ἐγ ἔνετο. ἦρχον μὲν Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, ἄνδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ἦν καὶ παιδεία [*](C) κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ἤσκητο καὶ τἄλλα τε ἐξεφρόνει καὶ τὴν ἡγεμονίαν μόνος ἔχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ἦλθον οὖν ἄμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· οὔτε γὰρ τροφὴ ἔτι ἦν τῷ Ἀννίβᾳ, καὶ τὰ τῶν Ἰβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ εἴ γε καὶ τὸ βραχύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν ἄν. νῦν δέ γε τοῦ Τερεντίου τὸ ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς ἥττησεν αὐτούς. ὁ γὰρ Ἀννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ [*](D) ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ὅπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρα-
Ὁ οὖν Ἀννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμμον ὄντα, ἴνα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ἄνεμον, ὃς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου ἔχειν ἐμηχανήσατο. οἱ δ᾿ ὕπατοι ἕωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, εἶτα μεθ᾿ ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ ὄντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ἤθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ Ἀννίβας καὶ ἄκοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας [*](P) εἶργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώματα τῶν φονευομένων ἄνω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ὅπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ ῾Ρωμαῖοι πρὸς παράταξιν ὥρμησαν. τοῦτο δὲ προγνοὺς ὁ Ἀννίβας λόχους μὲν ὑπό τοὺς ὄχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι ὅταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν
Οἱ δὲ δὴ Ῥωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν Ἀννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρε- τάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, [*](C) καὶ τὰ σημεῖα ἤρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ὅπλων γυμνοὶ ὄπισθεν τῶν Ῥωμαίων ἐγένοντο, ἕνα μὴ σφίσιν ἐπι- τιθῶσι δῆθεν οἶ Καρχηδόνιοι , τότε καὶ οἱ λόχοι ἑδατέρωθεν ἐπανέστησαν , καὶ ὁ Ἀννίβας κατὰ πρόσω- πον σὺν τοῖς ἱππεῦσι προσέμιξε , καὶ οἴ τε πολέμιοι τοὺς Ῥωμαίους πανταχόθεν ἐθορύβουν , καὶ ὁ ἄνεμος ὅ τε κονιορτὸς ἐς τὰς ὄψεις αὐτων βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ἄσθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ὥστ’ ἀπεστερημένοι μὲν τῆς [*](D) ὄψεως , ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ἔπεσε πλῆ- θος ὥστε τὸν Ἀννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οἴκοι Καρχηδονίοις , διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι τοῦτον · χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέ- στειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυ- λίοις ἐκέχρηντο. συχνοὶ δ’ οὖν ὅμως καὶ τότε διέφυ- γον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ Ἀννίβας οὐκ ἐπεδίωξεν οὐδ’ εἰς τὴν Ῥώμην ἠπείχθη. δυνάμενος γὰρ ἢ παντὶ τῷ στρατεύματι ἢ καὶ μέρει τούτου πρὸς τὴν Ῥώμην παραυτίκα ὁρμῆσαι καὶ τα- χέως διαπολεμῆσαι , οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ
Οἱ δὲ δὴ Ῥωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος · ὃς [*](P) υἱὸς μὲν ἦν τοῦ Πουπλίου τοῦ ἐν τῇ Ἰβηρίᾳ, καὶ τὸν πατέρα ὅτε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδο- κίμησε. παρ’ ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστή- σατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ ἔπραξεν.
Οἱ δ' ἐν τῇ Ῥώμῃ τὴν ἧτταν μὲν ἤκουσαν , οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ’ ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ’ οὖν ὁ Φάβιος γνώμην ἔδωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ [*](C) τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἔν’ ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον , καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος , ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τόν τε πολιτῶν [*](Cap. 2. Dionis Historiae Romanae libri perditi: fragm. 57, 28, 30, 34.)
Ἀννίβας δὲ συνεστηκέναι τοὺς ῾Ρωμαίους καὶ παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ ῾Ρωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ἵν᾿ ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ ῾Ρωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ᾿ οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρχηδόνα ἀπέστειλε. τῶν δ᾿ ἄλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φέλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ἵν᾿ εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο.
[*](P)Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ Ἀννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ἔπεμψε τὰ γενόμενα, καὶ χρήματα παρ᾿ αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον 30 ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα ὅσα ᾐτήσατο, τό γὰρ Ἄννωνι τἀναντία λέγοντι καὶ κατα-
Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ ἄλλη Καμπανία κεκίνητο· καὶ οἶ Ῥωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ἤχθοντο. ὅ γε μὴν Ἀννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν ἄχρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὕς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καἰ οἶ λοιποὶ μεθ’ ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο , τοὺς μὲν βουλευτὰς [*](P) ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ’ ἄλλοις ἀπελθεῖν εἰπὼν ὅπῃ βούλοιντο , πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' οὖν αὐτῶν καὶ πε- ριεγένοντο εἰς ὕλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτό, ἀλλ’ ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον , καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώ- σαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἶλε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν , ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμμάχων [*](C) μάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἱ τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο , καὶ πρὸς λιμὸν γενναίοις διεκαρτέρησαν · ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ’ ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ἔπεμψαν · ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν οὕτως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ
Ἐν ᾧ δὲ ταῦτα ἐγένετο , καὶ ἐκ Δελφῶν οἱ πεμφθέντες ἀνεκομίσθησαν , λέγοντες τὴν Πυθίαν χρῆσαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν . καὶ κατέλαβον τὸν Ἀννίβαν καί οἱ παρεστρατοπεδεύσαντο , ὅπως τὰ πραττόμενα παρ’ αὐτοῦ παρατηρῶσι. καὶ ὅ γε Ἰούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελλόμενα καὶ τοὺς Ῥωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ ὕπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν , καὶ τἄλλα ἐπ’ ἴσης ἔπραττον. καταμαθὼν οὑν τοῦτο ὁ Ἀννίβας χειμέριον ῥίον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ’ ἑσπέρας ἀνεῖπε, τοῦ δὲ Ἰουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς ἄλλοτε ἄλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ἔν ἐν συνεχεῖ πόνῳ ἐκ τῆς [*](P) ἀγρυπνίας καὶ τοῦ χειμῶνος εἴησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ' ἡμέρα ἐπιλάμψειν [*](Cap. 3. Dionis Historiae Romanae libri perditi.)
Τὰ δ’ ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπιστροφῆς τινος παρὰ τῶν Ῥωμαίων ἔτυχον. ὕπατοι δὲ ὅ τε Γράκχος ὁ ἵππαρχος καὶ Ποστούμιος Ἀλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν Ἀλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουῒων ἐφθάρη, δι’ ὄρους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· οὗ τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα · βοῦς [*](C) τε γὰρ ἵππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ. οἷ δ’ ὕπατοι Γράκχος καὶ Φάβιος στρατοπεθευσάμενοι τόν τε Ἀννίβαν ἐν Καπύῃ ὄντα ἐπετήρουν ὅ,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο , τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ’ Ἀννίβας ἕως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων , σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ἔλαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν , τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς εὐθυμίας ἠλαττώθησαν , καὶ τὴν πάτριον ἀμείψαντες [*](D) δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤ δὴ ἐπέκειτο, ἐς ὄρη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ' οὐχ οἶοί τε δι’ ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οἴκοθεν ἄλλης τε καὶ ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε καὶ ἐπὶ Νῶλαν ὡς αἱρήσων αὐτὴν ἢ τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορθοῦντα ταύτης ἀπάξων ὥρμησεν. ὡς δ’
Οἱ δὲ Σκιπίωνες τόν τε Ἴβηρα ποταμὸν διέβησαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν Ἀσδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν Ἀσδρούβαν ἢ τὸν Ἀννίβαν δεῖσθαι βοηθείας , καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν Ἀννίβᾳ βραχεῖαν δύναμιν ἔπεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰβηρίαν τάχιστα [*](P) ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς Ἰβη- ρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι , τὸν δὲ Ἀσδρούβαν ἐπὶ τὴν Ἰταλίαν σὺν δυνάμει σταλῆναι. ὃ γνόντες οἱ Σκιπίωνες οὐκέτ’ ἐμαχέσαντο, ἵνα μὴ κρατήσας ’ίσως ὁ Ἀσδρούβας εἰς τὴν Ἰταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν Ῥωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης , καὶ ὅτι καὶ πόλεις συχναὶ πρὸς τοὺς Ῥωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν , πλέον ἢ διενοεῖτο ὁ Ἀσδρούβας [*](C) βὰς κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν Ἰταλίαν εὐθὺς τοὺς προσχωρήσαντας ἔστειλαν, αὐτοὶ δὲ τὰ
Ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδῶ [*](D) ἄντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι’ ὀλίγου κατέστη , καὶ ὁ Ἀσδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω , καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακε- δονίας βασιλεὺς Φίλιππος φανερώτατος τόν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν , τὴν δ’ Ἑλλάδα καὶ τῆν’ Ἤπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὑν ὁμολογία ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀννίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον , καὶ παραχρῆμα στρατηγὸν ἐπ’ αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς οἴκοι δείσας κατὰ χώραν μείνῃ. καὶ ἔσχεν οὕτως · προῆλθε μὲν γὰρ μέχρι [*](Cap. 4. Dionis Historiae Romanae libri perditi.)
Οἱ δ' ἐν τῇ Ῥώμῃ ὑπάτους εἵλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οἱ τὸν μὲν Ἀννίβαν τὴν νῦν Εαλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο , κἀντεῦθεν προιὼν τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο , ἵν [*](C) αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατ’ ἔτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, εἶτ’ ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι’ ἐλαχίστου ἂν αὐτὰς ἐχειρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἅμα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι’ ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων [*](D) ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει,
Ἐντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφήδρευεν. ὁ δ’ Ἀννίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι Ῥωμαῖοι πολλὰ αὖθις καὶ δυσχερῆ πεπόνθασιν· οἵ τε γὰρ ὕπατοι πρὸς τῇ Καπύῃ ἔπταισαν, καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ ἄλλαι πόλεις ἀπέστησαν , καὶ ὁ Ἀννίβας κατεπτηχὼς πρότερον ἐν τῇ Ἰταλίᾳ τε ἔμεινε καὶ ἐπὶ τὴν Ῥώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες ἄμφω διώλοντο. ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ἦλθε μέχρι [*](Cap. 5. Dionis Historiae Romanae libri perditi: fragm. 57, 45.)
Ὁ δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς ία Συρακούσαις ἐπ’ ἐπέραινε, τοιοῦτόν τι ἐπενόησεν. ἦν τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ὃ Γαλεά- γραν ὠνόμαζον, ὃ πρὶν μὲν ἐλάνθανε τοιοῦτον ὄν, τότε δὲ ἐφωράθη. τηρήσας οὑν τοὺς Συρακουσίους παννυχίδα τῇ Ἀρτέμιδι ἄγοντας πανδημεί , ἐκέλευσε στρατιώταις τισὶ κατ’ ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ’ αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων ἅμα πάντες ἀπὸ σημείου καὶ οἱ ἔσω καὶ οἱ ἔξω συνεβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ προσεπήχησαν , ὥστε ἀθρόαν τὴν ἔκπληξιν τοῖς Συρακουσίοις μηδ’ ἄλλως εὑ ἔχουσιν [*](D)ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς Ἀχραδινῆς καὶ τῆς Νήσου καλουμένης. ὁ οὑν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ὅμως δ’ οὖν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ τούτων οἱ Ῥωμαῖοι γενόμενοι ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχιμήδην ἀπέκτειναν. διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πολεμίους ἐφίστασθαι , " πὰρ κεφαλάν " ἔφη καὶ μὴ παρὰ γραμμάν.’’ ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ
Ὁ μὲν οὖν Μάρκελλος τὰς Συρακούσας ἐλῶν καὶ τῆς ἄλλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ὅς ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ’ ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς οὔτ’ αν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα οὔτ’ ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε,’ τὸν Μάρκελλον καὶ
Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν · καὶ μάχαις τισιν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος [*](P) Δολοβέλλας στρατηγὸς ἐπελήλυθε , πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν.
Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος , ἔν ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μείναι, τὸν δ' ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν , ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν [*](C) Ρώμην ἠπείχθη.
Τοῦ δ’ Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλ- μοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν ἄλλον χρόνον ἠγάπων , εἰ τά γε ἐντὸς τῶν [*](Cap. 6. Dionis Historiae Romanae libri perditi: fragm. 57, 46.)
Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ὄντες, ἅμως ἀπογνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ Ῥωμαίων ἀντεῖχον, καὶ τῷ Ἀννίβᾳ ἐπέστειλαν , βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου , ὁ γὰρ Κλαύδιος ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ὅ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὀίριος ἐν τοῖς πρώτοις αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος " μία ἡμῖν ἐστιν ἔφη ‘‘καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον
Ὕστερον δὲ καὶ ἄλλα τινὰ προσεπῶφλον , κατηγορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἶ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι , καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ἤδη. καὶ ἀπελογήσατο · οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ [*](C) ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἶ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο , οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ’ εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥωμαίων , καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ’ ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς [*](D) Σικελίαν , τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἶ μὲν Συρακούσιοι οὕτως τινὸς συγγνώμης ἔτυχον, οἶ δὲ Καμπανοὶ ὑπ’ ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου.
[*](11 Dionis fragm. supra citatum.)Ἁλούσης δὲ τῆς Καπύης καὶ τἄλλα τὰ πέριξ πο- λίσματα τοῖς Ῥωμαίοις προσκεχωρήκασι πλὴν Ἀτελανῶν· οὗτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν Ἀννίβαν ἐχώρησαν. καὶ ἡ ἄλλη δὲ Ἰταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο.
Οἱ δ’ ἐν τῇ Ῥώμῃ διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς , ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ’ ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε.
Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο , καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβησεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν.