Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Ταῦτα τῷ μὲν Ἀννίβᾳ χρηστὴν ἐλπίδα , τοῖς δὲ Ρωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἶ Ῥωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ἔπεμψαν , ἐς δὲ τὴν Ἰβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ Ἀννίβας εἰς τὴν Ἰταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν , σπουδῇ [*](P) ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ Ῥοδανοῦ οὖσαν ἀμαχεὶ διῆλθε καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ Ῥοδανοῦ οὐδεὶς εἰς χεῖρας ἧκεν αὐτό, ἐκεῖ δ’ ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ὅμως μετὰ τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε [*](Cap. 23. Dionis Historiae Romanae libri perditi: fragm. 57, 4.)
Ἐντεῦθεν Ἀννίβας ἀπιέναι πρὸς Ἰταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ὅρη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ’ ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρίτατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ
Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν Ἰβηρίαν ἔπεμψεν ὡς [*](P) καταληψόμενον αὐτὴν ἢ τὸν Ἀννίβαν ἐπανάξοντα, αὐτὸς δ’ ἐπὶ τὸν Ἀννίβαν ἤλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ἔπειτα ἄμφω πρὸς τὴν μάχην ὥρμησαν. πρὶν δὲ δὴ ἔργου ἔχεσθαι, συγκαλέσας τοὺς στρατιώτας ὁ Ἀννίβας παρήγαγε τοὺς αἰχμαλώτους, οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἤρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς τὸ δεύτερον εἵλοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· [*](C)τοῦτο δ’ ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. εἶτα συνῆλθον μὲν ὡς ὅλοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ’ ἄν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ὢν ἑπτακαιδεκαετὴς ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν.
Ἀννίβας δὲ μεθ’ ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ [*](Cap. 24. Dionis Historiae Romanae libri perditi.)
Ὁ μὲν οὖν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, Ἀννίβας δὲ πολλὰ πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ οὔτε τοῦτ’ ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ᾧ σῖτος πολὺς τῶν Ῥωμαίων ἔκειτο. καὶ μηδὲν περαίνων, τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ἔλαβε καὶ τὰ ἄλλα σχεῖν τὰ μὲν ὅπλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ ξιλοτιμίας, καὶ ὅτι τινὰς κατατρέχοντας τὴν χώραν ἐκράτησεν, [*](P) εἰς παράταξιν ὥρμησεν. καὶ ἐσφάλη ἐνέδραις περιπεσών· καὶ τοῦ Ἀννίβου ἐπεξελθόντος μετὰ τῶν [*](10 οἱ Γαλάται] Conf. Dionis fragmentum 57, 6.)
Ἀνοχὴν οὖν ἄσπονδον ποιησάμενοι πρὸς τὴν [*](C) συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν Ῥωμαίοις ἄφθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ’ Ἀννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν Ῥωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ’ ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες οὖν ἐκ τούτου τινὲς τῶν Ῥωμαίων καὶ καθ’ ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ἔφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ’ αἰχμαλώτων τοὺς μὲν Ῥωμαίους ἀπέκτεινε, τοὺς δ’ ἄλλους ἀφῆκε. τοῦτο [*](D) δὲ καὶ ἐφ’ ἄπασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι’ αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς Ῥωμαίους τοὺς παρ’ αὐτοῖς ὄντας οἱ μὲν φονεύσαντες, οἶ δὲ ἐκδόντες μετέστησαν.
Ἐς δὲ τὴν Τυρσηνίδα τῷ Ἀννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ Ἀννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν ἄλλοτε ἄλλην ποιούμενος, ᾔδει
Ἐν μὲν οὖν τῇ Ἰταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ’ ἕτερος Σκιπίων ὁ Γάιος εἰς τὴν Ἰβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ἴβηρος πάντα καὶ τῶν ἄνω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ’ ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ Ἀννίβου ὁμαίμων Ἀσδρούβας μαθὼν ταῦτα διέβη τὸν Ἴβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν.
Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον [*](P) ὑπάτους αὖθις εἵλοντο. Ἀννίβας δ’ ἄρτι τοῦ ἱαρὸς ἐπιστάντος ὡς ἔγνω τὸν Φλαμίνιον μετὰ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ’ αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ Ῥωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ἔσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ’ ὑπὸ νύκτα ἄρας τά τε στενόπορα μεθ’ ἡσυχίας διῆλθε καὶ πρὸς Ἀρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἶ δ’ ὕπατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ’ ἀφεστηκότας κακώσων [*](C) καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ἵν αὐτοῦ μόνου τὸ ἔργον τῆς νίκης, ὡς ᾤετο, γένηται. καὶ τὸ Ἀρήτιον προκατέλαβεν· ὁ γὰρ Ἀννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. [*](Cap. 25. Dionis Historiae Romanae libri perditi: fragmentum 57, 8.)
Οἱ δ’ ἐν τῇ Ῥώμῃ πυθόμενοι περὶ τῆς ἥττης ἤλγησαν, καὶ δι’ ἐκείνους καὶ δι’ ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ ἦσαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονηκότα σπουδῇ ἐπεσκεύαζον. δικτάτωρά τε προχειρίσασθαι [*](D) βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ αὐτὸν ἀνεῖπον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ ἔστειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν Ἀννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς συμμάχοις ἐπικουρῆσαι ἔγνωσαν. τῷ δ’ Ἀννίβᾳ τὸν δικτάτωρα τὸν Φάβιον καὶ τὸν ἵππαρχον τὸν Μάρκον [*](25 δικτάτωρα — 30 ἔγνωσαν] Conf. Dionis fragm. 57, 8.)
Ὁ δ’ Ἀννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ οὔτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο, τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ἔνα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς Ῥωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ὄρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ [*](C) ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ἔλασιν πολλαχῇ τὴν ὕλην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἔν τῷ πεδίῳ Ῥωμαῖοι καὶ οἱ ἐν [*](Cap. 26. Dionis Historiae Romanae libri perditi: fragementum 57, 9 — 21.)
Ὁ οὖν Φάβιος μεθ’ ἡμέραν τὸ γενόμενον γνοὺς κατεθίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ἔνα σφᾶς εἴρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ἦλθεν, ἀλλ’ ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ὥστε τὸν Ἀννίβαν ἀπορήσαντα τὸ [*](D) μὲν πρῶτον ἐπὶ τὴν Ῥώμην ὁρμήσαι· ὡς δ’ οὐκ ἐμάχετο, δι’ ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αὖθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι’ ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτός μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν ὅπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ’ οἴκοθεν προσιοῦσαν ἐπικουρίαν. οἶ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτόν ἐποιοῦντο, γράφοντα εὖ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ’ αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οἴκαδε, ἀλλ’ οὐ προσαιτεῖν.
Ἕως μὲν οὖν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς Ῥωμαίοις ἐγένετο, ὡς δ’ ἐκεῖνος εἰς τὴν Ρώμην ἀπῆρε κατά τι δημόσιον, ἔπταισαν. ὁ γὰρ Ῥοῦφος ὁ ἵππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ἔχων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ὢν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος ἔσχε, τῶν μὲν ἐντολῶν τοῦ
Οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ νενικηκέναι τὸν ῾Ροῦφον ὄντως ἐνόμισαν, καὶ οἷα παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ὅτι τὰ ἐν Καμπανία χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς ἂν παρέλῦσαν. ἀλλ᾿ ἐκεῖνον μὲν χρήσιμον νομίζοντες εἶναι [*](C) οὐκ ἔπαυσαν, τῷ δ᾿ ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ὥστ᾿ ἄμφω ἀπὸ τῆς ἴσης ἄρχειν. δοξάντων δὲ τούτων ὁ μὲν Φάβιος οὔτε τοῖς πολίταις οὔτε τῷ ῾Ρούφῳ ἔσχεν ὀργήν, ὁ δὲ ῾Ροῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ᾿ ἡμέραν ἠξίου παρ᾿ ἡμέραν ἢ καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος ἄρχειν. δείσας δ᾿ ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ᾿ ἐνείματο τὸ στρατόπεδον, ὥστε τοῖς [*](D) ὑπάτοις ἐπ᾿ ἴσης ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ὁ ῾Ροῦφος ἀπεστρατοπεδεύσατο, ἵνα διάδηλος ᾖ ὅτι καθ᾿ ἑαυτὸν ἄρχει, ἀλλ᾿ οὐχ ὑπὸ τῷ δικτάτωρι. ὁ οὖν Ἀννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίν-
Παθὼν οὖν τοῦτο ὁ ῾Ροῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς ἤγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ᾿ ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ᾿ ἐθελοντὴς τὴν ἡγεμονίαν, ἣν παρ᾿ αὐτοῦ μόνος ἱππάρχων ἔλαβεν, ἀφῆκε. καὶ αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλμέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ᾿ ὅσα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου ἅπαντα ἔπραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν Ἰταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, [*](P) ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς την Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ἔπραξεν, οὐ μέντοι δι᾿ αὐτὰ ἐπεφύσητο ὥστε πρὸς τὸν Ἀννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαὶς τοῦ Φαβίου ἐνέμεινεν. ὅθενπερ καὶ αἱ πόλεις οὐκέθ᾿ ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ Ἀννίβας τῆς Ἰταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ Ῥωμαίων ἄτε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τό ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς ῾Ρωμαίους αὖθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς ἔπεμψαν. καὶ τοῦ Ἱέρωνος C πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης ἄγαλμα οἱ ῾Ρω-
Ταῦτα ἐν τῇ Ἰταλίᾳ τότε ἐπράχθη· καί τινες δοῦλοι συνωμοσίαν ἐπὶ τῇ Ῥῳμῃ πεποιηκότες προκατελήφθησαν· κατάσκοπός τέ τις ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ἵνα τοῖς Καρχηδονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ [*](D) Ἰβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ἴβηρος ἐκβολῆ̣ ὁ Σκιπίων ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία τῶν νεῶν ὑπετέμετο, ὅπως ἀπογνόντες προθυμό- τερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Που- πλίου Σκιπίωνος πόλεις τῶν Ἰβήρων προσεκτήσατο. Aβελος γάρ τις Ἴβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν Ῥωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν Ἰβήρων ὁμήρους οἴκαδε αὐτοὺς ἀποπέμψαι, ἵν ἐς εὔνοιαν τάχα ὑπ’ αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφὰς, ἅτε καὶ τῆς ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς τε πρότερον πέμψας καὶ κοινολογησάμενος περὶ ὣν ἠξίου , εἶτα νυκτὸς ὑπεκκομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ οὕτως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ Ῥωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οἴκαδε κατεκτήσαντο.
Ἐν μὲν οὖν τούτοις εὐτύχουν, συμφορᾷ δ' αὖ περιέπεσον ἧς οὔτε πρόσθεν οὔθ’ ὕστερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ τὰ τῆς Σιβύλλης λόγια, ἥτις πρὸ τοσούτων ἐτῶν τὴν [*](Cap. 1. Dionis Historiae Romanse libri perditi: fragmentum 57, 22—27.)
Τοιαῦτα μὲν οὖν ἤσαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς ῾Ρωμαίοις συμβάντα οὕτως ἐγ ἔνετο. ἦρχον μὲν Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, ἄνδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ἦν καὶ παιδεία [*](C) κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ἤσκητο καὶ τἄλλα τε ἐξεφρόνει καὶ τὴν ἡγεμονίαν μόνος ἔχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ἦλθον οὖν ἄμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· οὔτε γὰρ τροφὴ ἔτι ἦν τῷ Ἀννίβᾳ, καὶ τὰ τῶν Ἰβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ εἴ γε καὶ τὸ βραχύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν ἄν. νῦν δέ γε τοῦ Τερεντίου τὸ ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς ἥττησεν αὐτούς. ὁ γὰρ Ἀννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ [*](D) ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ὅπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρα-
Ὁ οὖν Ἀννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμμον ὄντα, ἴνα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ἄνεμον, ὃς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου ἔχειν ἐμηχανήσατο. οἱ δ᾿ ὕπατοι ἕωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, εἶτα μεθ᾿ ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ ὄντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ἤθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ Ἀννίβας καὶ ἄκοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας [*](P) εἶργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώματα τῶν φονευομένων ἄνω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ὅπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ ῾Ρωμαῖοι πρὸς παράταξιν ὥρμησαν. τοῦτο δὲ προγνοὺς ὁ Ἀννίβας λόχους μὲν ὑπό τοὺς ὄχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι ὅταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν
Οἱ δὲ δὴ Ῥωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν Ἀννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρε- τάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, [*](C) καὶ τὰ σημεῖα ἤρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ὅπλων γυμνοὶ ὄπισθεν τῶν Ῥωμαίων ἐγένοντο, ἕνα μὴ σφίσιν ἐπι- τιθῶσι δῆθεν οἶ Καρχηδόνιοι , τότε καὶ οἱ λόχοι ἑδατέρωθεν ἐπανέστησαν , καὶ ὁ Ἀννίβας κατὰ πρόσω- πον σὺν τοῖς ἱππεῦσι προσέμιξε , καὶ οἴ τε πολέμιοι τοὺς Ῥωμαίους πανταχόθεν ἐθορύβουν , καὶ ὁ ἄνεμος ὅ τε κονιορτὸς ἐς τὰς ὄψεις αὐτων βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ἄσθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ὥστ’ ἀπεστερημένοι μὲν τῆς [*](D) ὄψεως , ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ἔπεσε πλῆ- θος ὥστε τὸν Ἀννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οἴκοι Καρχηδονίοις , διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι τοῦτον · χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέ- στειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυ- λίοις ἐκέχρηντο. συχνοὶ δ’ οὖν ὅμως καὶ τότε διέφυ- γον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ Ἀννίβας οὐκ ἐπεδίωξεν οὐδ’ εἰς τὴν Ῥώμην ἠπείχθη. δυνάμενος γὰρ ἢ παντὶ τῷ στρατεύματι ἢ καὶ μέρει τούτου πρὸς τὴν Ῥώμην παραυτίκα ὁρμῆσαι καὶ τα- χέως διαπολεμῆσαι , οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ
Οἱ δὲ δὴ Ῥωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος · ὃς [*](P) υἱὸς μὲν ἦν τοῦ Πουπλίου τοῦ ἐν τῇ Ἰβηρίᾳ, καὶ τὸν πατέρα ὅτε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδο- κίμησε. παρ’ ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστή- σατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ ἔπραξεν.
Οἱ δ' ἐν τῇ Ῥώμῃ τὴν ἧτταν μὲν ἤκουσαν , οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ’ ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ’ οὖν ὁ Φάβιος γνώμην ἔδωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ [*](C) τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἔν’ ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον , καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος , ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τόν τε πολιτῶν [*](Cap. 2. Dionis Historiae Romanae libri perditi: fragm. 57, 28, 30, 34.)
Ἀννίβας δὲ συνεστηκέναι τοὺς ῾Ρωμαίους καὶ παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ ῾Ρωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ἵν᾿ ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ ῾Ρωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ᾿ οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρχηδόνα ἀπέστειλε. τῶν δ᾿ ἄλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φέλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ἵν᾿ εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο.
[*](P)Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ Ἀννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ἔπεμψε τὰ γενόμενα, καὶ χρήματα παρ᾿ αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον 30 ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα ὅσα ᾐτήσατο, τό γὰρ Ἄννωνι τἀναντία λέγοντι καὶ κατα-
Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ ἄλλη Καμπανία κεκίνητο· καὶ οἶ Ῥωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ἤχθοντο. ὅ γε μὴν Ἀννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν ἄχρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὕς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καἰ οἶ λοιποὶ μεθ’ ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο , τοὺς μὲν βουλευτὰς [*](P) ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ’ ἄλλοις ἀπελθεῖν εἰπὼν ὅπῃ βούλοιντο , πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' οὖν αὐτῶν καὶ πε- ριεγένοντο εἰς ὕλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτό, ἀλλ’ ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον , καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώ- σαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἶλε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν , ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμμάχων [*](C) μάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἱ τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο , καὶ πρὸς λιμὸν γενναίοις διεκαρτέρησαν · ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ’ ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ἔπεμψαν · ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν οὕτως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ
Ἐν ᾧ δὲ ταῦτα ἐγένετο , καὶ ἐκ Δελφῶν οἱ πεμφθέντες ἀνεκομίσθησαν , λέγοντες τὴν Πυθίαν χρῆσαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν . καὶ κατέλαβον τὸν Ἀννίβαν καί οἱ παρεστρατοπεδεύσαντο , ὅπως τὰ πραττόμενα παρ’ αὐτοῦ παρατηρῶσι. καὶ ὅ γε Ἰούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελλόμενα καὶ τοὺς Ῥωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ ὕπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν , καὶ τἄλλα ἐπ’ ἴσης ἔπραττον. καταμαθὼν οὑν τοῦτο ὁ Ἀννίβας χειμέριον ῥίον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ’ ἑσπέρας ἀνεῖπε, τοῦ δὲ Ἰουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς ἄλλοτε ἄλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ἔν ἐν συνεχεῖ πόνῳ ἐκ τῆς [*](P) ἀγρυπνίας καὶ τοῦ χειμῶνος εἴησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ' ἡμέρα ἐπιλάμψειν [*](Cap. 3. Dionis Historiae Romanae libri perditi.)
Τὰ δ’ ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπιστροφῆς τινος παρὰ τῶν Ῥωμαίων ἔτυχον. ὕπατοι δὲ ὅ τε Γράκχος ὁ ἵππαρχος καὶ Ποστούμιος Ἀλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν Ἀλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουῒων ἐφθάρη, δι’ ὄρους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· οὗ τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα · βοῦς [*](C) τε γὰρ ἵππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ. οἷ δ’ ὕπατοι Γράκχος καὶ Φάβιος στρατοπεθευσάμενοι τόν τε Ἀννίβαν ἐν Καπύῃ ὄντα ἐπετήρουν ὅ,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο , τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ’ Ἀννίβας ἕως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων , σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ἔλαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν , τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς εὐθυμίας ἠλαττώθησαν , καὶ τὴν πάτριον ἀμείψαντες [*](D) δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤ δὴ ἐπέκειτο, ἐς ὄρη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ' οὐχ οἶοί τε δι’ ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οἴκοθεν ἄλλης τε καὶ ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε καὶ ἐπὶ Νῶλαν ὡς αἱρήσων αὐτὴν ἢ τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορθοῦντα ταύτης ἀπάξων ὥρμησεν. ὡς δ’
Οἱ δὲ Σκιπίωνες τόν τε Ἴβηρα ποταμὸν διέβησαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν Ἀσδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν Ἀσδρούβαν ἢ τὸν Ἀννίβαν δεῖσθαι βοηθείας , καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν Ἀννίβᾳ βραχεῖαν δύναμιν ἔπεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰβηρίαν τάχιστα [*](P) ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς Ἰβη- ρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι , τὸν δὲ Ἀσδρούβαν ἐπὶ τὴν Ἰταλίαν σὺν δυνάμει σταλῆναι. ὃ γνόντες οἱ Σκιπίωνες οὐκέτ’ ἐμαχέσαντο, ἵνα μὴ κρατήσας ’ίσως ὁ Ἀσδρούβας εἰς τὴν Ἰταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν Ῥωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης , καὶ ὅτι καὶ πόλεις συχναὶ πρὸς τοὺς Ῥωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν , πλέον ἢ διενοεῖτο ὁ Ἀσδρούβας [*](C) βὰς κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν Ἰταλίαν εὐθὺς τοὺς προσχωρήσαντας ἔστειλαν, αὐτοὶ δὲ τὰ
Ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδῶ [*](D) ἄντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι’ ὀλίγου κατέστη , καὶ ὁ Ἀσδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω , καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακε- δονίας βασιλεὺς Φίλιππος φανερώτατος τόν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν , τὴν δ’ Ἑλλάδα καὶ τῆν’ Ἤπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὑν ὁμολογία ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀννίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον , καὶ παραχρῆμα στρατηγὸν ἐπ’ αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς οἴκοι δείσας κατὰ χώραν μείνῃ. καὶ ἔσχεν οὕτως · προῆλθε μὲν γὰρ μέχρι [*](Cap. 4. Dionis Historiae Romanae libri perditi.)
Οἱ δ' ἐν τῇ Ῥώμῃ ὑπάτους εἵλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οἱ τὸν μὲν Ἀννίβαν τὴν νῦν Εαλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο , κἀντεῦθεν προιὼν τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο , ἵν [*](C) αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατ’ ἔτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, εἶτ’ ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι’ ἐλαχίστου ἂν αὐτὰς ἐχειρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἅμα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι’ ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων [*](D) ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει,
Ἐντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφήδρευεν. ὁ δ’ Ἀννίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι Ῥωμαῖοι πολλὰ αὖθις καὶ δυσχερῆ πεπόνθασιν· οἵ τε γὰρ ὕπατοι πρὸς τῇ Καπύῃ ἔπταισαν, καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ ἄλλαι πόλεις ἀπέστησαν , καὶ ὁ Ἀννίβας κατεπτηχὼς πρότερον ἐν τῇ Ἰταλίᾳ τε ἔμεινε καὶ ἐπὶ τὴν Ῥώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες ἄμφω διώλοντο. ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ἦλθε μέχρι [*](Cap. 5. Dionis Historiae Romanae libri perditi: fragm. 57, 45.)
Ὁ δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς ία Συρακούσαις ἐπ’ ἐπέραινε, τοιοῦτόν τι ἐπενόησεν. ἦν τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ὃ Γαλεά- γραν ὠνόμαζον, ὃ πρὶν μὲν ἐλάνθανε τοιοῦτον ὄν, τότε δὲ ἐφωράθη. τηρήσας οὑν τοὺς Συρακουσίους παννυχίδα τῇ Ἀρτέμιδι ἄγοντας πανδημεί , ἐκέλευσε στρατιώταις τισὶ κατ’ ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ’ αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων ἅμα πάντες ἀπὸ σημείου καὶ οἱ ἔσω καὶ οἱ ἔξω συνεβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ προσεπήχησαν , ὥστε ἀθρόαν τὴν ἔκπληξιν τοῖς Συρακουσίοις μηδ’ ἄλλως εὑ ἔχουσιν [*](D)ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς Ἀχραδινῆς καὶ τῆς Νήσου καλουμένης. ὁ οὑν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ὅμως δ’ οὖν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ τούτων οἱ Ῥωμαῖοι γενόμενοι ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχιμήδην ἀπέκτειναν. διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πολεμίους ἐφίστασθαι , " πὰρ κεφαλάν " ἔφη καὶ μὴ παρὰ γραμμάν.’’ ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ
Ὁ μὲν οὖν Μάρκελλος τὰς Συρακούσας ἐλῶν καὶ τῆς ἄλλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ὅς ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ’ ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς οὔτ’ αν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα οὔτ’ ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε,’ τὸν Μάρκελλον καὶ
Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν · καὶ μάχαις τισιν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος [*](P) Δολοβέλλας στρατηγὸς ἐπελήλυθε , πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν.
Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος , ἔν ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μείναι, τὸν δ' ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν , ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν [*](C) Ρώμην ἠπείχθη.
Τοῦ δ’ Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλ- μοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν ἄλλον χρόνον ἠγάπων , εἰ τά γε ἐντὸς τῶν [*](Cap. 6. Dionis Historiae Romanae libri perditi: fragm. 57, 46.)
Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ὄντες, ἅμως ἀπογνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ Ῥωμαίων ἀντεῖχον, καὶ τῷ Ἀννίβᾳ ἐπέστειλαν , βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου , ὁ γὰρ Κλαύδιος ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ὅ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὀίριος ἐν τοῖς πρώτοις αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος " μία ἡμῖν ἐστιν ἔφη ‘‘καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον
Ὕστερον δὲ καὶ ἄλλα τινὰ προσεπῶφλον , κατηγορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἶ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι , καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ἤδη. καὶ ἀπελογήσατο · οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ [*](C) ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἶ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο , οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ’ εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥωμαίων , καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ’ ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς [*](D) Σικελίαν , τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἶ μὲν Συρακούσιοι οὕτως τινὸς συγγνώμης ἔτυχον, οἶ δὲ Καμπανοὶ ὑπ’ ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου.
[*](11 Dionis fragm. supra citatum.)Ἁλούσης δὲ τῆς Καπύης καὶ τἄλλα τὰ πέριξ πο- λίσματα τοῖς Ῥωμαίοις προσκεχωρήκασι πλὴν Ἀτελανῶν· οὗτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν Ἀννίβαν ἐχώρησαν. καὶ ἡ ἄλλη δὲ Ἰταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο.
Οἱ δ’ ἐν τῇ Ῥώμῃ διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς , ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ’ ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε.
Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο , καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβησεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν.
Οἶ’ δὲ ἐν τῇ Ῥώμῃ Γάιον Κλαύδιον Νέρωνα εἰς τὴν Ἰβηρίαν μετὰ στρατιωτῶν ἔπεμψαν. καὶ ὃς παρεκομίσθη [*](P) τῷ ναυτικῷ μέχρι τοῦ Ἴβηρος , ἔνθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ Ἀσδρούβᾳ πρὶν γνωσθῆναι ὅτι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. ἰδὼν γὰρ ὁ Ἀσδρούβας ὡς ἀπείληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ὥστε τὴν Ἰβηρίαν πάσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ’ ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ἵνα τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε τῆς νυκτὸς ἄλλους ἄλλῃ τῶν ὀρῶν. διεξελθόντων [*](9 Dionis fragm. 57, 36. Cap. 7. Dionis Historiae Romanae libri perditi: fragm. 57, 38.)
Μαθόντες δὲ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ τοῦ Νέρωνος μὲν κατέγνων , ἄλλῳ δέ τινι τὴν ἡγεμονίαν ἐψηφίσαντο ἐγχειρίσαι. ἀπορούντων οὑν τίνα ἂν ἀποστείλωσιν, οὐ γὰρ τοῦ τυχόντος ἀνδρὸς ἐδεῖτο τὰ πράγματα, καὶ πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο, ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πατέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρατείαν ἐπέδωκεν. ἦν δὲ καὶ ἀρετῇ κράτιστος καὶ [*](D) παιδείᾳ λογιμώτατος. καὶ παραχρῆμα μὲν ᾑρέρη· μεταμέλον δὲ οὐ πολλῷ ὕστερον διά τε τὴν ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ἔτος τῆς ζωῆς ἦγε, καὶ ὅτι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ὄλεθρον ἐπένθει, ἦλθεν αὖθις εἰς τὸ κοινὸν καὶ ἐδημηγόρησε, καὶ οἶς εἶπε καταιδἐσας τοὺς τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ Ἰούνιος ἀνὴρ γηραιὸς προσεπέμφθη αὐτῷ.
Tοῖς Ῥωμαίοις δὲ μετὰ ταῦτα τὰ πράγματα οὐκ ἀταλαιπώρως ἐχώρησεν εἰς τὸ βέλτιον. ὁ γὰρ Μάρκελλος, ἐπειδὴ κατηγορηθεὶς ἀπελύθη, ὥρμησεν ἐπὶ τὸν Ἀννίβαν , καὶ τὰ μὲν πλείστα δι’ ἀσφαλείας [*](16 Dionis fragm. supra citatum.)
Περὶ δὲ Σαλπίαν πόλιν τοιόνδε τι συνέπεσε δν́ο ἄνδρες τὰ πράγματα αὐτῶν εἶχον, διάφοροί τε ἀλλήλοις ἦσαν. καὶ Ἀλίνιος μὲν τὰ τῶν Καρχηδονίων [*](P) ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν Ῥωμαίων, ὃς καὶ διειλέχθη τῷ Ἀλινίῳ περὶ προδοσίας τῆς εἰς Ῥωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου τῷ Ἀννίβᾳ ταῦτα, ἐς δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ Ἀννίβου μετὰ τῶν συνέδρων ὅπως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ’ ὄψει αὐτοῦ τῷ Ἀλινίῳ πέλας που ὄντι περὶ προδοσίας αὖθις εἰπεῖν. ἀναβοήσαντος δ' ἐκείνου " ἴδε ἴδε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ, οὐκ ἐπίστευσεν ὁ Ἀννίβας διὰ τὸ ἄτοπον, ἀλλὰ καὶ ὡς συκοφαντούμενον αὐτὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν ἄμφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρκέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχηδονίων [*](C) κατέκοψαν καὶ τὴν πόλιν τοῖς Ῥωμαίοις παρέδοσαν.
Καὶ οὕτω μὲν ἐν τῇ Ἰταλίᾳ ἔσχον τοῖς Καρχηδονίοις τὰ πράγματα· καὶ οὐδ’ ἡ Σικελία ἦν εὐνοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ προσε- χώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχηδονίων Ἄννων , συνεστρατεύετο δὲ αὐτό καὶ Μουτίνας. τίνας. ὃς συνὼν τῶ Ἀννίβᾳ πρῴην, καὶ φθονηθεὶς ὅτι μεγάλα ἔργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν
Ὁ δὲ Φάβιος καὶ ὁ Φλάκκος ἄλλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ Ἀννίβου κατέχοντος αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν , ἴν ὁ Ἀννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν ἄμα καὶ τῷ πεζῷ προσβαλών, τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ εἶλε τὴν πόλιν. ὁ οὖν Ἀννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ἔπεμψεν , ἐλπίσας ἀπερισκέπτως αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ὃς ὑπετόπησε τὸ πραττόμενον , καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς ἃς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν ἄλλον χρόνον, εἰ καὶ τιμωρῆσαι τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο , ἀλλ’ οὐκ ἠπείγετο , διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ' ᾔσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι , ἐκείνους μὲν εἴα , ἐς δὲ τὴν Καρχηδόνα [*](P) τὴν ταύτῃ ὥρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν [*](Cap. 8. Dionis Historiae Romanae libri perditi: fragm. 57, 42, 43, 48.)
Ἁλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μικροῦ τῶν στρατιωτῶν ἐγένετο ἄν. τοῦ γὰρ Σκιπίωνος στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο ἄνδρες, ὁ μὲν Ῥωμαῖος , ὁ δ’ ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ’ ἐκείνων καὶ τὸ ἄλλο πλῆθος ἐθορυβήθη , καὶ [*](C) ἐπὶ πλεῖστον ἐταράχθησαν , ὥστε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ ἄμφω ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. ὅθεν πολλοὶ μὲν δῆμοι , πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν , καὶ τὸ τῶν Κελτιβήρων ἔθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι τινὶ τῶν ἐν τέλει Εελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ [*](D) τὰ λύτρα ἃ οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο.
Μαθὼν δὲ τὸν Ἀσδρούβαν τὸν τοῦ Ἀννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα καὶ ἀγνοοῦντα ἔτι τὴν τῆς πόλεως ἅλωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον , προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. ἦν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός , ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής , καὶ ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπεί- [*](3–22 Dionis fragm. 57, 42, 43. — 29 ib. 48.)
Ὁ δ’ Ἀσδρούβας ἀπελπίσας τὴν Ἰβηρίαν ἀπᾶραι πρὸς τὴν Ἰταλίαν ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συσκευασάμενος ὁ μὲν ὥρμητο , οἱ δὲ συστράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖχον, ὥστε μὴ τὸν Ἀσδρούβαν ἐπιδιῶξαι μήτε τοῖς ἐν τῇ Ἰταλίᾳ Ῥωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, ἢ πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν Ἀσδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ δι’ αὐτῶν προεκήρυξεν , αὐτὸς δὲ τῶν ἐν χερσὶν εἴχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ὄντας , ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς [*](P) ἕν ἅπαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν οὖν ἐστράτευσεν ἐπ’ Ἀσδρούβαν τὸν Γίσγωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ἔπεμψεν. ὃς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν ᾿Ασδρούβαν ἐπακολουθήσας ἦλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον.
Ἐλθόντων οὖν τοῦ τε Μάγωνος πρὸς τὸν ᾿Ασδρούβαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκιπίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες εἰς τὰ πεδία διεμάχοντο , εἶτα καὶ ὅλῳ τῷ στρατεύματι ἀντιπαρετάσσοντο, [*](C WII 89) οὐ μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους ἡμέρας τοῦτο ἐγίνετο · συμβολῆς δέ ποτε γενομένης οἵ τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθησαν . καὶ τὸ ἔρυμα αὐτῶν παρὰ τῶν Ῥωμαίων
Οἱ δ᾿ ἐν τῇ Ἰταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ μάχαις ἐταλαιπώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μείζον᾿ δὲ τόν ἄλλων αὐτοὺς ἐλύπησεν ὅτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ Ἀννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ ἄμφω οἱ ὕπατοι περιστοιχισθέντας ἐξ ἐνέδρας ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέθανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ Ἀννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ᾧ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ᾿ ἐκείνου στελλόμενα ἔπεμπε, καὶ ὅσα ἐβούλετο διεπράττετο· μέχρις οὗ τοῦτο γνοὺς ὁ Κρισπῖνος ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ὅθεν ἀντιπεριέστη τῷ Ἀννίβᾳ τὸ πρᾶγμα. ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι᾿ αὐτομόλου δῆθεν ἦν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος φωνῇ σὺν ἄλλοις ἐπιστα- [*](Cap. 9. Dionis Historiae Romanae libri perditi.)
Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ συμμάχων ἑτέρων πολλὰ τῆς Ἀχαί·ας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς Ἀχαιοῖς συμμαχήσαντος παντελῶς ἂν τῆς Ἑλλάδος ἐξηλάθησαν οἱ Ῥωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο ἔσχον, καὶ φήμης εἰς τοὺς Μακεδόνας γενομένης ὡς τέθνηκε , στάσις τε γέγονεν [*](C) ἐκεῖ καὶ · ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ , καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ Ῥωμαῖοι τῇ Ἑλλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων.
Τῷ δ’ ἐπιόντι ἔτει ὡς ὁ Ἀσδρούβας ἠγγέλλετο προσιών , οἶ ἐν τῇ Ῥώμῃ τὰς δυνάμεις τε ἤθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο , ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν Ἀννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Ἀσδρούβαν ἔπεμψαν. ὃς αὐτῷ πρὸς τῇ Σένᾳ τῇ πόλει ἀπήντησεν · οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ἦλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ἔμεινεν· ἀλλ’ οὐδὲ ὁ Ἀσδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων [*](D) δὲ καὶ ὁ Ἀννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, καὶ οὐδέτερος πρὸς παράταξιν ὥρμησεν , ἄλλως δὲ ἐς χεῖρας ἀλλήλοις ᾔεσαν. καὶ ὁ Ἀννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει.
Καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ᾿ ὕπατοι ἐκ τοῦ θορύβου ὑπώπτευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ τὸ σκότος. ἅμα δ᾿ ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ εἵποντο. καὶ τοῦ Ἀσδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις οὖσιν, οἱ ὕπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ᾿ οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ὅτι γὰρ αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν ἔδρων ἢ οἱ πολέμιοι, παρήγγει-
Πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώραν ἔμεινεν , ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν Ἀπουλίαν ἐπανελήλυθε , λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ Ἀννίβου στρατόπεδαν [*](D) ἔπεμψε τὰ πεπραγμένα δηλώσοντας , καὶ τὴν κεφαλὴν τοῦ Ἀσδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν οὖν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνηκότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων.
Ὁ δὲ Σκιπίων μέχρις ἂν πάντα τὰ ἐν τῇ Ἰβηρίᾳ καταστήσῃ ἄρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν ἔπλευσε, καὶ ὁ τοῦ Γίσγωνος Ἀσδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου οὖν καὶ ἄμφω τοῦ Σύφακος, ἔνσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους [*](Cap. 10. Dionis Historiae Romanae libri perditi: fragm. 57, 47, 49.)
Ἐπανῆλθεν οὖν αὖθις · καὶ Ἰλιτεργίταις ἐπολέμησεν, ὅτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας‘ Ῥωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες [*](P) περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν ἅπασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο · τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν ἔκαιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ἔνθα τῷ τε πατρὶ καὶ τῶ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ἔθετο. ὅτε πολλοὶ μὲν καὶ ἕτεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος [*](C) συναλλάξαι αὐτοὺς σπουδάσαντος · καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ὄντα ἀπέκτεινεν.
Ἠρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων , κὰν τούτῳ ἐνεωτέρισαν οἱ Ἴβηρες. στράτευμα γὰρ τοῦ Σκιπίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, καὶ πρῴην οὐκ εὐπειθὲς ὄν, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπιδειξάμενον· τότε δ’ αἰσθόμενον τὸν Σκιπίωνα κάμνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν , καὶ τοὺς χιλιάρχους σφῶν
Μαθὼν δὲ ταῦθ’ ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρατόπεδον ἐπέστειλεν αὐτοῖς συγγνω- μονῶν δῆθεν ὅτι διὰ ἔνδειαν τῶν ἀναγκαίων ἐνεωτέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ἔνα μηδὲν δεινὸν ἢ πάθωσιν ἢ δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες ὅτι περιείη καὶ οὐδ’ ὀργέζοιτο σφίσιν, οὐδὲν ἔτι διεκίνησαν. ὡς δ’ ἀνερρώσθη , τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι ἐκάλεσεν ὡς ἂν βούλωνται, ἢ ἀθρόοι ἢ ἐν μέρει κατὰ διαδοχάς. οἶ δέ γε στρατιῶται κατ’ ὀλίγους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ' ἀπῆλθον. καὶ ὁ Σκιπίων ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ ἦν, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελθεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχᾶν ἔδησε. ἅμα δ’ ἡμέρᾳ, ὡς ἔξω ποι στρατεύσων , πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. εἶτα τοὺς ἄρτι ἐλθόντας εἴσω τοῦ τείχους ἄνευ τῶν ὅπλων ἐκάλεσεν, [*](P) ἕν αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον. σίον. καὶ οὕτως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ὥσπερ εἶχον ἐπανελθεῖν. καὶ περισχὼν αὐτοὺς πολλὰ καὶ ὠνείδισε καὶ ἠπείλησε, καὶ
Ὁμολογησάντων δ’ ἐκείνων, καὶ τῆς ἄλλης ᾿Ιβηρίας τὰ πλείω αὖθις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς Ῥωμαίοις προσεχώρησεν. οἶ Καρχηδόνιοι γάρ, τελευτήσαντος Ἀσδρούβα τοῦ Ἀννίβου ὁμαίμονος , ἐψηφίσαντο τῆς μὲν Ἰβηρίας ἐκστῆναι , τὰ δὲ ἐν τῇ Ἰταλίᾳ ἀνακτήσασθαι· καὶ ἔπεμψαν ἀργύριον τῷ Μάγωνι, ἔν ἐπικουρικὸν κουρικὸν ἀθροίσας στρατεύσηται ἐπ’ αὐτήν. καὶ ὃς πρὸς τὴν Ἰταλίαν αὖθις ὁρμήσας ἀφίκετο πρὸς τὰς [*](D) Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ἥμαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν ὄντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νήσοι δ’ αὐται τῇ περὶ τὸν Ἴβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς, ἃς Ἓλληνες μὲν καὶ Ῥωμαῖοι κοινῇ Γυμνησίας καλοῦσιν, Οὐαλερίας δὲ καὶ Ὑασούσας οἱ Ἴβηρες, ἰδίᾳ δ’ ἑκάστην, τὴν μὲν Ἔβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἶ Ῥωμαῖοι κατέσχον.
Ὁ δὲ Μασινέσσας ἀνὴρ ἦν ἐν τοῖς κρατίστοις ἐξεταζόμενος καὶ χειρὶ γὰρ καὶ βουλεύμασιν ἄριστος
Ὁ μὲν οὖν Σύφαξ διὰ ταῦτα τοῖς Καρχηδονίοις προσέθετο , καὶ ὁ Μασινίσσας τὰ τῶν Ῥωμαίων ἀν- θείλετο καὶ χρησιμώτατος αὐτοῖς διὰ πάντων ἐγένετο· Σκιπίων δὲ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοιμάζετο. οἱ δ’ ἐν τῇ Ῥώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ , τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες.
[*](C)Καὶ ὁ μὲν οὕτω τῆς ἀρχῆς ἐπαύθη, ὁ δέ γε Σουλπίκιος μετὰ τοῦ Ἀττάλου κατὰ τὸν αὐτὸν χρόνον Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ ἰσχύι κατέσχεν. ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη αὐτοῖς ἐπαμῦναι διὰ ταχέων, τὰς διόδους προκατασχόντων τῶν Αἰτωλῶν. [*](Cap. 11. Dionis Historiae Romanae libri perditi: fragm. 57, 50.)
Ὁ δ’ Ἀννίβας τέως ἡσυχίαν ἦγεν, ἀγαπῶν εἰ τὰ [*](D) ὑπάρχοντά οἶ διασώσαιτο. καὶ οἱ ὕπατοι νομίζοντες αὐτὸν καὶ ἄνευ μάχης ἐκτρυχωθῆναι , ἀνεῖχον.
Τῶ δ’ ἐπιόντι ἔτει ὅ τε Σκιπίων ὁ Πούπλιος καὶ Λικίνιος Κράσσος ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ Ἰταλίᾳ ἔμεινεν , ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ἵνα εἰ μὴ τὴν Καρχηδόνα αἱρήσει, τόν γε Ἀννίβαν ἀπὸ τῆς Ἰταλίας τέως ἀνθελκύσῃ. οὔτε δὲ στράτευμα ἀξιόλογον οὔτε πρὸς τριήρεις ἀνάλωμα ἔλαβε , διὰ τὰς ἀριστείας φθονούμενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέσχον αὐτῷ. καὶ ὁ μὲν σὺν τῷ ναυτικῷ τόν συμμάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῇρεν, ὁ δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυστικὴν ἀπέβη. ὁ Κράσσος δ’ ἐν τῇ Βρεττίᾳ τῷ Ἀννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη Ῥωμαίοις · Πούπλιον γὰρ Σεμπρώνιον εἰς Ἀπολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο.
Σκιπίων δ’ ὁ ὕπατος εἰς Σικελίαν κατάρας παρεσκευάζετο μὲν ὡς ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον ἔχων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ ἄλλους προσκαταλέγων. μέλλοντι δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ Ῥηγίου ἧκε τὴν πόλιν τῶν Λοκρῶν τινας προδώσειν. τοῦ γὰρ φρουράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ
Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσθηται , ἔπεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αὖθις αὐτὴν ἀνακτησόμενον. ὁ οὖν Μασινίσσας ὑπώπτευε μὲντὸ πραττόμενον, [*](D) κατηλλάγη δὲ δῆθεν, ἵνα πιστὸς νομισθεὶς μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ · μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος ἢ τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς Ῥωμαίοις προσέκειτο , ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο Ῥωμαίοις ἔνσπονδος εἶναι, καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσα- [*](Cap. 12. Dionis Historiae Romanae libri perditi. fragm. 57, 63—72.)
Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαί·ου [*](C) Σερουιλίου ὑπατευσάντων οἵ τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ
Εὖθύς οὖν Ἀσδρούβας μὲν εἰς τὴν Καρχηδόνα, Σύφαξ δὲ οἴκαδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων
γῆν αὐτῶν ἐδῄου , Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον εἶτα ὑπερέσχον οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν , καὶ τὸν Σύφακα εἷλον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ἔνδον [*](D) δεδεμένον αὐτὸν ἐπιδείξαντες.
[*](Cap. 13. Dionis Historiae Romanae libri perditi: fragm. 57,74, 75.)Ἠν δ’ ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν ἔχω μὲν Σύφακα’’ εἶπε τὸν ἀφαρπάσαντά σε, ἔχω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος γέγονας, ἐμὲ σύμμαχον ἔχουσα. " ταῦτ’ εἰπὼν ἔγημεν αὐτὴν παραυτίκα , προκαταλαβὼν τούς Ῥωμαίους, μή πὼς αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. εἶτα καὶ τὰς ἄλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ἦλθον ἄγοντες τά τε λοιπὰ καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς παρ’ αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ἦγε. καί ποτε ἤρετο τί σοι δόξαν ἐπολέμησας ἡμῖν; ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο ἅμα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα γενέσθαι. τῷ γὰρ πατρὶ τῷ Ἀσδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις , ὥστε καὶ ἄκοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· " ἀλλ’ ὅτι ὑπὸ γυναικὸς ἠπάτημαι , ἀξίαν ἔδωκα δίκην · ἔχω δ' οὖν τι ἐν κακοῖς παραμύθιον , ὅτι ὁ Μασινίσσας αὐτὴν ἔγημε · [*](P) πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει.
Ὁ δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μασινίσσου ἐκάλεσέ τε αὐτὸν καὶ ᾐτιάσατο ὅτι γυναῖκα πολεμίαν καὶ αἰχμάλωτον ἄνευ τῆς αὐτοῦ γνώμης οὕτω ταχέως ἔγημε, καὶ παραδοῦναι τοῖς Ῥωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ’ εἰς τὴν σκηνὴν ἔφη τῇ Σοφωνίδι " εἰ μὲν οἶός τ ἢν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ ἀνύβριστον , προθύμως ἄν σου ὑπεραπέθανον · ἐπεὲ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ἔνθα κἀγὼ καὶ ἅπαντες ἀφιξόμεθα.’’ καὶ ταῦτα εἰπὼν φάρμακον
Οἱ δ’ ἐν τῇ Ῥώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν ἄλλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν Ἄλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ ἔθαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο.
Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευ- [*](D)σάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπόν πρεσβείαν εἰς τὴν Ῥώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ Ῥωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ Ἰταλίᾳ ὄντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. ὕστερον δέ, ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς Ἰταλίας ὅ τε Ἀννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν , ἀλλὰ πρὸς τὸν οἴκοι πόλεμον ἐπειγόμενοι.
Οἱ δ’ ἐν τῆ̣ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρονοῦντες , καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ Ἀννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν Ἀννίβαν πλησιάζοντα ἔμαθον, ἀνεθάρσησαν , καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν . κἀκείνου περὶ τούτου [*](12 Dionis fragm. 57, 74. — 29 ib. 75.)
Οἱ δ’ ἐν τῇ Ῥώμᾐ μετεμέλοντο ὅτι μὴ ἐκώλυσαν τὸν Ἀννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῆ̣ Λιβύῃ συγκροτοῦντα αὐτὸν ἔμαθον, οὐ μετρίως αὖθις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ἕτερον τῶν ὑπάτων ἐπ’ αὐτὸν ἔπεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ [*](C) λίῳ τὴν τῆς Ἰταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ’ οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν , ὑπὸ χειμῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθείς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφετερίσηται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώρησε, μαθὼν ὅττι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ [*](Cap. 14. Dionis Historiae Romanae libri perditi: fragmentum 57, — 78—82.)
Ὡς δ’ ἔδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ἔτι, ἀλλὰ καὶ ἄκοντα τὸν Ἀννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἔνα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως · ὃ καὶ ἐγένετο. ὁ γὰρ Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ’ αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ’ ὁδὸν τυγχάνοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννί- ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ’ ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον , οἶ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη , καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἔν εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας οὑν πρὸς τὸν Μασινίσσαν, δι’ ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο , ἀλλὰ τὸ μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ’ ὅμως διειλέχθη, [*](P) ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο · ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν
Συνέβαλον οὖν οἶ μὲν Ῥωμαῖοι συντεταγμένοι [*](C) καὶ πρόθυμοι, Ἀννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ κατ’ ἀπ’ ἐπ’ ληγμένοι καὶ δι’ ἕτερα καὶ ὅτι καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι σφίσι προμηνύειν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ’ ἔχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἶ Ῥωμαῖοι μέγα ἐξαίφνης καινοί καταπληκτικὸν ἀνεβόησαν , καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ’ ὧν ταραχθέντες ἐκεῖνοι οἶ μὲν πλείους οὐκ ἐδέξαντο σφὰς, ἀλλ’ ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων [*](D) διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον , καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἶ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ἔφυγον. οἶ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ’ ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε · κἀκ τούτου μετ’ ὀλίγων ἐξέφυγε. Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη,
Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις [*](P) οἱ Καρχηδόνιοι ἐπὶ Ῥώμην ἐστάλκασι. καὶ οἶ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ’ ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις ἐναντιούμενοι. ὁ δὲ δῆμος τήν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἀνδρὰς, ἔνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἷ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν , καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν Ῥώμην ἀπήχθησαν , τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ᾿ Ἰταλίαν οἷ Καρχηδόνιοι.
[*](C)Ὁ μὲν οὖν δεύτερος πόλεμος τῶν Καρχηδονίων ἔτει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ Ἀφρικανὸς ἐπεκέκλητο· Ἀφρικὴ γὰρ ἥδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ