Αρτι μὲν οὑν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη [*](Cap. 21. Usque ad p. 148, 26, ἐπινίκια ἔπεμψεν Plutarchi)
148
Μάρκιος θούριος Κάμιλλος. ὃς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ἤνυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευασμένου δὲ ἤδη τοῦ ὑπονόμου , ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς Ῥώμης αὐτῷ προσεχώρησαν ἐθελονταί , παραλαβὼν
[*](P) κἀκείνους πρόσ’ ἔβαλε τῇ πόλει καὶ πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ' ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ἔλαθον ἕτεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως καὶ τῶν Ῥωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ , ὁρῶν ἀπὸ τῆς ἄκρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί “ ὦ θεοί’’, ἔφη, “ εἴ ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, εὔχομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι.’ τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ Ἀπόλλωνι, εὐχήν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ’ οὑ τιμὴ αὐταῖς παραχρῆμα ἐψήφιστο ἡ δὲ ἢν τὸ ἐπ’ ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις
[*](C) πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ὅτι τὴν τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ' ὅτι τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος Ῥωμαίων μαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ἔπεμψεν. Ἡ δὲ τῶν ἐπινικίων πομπή, ἣν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο. ὅτε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον , αὐτοκράτωρ αὐτίκα ὁ στρα-
[*](Camillus c. 5 — 8, paucis mutatis et additis ex Dione , ut videtur: cui tribuenda esse etiam quae de triumpho narrantur constat ex Tzetza ad fr. 24, 7, citato p. 32.) 149
τηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο , καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδίδου.
[*](D) δοῦ. ἐλθὼν δὲ οἴκαδε τὴν γερουσίαν συνήθροιζε καὶ ᾔτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ἔτυχε ψήφου παρά τε τῆς βουλῇς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εῖ μὲν ἐν τῇ ἀρχῇ ἦν ἔτι, ἐν ἡ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο. εἰ δ' ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς , ἄλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ὄωομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασάμενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λαβῶν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει · καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα , ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα δηρὰ παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τοὔνομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος εἶδος ἔφερεν· ἢ καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο· ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πολίτην λιτὴν τινὰ ἐκ μάχης ἢ ἑτέρου κινδύνου ἤ ἐκ πολιορκίας σώσας μέγιστόν τε εἶχε τὸν ἔπαινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ὃς πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ’ ἄνδρα μόνον ἀριστεύσαντα
[*](P) ταύτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ὅλοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· ἤδη δέ τινες καὶ παντὶ
150
τῶ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ εἴ τι περιελέλειπτο , εἰς ναούς, εἰς στοὰς ἢ καί τι ἕτερον δημόσιον ἔργον ἀνήλισκον.
Ταῦθ’ ὁ πομπεὺς ποιήσας εἰς τὸ ἅρμα ἀνέβαινε. τὸ δὲ δὴ ἄρμα οὔτ’ ἀγωνιστηρίῳ οὔτε πολεμιστηρίῳ ἦν ἐμφερές, ἀλλ’ ἐς πύργου περιφεροῦς τρόπον ἐξείργαστο. [*](C) καὶ οὐ μόνος ἦν ἐν τῷ ἅρματι, ἀλλ’ ἄν γε καὶ παῖδας ἤ συγγενεῖς τινας εἶχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ ἄρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ἵππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο · εἶ δὲ πλείους ἤσαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ' ἄλλων οὐδεὶς ὠχεῖτο, ἀλλ' ἐστεμμένοι δάφνη πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ’ αὐτοῦ παρωχεῖτο τοῦ ἅρματος, τὸν στεφάνου τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ἔλεγε πρὸς αὐτόν “ὀπίσω βλέπε, ” τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ’ ὑπὸ τῖόν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο [*](D) καὶ μάστιξ τοῦ ἅρματος , ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνασθαι , ὥστε καὶ αἰκισθῆναι ἢ καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ἕνα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσματος ἀναπίμπληται. οὕτω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, ἔχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρούρια ἠσκημένα, πόλεις τε καὶ ὄρη καὶ ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα ὅσα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα ἦν ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἶ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ’ ἐκείνων οὕτως ὁ πομπεὺς
151
εἰς τὴν Ῥωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμαλώτων λωτῶν τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θανατωθῆναι κελεύσας , ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οἴκαδε μετ’ αὐλῶν καὶ συρίγγων ἀπήρχετο. τοιαῦτα μὲν ἤσαν πάλαι τὰ νικητήρια · αἱ δὲ στάσεις αἵ τε δυναστείαι πλεῖστα ἐνεωτέρισαν ἐπ’ αὐτοῖς.
Εἰ δὲ καί, ὡς ἤδη ἱστόρηται) ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ’ ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκησαν μαχεσάμενοι , πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν ἤνυον. οὕτω [*](P) γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσοντας μετὰ τοῦ διδασκάλου γαῖ γυμνασομένους φοιτᾶν. καὶ κἂν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέβηκεν. οὗτος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς πολίταις ἢ δι’ ὀργήν τινα ἢ κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αὖθις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ’ εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλεν ἅπαντας καὶ ἄγειν ἐκέλευσε πρὸς τὸν Κάμιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν εἶπε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ ἔργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν [*](C) στρατηγόν, ἀλλ’ οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆ- [*](Cap. 22. Plutarchi Camillus c. 9 — 13. Dionis Historiae Romanae libri perditi: fragm. 24.) [*](13 πολιορκοῦντες — p. 152, 16, ὠφελήσας χρημάτων partim Plutarchi sunt Camill. c. 10, 11, partim Dionis fragmenti 24, 2.)
152
ναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδάσκαλον καὶ δεσμῆσαι τὰς χεῖρας ὄπισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ἔνα ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ πολιτῶν ἄρτι γνόντων τὴν προδοσίαν δρόμος ἦν ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. οὕτω δὲ διακειμένων αὐτῶν προσῆγον οἶ παῖδες γυμνὸν τὸν διδάσκαλον. ὅπερ ἰδόντες οἱ Φαλίσκοι καὶ μαθόντες
[*](D) ὅπως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ τῷ Καμίλλῳ παρέδοσαν , τὴν ἧτταν ἀγαπήσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα οὖν λαβὼν καὶ σπεισάμενος ἀνεχώρησεν. οἱ δὲ στρατιῶται , διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. φθονηθεὶς δ' ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ’ ἐκ τούτων σφετερισάμενος. οὕτω δὲ ὠργίζοντο κατ’ αὐτοῦ ὡς μηδ’ οἶκτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ἕτερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον , ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπείπαντο, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος ἔγνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ ἐξιὼν ηὔξατο, εἰ μὴ δικαίως, ὕβρει δὲ δήμου ἐκπίπτει καὶ φθόνῳ , ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν. Ἐκεῖνος μὲν οὐν πρὸς Ῥουτούλους μετέστη , ἐρήμην δ' ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ’ αὐτοῦ τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσα , ὃ γί
[*](20 δεόμενος δὲ] Huc referendum est Dionis fragm. 24, 4 sed verba sunt Plutarchi Camill. c. 12.) 153
νεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακόσιαι.
οἱ δ' Εὐρωπαῖοι Γαλάται , ὧν οἱ Ἀσιᾶται νομίζονται ἄποικοι, Κελτικὸν ὄντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ τὰ ὄρη τὰ Ῥιπαῖα ὡρμήκεσαν , οἶ δὲ τῶν Ἄλπεων [*](P) ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οἴνου κομισθέντος ἐξ Ἰταλίας, τούτου γευσάμενοι καὶ ὑπερθαυμάσαντες , ἀράμενοι τὰ ὅπλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς Ῥωμαίους κατέφυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ' ἐκ Ῥώμης πρὸς ἐκείνους ἐπέμφθησαν· οὑς οἱ Γαλάται διὰ τὸ τῶν Ῥωμαίων ὄνομα ἐντίμως ἐδέξαντο , καὶ τοῦ τειχομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ Ῥώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις. ὁ δὲ τῶν [*](C) Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν Κλουσίνων ἀμελήσας εὐθὺς ὡς εἶχε τὸ στράτευμα κατὰ τῆς Ῥώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρήσατο ὥστ’ ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων Ῥωμαίων τὴν ἔφοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖλαι αὐτοῖς τὴν ἔφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς ἤκουσε λεγούσης “Γαλάται ἔρχονται.” εἰρηκότος δὲ τοῦτο Μάρκου τῷ δήμω καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον [*](Cap. 23. Plutarchi Camillus c. –23. Dionis Historiate Romanae libri perditi.) [*](12 οἱ δὲ Κλουσῖνοι — 22 αὐτῷ ἐξεδίδοντο] Huc pertinet Dionis fragm. 25: plurima tamen verba Plutarchi sunt.)
154
ἐποιοῦντο καὶ γέλωτι, ἕως αὐτάγγελοι οἶ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες
[*](D) καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ἥττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες ἔθνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν ῾Ρώμην ἐλθεῖν ἠδυνήθησαν, οἶ δὲ ἀλλαχοῦ.
Οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀιΧογνόντες οὔτε τῶν τειχῶν φυλακὴν ἔθεντο οὔτε τῆς πόλεως τὰς πύλας ἔκλεισαν, ἀλλ᾿ οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ἔφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα ἄνδρες, οὓς οἱ μὲν ἱερεῖς εἶναί φασιν, οἱ δὲ τοὺς πρώτους ῾Ρωμαίων καθ᾿ ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς ἢ πολυτελεστάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τὴν ἐλεφαντίνων δίφρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ἦλθον μὲν ἐπὶ τὴν ῾Ρώμην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑποτοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαυτες εἰσεπήδησαν καὶ εἷλον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρουρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους ἄνδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦντας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας εἶχεν ἔκπληξις πρὸς [*](B) το ἄτοπον, ὤκνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς ὑπήνης ἁψάμενος τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν οὖσαν· ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρβαρος σπασάμενος τὴν μάχαιραν τὸν ἄνδρα κατέκτει-
155
νεν. οὕτω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατεπίμπρασαν. εἶτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ’ ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν ἤνυον , οἱ μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κατέτρεχον τροφὰς τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σποράδην ἐπιόντες, ἀλλ’ οὐχ ὁμοῦ, ἅτε μέγα φρονοῦντες
[*](C) τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οἴνῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι.
Οὕτω δ' ἔχοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν Ἀρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς Ἀρδεάτας πλήθει μὲν ἱκανοὺς ὄντας, τόλμης δὲ δεομένους δι’ ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνάσκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτόν ἐπιγράφεσθαι δεῖ, ἀλλ’ ἀτυχίᾳ Ῥωμαίων, καὶ εἶ προθυμοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο. οὕτω πείσας τοὺς νέους, εἶτα καὶ τοὺς λοιπούς, ὥπλισε τοὺς ἐν ἡλικίᾳ, [*](D) καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν Αρδεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ’ ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς καταλαμβάνοντες.
Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, ὅσοι τῶν Ῥωμαίων φυγόντες ἑ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ ὅπλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεόμενοι μένοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ' οὐκ ἔφη πεισθήσεσθαι, [*](30 ὁ δ’ οὐκ ἔφη] Plutarchi verba sunt, non Dionis fragm. 25, 7.)
156
μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψηφισαμένων αὐτῷ τὴν ἀρχήν. ἢν δὲ ἀπορία τοῦ ταῦταδιαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. εἶς δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν , ὑπέστη τὸν ἆθλον, καὶ λαθὼν διὰ μέσων διέβη τόν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο. καὶ ὃς τοὺς ἔξω ὄντας Ῥωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς , παρεσκευάζετο πρὸς ἐπίθεσιν.
[*](P) οἱ δὲ βάρβαροι μεθ’ ἡμέραν διιόντες , καὶ καταμαθόντες ὅθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ' ὑπετόπασαν ἔκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας , ἣ πολλὴ ἐπ’ αὐτῆς ἦν, τῆς μὲν ἀνεσπασμένης, τῇς δὲ συμπεπιλημένης, ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ἔργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ ὅμως, καὶ ἔλαθον ἂν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες ἤσαν περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι, οἳ φύσει ὄντες εὐαίσθητοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν ἔφοδον ᾔσθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς
[*](C) φύλακας ἐπήγειραν ἅπαντας. οὕτω δὲ τοῖς ἀνιοῦσιν οἱ Ῥωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν , τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκπεφευγασιν.
Ἐντεῦθεν ἦσαν οἱ Κελτοὶ ἀθυμότεροι , ἐφ’ ἑπτὰ μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ
157
συμβάσεων ὅ τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν ῾Ρωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέχθησαν. καὶ συνέδοξε χιλέας λίτρας χρυσίου Γαλάταις τοὺς ῾Ρωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυσίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπαναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρβάρων περὶ τὸν σταθμὸν κάκου ργούντ ὢν λάθρᾳ, ὁ
[*](D) Βρέννος τὸ ξίφος ἅμα καὶ τὸν ζωστῆρα λύσας ἐπέθηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί τὸ γινόμενον, “τί ἄλλο” εἶπεν “ἢ τοῖς νενικημένοις ὀδύνη;” ἐν τούτοις ὁ Κάμιλλος ἄγων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινόμενα πρὸς τοὺς ῾Ρωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτούς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι ῾Ρωμαίοις καὶ οὐ χρυσῷ τὴν πατρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ κυρίας εἶναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, ἤδη δικτάτωρος ᾑρημένου. ταραχθεὶς οὖν ὁ Βρέννος μέχρι ξιφουλκίας προῆλθεν, ὅμως δὲ εἰς τὸ στρατόπεδον ἀπήγαγε τοὺς Κελτούς· εἶτ᾿ ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἐξήκοντα προελθὼν ἐστρατοπέδευσεν. ἅμα δ᾿ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ᾿ αὐτὸν τεθαρρηκότας ἤδη ἐπαγόμενος τοὺς ῾Ρωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον.
Οὕτως ἡ ῾Ρώμη παραλόγως ἥλω καὶ ἐσώθη παραλογώτερον· ραλογόέτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς οὖν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικοδομεῖν αὐτὴν οὐκ ἠβούλετο, οὔτε χρήμασιν οὔτε σώ-
158
μασιν ἐρρωμένοι , καὶ μικροῦ ἐξέλιπον ἂν αὐτήν.
[*](P) οὐδὲ γὰρ ἐπείθοντο οὔτε τοῖς ἐν τέλει οὔτε τῇ γερουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ ἄστυ, ὃ ἐκ τῶν πολεμίων ἤδη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόνταρχος φρουρὰν ἄγων τινὰ καὶ παρ’ αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως “ ἐνταῦθα στῆτε πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· “ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι.” θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταύτ’ εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο , πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς Ῥώμης σὺν προθυμίᾳ ἐτράποντο , καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐρτὸς ἐνιαυτοῦ ἀνεκαίνισαν.
Οὔπω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας [*](C) πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν , Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων. Τυρρηνοὶ δὲ Σούτριον ἐπολιόρκουν συμμαχίδα Ῥωμαίων πόλιν. ἀποδείκνυται οὑν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ’ αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, ἐπὶ δὲ τὸ Σούτριον ἦγε τὴν στρατιάν. οἱ δὲ Σουτρῖνοι, ἔτυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδωκότες καὶ ταύτης ἀποχωρήσαντες, καθ’ ὁδὸν ἔτι ὄντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. οὓς ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμενος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς εἶχεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε [*](D) εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν οὑν ἐπὶ τούτοις ἄγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ᾔρετο. Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ [*](Cap. 24. Plutarchi Camillus c. 33 — 43. Dionis Historiae Romanae libri perditi: fragm. 26 — 28.)
159
Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς ἄκρας ὠσάμενος, ὅθεν καὶ Καπιτωλῖνος προσωνομάσθη , φθονῶν τῶ Καμίλλῳ μᾶλλον τῶν ἄλλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ὅμιλον δημαγωγῶν καὶ πάντα πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν οὖν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον · καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος. τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί ἂν πράξαιεν , δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν υπέσχετο. λαβων οὑν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον , ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ἄνδρα πόρρω τῶν περιεστηκότων , ὡς δή τι κοινολογούμενος μένος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ’ ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ’ ὃ ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ὃς καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶσιν
[*](P) ἐδείκνυ, ἄποπτον ὄν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικαστὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ’ ἀφιέντας μήτι. καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς ἄλλον τόπον τὸ δικαστήριον συνεστήσατο, ὅθεν οὐκ ἦν τὸ Καπιτώλιον ἄποπτον. καὶ καταψηφισθεὶς ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ Καπιτώλιον
[*](21 ὁ δἑ τὰς — p. 160, 2, κατεκρήμνισεν partim ex Plutarcho. cho. Conf. Dionis fragm. 26, 2, 3) 160
καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ’ ἧς ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν.
Εἶτα πολλῶν πολέμων κατά τε τῆς Ῥώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ Ῥωμαῖοι διά τε τοῦ [*](C) Καμίλλου καὶ δι’ ἑτέρων, ἤδη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν ἔσχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης , θυγατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ Ῥούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος οὖν τοῦ Ρούφου καὶ ὄντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ' ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ οὔπω τούτου πεπειραμένη · καὶ γέλως ἐπὶ τούτῳ καὶ [*](D) παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ' ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, καὶ τὸν ἄνδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὀμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος , ἄμφω δημαρχῆσαι κατεβιάσαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ἔτεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳτὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον ἂν ἔτι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν Ῥώμην αὗθις ἐλαύνειν Κελτούς. ἅπαν οὑν πρὸς ἀλλήλους ἀφέντες διάφορον , δικτά- [*](13 χιλιαρχοῦντος — 21 , παραγγεῖλαι ἠρέθιζεν] Dionis fragmentum 29.)
161
τωρα τὸ πέμπτον τὸν Κάμιλλον εἵλοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή , μονομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· εἶτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ὄντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων ἥττηντο οἶ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ' Ἀλβανίδα ἐλεηλάτουν, ἐάσαντες οὖν αὐτοὺς
[*](P) οἷ Ῥωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότεροι εἶεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν εἷλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν Ῥώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν.
Ἔκτοτε οὑν οἶ μὲν χιλίαρχοι, οἳ ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχολάκασιν, ὕπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ’ ἐνσκηψάσης τῇ Ῥώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἶ Ῥωμαῖοι πλεῖστα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν.
[*](C)Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν Ῥώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πεδίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ’ ἄλλου τιτῷ [*](6 τε προκαλουμένῳ — 9 ἐπεκέκλητο] Conf. Dionis fragmentum 31.) [*](Cap. 25. Dionis Historiae Romanae libri perditi: fragm. 30, 1.)
162
νός, οἶα συμβαίνειν εἴωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι. καὶ ἦν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, οὔτε συνερχόμενον οἴως δή ποτε οὔτε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν Ῥωμαίων ἐς αὐτὸ συμφορούντων πολὺν καὶ λίθους καὶ ἄλλην ὕλην παντοδαπήν. ἀποροῦσιν οὖν τοῖς Ῥωμαίους χρησμὸς ἐδόθη
[*](D) μὴ ἄλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι’ οὗ μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν · οὕτω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει ἔσται δύναμις ἀκατάλυτος. ἔμενεν οὖν καὶ πάλιν τὸ ἄπορον ἀπόρου μένον , ἀσαφοῦς τυγχάνοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Μάρκος ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν , ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής , τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων “τί τῶν λογίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι ἄψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. τί γὰρ ἄν τις ἀνθρώπου προκρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ
[*](28 κἀντεῦθεν ἀθάνατος] Ex Dione fragm. 30, 3.) 163
γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτόν ὑμίν ἐπιδίδωμι,
[*](P) ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς , ἐσόμενον ὑμίν ἀεὶ προστάτην καὶ σύμμαχον.’ ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη. οἱ δ’ ἄλλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρείς , καὶ κοσμήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς ἐκόσμουν ὡς ἥρωα, οἶ δέ τινα καὶ ἐς τὸ χάσμα , ἐνέβαλλον. ἄρτι δ' ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος ἔφιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι οὔτε τὸ χάσμα οὔτε τὸν Κούρτιον ἐθεάσατο.
[*](C) ταῦθ’ οὕτω Ῥωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη κριθείη καὶ μὴ πιστά, ἔξεστίν οἶ μὴ προσέχειν αὐτοῖς.
Τοῖς Ῥωμαίοις δὲ πόλεμοι αὖθις καὶ παρὰ Γαλατῶν καὶ ὑφ’ ἑτέρων ἐθνῶν ἐπηνέχθησαν , ἀλλ’ ἀπεκρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτάτωρας ψηφιζόμενοι. ὅτε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ Ῥώμην. ὃς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην εἶχε τρίβειν τὸν καιρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ἤλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν [*](D) τινὰ τῶν Ῥωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ἔγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ [*](26 Γαλάτης δέ τις] Differt Dionis fragm. 34.)
164
Γαλάτης τῇ ἰσχύι· καὶ τῇ τόλμῃ · ἐπὶ πλέον δ’ ἐθαυμαστώθη ὅτι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ὄψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις οὗ κατειργάσθη. διὸ ἀγανακτήσαντες οἶ Γαλάται ὡς ὑπὸ ὄρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς Ῥωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ’ Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουΐνος ἐπωνομάσθη. Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ’ ἄκοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα ἑκατονταρχεῖν , καὶ τοὺς ὑπάτους καὶ ἄμφω ἐξὸν εἶναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο ἄμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα ἄρχειν ἐτῶν.
Λατῖνοι δὲ καίπερ ἔνσπονδοι τοῖς Ῥωμαίοις ὄντες Β ἀπέστησαν καὶ πόλεμον ἤραντο , ἐν φρονήματι γεγονότες νότες ὅτι τε νεότητι ἤκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ἤσκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, ὕπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. ἔδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἶ ὕπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς Ῥωμαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό [*](Cap. 26. Dionis Historiae Romanae libri perditi: fragmentum 35, 2 seqq.)
165
τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε ἄλλα παρατηρεῖν
[*](C) ἀκριβῶς, καὶ καθ’ ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρησαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ἵππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσιόντα πρὸς μονομαχίαν προεκαλέσατο , καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν , παρώξυνεν εἰπών “ οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς εἶ ; οὐ σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; ἢ πρὸς μὲν Γαλάτας ἀνθρώπους φθόρους ἔρρωσθε καὶ ἀνδρίζεσθε , τοὺς δὲ δὴ
[*](D) Λατίνους ἡμᾶς φοβεῖσθε ; τί οὖν ἄρχειν ἡμῶν ἀξιοῦτε ; τί δ’ ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε; ἔκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ὃς ἀθροίσας τὸ στράτευμα “ γενναίως μέν’ ἔφη “ ὦ παῖ, ἐμαχέσω, καὶ διὰ τοῦτό σε στεφανώσω ὅτι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἷός πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος , διὰ τοῦτό σε δικαιώσω, ἔνα καὶ τὸ τῆς ἀριστείας ἆθλον καὶ τὸ τῆς ἀνηκουστίας τίμημα λήψῃ. ” ταῦτ’ εἰπὼν ἅμα τόν τε στέφα νον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν.
Εἶτα ὄναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ἔδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, ὁ ἕτερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ’ ἡμέραν οὑν ἀλλήλοις διηγησάμενοι τὸ ὄναρ συνέθεντο θεῖον εἶναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ὃς ἂν σωθείη,
166
ἀλλ’ ὃς μᾶλλον μᾶλλον ἑαυτὸν ἐπιδῷ · καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ἤρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι , καὶ ὁπότερον ἂν έκείνων ἐλαττωθῇ, τὸν ἐπ’ αὐτῷ τεταγμένον ἀποθανεῖν.
[*](B) τοσαύτη δ' ἦν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς εὔχεσθαι ἕκαστον τῶν ὑπάτων ἡττηθῆναι , ἵνα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο , εἶτα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ὃ γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε καὶ τὰ ὅπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἶ μὲν οὕτω φασὶν ἐφ’ ἀναπηδῆσαι ἀναπηδήσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ’ ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συστρατιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος
[*](C) τοῦ Δεκίου τοῖς Ῥωμαίοις ἡ νίκη καθαρός συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν , οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου πῶς γὰρ ἄν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι , τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς ; οἱ μὲν οὑν Λατῖνοι οὕτως ἥττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ὅμως τὰ ἐπινίκια.
Εἰτ' αὖθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, καὶ ἕτερα ἔθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. [*](D) ὧν εἶς ἦν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομαζόμενος διά τε τὴν ἔξιν, ἦν γὰρ δρομικώτατος, καὶ διὰ τὴν ἄσκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου
167
Ῥούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αἷς ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αὖθις. ὑπὸ δὲ Κορνηλίου Αὔλου δικτάτωρος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ Ῥώμῃ, τοὺς αἰχμαλώτους τε ὅσους εἶχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου Ῥουτούλῳ, ἀνδρὶ δυνατῷ παρ’ αὐτοῖς, ἐπιγράφοντες· οὗ τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν , διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης ὡς ἄπιστοι , ἀλλ’ ἄσπονδον σφίσιν ἐψηφίσαντο πόλεμον , καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες οὖν Ῥωμαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἶ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπείσασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες ἴν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον εἷλον καὶ τοὺς Ῥωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τόν ζυγόν, τί δ ἦν τὸ τοῦ ζυγοῦ ἤδη μοι ἄνωθί που ἱστόρηται , οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ὅπλα καὶ τοὺς ἵππους καὶ τὰ ἄλλα ὅσα εἶχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν
[*](P) ἀπὸ τῆς ἴσης εἶναι. ἔνα δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον.
Οἶ’ δ' ὕπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουϊνος μετὰ τῆς στρατιάς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν ἄλλων οἱ ἀξιολογώτατοι [*](19 ἄνωθί που] p. 346, Β.)
168
εἰς τὴν ῥώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ᾿ ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες οὔτεἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ οὔτ᾿ ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ ὅτι παρὰ τῶν Σαυνιτῶν
[*](C) τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ ἄλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα ἂν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ἥδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ἥδεσθαι, πένθος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ἔπραξαν, οὔτ᾿ αὐτίκα οὔθ᾿ ὕστερον, ἕως ἀντεπεκράτησαν· τοὺς δ᾿ ὑπάτους μὲν παραχρῆμα ἔπαυσαν, ἑτἐρους δ᾿ ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδόκει μὲν σφέσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον ἦν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ὤκνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν ἄλλων, οἳ μετ᾿ αὐτῶν ὡς ἀρχάς τινας ἄρχοντες τὰς σπονδὰς ἐποιήσαντο,
[*](D) ὤκνουν δὲ καὶ ἀφεῖναι, ἴνα μὴ ἐφ᾿ ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς οὖν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, ὅπως αὐτὸς καθ᾿ ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον ἔφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ᾿ αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πράξαι αὐτά, ἀλλ᾿ ἀνάγκῃ συνεχομένους, ἣν αὐτοῖς ἐπήγαγον οἶ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ᾿ ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ ἂν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Πο-
169
στουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ωμολογημένα ἐκείνους τε ἐκδοθῆναι.
Ἀπήχθησαν οὖν καὶ ἄμφω οἱ ὕπατοι καὶ οἱ λοιποὶ ἄρχοντες οἱ ἐπὶ τοῖς ὅρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν ἅπαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ Ῥωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγαγον. [*](P) καὶ κρατήσαντες τὰ ὅμοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον , καὶ ἀφῆκαν, μηδὲν ἄλλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, οὑς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπαθεῖς ἐκομίσαντο.
Μετὰ δὲ χρόνους πλείονας αὖθις τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαΐου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλουμένας ἀπὸ τοῦ μηδ’ ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ [*](C) τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ’ ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφάς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ ἄλλοτε δὲ πολλάκις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν [*](Cap. 1. Dionis Historiae Romanae libri perditi: fragmentum 36, 8 seqq. —28.)
170
Ῥώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι
[*](D) μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις , μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά · καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς · ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ’ οὖν καὶ ἄλλως ἐξεφόβει τὸν δῆμον , πλέον δ' ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς , εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ’ εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου · κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ , ἐν ᾠ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ’ οὐκ ἐν ταῖς συμφοραῖς κατ’ ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τούτων ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν , ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν.
Ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμήνευσε, νεῦσε, καὶ ἐπὶ τῶν πραγμάτων δ' ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ [*](P) προγνώσεως · ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις τοῖς μετ’ αὐτῶν ἀντικαταστῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥωῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα
171
σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον , τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν , ἐν τοῖς ὅπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον οὖν τοῖς πολεμίοις · γᾶν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε , προσήκειν αὐτὸν
[*](C) νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν Ῥωμύλον, μύλον , καθάπερ ἱστόρηται · ἡ δ’ ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ’ αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός , ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι’ αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν , τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφὰς γενναίως ἀντικατέστησαν.
[*](D) κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αἰτοῖς προσέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο.
Τῷ δ’ ἐξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμησεν Ἀτίλιος Ῥήγουλος. καὶ μέχρι μέν τινος ἰσορρόπως πὼς ἐμάχοντο · εἶτα κρατησάντων τῶν Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν , καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν.
172
Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ᾿ ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθοῦν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἶ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἐνὶ τῶν ὑπάτων συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ἔπταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ᾿ ἕτερος ὕπατος κατὰ τόν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι᾿ ὀλίγου, σῖτόν τε καὶ χρήματα
[*](P) παρ᾿ αὐτῶν εέσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ᾿ εἰσήνεγκεν εἰς τοὺς θησαυρούς.
Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἶ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν ῾Ρωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ᾿ ἀρετὴν ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόντες οὖν τοῦθ᾿ οἱ ῾Ρωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Εαρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν ῾Ροῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξἐπεμψάν. ὁ μὲν οὑν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φάβίος δὲ τῆς ῾Ρώμης πρὸ τοῦ πατρός ἐξελάσας, καὶ [*](C)τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν᾿ αὐτοῦ τὸ κατόρ-
173
θῶμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ’ οὖν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ’ ἰατροῦ μήτ’ ἐπιτηδείου τινὸς παρόντος , διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάντως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο , εἰ μὴ οἱ Σαυνῖται
[*](D) τὸν πατέρα αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδεισάν τε καὶ ἀνεχώρησαν.
Πυθόμενοι δὲ ταῦθ' οἱ ἐν τῷ ἄστει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ρωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα πράττων , ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε.
Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων , ἐπεὶ μὴ καὶ παρὰ τῶν δανει- [*](Cap. 2. Dionis Historiae Romanae libri perditi: fragmenta 36, 30—39.)
174
στῶν αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος · καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ἦρξαν δὲ τῶν πολέμων οἶ Ταραντῖονι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλλους
[*](P) προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλλους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις ἄλλοτε ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες , ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου , καὶ τριήρεσι προσοπρμίσαι βουληθέντος ἐς Τάραντα) ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἶ Ταραντῖνοι κατ’ αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν ἔδρων, μετ’ ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους
[*](C) πολλούς ’ καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ’ ὅμως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν , ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοὐ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων , ὁ Ποστούμιος “ γελᾶτε” ἔφη, “γελᾶτε ἕως ἔξεστιν ὑμῖν · κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.”
Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ πραχθέντα μαθόντες ἤλγησαν , καὶ στρατεῦσαι ἐπὶ [*](D) τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψηφίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς
175
ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εύπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ᾿ ἐν ἡλικίᾳ καὶ ὀλίγα ἢ μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρὸν τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ᾿ ἐτράπησαν, ὥστε τοὺς ῾Ρωμαίους τήν τε χώραν αὐτών ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς ῾Ρωμαίοις ἐπιτήδειον ὄντα εἴλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ᾿ οὗτος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρροῦ προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρὸς τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεως τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλλη- νικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὕτος τοίνυν τοῖς τῶν Ταραντίνων
[*](P) πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ᾿ ὅμως ἔχθρας πρὸς ῾Ρωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη δι᾿ ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ᾿ αὐτῶν κατα-
176
σχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ’ ἐξ αὐτῶν
[*](C) καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ’ αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἄγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ’ οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πυρροῦ σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ’ ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ’ ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πυρρῷ χρήματα ἔπεμπον.
Ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, [*](D) ἐπεὶ δὲ τούς τε Πυρρείους ἥκοντας ἔγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἶός τε ἦν, ἐς Ἀπουλίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ χωρίῳ, δι’ οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, οὓς ἐπήγετο, προήγαγε. φοβηθέντες δ οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ Ῥωμάιων ἀπολέσωσιν, ἐπαύσαντο.
Ὁ δὲ Πυρρὸς οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰταλίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἶ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεθάσθησαν. μόλις μόλις δ’ οὖν πεζεύσας ἦλθεν εἰς
177
Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ὅπως μὴ καθ’ ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι , καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ' αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι , καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἦι διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἑκτῶν οἰκείων κατέστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἶ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι,
[*](P) καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου του Πυρροῦ π·ειρώμενοι. ὁ δὲ διὰ ταύτα μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνασι φοβηθείς , τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε , τοὺς δἑ καὶ ἀφανῶς διώλλυεν. Ἀρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο , ἔν ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πυρροῦ φρονῶν γένηται · ὡς δ’ ἔτι πιστεῦον ἐκείνω τὸ πλῆθος ἐώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον·
[*](C) καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν Ῥώμην μὴν ἀφίκετο.
Καὶ τοιαῦτα μὲν ὁ Πυρρὸς τοῖς Ταραντίνοις ἐποίει· οἱ δ’ ἐν τῇ Ῥώμῃ μαθόντες τὸν Πυρρὸν ἐλθόντα εἰς Τάραντα κατέδεισαν τῷ τε ἐκπεπολεμῶσθαι τὰ ἐν τῇ Ἰταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν ἔχειν [*](Cap. 3. Dionis Historiae Romanae libri perditi: fragm. 40, 13 sqq.)
178
ἀνανταγώνιστον. στρατιώτας τε οὖν κατέλεγον καὶ χρήματα ἤθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ἵνα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινεστίνων ἐς
[*](D) τὴν Ῥώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν , καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο · ἐχρήσθη γὰρ αὐτοῖς ποτε ὅτι τοὺς τῶν Ῥωμαίων καθέξουσι θησαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη , ἐκεῖνοι δέ γε ἀπώλοντο.
Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πυρρὸν καὶ τοὺς Ταραντίνους καὶ τοὺς ἄλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ ἄστει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ἵνα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται · καὶ τὸν Πυρρὸν καταπλήξειν ἤλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, οὓς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν εἷλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῆ Λευκανίᾳ κατέλιπεν, εἴρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις.
Καὶ ὁ Πυρρὸς μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε , καὶ στρατοπεδευσάμενος τρίβειν ἤθελε τὸν καιρόν , ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως , ὡς καταπλήξων αὐτόν · εἶχε δὲ ἡ γραφὴ ὧδε. “ Βασιλεὺς Πυρρὸς Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους ἄγειν. τὸ μὲν οὖν ἀπίπεμψον, αὐτὸς δὲ μετ’ ὀλίγων ἧκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ εἴ τι ἀλλήλοις ἐγκαλεῖτε , καὶ ἄκοντας [*](P) τὰ δίκαια ποιεῖν ἀναγκάσω.” Λαουίνιος δὲ τάδε τό
179
Πυρρῷ ἀντέγραψε. “Πάνυ μοι δοκεῖς , ὦ Πυρρὲ, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν ὅτι καὶ τὴν ἀρχὴν εἰς Ἰταλίαν ἐπεραιώθης. ἥξω τε οὖν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας , ἐξὸν παρὰ τῷ Ἄρει τό προπάτορι ἡμῶν κριθῆναι; τοιαῦτα ἀντεπιστείλας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν ἄλλην ἔχειν, ἀπέπεμψεν. καὶ ἐπὶ τούτοις ὁ Πυρρὸς καταπλαγεὶς οὐ μάχεσθαι ἤθελεν , ὅτι
[*](C) καὶ τῶν συμμάχων οὔπω τινὲς συνῆλθον αὐτῷ , ἐπιλείψειν τε τοῖς Ῥωμαίοις τὰ ἐπιτήδεια ἤλπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος ἔσπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πυρροῦ φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ἄκοντι τῷ Πυρρῷ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ εἶχε μάχεσθαι, ὅπως δὲ μὴ δόξῃ τοὺς Ῥωμαίους φοβεῖσθαι , καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν οὖν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ ἔμεινε, τοὺς δ’ ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ
[*](D) ἔπεμψεν , ἐντειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ οὕτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν οὑν τοῖς ἑαυτοῦ ὁ
180
Πυρρὸς ἐπικουρήσας τρωθέντα τὸν ἵππον ἀπέβαλε, καὶ ἔδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων , τῶν δὲ καταφρονῇς ἄντων , τὸ ἔργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν ἄλλων οὖσαν ἔδωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν , ὅπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ’ οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν ἐλεφάντων , καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν οὖν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τόν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον ἀπεκτονέναι, καὶ τοῖς ἄλλοις δόκησιν τούτου παρέσχεν , οἴ τε Ῥωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πυρρὸς τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· γαῖ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ
[*](P) Λαουίνιος, καὶ ἱππέας ἔχων ἐνεδρεύοντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πυρρὸς τὸ σημεῖον τοῖς ἐλέφασιν ἦρεν· ἔνθα ἔκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου οὔσης καὶ τῆς βοῆς φρικώδους , καὶ ἐκ τοῦ τῶν ὅπλων πατάγου , ὃν οἱ ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε Ῥωμαῖοι ἐξεπλάγησαν , καὶ οἱ σφῶν ἵπποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβάτας, οἱ δὲ καὶ φέροντες ἔφευγον. ἀθυμῆσαν οὑν ἐκ τούτων τὸ Ῥωμαϊκὸν ἐτράπετο στράτευμα , καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων , οἱ δὲ καὶ παρ’
[*](C) αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν
181
ἢ καὶ ὀδοῦσι φθειρόντων πολλούς · καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ἔφθειρον· οὐδ’ ἂν ὑπελείφθη τις , εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καἰ οἱ ἄλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πυρρὸς ἐπέσχε τὴν δίωξιν, καὶ οὕτως οἱ Ῥωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς Ἀπουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πυρροῦ στρατιωτῶν καὶ τῶν ἡγεμόνων πεπτώκασιν , ὥστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν “εἰ καὶ αὖθίς ποτε ὁμοίως” ἔφη “ κρατήσομεν , ἀπολούμεθα.” τοὺς μέντοι Ῥωμαίους καὶ νικηθέντας ἐθαύμασεν , εἰπὼν ὅτι “τὴν οἴκου οἰκουμένην
[*](D) ἂν πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον.”
Ὁ μὲν οὑν Πυρρὸς ἐπὶ τῆ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν · οἶς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν , τῶν σκύλων μετέδωκεν · οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγησαν ἐπὶ τῇ ἥττῃ , τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο , καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο , πυνθανόμενοι ἐπ’ αὐτὴν τὸν Πυρρὸν ἐπείγεσθαι. ὁ μέντοι Λαουίυιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος , καὶ τοὺς σκεδασθέντας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πυρρὸν παρεπομένας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον , προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ’ ἐκείνης ὁ Πυρρὸς ἐπὶ τὴν Νεάπολιν ὥρμησεν. ὡς δ’ οὐδὲν οὐδ’ ἐν αὐτῇ [*](Cap. 4. Dionis Historiae Romanae libri perditi: fragm. 40, 24 sq.)
182
δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον , ἐφοβήθη μὴ ὑπ’ αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ,
[*](P) καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλείον’ τοῦ πρόσθεν ἣν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν , ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μείζον’ ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πυρροῦ , οὐκέτ’ ἠθέλησε
[*](C) συμμίξαι , ἀλλ’ ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι , διηπορήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μεταχειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν , ἀλλ’
[*](D) ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον ἅπαν
183
αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὑ τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. οὕτω δὲ φρονῶν καὶ ὁ Πυρρὸς ἐτύγχανε. καλέσας οὑν τοὺς πρέσβεις ‘‘οὔτε πρῴην, ὦτ’ Ῥωμαῖοι”, ἔφη “ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι · φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ.
Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς “ φίλος’’ εἶπεν “ ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην , μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ.’ ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ “ ἐπαινῶ σε εἶπεν, “ὠ Πυρρὲ, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί · σοι αὐτήν, ἄν γε συμφέρῃ ἡμίν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με , ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα, ἀξιώσεις. ἀλλ’ οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὐ ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ [*](B) χρηστός , πῶς με λαβεῖν αὐτὰ κελεύεις ; ἴσθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω , τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε Ἤπειρον οὔτε τὰ ἄλλα ἆ ἔχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου.”
Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πυρρὸς τὸν Κινέαν
184
εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν , ἀλλ’ αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν.
[*](C) ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο · καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν ὡς ‘‘Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πολεμήσων ὑμίν ἧκεν , ἀλλ' ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμόν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ’ ὑμῶν ἐλπίζων, πλείω δ' ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς.”
[*](D)Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δορὰ καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο , ἀλλ’ ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι. μαθὼν δὲ τοῦτο Ἄππιος ὁ ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον , ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ εἶπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πυρρὸν συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι’ αὐτοῦ δηλῶσαι τῷ Πυρρῷ οἴδαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα ὁ Ἄππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ’ εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ
185
Πυρρῷ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ , ποιήσασθαι. τοῖς δ' αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πυρρὸν αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ’ ἄλλοσέ ποι ἀθρόοις, ἵνα μή τι ὁμοῦ ὄντες νεωτερίσωσιν , ἀλλ’ ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν.
Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ’ ἤδη ἐφεστηκότος ὁ Πυρρὸς εἰς τὴν Ἀπουλίαν [*](P) ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο , μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ’ ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἶ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πυρροῦ δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πυρρὸς καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ’ ἀθυμεῖν μήτ’ ἐκπλήττεσθαι τοιούτοις λόγοις · μήτε γὰρ ἕνα [*](C) ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ’ ἐπῳδὴν ἢ μαγγανείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ’ εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πυρρὸς τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἶ Δέκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις , ἄν τινα οὕτως ἐσκευασμένον ἔδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχω- [*](Cap. 5. Dionis Historiae Romanae libri perditi: fragm. 40, 45.)
186
ρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι γαῖ ζωγρηθέντα
[*](D) θέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος , ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων , ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἔν’ ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. οἱ μὲν οὑν Ῥωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πυρρὸς αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν ; μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἶ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ’ ἀμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν , ἵνα τοξεύοντες ἀπ’ αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας, ἐώσαντο δ’ οὑν, μέχρις ὁ Πυρρὸς τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ’ ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτω τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τόν Ἠπειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αἴτιοι τοῖς Ῥωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ’
[*](P) αὐτοὺς τοῦ Πυρροῦ πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον , ὅ τε Πυρρὸς καὶ ἄλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν , καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ἄκεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τάραντα πρὶν
187
τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ’ ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ , ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις · ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν,
[*](C) ὁ δὲ Πυρρὸς τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους , οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης.
Ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ὄντων , Νικίας τις τῶν Πυρρῷ πιστῶν δοκούντων ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πυρρὸν δολοφονήσειν. δυσχεράνας οὖν ἐπὶ τούτῳ ἐκεῖνος , ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πυρρῷ τὸ ἐπιβούλευμα · καὶ οὕτως αὐτὸν ἐκ [*](D) τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ρωμαίων προῖκα αὖθις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο , ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχον τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές , ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθοκλῆς ἐτελεύτησε στασιάζοντες , ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι , τὸν μὲν Μίλωνα ἐν Ἰταλίᾳ κατέλιπεν , ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ [*](24 ἐν ἀμηχανίᾳ ἐγένετο] Huc pertinere videtur Dionis fragm. 40, 45.)
188
ἄλλα ποιησόμενον , αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο , ὥστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι , τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἶ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι’ εὐνοίας ἔχοντα,
[*](P) τοῦ πολέμου προθύμως ἀντελάβοντο , καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο , ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν.
Οἱ Ῥωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς ἄμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς ἄλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ Ῥουφίνου καὶ τοῦ Ἰουνίου , καὶ τήν τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ἔλαβον. [*](C) οἱ γὰρ Σαυνῖται εἰς τὰ ὄρη τὰ Κρανιτὰ λεγόμενα, ὅτι Κρανίαν πολλὴν ἔχουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες οὖν οἱ Ρωμαῖοι εἰς τὰ εἰρημένα ὄρη ἀναβῆναι ἐτόλμησαν. λασίων οὖν αὐτῶν καὶ δυσπροσβάτων βάτων ὄντων, πολλοὶ μὲν ἀπέθανον , πολλοὶ δὲ καὶ ἑάλωσαν.
Οἱ δ’ ὕπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ’ Ἰούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, Ῥουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ [*](Cap 6. Dionis Historiae Romanae libri perditi: fragm. 40, 46, 47; 41.)
189
Κρότωνα ὥρμησεν ἀποστάντα ῾Ρωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, ἧς
[*](D) ἦρχε Νικόμαχος. ἀγνοήσας οὖν τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους, ἔπταισεν, ἐξαίφυης ἐπεκδραμόντων αὐτῷ. εἶτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν εἶλε· δύο γὰρ ἄνδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα ἔπεμψε, τὸν μὲν εὐθὺς λέγοντα ὅτι ἀπεγνωκὼς τὴν ἅλωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ᾿ ἕτερον μετὰ τοῦτο ὡς ἐν ὁ δῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ἵνα πίστιν ὁ λόγος ἔχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ οὖν Νικόμαχος πιστεύσας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι᾿ ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ ῾Ρουφῖνός ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι᾿ ὁμίχλην τότε συμβᾶσαν εἷλε τὴν πόλιν. μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ ῾Ρουφίνῳ περιπεσών πολλοὺς ἀπέβαλε. καὶ οἱ Λογροὶ τοῖς ᾿Ρωμαίοις προσεχώρησαν.
Τῷ δ᾿ ἑξῆς ἔτει Ῥωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολεέμησαν. ὁ δὲ Πύρρὸς τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν ἤδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς [*](P) ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν Ῥωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ ῾Ρήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ἔλαβε, καὶ εἰς Τά-
190
ῥαντὰ ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ Ῥωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀναβάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν ἄλλων
[*](C) ἐλεφάντων θορυβηθέντων , φύρδην ἀνεμίχθησαν ἅπαντα. τέλος δὲ οἱ Ῥωμαῖοι ἐπεκράτησαν , συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν. ὁ δὲ Πυρρὸς σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἶς τὴν Ἤπειρον ἀπέπλευσεν ὡς αὖθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νικίου ἐνδεδεμένον, ὃν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν οὖν Νικίαν οὕτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσασθαι ἔμελλεν , ἐρωτήσας δ’ αὐτοὺς διὰ τί ἔσκωπτον, ἐπεὶ ἀπεκρίθησαν ὅτι “ πολὺ πλείω καὶ χαλεπώτερα
[*](D) ἐιρήκειμεν ἂν εἰ μὴ ὁ οἶνος ἡμᾶς ἐπιλέλοιπε, γελάσας ἀφῆκεν αὐτούς.
Πυρρὸς μὲν οὖν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς Ῥωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ἔτει τὴν Ἰταλίαν λιπὼν καὶ ἐπὶ τὴν Ἑλλάδα στρατεύσας οὐ πολλῷ ὕστερον ἐν Ἄργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος ἔχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ἔτει ὅ τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ ἄλλους τε τῶν ἰππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν Ῥουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπατεύσαντα. αἴτιον δ’ ὅτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα
191
εἶχεν · οὕτως οἶ Ῥωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι εἶναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε ἄρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς ἄλλοις τοῖς κατά τι πρᾶγμα τῆ πόλει διαφέρον ἐξιοῦσι τά τε ἄλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο.
Τῶν Ταραντίνων . δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ' οὐδὲν ἤνυσαν , τεῖχός τι τῆς σφετέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ᾔσθοντο τοὺς Ῥωμαίους πολεμῆσαι σφίσι [*](P) βουλομένους, πρέσβεις εἰς τὴν Ῥώμην ἔστειλαν· καὶ εἰρήνης ἔτυχον.
Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πυρρὸν κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς Ῥωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἶ Ῥωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οἳ μεγαλοπρεπῆ δῶρα παρ’ ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ’ εἴασεν αὐτοὺς ταῦτα ἔχειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς τὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μίλωνι, [*](C) καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς εἴρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πυρρὸν τεθνάναι ἔμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν , τῶν Ῥωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν ἄκραν , ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν
192
περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ἔνσπονδοι Ῥωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ ὅπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν , καὶ τὰ
[*](D) τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν.
Οὕτω δὲ τοὺς Ταραντίνους ὑφ’ ἑαυτοὺς οἱ Ῥωμαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ Ῥήγιον, ὅτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ Ῥωμαίους διέφθειραν. τοὺς μὲν οὖν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ἔχοντας, οὑς συμμάχους οἶ ἐν τῷ Ῥηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο , ἐκακοπάθησαν δὲ πολιορκοῦντες τὸ Ῥήγιον σπάνει τε τροφῆς καὶ ἄλλοις τισίν, ἕως Ἱέρων ἐκ Σικελίας σῖτόν τε Ῥωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφὰς, καὶ τὴν πόλιν συνεῖλεν. ἣ τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόδη· οἱ δ’ ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν.
Ὁ δέ γε Ἱέρων οὔτε πατρόθεν ἐν ἐπιφάνειαν ἔχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων , Σικελίας ἁπάσης ἦρξε μικροῦ , καὶ φίλος Ῥωμαίοις ἐνομίσθη καὶ σύμμαχος. οὗτος οὖν τῶν Συρακουσίων κρατήσας μετὰ τὴν τοῦ Πυρροῦ φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε.
Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ὥστε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα , οἱ ἐν τῇ Ῥώμῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν.
193
Τῶ δ’ ἐξῆς ἔτει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν Ῥώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. [*](P) ἐφ’ ὃν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας ὄντας συνέσχον, χωρήσαντες δ’ ἐπὶ Καρκίνους , παρ’ οἶς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ἔσχον. καὶ τέλος νυκτὸς ὑπ’ αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς οὔσης, ἀλλ’ ὅτι σφοδρότατα ἔνιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου.
Πόλλα δὲ χρήματα τότε τῇ Ῥώμῃ ἐγένετο , ὥστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι.
Εἶτα εἰς τὴν νυν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν ὅτι τὸν Πυρρὸν ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον , τῇ δ’ ἀληθείᾳ ὅτι [*](C) ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς Ἰλλυρίδος καὶ τῆς Ἑλλάδος τοιαύτην ἔχον ὥσθ’ ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ εἷλον αὐτό , καὶ ἀποίκους ἔπεμψαν εἰς αὐτό τε καὶ εἰς ἕτερα. ταῦτα δ' ἀνύοντες καὶ ἐπὶ μείζον’ αἰρόμενοι οὐχ ὑπερεφρόνουν , ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῶ Ἰονίῳ κόλπω ἐξέδωκαν, ὅτι πρέσβεις αὐτῶν ὕβρισεν. οἷ δὲ λαβόντες [*](D) αὐτὸν ἀπέπεμψαν οἴκαδε ἀπαθῆ.
Ἐπὶ δὲ Κθΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ’ ἐλευθερίᾳ αὐτῶν· ἔνσπονδοι γὰρ ἦσαν αὐτοῖς. οἱ ἀρχαιότατοι Τυρση- [*](Cap. 7. Dionis Historiae Romanae libri perditi: fragmentum 42.)
194
νῶν ὄντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατεσκεύασαν ὀχυρώτατον , πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι’ αὐτὰ πολεμοῦντές ποτε τοῖς Ῥωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ’ ἐχειρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα , τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν , καὶ τὰς στρατείας δι’ ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο · καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέτας καὶ φρόνημα ἔχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προἰ·όντος δὲ τοῦ χρόνου καὶ ἔτυχον ταύτης δι’ ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δεσπότας διεδέχοντο , καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος εἶχον, καὶ τά τε ἄλλα καὶ τὰς ὕβρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. οὔτ’ οὖν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται οὔτε καθ’ ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι , λάθρᾳ πρέσβεις εἰς τὴν Ῥώμην ἀπέστειλαν. οἳ καὶ δι’ ἀπορρήτων νυκτὸς τὴν γερουσίαν
[*](P) εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ἵνα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ἔτυχον. καὶ οἶ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο , Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ἔλαθε κατὰ χώραν μείνας , καὶ ἔμαθεν ἃ ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν ἔχουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν ἄλλων τοὺς πρώτους. δι’ οὖν ταῦθ’ οἶ Ῥωμαῖοι τὸν Φάβιον ἐπ’ αὐτοὺς ἔστειλαν. καὶ ὃς τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῆ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ πρόσ’ ἔβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα
195
τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ’ ἐπὶ τούτῳ ἐπεξῆλθον.
[*](C) καὶ ἡττηθέντες αὖθις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ ὕπατος τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καἰ εἰ τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ.
Ἐντεῦθεν ἤρξαντο οἱ Ῥωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ οὔτι πάνυ πεπείραντο · θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε ἄλλας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν , οὐδὲν αὐτῶν οὖσιν ἥττοσιν οὔτε πλούτῳ οὔτε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ [*](D) πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ ἄρχουσι Λιβύων, τήν τε Σαρδῶ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ὅθεν καὶ τὴν Ἰταλίαν χειρώσασθαι δι’ ἐλπίδων πεποίηντο. τά τε γὰρ ἄλλα σφᾶς φρονηματίζεσθαι ἔπειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ’ οὐκ ἐπὶ χρονίῳ δυναστείᾳ προυβάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ὤργων.
Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο Ῥωμαίοις μὲν ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν , Καρχηδονίοις δὲ ὅτι φιλίαν Ῥωμαῖοι συνέθεντο τῷ Ἱέρωνι· τὸ δ' ἀληθές , ὅτι ἀλλήλους ὑφωρῶντο , καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ᾤοντο εἰ τὰ τῶν ἄλλων προσκτήσαιντο. οὕτω διανοουμένοις αὐ- [*](Cap. 8. Dionis Historiae Romanae libri perrditi: fragm. 43, 1 seq.)
196
τοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ’ ἦν τοιοῦτον.
Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσσήνην ἀποικίαν στειλάμενοι , τότε δ’ ὑπὸ Ἱέρωνος πολιορκούμενοι , ἐπεκαλέσαντο τοὺς Ῥωμαίους οἶα σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ὅτι, ἂν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους [*](P) τραπήσονται , κἀκεῖνοι τῆς τε Σικελίας ὅλης κρατήσουσι καὶ ἐς τὴν Ἰταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αὕτη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ὅτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. ἥ τε οὖν νῆσος οὕτω τῇ Ἰταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, ἄν γε ταύτην κατάσχωσι , καὶ ἡ Μεσσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν.
Ψηφισάμενοι δὲ βοήθειαν οἱ Ῥωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. ὅθεν ἀνάγκῃ πιεζόμενοι οἱ Μαμερτῖνοι [*](C) Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς Ἱέρωνα , ἵνα μὴ οἶ Ῥωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύλασσον, Ἄννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ Ἀππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ Ῥήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ’ ἐμβὰς [*](D) προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ὅσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ
197
γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει ὄντας , οὔτε γὰρ τοῖς Ῥωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο, ἔπλευσεν αὖθις, καὶ ἄλλα τε εἶπεν ἐπαγωγὰ καὶ ὡς ἐπ’ ἐλευθερώσει τῆς πόλεως ἥκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους ἢ ἀποχωρῆσαι ἐκέλευσεν ἤ , εἴ τι δίκαιον ἔχοιεν , τοῦτο εἰπεῖν. ὡς δ’ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη “ μαρτύριον παρ’ ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν ὅτι ἀδικοῦσιν , εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο ἄν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ ἄν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο.” καὶ ἐπηγγέλλετο βοηθήσειν αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ Ῥήγιον, καὶ μετ’ ὀλίγον παντὶ τό ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοὐ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον , τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ Ῥήγιον ἀπεσώθη.
[*](P)Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο , ἀλλ’ ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ’ οὐδὲν ἐδέξατο , ἠπείλησε μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ [*](Cap. 9. Dionis Historiae Romanae libri perditi: fragm. 43, 7 86 seq.)
198
τοὺς ῾Ρωμαίους ἐάσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ
[*](C) τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτως ἔπλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν οὖν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μεταπέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ 10 νεωτερίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ᾿ ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν ῾Ρωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων.
Καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄννωνα, κήρυκα δὲ τοῖς ῾Ρωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ᾿ οὐκ ἐπείθοντο οἱ ῾Ρωμαῖοι, τούς τε μισθοφοροῦντας παρ᾿ αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς, καἰ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νομίζων 30 φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ᾿ αὐτῶν τὸ μὲν τῶν ῾Ρω-
199
μαίων ἱππικὸν ἠλαττώθη , τὸ δ’ ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη , ἐς δὲ τὰς Συρακούσας ὕστερον ἀπεχώρησεν.
Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη , καὶ τῷ σφῶν προσέβαλε χαρακώματι , ὄντι οἶον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο [*](P) συνεῖχεν, ἐντεῦθεν δ’ ἴλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα , δι’ οὗπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος , ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύθεισαν τῶν στενῶν · κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ’ ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν [*](C) Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν ἐκράτουν , ὅτε δ’ ἐκρατοῦντο τοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν , εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμψε πρὸς τὸν Ἱέρωνα , εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόντος τινὸς πρός ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νόσον τῆς στρατιὰς , ἀπανέστη · καὶ οἱ Συρακούσιοι [*](D) εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν,
200
καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ Ῥήγιον.
Οἰ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες οὖν ὅ τε Μάξιμος Οὐαλέριος καὶ Ὁτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῆ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισ- χνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ’ αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ’ αὐτῷ πρός τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ’ ἑκουσίαν ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχὠρξσαν αὐτοῖς, τοὺς Καρχηδονίους.
Καὶ οἶ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδῶ τὸ πλείον’ ἐκόμισαν τοῦ στρατοῦ, ἔν ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ’ οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ [*](Cap. 10. Dionis Historiae Romanae libri perditi.)
201
μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς οἱ ὕπατοι ἐπ’ Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀννίβαν
[*](C) τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἶ ἐν Καρχηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ᾿ ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ’ ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Ἄννων δὲ
[*](D) ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι. διὸ οἴ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι.
Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν ᾿Αννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου προσπεσεῖσθαι. ὃμαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἐσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἶ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ’ Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ρωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων τῶν αὐτάς. ὁ δ᾿ Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκδρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν
202
ἔλαθεν, οἱ δ’ ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ἔτυχον οἱ Ἀκραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν ἄπαντες.
[*](P)Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ᾿ οἱ κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ’ αὐτοῦ τὸν Βαρκίδην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρχοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἀλλ’ οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστήσαντες ἀντ’ ἐς γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον.
[*](C)ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθείς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέφθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τόν Ῥωμαίων ἀπέθανον.
Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἶ Ρωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουί- [*](D) τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν.
203
ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ’ ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς οὖν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς ἄμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνε- βίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντ’ εὐξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς
οὐδὲ ἀραμένους τὰ ὅπλα εἷλον.
Εἶτα Ἀννίβας μὲν Ἰταλίαν ἐπόρθει, Ἀμίλκας κἀς δὲ Ἔγεσταν ἐστράτευσεν, ἐν ᾗ τὸ πλεῖστον τοὐ πεζοῦ τοῖς Ῥωμαίοις ἦνοἶς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἶ ἐν Ῥώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουίλιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῆ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας , τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ ἄλλα τοιαῦτα Β κατεσκεύασεν , ὅπως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ἴοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες οὖν οἱ Καρχηδόνιοι ταῖς τῶν Ρωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ [*](Cap. 11. Dionis Historiae Romanae libri perditi: fragm. 43, 18.)
204
τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν οὖν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, εἶθ᾿ οἶ ῾Ρωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ᾿ Ἀννίβας ἐπὶ ἑπτήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἐπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε.
C Τῆς μὲν οὖν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ᾿ Ἀννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν ἧτταν ἀπέκτειναν ἄν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφὰς, ὡς ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, εἰ ναυμαχῆσαι κελεύουσιν ἢ μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ὅτι “οὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ᾿ οὐ τῆς τύχης ἐτύγχανον κύριος.” καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸ [*](D) πεζὸν προσλαβὼν τούς τε Ἐγεσταίους ἐρρύσατο, μηδ᾿ εἰς χεῖρας αὐτῷ τοῦ Ἀμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ ἄλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν ῾Ρώμὴν τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ᾿ αὐτοῦ ὁ Ἀμίλκας τό τε Δρέπανον κεκλημένον, ἔστι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο ἄξια, καὶ τοὺς Ἐρυκίνους ἅπαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ἵνα μὴ οἱ Ῥωμαῖοι καρτερὰν αὐτὴν οὖσαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις εἷλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν ἂν κατεστρέψατο ἅπασαν.
Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρ-
205
σηνικῷ πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν εἶναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ εἷλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδῶ πλέων κατ’ εἶδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ’ αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ἔφυγον πρὶν ἢ συμμίξαι, αὐτὸς δ’ ἐπὶ πόλιν Ὀλβίαν ἦλθεν· ἔνθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ εἶχε τὸ πεζὸν ἀξιόμαχον, ἐπ’ οἴκου ἀπῆρεν.
[*](P)Ἐν δὲ τῷ τότε χρόνῳ ἄλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ ἄστει δουλευόντων , καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ Ῥώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο Ἑριος Ποτίλιος ὁ τῆς βοηθείας ἄρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ἵνα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οἷός τ' ἦν καταμηνῦσαι τὸ βού- λευμα, πάντες γὰρ περὶ αὐτὸν ἦσαν οἱ Σαυνῖται, ἔπεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς· περὶ τὸν σῖτον ἀδικουμένους ὅνπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αἴτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας [*](C) ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον συνέλαβον τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν ’ καὶ οὕτως ἡ πάσα ἐλύθη συνωμοσία.
Τῷ δ’ ἐπιγενομένῳ θέρει ἴν τε τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἅμα ἐπολέμησαν οἱ Ῥωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ' Ἀτίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών , τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος
206
αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων
[*](D)οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν Καρχηδονίων ἅμα τῇ ἕῳ τὰς πύλας ἐθελονταὶ οἶ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ Ρωμαῖοι πάντας ἐφόνευον, ἕως ἐκήρυξεν ὁ Ἀτίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος εἶναι . ἔκτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προδιαρπάσαντες κατέπρησαν.
Ἐκεῖθεν δ’ ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον· καὶ πανσυδὶ ἂν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ’ ἐκεῖνον ὥρμησεν, ἴν οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κάντεῦθεν οἶ λοιποὶ διαφύγωσι. καὶ ἔσχεν οὕτως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν εἶδον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν ὕπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ἤδη ἑαλωκότας κατέλιπον , ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ’ οἱ τριακόσιοι ἔπεσον· μόνος δὲ περιεσέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ’ ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τευνηκώς, ἔνθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ᾧ δ' οἱ τριακόσιοι [*](P) ἐμάχοντο , ὁ ὕπατος ἀπεχώρησε. διαφυγὼν δ’ οὕτως τήν τε Καμάριναν καὶ ἄλλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν [*](Cap. 12. Dionis Histroiae Romanae libri perditi: fragm. 43, 19, 20.)
207
ἐπὶ τὴν Λιπάραν ὥρμησεν ὁ Ἀτίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ Ἀμίλκας, καὶ ἐπεξελ- θὼν αἰφνιδίως πολλοὺς διέφθειρε.
Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλείστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ὧ́ρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἶ Καρχηδό- νιοι σὺν τῷ Ἀννίβᾳ περὶ τοῖς οἴκοι δεδιότες, ἀντι- πνεύσαντος δὲ πνεύματος σφίσιν ἄμφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα ἴσφηλε διά τινων ψευδ αὐτομόλων τὸν Ἀννίβαν ὁ Ἀτίλιος ὡς ἐς τὴν Λιβύην αὖθις πλευσόμενος. σπουδῇ τε οὖν αὐτῷ ἐξαναχθέντι ἐπῖ- [*](C) πλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεόν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγού— σὰς ἐς τὴν γῆν κενὰς εἷλεν. ὁ γὰρ Ἀννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχό- ρησεν εἰς πόλιν Σουλκούς· ἔνθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ’ ἐκ τούτου τὴν χώραν κατα- τρέχοντες οἱ Ῥωμαῖοι ἡττήθησαν ὑπὸ Ἄννωνος. ταῦτα ἐν τῷ ἴτει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴνῬώμην ἅμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ἔπεσον ’ καὶ ἐς τὸ Ἀλβανὸν καὶ ἄλλοθι λί- [*](D) θους ὁμοίως συνέβη κατενεχθῆναι.
Οἱ δ’ ὕπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπά- ’ρᾶν ἐστράτευσαν. ἐπεὶ δ’ ὑπὸ τὴν ἄκραν τὴν Τυν- δαρίδα καλουμένην ναυλοχοῦντας ᾔσθοντο τοὺς Καρ- χηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ Ἀμίλκας μόνους εἶναι, ἔξα- νήχθη- ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρ-
208
θέντες δ’ οἱ Ῥωμαῖοι Σικελίαν μὲν ὡς ἤδη σφετέραν οὖσαν κατέλιπον , τῇ δὲ Λιβύῃ τῇ τε Καρχηδόνι ἐπιχειρήσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος , ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ Ἡρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ἦλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσχον Ῥωμαῖοι. Ἀμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι ἐτόλμα, Ἄννωνα δὲ πρὸς αὐτοὺς ἔπεμψεν ὡς ὑπὲρ
[*](P) εἰρήνης, βουλόμενος τόν καιρὸν τρίβειν ’ ἤλπιζε γὰρ στράτευμά οἶ πεμφθήσεσθαι οἴκοθεν. Ἄννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ὅτι καὶ Καρχηδό- νιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, “ ἂν τοῦτο ποιήσητε” εἶπεν, ‘‘οὐδὲν ἔτι κρείττους τῶν Διβύων ἔσεσθε.” ἐκεῖνος μὲν οὖν εὐκαιρότατα θωπεύσας οὐδὲν ἔπαθεν, οἱ δὲ καὶ αὖθις τοῦ πολέμου εἴχοντο. καὶ οἱ μὲν ὕπατοι ἐκ τῆς Μεσσήνης ἔπλεον, Ἀμίλκας δὲ καὶ Ἄννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ’ ὁ Ἄννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ’ εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν . ὁ δὲ Ἀμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ἔμενεν. ἐκβάντες δ’ εἰς τὴν γῆν
[*](C) οἶ Ῥωμαῖοι ἐπὶ τὴν Ἀσπίδα τὴν πόλιν ἐχώρησαν. οὓς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προυπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ Ῥωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας , τὰς δὲ φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ
209
αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομί- ζοντο.
Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς Ῥώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, Ῥηγοῦλος δ’ ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγόνασι, [*](D) τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων , καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. Ῥηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερμεγέθης, οὐ τὸ μῆκος λέγεται εἶναι ποδῶν ἑκατὸν πρὸς τοῖς εἴκοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν Ῥώμην κεκόμιστο δι’ ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν ἄλλον ὄγκον εἶχε τοῦ σώματος. ὃς συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ , τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατ’ εἶργ’ ἄσατο δ’ αὐτὸν ὁ Ῥηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχαναῖς λιθοβόλοις. καὶ τὸν μὲν οὕτως ἔφθειρεν, τῷ δέ Ἀμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ’ ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπίπτοντες ὤλλυντο. καὶ οὕτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολ(??) καὶ πόλεις αὐτῶν συχναὶ πρὸς Ῥωμαίους μεθίσταντο. φοβηθέντες δ’ οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὄπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο [*](Cap. 13. Dionis Historiae Romanae libri perditi: fragm. 43, 20, b. (quod faciendum 21, b, quum 21 sit apud Zonaram ρ. 208, 17, et 22 hic ρ. 209, 25), 24 seqq. )
210
[*](P) καὶ φορτικά , ὡς ἅλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον εἵλοντο.
Ὁ μέντοι Ῥηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήμα- τος μεστὸς ἐγένετο καὶ φρονήματος, ὥστε καὶ γράφειν εἰς τὴν Ῥώμην ὅτι κατεσφραγισμένας ἔχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου ’ τὰ ἴσα δὲ καὶ οἱ σὺν αὐτῶ καὶ οἶ ἐν τῇ Ῥώμῃ ἐφρόνουν. ὅθεν καὶ ἐσφάλησαν. ἦλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ἕτεροι σύμμαχοι, ἦλθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάνθιππος. οὗτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφάς. ὅ τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα [*](C) προθύμως ἐπέτρεψε καὶ ὁ Ἀμίλκας καὶ οἱ λοιποὶ οἶ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε ἄλλα παρεσκεύασευ εὖ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οἶς ὑπὸ δέους ἦσαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ᾧ ἥ τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν ἔμελλον. καὶ τὸν μὲν ἄλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς Ρωμαίους καταφρονητικῶς αὐλιζομένους , μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες . οὕτω γὰρ καλοῦσι τοὺς Ἕλληνας, καὶ εἰς ὄνειδος δυσγενείας τῷ προσρήματι κατ’ αὐτῶν χρῶνται . τὰς στρατοπεδείας ἀπερισκέπτως πεποίηντο , οὕτως οὖν τοῖς Ρωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς [*](D) μὲν κατέκοψε , πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν Ρηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ἦσαν οἱ Καρχηδόνιοι . τοὺς δὲ ἁλόντας περιέσωσαν, ἕνα μὴ καὶ οἶ παρὰ τῶν Ῥωμαίων πρότερον ἐξ αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν οὖν ἄλλους [*](8 Dionis fragm. 43, 2429.)
211
τῶν ἑαλωκότων Ῥωμαίων ἐν θεραπείᾳ εἶχον, τὸν δὲ Ῥηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο , τροφήν τε αὐτῷ ὅσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, συνεχῶς, ὅπως ὑπ’ αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες οὕτως αὐτὸν εἰς δεσμωτήριον ἔθεντο.
Τοὺς δὲ σφετέρους συμμάχους οἶ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς ἃ προυπέσχοντο , ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφάς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἶ δὲ ναῦν αὐτῶ δοῦναι παλαιὰν μηδὲν στέγουσαν , νέον καταπιττώσαντας ἔξωθεν , ἵν αὐτὴ ἐφ’ ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ οὕτω διασωθῆναι. ταῦτα δ’ ἐποίουν, ἵνα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν ἔργων δόξαν συναπολέσθαι.
[*](P)Οἱ δ’ ἐν τῇ Ρώμῃ ἤλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ὅτι τοὺς Καρχηδονίους ἐπὶ τὴν Ρώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε Ἰταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ ὄντας Ῥωμαίους σπουδῇ τοὺς ὑπάτους ἔπεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οἱ ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι λη- φθέντες κατηνέχθησαν ἐς Κόρσουραν. πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες ἔπλεον αὖθις. [*](C) [*](Cap. 14. Dionis Historiae Romanae libri perditi. )
212
κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, Ῥωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι. ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ Ἀσπίδι ὄντες Ῥωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ Ρωμαῖοι ἐκράτησαν, καὶ εἷλον πολλούς . οὑς διὰ τὸν Ῥηγοῦλον καὶ τοὺς μετ’ αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς
[*](D) δέ τινας ποιησάμενοι ἐς Σικελίαν ἔπλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οἴκοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν.
Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν όρσουραν ἔλαβον καὶ ἐς Σικελίαν ἐπεραιώθησαν . καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον ἔμαθον πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν ἄν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ Ρωμαῖοι ναυτικόν τε ἄριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν , καὶ οὕτως ἐρρώσθησαν ὥστε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ’ ἦν ἔτος ἀφ’ οὗπερ ἡ Ρώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς εἷλον, τῇ δὲ ἄκρᾳ προσεδρεύοντες ἐκακοπάθησαν , μέχρις οὗ τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οἴκαδε πλεούσας τηρήσαντες εἷλον συχνὰς χρημάτων μεστάς.
Εἶτα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώνιος ὕπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν , καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ' ἐκομίζοντο οἴκαδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος
213
ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν ἄλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ’ ὀλίγαις τὴν Ίταλίαν φρουρεῖν.
Τῷ δ' ἐπιγενομένῳ ἔτει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ἦλθον , καὶ ἄλλα τέ τινα κατεστρέψαντο καὶ Ἱμέραν ’ οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος [*](P) ναῦς τε παρὰ Ἱέρωνος εἰληφὼς καὶ ὅσοι τῶν Ῥωμαίων ἦσαν ἐκεῖ συμπαραλαβὼν ἔπλευσεν εἰς Διπάραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον καταλιπὼν προσεδρεύσοντα μάχης ἄνευ, ἀπῆρεν οἴκαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αύρήλιος μετὰ ταῦτα ἐκείνους ἐλῶν πάντας ἀπέκτεινε καὶ τὸν Κάσσιον τῆς ἀρχῆς ἔπαυσε.
Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς Ῥωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες, ἔπεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ ἕως μὲν ἄμφω παρῆσαν ’σαν οἱ ὕπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φούριος, ἠρέμουν ὧς δὲ πρὸς τὴν Ῥώμην ἀπῆρεν ὁ [*](C) Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ἦλθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων , ἤθροισε τοὺς ἐν τῇ πόλει πάντας , καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε ’ καὶ οὕτως ἕκαστον ἀνακρίνων ὅστις τε εἴη καὶ ὅ,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ' ἐπὶ πλείΠούλιος [*](6 Γάιος καὶ Αύρήλιος Σερουίλιος] Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος recte ρ. 219, 1.)
214
οὑς ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς Ῥωμαίοις ἦρε· κἀκ τούτου
[*](D) ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ὥστε μηκέτ’ ἀναχωρῆσαι δι’ αὐτοῦ δυνηθῆναι. στενοχωρούμενοι γάρ, ἅτε καὶ αὐτοὶ πολλοὶ ὄντες καὶ πολλοὺς ἐλέφαντας ἔχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ὥρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἶ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο , οἱ δὲ ὑπὸ τῶν Ρωμαίων ἐκτείνοντο , πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ἄνδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ἄνευ τῶν συνήθων σφίσιν ἀνδρῶν ὄντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ ἄδειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν . καὶ οὕτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς ἄλλους προσεπεσπάσαντο. οὓς καὶ εἰς τὴν Ῥώμην ἐκόμισαν ἑκατὸν ὄντας καὶ εἴκοσιν, οὕτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ὥστε μήτ’ ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ’ αὐτῶν ἐπέτειναν καὶ ὕλην καὶ γῆν ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν
[*](P) οὐδ’ αἰσθανομένους ὅτι πλέοιεν. ὁ μὲν οὖν Μέτελλος οὕτως ἐνίκησεν, ὁ δ’ Ἀσδρούβας ὁ τῶν Καρχηδονίων
215
στρατηγὸς σωθεὶς τότε ὕστερον ὑπὸ τῶν οἴκοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη.