Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Οὔτῳ μὲν οὑν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπεράνθησαν· ἐκείνων δ' ἐξωσθέντων τῆς βασιλείας ὕπατοι, ὡς εἴρηται, παρὰ τῶν Ῥωμαίων ᾑρέθησαν. ὧν εἶς ἦν καὶ Πόπλιος Οὐαλέριος, ὅς τετράκις ὑπάτευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. οὕτος οὑν μό- νος ἄρχων καὶ μὴ συνάρχοντα εἰληφὼς Ῥωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονόμον ὑπατείας εἶναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννίδος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προιόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ γὰρ πολυτελεστέραν εἶχεν οἰκίαν ἐπικειμένην τῇ ἀγορᾷ ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν καὶ ταύτην κατέσκαψεν, ὥστε μεθ’ ἡμέραν τοὺς Ῥωμαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, ἄχθεσθαι δ’ ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέκεις δὲ τόν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν [*](D) [*](Cap. 13. Plutarchi Publicola. Dionis Historiae Romanae libri perditi.)

124
χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τούτων ἐγκρατεῖς ὄντες οἶ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἶ ταμίαι ἤρξαντο γίνεσθαι· κοιαίστωρας δ’ ἐκάλουν αὐτούς. οἲ πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινόν χρημάτων διοίκησιν ἔλαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ’ ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἤσαν διοικηταί. ἀπέδειξε δὲ ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τούτου θανόντος ᾑρέθη Μάρκος Ὁράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρόν τοῦ ἐνιαυτοῦ. αἱρεθεὶς δὲ καὶ αὖθις ὕπατος ὁ Ποπλικόλας ἔσχε συνυπατεύοντα Τίτον Λουκρήτιον.

Μετὰ δὲ ταύτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελφὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε.

Τῷ δ’ ἐξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ [*](P) προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ἁμονοησάντων κατὰ τῆς Ῥώμης προσέλασις. ἦν δ’ ἐν Σαβίνοις ἀνὴρ Ἄππιος Κλαύδιος ἔν τε χρήμασι καὶ ῥώμῃ σὠματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἀπιφανὴς καὶ λόγου δεινότητι· ὃς διὰ ταῦτα φθονούμενος ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν ὅτι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ Ῥώμῃ προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων

125
συνέπεσθαί οἱ συνέπεισεν. οὓς ὁ Ποπλικόλας φιλοφρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψάμενος. ὅθεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων [*](C) κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα. οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς ῾Ρώμης ἐπήλασαν. οἷς τοὺς ῾Ρωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μικροῦ 10 πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ᾿ ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ᾿ αὐτὸν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ᾿ ὅλον ἐνιαυτόν.

Οἱ μέντοι Σαβῖνοι δι᾿ ὀργὴν ὢν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν Ῥωμαΐδα χώραν [*](D) κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρήσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ ἄστυ ἐλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιπούς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν.

Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ἔφθειραν. Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συνωμοσίαν δούλων καὶ ἄλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων τῆς ἐπιβουλῆς μετεχόντων. οὕς καὶ συσχόντες περι-

126
σταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη.

Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ’ ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης [*](P) ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ’ ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν ὅτι μὴ ἐφ’ ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς [*](C) τῆς βουλῆς. καὶ οὔτ’ ἐγκαλέσαι τις αὐτῷ οὔτ’ ἐναντίον τι διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ’ αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἕξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, ἔνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μοναρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον καὶ ὁ Καῖσαρ Ἰούλιος ἔπαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατωρείας ἠξίωτο.

Τότε μὲν οὖν δικτάτωρος γενομένου Λαρκίου οὐ- [*](Cap. 14. Dionis Historiae Romanae libri perditi : fragmentum 17.)

127
’δεν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς ὅπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ [*](D) συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αὖθις ἐστασίαζε διὰ τοῦτο, ὥστε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες ἂν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ἤδη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ’ ὡς ὑπὸ τῶν πολεμίων ὅσον οὔπω φθαρησομένης. διὸ οὔτε τοῦ τείχους ἔθεντο φυλακὴν οὔτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ ἄδειαν τῶν εἰσπράξεων καθ’ ὅσον στρατεύοιντο ἐψηφίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν οὖν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ’ ἄλλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον.

Πολέμου δὲ αὖθις ἐπενεχθέντος οἱ μὲν στρατη- γοῖ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ ἕτεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλήθει φιλούμενος· ἔνθεν τοι τοσοῦτοι καὶ οὕτω προθύμως, ἐπεὶ αὐτοῖς καὶ ἆθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις [*](P) ἄλλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν ἐξελληνιζόμενον δὲ μέγιστον [*](24 ἐκ τῆς — συγγενείας] Ρ. 124, 18 ex Plutarchi Publicola c. 17, ἀδελφός Ποπλικόλα.)

128
σημαίνει τὸ ὄνομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ’ οὐκ ἔσχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ἔτι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ὀφλοῦσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε [*](C) διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέγονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι.

Οὕτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ [*](D) πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον οὗτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, ὅσα πρὸς βουλῆς ἤσαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, εἷς τῶν πρέσβεων Ἀγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν εἶπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη [*](6 οἱ γὰρ δανεισταί — 13 ἀκρίβεια γέγονεν] Dionis fragmentum 17, 6. 19 ἐκ τῆς χώρας — ρ. 129 fin. ψηφισαμένης αὐτοῖς] Dionis fragm. 17, 9 — 12.)

129
πάντα τοῦ σὠματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ἔργα καὶ τοὺς πόδας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ὅτι δι’ ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ὦτα δ’ αὖ ὡς δι’ ἡμῶν οἱ ἑτέρων λόγοι τό νοὶ παραπέμπονται, τὰς δὲ χεῖρας ὅτι ἐργάτιδες οὖσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ' αὖθις ὅτι ἅπαν ἡμεῖς τό σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν ταῖς στάσεσιν· ἡμῶν δ’ ἐνεργούντων οὕτω σὺ μόνη ἀσυντελὴς οὖσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ αυνέθετο καὶ αὐτὴ οὕτω ταῦτ’ ἔχειν, καὶ εἰ δοκεῖ, ἔφησεν, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. [*](P) ἔδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι. τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ οὔθ’ αἶ χεῖρες πρὸς ἔργον ἤσαν εὐκίνητοι διὰ τὴν ἔνδειαν τῆς γαστρὸς ἀτονήσασαι, οὔθ’ οἱ πόδες ἔρρωντο, οὔτε τι ἕτερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ’ ἄπρακτα πάντα δυσκίνητά τε ἢ καὶ τέλεον ἤσαν καὶ τότε συνῆκαν ὅτι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ’ αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν ἕκαστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει.

Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ώφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ τὰς οὐσίας αὔξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν [*](C) ἀποβαίνει, ὡς εἴ γε μὴ ἔχοιεν οἱ πλουτοῦντες, οὐδ’ οἱ πένητες ἂν ἐν καιροῖς ἀναγκαίοις ἕξουσι τοὺς

130
δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν ἄφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς.

Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συστάσεως ἣ τὰς συνθήκας οὐκ ἐπιτελεῖς ἕξουσιν ἣ κακωθῶσι διαλυθέντες καὶ ἄλλος κατ’ ἄλλην πρόφασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, ἄν τίς τι ἀδικοῖτο, καὶ ὅρκους ἐπὶ τούτῳ [*](D) ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προεχειρίασντο, εἶτα καὶ πλείους, ἔν εἶεν αὐτοῖς κατὰ συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ ἅπαξ ἐποίησαν, ἀλλ’ ἔκτοτε τὸ πρᾶγμα ἀρξάμενον οὕτω προέβαινε, καὶ ἐπ’ ἐνιαυτὸν τοὺς προστάτας ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, οὕτω γὰρ οἶ χιλίαρχοι κέκληνται, δημάρχους δὲ προσαγορευομένους τῇ Ἑλληνίδι φωνῇ. ἵνα δὲ διαστέλληται ἡ τῶν τριβούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. οὗτοι δὴ τοῦ πλήθους οἶ τριβοῦνοι ἢ δήμαρχοι μεγάλων κακῶν αἴτιοι τῇ Ῥώμᾐ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ὄνομα οὐκ ἴσχον εὐθύς, ἰσχὺν δ' ὑπὲρ πάντας τοὺς ἄλλους ἐκτήσαντο, ἤμυνόν τε δεομένῳ παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον σφάς ἀφῃροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν ἀρχόντων, πλὴν τῶν δικτατώρων. εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπὸ τοῦ συνἐχοτος αὐτὸν ἀπηλλάττετο καὶ ἢ ἐς τὸ πλῆθος ὑπ’ αὐτῶν εἰσήγετο ἢ καὶ ἀπελύετο. ἀλλὰ καὶ εἴ τί που [*](Cap. 15. Dionis Historiae Romanae libri perditi : fragm. —17, 1.)

131
ἔδοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, κἂν ἰδιώτης ἦν ὁ ποιῶν κἂν ἄρχων· κἂν ὁ δῆμος κἂν ἡ βουλὴ πράττειν ἔμελλέ τι κἄν ψηφίζεσθαι, εἶς δέ τις ἠναντίωτο δήμαρχος, ἄπρακτος καὶ ἡ πράξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ [*](P) χρόνου δὲ προἰ·όντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν ἢ ἑαυτοῖς ἐπέτρεψαν. καὶ ὃ γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀν’ ἀνταγωνίστου πρὸς πὰν τὸ πραττόμενον ὑφ’ ἑτέρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους εἰσήγαγον ἔν ὅστις αὐτοῖς ἔργῳ ἢ λόγῳ προσκρούσῃ, κἂν ἰδιώτης εἴη κἂν ἄρχων, ἱερός τε ἦ καὶ τῷ ἄγει ἐνέχηται. τὸ δὲ ἱερὸν εἶναι ἀπολωλέναι ἦν· οὕτω γὰρ πᾶν ὅπερ ἂν ὥσπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. [*](C) καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακροσάγκτους ὠνόμασαν, οἷον τείχη ἅγια εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλουμένων τυγχάνοντας. σάκρα γὰρ παρὰ Ῥωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ ἅγια. ἱδρῶν οὖν πολλὰ ἄτοπα· καὶ γὰρ καὶ ὑπάτους ἔβαλλον εἰς τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλμα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. εἰ μέντοι τινὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, [*](D) καὶ οὕτως εἰς δίκην καθίσταντο ἢ παρ’ αὐτοῖς ἐκείνοις ἢ παρά τισι δικασταῖς ἢ καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προἰόντος τοῦ χρόνου οἶ δήμαρχοι κατέστησαν· ὅθεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. φύσει γὰρ ὥσπερ, φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἶ συνάρχοντες διαφέρονται· καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα ὄντας συμφρονῆσαι. ἄμα δὲ καὶ οἱ ἄλλοι διασπᾶν
132
τὴν αὐτῶν δύναμιν μηχανώμενοι , ὅπως ἀσθενέστεροι διχογνωμονοῦντες ὦσιν, ἐστασίαζον , καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ εἷς σφῶν ἀντεῖπε , τὰς τῶν ἄλλων διαγνώσεις ἀπράκτους ἀπέ- φαινε. τὸ μὲν οὑν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βουλευτήριρον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιούμενα παρετήρουν, καὶ εἴ τι μὴ αὐτοῖς ἤρεσκε, παρα- χρῆμα ἀνθίσταντο· εἶτα καὶ εἰσεκαλοῦντο ἐντός. εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δη- μαρχήσαντες , καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐπατρίδης ἐτύγχανεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ὅμιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην δύναμιν προσαγαγόντες, ἐδεδοίκεσαν [*](P) μή τις αὐτῶν τῇ ἰσχύι· ἐς τοὐναντίον κατ᾿ αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμό- σατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφόδρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ἔρωτι τοῦ μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν.

Οὕτω μὲν οὖν ἡ τῶν δημάρχων δυναστεία συνέστη. οἷς καὶ ἀγορανόμους δύο προσείλοντο, οἶον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τό πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ὥστε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν οὖν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, [*](C) ὕστερον δὲ καὶ ἄλλ’ ἄττα καὶ τὴν τῶν ὠνίων ἀγορὰν ἐπετράπησαν, ὅθεν καὶ ἀγορανόμοι τοῖς ἑλληνίζουσιν ὠνομάσθησαν.

[*](8 εἰ δὲ καὶ εἳς σφῶν ἀντεῖπε] Dionis fragm. 17, 15.)
133

Ἡ μὲν οὖν στάσις ἡ πρώτη οὕτω τοῖς Ῥωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ’ αὐτῶν κινηθέντων, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πολέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. ὅτε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώσατο· ὃς διὰ τοῦτο ἄλλως τε ἐδοξάσθη καὶ Κοριολᾶνος [*](D) ἐκ τοῦ ἔθνους οὗ ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν οὕτως ἤρθη, οὐ πολλῷ δ’ ὕστερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ οὖν δήμαρχοι, οὓς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ’ αὐτοῦ συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς Ῥώμης ἐξήλασαν. ἐκπεσὼν οὖν τοῖς Οὐολύσκοις εὐθὺς προσεχώρησεν. ὧν οἱ μὲν πρῶτοι καὶ οἶ ἐν τοῖς τέλεσιν αὐτῶν ὄντες ἔχαιρόν τε αὐτῷ καὶ αὖθις πρὸς πόλεμον ἡτοιμάζοντο, Ἀττίου Τουλλιου πρὸς τοῦτον ἐρεθίζοντος ἅπαντας· ὁ δὲ ὅμιλος ἀπρόθυμος ἦν. ὡς οὖν οὔτε παραινοῦντες οὔτ’ ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινήσαι πρὸς ὅπλων ἄρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρομίαν τῶν Ῥωμαίων ἀγόντων ἄλλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἔπεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἶ δὲ στρατηγοὶ καὶ τοῖς ἄλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς [*](Cap. 16. Dionis Historiae Romanae libri perditi : fragmentum 18.)

134
Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος ἅπαντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετοῦντες ὅτι μόνοι ἐκ πάντων ἐξελήλαντο, ἕτοιμοι πρὸς μάχην ἐγένοντο. καὶ [*](P) προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν Ῥώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ὃ οἱ Ῥωμαῖοι πυθόμενοι πρὸς τὰ ὅπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ’ ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας ὅτι ἐξ αὐτόν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἶ δὲ τὸν ὅμιλον ὅτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. οὕτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον ἄν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφίσατο, [*](C) καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει ἧς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν οὖν ἑτέρα πρεσβεία. ὁ δὲ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ’ οὕτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς οὔτ’ ἔτι κεκίνηντο οὔθ’ ὑπὸ τῶν κινδύνων οἱ ἄνδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, ἤ τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, ἦλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ [*](D) παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν ἄλλαι σιωπῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα “οὐκ ηύτομολήκαμεν” ἔφη ‘‘τέκνον, ἀλλ’ ἡ πατρὶς ἡμᾶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμὰς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου
135
τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολᾶνος ἐγένου. μή με ἄπρακτον ἀποπέμψῃς , ἔνα μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ.’ ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη αὕτη σε ἔτεκεν ἴφη “ τέκνον, οὗτοί σε ἐξἐθρεψαν.’’ ἡ μὲν εἶπε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν , ὥστε κἀκεῖνον εἰς πένθος κινήσαι. μόλις δ' ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν ἄμα “ἴδε” ἔφη μῆτερ, σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν · ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οἳ τηλικαῦτα παρ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ’ ἀφίξομαι εἰς τήν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ὅτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι.’’ ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο , ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν.

[*](P)

Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖσαν ’σαν Ῥωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· ὅθεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ ἄλλως κατέχειν αὐ- τοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ἕν αὐτοῖς ἀσχολούμενοι μηδὲν περὶ τῆς γῆς πλουπραγμονῶσι. ὦσι. χρόνῳ δέ ποτε ὑποτοπήσαντές τι- νες τὸ πραττόμενον , οὐκ εἴων καὶ ἄμφω τοὺς ὑπάτους ἦι στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ’ ἤθελον καὶ αὐτοὶ τὸν ἕτερον ἐκ τῶν εὐπατριδῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο , προεί- [*](C) [*](Cap. 17. Dionis Historiae Romanae libri perditi: fragm. 19 –23, 2.)

136
λοντο Σπούριον Φούριον, καὶ μετ’ ἐκείνου στρατευσάμενοι πάντα ἐφ’ ὅσα ὥρμησαν προθύμως κατέπρα- ξαν. οἱ δὲ τᾦ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ τό στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν ἦλθον καὶ ἐθορύβουν, ἕως οἶ Τυρσηνοὶ τοῦτο μαθόντες ἐπεχείρησαν ρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολ- λοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον ἔπεσε δὲ καὶ ὁ εἷς τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ὅμιλος στρατηγὸν τὸ τρίτον τὸν Μά- λιον εἵλετο.

[*](D)

Καὶ πόλεμος αὖθις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν Τυρσηνῶν · ἀθυμοῦσι δὲ Ῥωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ Φάβιοι ἐπεκούρησαν. ἒξ γὰρ ὄντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας εἶδον αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας ἅπαντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς ὑπεδέξαντο πόλεμον αὐτοὶ δι’ ἑαυτῶν προθυμηθέντες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐτειχίσαντο, ὅθεν ὁρμώμενοι πάντα τὰ τῶν πολεμίων ἦγον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἶ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιε- στοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ γένος αὐτῶν ἐξέλιπεν ἄν, εἰ μὴ εἷς τις οἴκοι κατελείφθη διὰ νεότητα, ἀφ’ οὗπερ αὖθις εἰσέπειτα ἤνθησαν.

137

Τῶν δὲ Φαβίων οὕτω φθαρέντων οἶ Ῥωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. εἶτα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς ἐποιήσαντο, τραπόμενοι δ’ ἐπ’ ἀλλήλους ἔπραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν ἔπαιον καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ’ εὐθύνην ἦγον ἐπὶ [*](P) πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι. Ἄππιον οὖν Κλαύδιον καὶ παρ’ αὐτὴν τὴν ἀρχὴν εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο , ὅτι τε αὐτοῖς ἠναντιοῦτο εἰς ἅπαντα καὶ ὅτι τοὺς συστρατευσαμένους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκάτευσις δὲ τοιόνδε τι ἦν. ὅτε τι οἶ στρατιῶται μέγα ἡμάρτησαν , ὁ στρατηγὸς εἰς δεκάδας αὐτοὺς ἀριθμῶν. ἔνα λαβὼν ἐξ ἑκάστης δε- κάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελ- θόντα δ’ ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἶ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψηφί- σαντο μέν , τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην [*](C) αὐτὸν αὐτοχειρίας κατέστησαν. καί τινες δὲ τῶν δη- μάρχων ἄλλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ’ ἑαυτό συνιέναι καὶ ἄνευ ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ’ ὅσα ἂν ἐθελήσῃ. κἄν τις ἐπ’ αἰτίᾳ τινὶ παρὰ τῶν στρατηγῶν προστιμηθῇ , ἔκκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν ἔταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρχους ἐπηύξησαν , ἵνα πλείστους τοὺς αὐτῶν προισταμένους ἔχωσι.

Πραττομένων δὲ τούτων οἶ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ ἀντέπραττον πλὴν βραχέων , λάθρᾳ δὲ [*](D) συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν οὔθ’ ὅτι ποτὲ ἐννέα δήμαρχοι

138
πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρχοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ τῶν εὐπατριδῶν προήχθη ὁ ὅμιλος. οὔτε γὰρ στρατεύειν ἐπείθοντο πολέμων ἐπικειμένων, εἰ μὴ ὧν ὠρέγοντο ἔτυχον, καὶ εἴ ποτε δ᾿ ἐξῆλθον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ᾿ ὅσα ἐβούλοντο ἤνυσαν. κἀντεῦθεν πολλοὶ τῶν προσοίκων αὐτοῖς, τῇ ἐκείνων διχοστασίᾳ ἢ τῇ ἑαυτῶν θαρροῦντες ἰσχύι, ἐνεωτέρισαν. ὧν ἦσαν καὶ Αἰκουοί, οἳ Μάρκον Μινούκιον στρατηγοῦντα 10 τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ ἐν τῇ ῾Ρώμῃ δικτάτωρα Λούκιον Κυΐντιον εἵλοντο, πένητα μὲν ἄνδρα καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ὅθεν καὶ Κικινάτος ὠνόμαστο. οἷοι νῦν πολλοὶ περὶ τὰ βασίλεια· ἐκεῖθεν δὲ τοῦ κακοῦ παρεισφθαρέντος εἰς τὸ πολίτευμα καὶ ἀπανταχοῦ κικινάτους ἔστιν ὁρᾶν. οὗτος οὖν δικτάτωρ προχειρισθείς, καὶ αὐθημερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησάμένος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μινουκίου, πλείστους μὲν διέφθειρε, τοὺς δ᾿ ἄλλους [*](P) ἐζώγρησεν· οὓς ὑπὸ ζυγὸν διαγαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τὸν ζυγοῦ τοιάδε τις ἦν. σταυροὺς δύο, ὄρθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ἕτερον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυμνούς· ὃ τοῖς μὲν δ ρῶσ ι λαμπρότητα, πολλὴν δ᾿ ἀτιμίαν τοῖς πάσχουσιν ἔφερεν, ὥστε τινὰς τοῦ τοιοῦτόν τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν Κορουῖνον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μι-
139
νούκιον διὰ τὴν ἧτταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν.

Οἱ μέντοι Ῥωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ὃς ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οἳ νυκτὸς [*](C) ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ’ ὅμιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ὅπλοις ἐγέ- νετο πρίν τι πλέον σχεῖν τόν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τόν σφετέρων ἀπέβαλον.

Διὰ ταῦτα τοίνυν οἱ Ῥωμαῖοι καὶ διά τινα ση- μεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιή- σασθαι ἐψηφίσαντο. καὶ τρεῖς ἄνδρας εἰς τὴν Ἑλλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ’ ἐκείνοις ἔθη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε ἄλλας ἀρχὰς καὶ τὰς [*](D) τῶν δημάρχων κατέλυσαν , καὶ ἄνδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Ἄππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρα- τηγοὺς αὐτοκράτορας. καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν , μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ’ αὐτῶν γενέσθαι προσεψηφίσαντο· ὃ πρῴην οὐδενὶ τῶν ἀρχόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. ἦρξάν τε οὑτοι ἐφ’ ἡμέραν ἕκαστος , ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οἳ ἐπεὶ πᾶσιν ἤρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνε- γράφησαν δέκα· ὅσα γὰρ φυλακῆς ἐκρίθησαν ἄξια, ἐν σανιδίοις ἐθησαυρίζοντο.

Ἐκεῖνοι μὲν οὖν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ἕτεροι δ’ αὖθις αἱρεθέντες δέκα ὥσπερ [*](Cap. 18. Dionis Historiae Romanae libri perditi: fragm. 23, 3.)

140
ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκει- λαν. πάντες γὰρ ἄμα ἀπὸ τῆς ἴσης ἦρχον, καὶ νεα- νίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμε- νοι πολλὰ δι’ αὐτῶν ἐποίουν καὶ βίαια · ὀψὲ δέ ποτε ἐπ’ ἐξόδῳ τοῦ ἔτους ὀλίγα ἄττα ἐν δύο σανίσι προσέγραψαν, ἔγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ’ ὧν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους Ῥωμαίοις γενήσεσθαι ἔμελλον.

[*](P)

Αἱ μὲν οὖν λεγόμεναι δώδεκα δέλτοι οὕτως τότε ἐγένοντο οἶ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ' ἔπραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ἔτι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες , καὶ μηδὲ τὴν βουλὴν ἢ τόν δῆμον ἀθροίζοντες, ἵνα μὴ συνελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ Ρωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευά- σαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Ὄππιος καὶ Ἄππιος Κλαύδιος κατὰ χώραν ἔμειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν.

[*](C)

Πάντα μέντοι ἀπλῶς καὶ τὰ ἐν τῷ ἄστει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αὖθις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἷ στρατιάρχαι Λούκιόν τινα Σίκιον, ἄκρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ’ ἑτέρων ὥς τι χωρίον καταλη- ψόμενον ἔπεμψαν, καὶ διὰ τόν συνεκπεμφθέντων αὐτῷ τὸν ἄνδρα διέφθειραν. λόγου δ’ εἰς τὸ στρατό- πεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν ἄλλοις ἀνῃρημένου , οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑ- ρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, οὓς ὁ Σίκιος

141
ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς οὖν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν εἶδον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι [*](D) καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον.

Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ὢν καὶ θυγατέρα ἔχων περικαλλῆ Λουκίῳ Ἰκιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ἔμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλα- γωγῆσαι αὐτήν · καὶ δικαστὴς ἦν ἐκεῖνος. ἐλθὼν οὖν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιο- λογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐ- δεὶς ἐπήμυνεν , ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς εἶχεν ἐξώρμησεν. οὓς οὐδὲ πρὶν εὖ διακειμένους οὕτως ἐτάραξεν ὥστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ἕτεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ’ ἔμα- θον, τό τε τάφρευμα ἐξέλιπον , καὶ συμμίξαντες τοῖς λοιποῖς ἄνδρας εἴκοσιν ἑαυτῶν προεστήσαντο , καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πράξαι. καὶ τὸ ἄλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ’ αὐτῶν ἐθορύβει.

Ἐν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Ὄππιος δὲ τήν τε βουλὴν ἥθροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέριον Λούκιον καὶ τόν Ὁράτιον Μάρκον, ἄνδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους , πεμφθῆναι σφίσιν ἐζήτουν, ὥς τι δι’ ἐκείνων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρχόντων, [*](P) ἤδη γὰρ πάντες παρῆσαν , μὴ στρατηγοῖς αὐτοῖς κατ’ αὐτῶν χρήσαιντο, ἔτι μᾶλλον ὠργίζοντο.

142
φόβος οὖν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέ.. τριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν Ὁράτιον ἔπεμψαν. κἀκ τούτου συναλλαγῆς γενομένης τοῖς μὲν θορυβή- σασιν ἄδεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη , αἱ δὲ ἐπέτειοι ἀρχαὶ αἵ τε λοιπαὶ καὶ αἶ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ’ οἷσπερ ἦσαν χαἰ πρότερον. ἀποδειχθέντες δὲ [*](C) ἄρχοντες ἄλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Ὄππιον τόν τε Ελαύδιον εἰς δεσμωτήριον ἐνέβαλον , οἳ πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο , τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν.

Οἱ δ’ ὕπατοι, τότε γὰρ λέγεται πρῶτον ὑπάτους αὐτοὺς προσαγορευθῆναι, στρατηγοὺς καλουμένους τὸ πρότερον · ἦσαν δὲ Οὐαλέριος καὶ Ὁράτιος , καὶ τότε καὶ μετέπειτα τῷ πλήθει προσέκειντο καὶ μᾶλ- λον αὐτοὺς ἢ τοὺς εὐπατρίδας ἐκράτυναν. ἐλαττούμενοι οὑν οἱ εὐπατρίδαι οὔτε ῥᾴδιον συνελέγοντο οὔτε τὰ πράγματα ἐπ’ αὐτοῖς ἐποίουν παντάπασιν, ἀλλὰ καὶ τοὺς δημάρχους οἰωνοσκοπίᾳ ἐν συλλόγοις [*](D) χρῆσθαι δεδώκασιν· ὃ λόγῳ μὲν τιμὴν αὐτοῖς ἔφερε καὶ ἀξίωμα, μόνοις γὰρ τοῦτο ἐκ τοῦ πάνυ ἀρχαίου τοῖς εὐπατρίδαις ἐπετέτραπτο , ἔργῳ δὲ κώλυμα ἦν, ἴνα μὴ ῥᾳδίως οἱ δήμαρχοι καὶ τὸ πλῆθος ὅσα βού- λοιντο πράττοιεν , ἀλλὰ προφάσει τῆς οἰωνοσκοπίας ἔστιν οὗ ἐμποδίζοιντο. ἀχθόμενοι δὲ τοῖς ὑπάτοις οἵ τε εὐπατρίδαι καὶ ἡ βουλή, ὡς τὰ τοῦ πλήθους φρο- νοῦσιν, οὐκ ἐψηφίσαντο σφίσι τὰ ἐπινίκια, πόλεμον ἑκατέρου νικήσαντος, οὐδ’ ἡμέραν ἑκάστῳ ἀπένει- μαν, ὥσπερ εἴθιστο. τὸ μέντοι πλῆθος ἐπὶ δύο τε [*](Cap. 19. Dionis Historiae Romanae libri perditi.)

143
ἡμέρας ἑώρτασε καὶ τοῖς ὑπάτοις τὰ νικητήρια ἐψηφίσαντο.

Οὕτως οὖν ἐς διαφορὰς τῶν Ῥωμαίων ἐλθόντων οἱ ἐναντίοι σφίσιν ἀναθαρσήσαντες ἐπῄεσαν αὐτοῖς. τό δ’ ἐξῆς ἔτει Μάρκου Γενουκίου καὶ Γαΐου Κουρτίου ὑπατευόντων ἐπ’ ἀλλήλους ἐτράποντο. οἵ τε γὰρ τοῦ πλήθους καὶ ὑπατεύειν ἤθελον , ἐπείπερ ἐδημάρχουν οἶ εὐπατρίδαι πρὸς αὐτοὺς μεθιστάμενοι, καὶ οἷ εὐπατρίδαι λίαν τῆς ὑπάτου ἀρχῆς περιείχοντο. καὶ πολλὰ κατ’ ἀλλήλων καὶ βίαια ἔλεγόν τε καὶ ἔπραττον. ἵνα δὲ μὴ πρός τι χεῖρον χωρήσωσι, τοῦ μὲν ἔργου τῆς ἡγεμονίας οἱ δυνατοὶ αὐτοῖς παρεχώρησαν , τοῦ δὲ ὀνόματος οὐ μετέδωκαν, ἀλλ’ ἀνθ’ ὑπάτων χιλιάρχους ὠνόμασαν, ἴνα μὴ τὸ [*](P) τῆς κλήσεως ἔντιμον τῷ σύρφακι ὁμίλῳ καταρρυπαίνοιτο. καὶ τρεῖς ἀφ’ ἑκατέρων χιλιάρχους ἀντὶ τῶν δύο ὑπάτων αἱρεῖσθαι συνέδοξεν. οὐ μέντοι τὸ τῶν ὑπάτων ἐξέλιπε τέλεον ὄνομα, ἀλλὰ ποτὲ μὲν ὕπατοι καθίσταντο , ποτὲ δέ γε χιλίαρχοι. οὕτω μὲν οὑν ταῦτα παραδέδοται γίνεσθαι , καίτοι οὐ μόνον τόν ὑπάτων δικτάτωρας ἀνειπόντων, καὶ ταῦτα πολὺ τῆς ἀρχῆς ἐκείνης ἐλαττουμένων , ἀλλὰ καὶ χιλιάρχων τοῦτο πεποιηκότων ἐνίοτε· λέγεται δὲ ὅτι οὐδεὶς τῶν χιλιάρχων, καίτοι πολλῶν πολλάκις νικησάντων, ἐπιωίκια ἔπεμψεν. Οἶ’ μὲν οὖν χιλίαρχοι οὕτω τότε ᾑρέθησαν, οἱ δὲ [*](C) τιμηταὶ τῷ ἐχομένῳ ἔτει Βαρβάτου καὶ Μάρκου Μακρίνου ὑπατευόντων κατεδείχθησαν· καὶ ᾑρέθησαν Λούκιός τε Παπείριος καὶ Λούκιος Σεμπρώνιος. κεχειροτόνηντο δὲ ὅτι οἶ ὕπατοι ἀδύνατοι ἐπὶ πάντας διὰ τὸ πλῆθος ἐξαρκεῖν ἦσαν· τὰ γὰρ τοῖς τιμηταῖς ἀπονεμηθέντα προνόμια ἐκεῖνοι μέχρι τότε ἐποίουν.

144
δύο τε ἦσαν οἱ τιμηταὶ ἐξ ἀρχῆς καὶ ἐκ τῶν εὐπατρι- δῶν. ἦρχον δὲ τὰ μὲν πρῶτα καὶ τὰ τελευταῖα ἐπὶ πενταετίαν , ἐν δὲ τῷ μέσῳ χρόνῳ ἐπὶ τρεῖς ἑξαμήνους· καὶ ἐγένοντο τῶν ὑπάτων μείζους, καίτοι μέρος [*](D) τῆς ἐκείνων λαβόντες ἀρχῆς. ἐξῆν δὲ αὐτοῖς τάς τε προσόδους τὰς κοινὰς ἐκμισθοῦν, καὶ τῶν ὁδῶν καὶ τῶν δημοσίων οἰκοδομημάτων ἐπιμελεῖσθαι , καὶ τὰς ἀπογραφὰς τῆς ἑκάστου εὐπορίας διατελεῖν , καὶ τὸν βίον τῶν πολιτῶν ἐπισκοπεῖν τε καὶ ἐξετάζειν, καὶ τοὺς μὲν ἀξίους ἐπαίνου ἐς τὰς φυλὰς καὶ ἐς τὴν ἱππάδα καὶ τὴν γερουσίαν ἐγγράφειν, καθὼς ἑκάστοις προσήκειν ἐνομίζετο, τοὺς δ' οὐκ εὖ βιοῦντας ἁπανταχόθεν ὁμοίως ἀπαλείφειν· ὃ μεῖζον πάντων ἦν τῶν τοῖς ὑπάτοις καταλειφθέντων. πίστεις δ’ ἐνόρκους ἐφ’ ἑκάστῳ πεποίηντο ὡς οὔτε πρὸς χάριν οὔτε πρὸς ἔχθραν τι ποιοῦσιν, ἀλλ’ ἐξ ὀρθῆς γνώμης τὰ συμφέροντα τῷ κοινῷ καὶ σκοποῦσι καὶ πράττουσι. καὶ τὸν δῆμον ἐπί τε νόμων εἰσφοραῖς καὶ τοῖς ἄλλοις συνήθροιζον , καὶ τῷ τῶν μειζόνων ἀρ- χῶν κόσμῳ πλὴν ῥαβδούχων ἐχρῶντο. τοιαύτη ἡ τῶν τιμητῶν ὑπῆρχεν ἀρχή. τῶν μέντοι μὴ ἀπογραψαμένων τὰς οὐσίας ἐν ταῖς ἀπογραφαῖς καὶ ἑαυτοὺς τὰς μὲν οὐσίας οἶ τιμηταί, αὐτοὺς δ’ ἐκείνους οἷ ὕπατοι ἐπίπρασκον. χρόνῳ μὲν οὖν τινι ταῦθ’ οὕτως ἐπράχθη , ὕστερον δὲ τὸν ἅπαξ τῇ βουλῇ καταλεχθέντα διὰ βίου βουλεύειν ἔδοξε, μηδ’ ἀπαλείφεσθαι, εἰ μή τις ἀδικήσας καὶ κριθεὶς ἠτίμωτο ἢ κακῶς ζῶν ἠλέγχθη· τοὺς γὰρ τοιούτους ἀπήλειφον καὶ ἀντ’ αὐτῶν ἑτέρους ἐνέγραφον. [*](P) Τῶν δὲ προσκαίρως ἀρχόντων πρεσβεῖα μὲν ἐδίδοτο τοῖς δικτάτωρσι, δευτερεῖα δέ γε τοῖς τιμηταῖς, ἡ δὲ τρίτη τάξις τοῖς ἱππάρχοις νενέμητο· καὶ οὕτω
145
ταῦτα ἐτέτακτο, κἂν ἐν ταῖς ἀρχαῖς ἤσαν κἂν ἀπηλλάγησαν. εἰ γάρ τις ἐκ μείζονος ἀρχῆς εἰς ὑποδεεστέραν κατέστη, τὸ τῆς προτέρας ἀξίωμα εἶχεν ἀκέραιον. εἶς δέ τις, ον πρίγκιπα μὲν τῆς γερουσίας ὠνόμαζον, λέγοιτο δ' ἂν καθ’ Ἕλληνας πρόκριτος, συμπάντων προεῖχε τὸν χρόνον ὃν προεκρίνετο , οὐ γὰρ διὰ βίου τις εἰς τοῦτο προεχειρίζετο , καὶ προέφερε τῶν ἄλλων τῷ ἀξιώματι, οὐ μὴν καὶ δυνάμει

ἐχρῆτό τινι. χρόνον μὲν οὑν τινα εἰρνήν πρὸς ἀλλήλους καὶ [*](20) [*](C) πρὸς τοὺς περιοίκους ἤγαγον· εἶτα λιμοῦ ἐπικρατήσαντος, ὥστε τινὰς καὶ εἰς τὸν ποταμὸν ἑαυτοὺς ἐμβαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν. οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας ἐν αἰτίᾳ πεποίηντο , οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ τοῦτο Σπούριος Μάλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπικεχείρηκε, καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων, πολλοῖς δὲ καὶ προῖκα ἐδίδου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, ὅπλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν ἂν τῆς πόλεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρίδης, [*](D) ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτωρα παραυτίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυῒντιον τὸν Λούκιον τὸν Κικινάτον, καὶ ταῦτα παρήλικα ὄντα· ὀγδοηκοντούτης γὰρ ἦν. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνάλωσαν συγκαθήμενοι, ὥς τι δὴ βουλευόμενοι , ἔνα μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ' ὁ δικτάτωρ τὸ [*](Cap. 20. Dionis Historiae Romanae libri perditi.)

146
Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἰππέων προκαταλαβών , ἔωθεν ἐπὶ τὸν Μάλιον ἔπεμψε Γάιον Σερουίλιον τὸν ἵππαρχον, ὡς δι’ ἄλλο τι ἐκεῖνον μετακαλοῦ μένος. ὁ δέ, ὑποτοπήσαντός τι τοῦ Μαλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ ’τον πλήθους ἐξαρπασθῇ , ἤδη γὰρ συνέτρεχον , ἔκτεινε τὸν ἄνδρα , ἢ αὐτογνωμονήσας ἢ τοῦτο κεκελευσμένος πρὸς τοῦ δικτάτωρος. θορυβηθέντος δ' ἐπὶ τούτῳ τοῦ πλήθους ὁ Κυΐντιος δημηγορήσας καὶ σῖτον σφίσι παρασχὼν καὶ μή τινα ἕτερον ἢ κολάσας ἢ ἐπαιτιασάμενος τὸν θόρυβον ἔπαυσε.

Πολέμων δὲ τοῖς Ῥωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων , τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκησαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέμησαν. Πλστουμέου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγάλην πόλιν ἑλόντος αὐτῶν , ὅτι μήτ’ ἐκείνην οἱ στρατιῶται [*](P) εἰς προνομὴν ἐξεχωρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ἔλαβον , τόν τε ταμίαν τὸν διατιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐτόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχμάλωτον μόνον, ἀλλὰ καὶ πάσαν προσένειμαν ἑαυτοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. κἂν ἐπὶ πλεῖστον ἡ στάσις διήρκεσεν , εἰ μὴ πόλεμος αὖθις Ρωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο. φοβηθέντες γὰρ διὰ τοῦτο ἡσύχασαν , καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. [*](C) διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μισθὸν τοῖς πεζοῖς, εἶτα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· τότε δὲ πρῶτον μισθοφορεῖν ἤρξαντο.

147

Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, ἴως μὲν κατὰ σφὰς ἐπολέμουν ἐκεῖνοι , πολλάκις αὐτοὺς οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν κατέστησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλθον τοῖς Ῥωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ὄρει τῷ Ἀλβανῷ οὔσα λίμνη, ὑπὸ τόν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ ἔχουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν καιρὸν ἐς τοσοῦτον ἐπλήμμυρεν ὡς ὑπερεκχεῖσθαι καὶ τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναντες δ’ οἱ Ῥωμαῖοι πάντως τι διὰ τούτου θεῖον σημαίνεσθαι, [*](D) μαίνεσθαι, ἔπεμψαν εἰς Δελφοὺς περὶ τούτου χρησόμενοι. ἦν δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρσηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν οὖν ἥ τε Πυθία καὶ ἡ ἐκείνου μαντεία συνέδραμον· καὶ ἄμφω γὰρ ἁλώσεσθαι τὴν πόλιν εἶπον ὅταν τό ὕδωρ τὸ πλημμυρῆσαν μὴ ἐς θάλασσαν ἐκπέσῃ , ἀλλ’ ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργέας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ’ ὁ μὲν Πύθιος οὔτε τίσι θεῶν οὔθ’ ὅπως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρσηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, ὅθεν ἐκεῖνος ὡμίλει, τεταγμένοι Ῥωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά τε ἄλλα θαρρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· καὶ οὕτω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκείνου τάς τε θυσίας ἐποίη(?)αν καὶ τὸν λόφον διέτρησαν καὶ τὸ πλεονάζον ὕδωρ εἰς τὸ πεδίον κρυπτῇ διώρυχι μετωχέτευσαν, ὥσθ’ ἅπαν ἐν αὐτῷ ἀναλίσκεσθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν.

Αρτι μὲν οὑν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη [*](Cap. 21. Usque ad p. 148, 26, ἐπινίκια ἔπεμψεν Plutarchi)

148
Μάρκιος θούριος Κάμιλλος. ὃς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ἤνυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευασμένου δὲ ἤδη τοῦ ὑπονόμου , ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς Ῥώμης αὐτῷ προσεχώρησαν ἐθελονταί , παραλαβὼν [*](P) κἀκείνους πρόσ’ ἔβαλε τῇ πόλει καὶ πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ' ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ἔλαθον ἕτεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως καὶ τῶν Ῥωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ , ὁρῶν ἀπὸ τῆς ἄκρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί “ ὦ θεοί’’, ἔφη, “ εἴ ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, εὔχομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι.’ τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ Ἀπόλλωνι, εὐχήν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ’ οὑ τιμὴ αὐταῖς παραχρῆμα ἐψήφιστο ἡ δὲ ἢν τὸ ἐπ’ ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις [*](C) πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ὅτι τὴν τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ' ὅτι τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος Ῥωμαίων μαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ἔπεμψεν. Ἡ δὲ τῶν ἐπινικίων πομπή, ἣν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο. ὅτε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον , αὐτοκράτωρ αὐτίκα ὁ στρα- [*](Camillus c. 5 — 8, paucis mutatis et additis ex Dione , ut videtur: cui tribuenda esse etiam quae de triumpho narrantur constat ex Tzetza ad fr. 24, 7, citato p. 32.)
149
τηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο , καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδίδου. [*](D) δοῦ. ἐλθὼν δὲ οἴκαδε τὴν γερουσίαν συνήθροιζε καὶ ᾔτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ἔτυχε ψήφου παρά τε τῆς βουλῇς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εῖ μὲν ἐν τῇ ἀρχῇ ἦν ἔτι, ἐν ἡ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο. εἰ δ' ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς , ἄλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ὄωομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασάμενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λαβῶν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει · καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα , ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα δηρὰ παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τοὔνομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος εἶδος ἔφερεν· ἢ καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο· ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πολίτην λιτὴν τινὰ ἐκ μάχης ἢ ἑτέρου κινδύνου ἤ ἐκ πολιορκίας σώσας μέγιστόν τε εἶχε τὸν ἔπαινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ὃς πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ’ ἄνδρα μόνον ἀριστεύσαντα [*](P) ταύτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ὅλοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· ἤδη δέ τινες καὶ παντὶ
150
τῶ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ εἴ τι περιελέλειπτο , εἰς ναούς, εἰς στοὰς ἢ καί τι ἕτερον δημόσιον ἔργον ἀνήλισκον.

Ταῦθ’ ὁ πομπεὺς ποιήσας εἰς τὸ ἅρμα ἀνέβαινε. τὸ δὲ δὴ ἄρμα οὔτ’ ἀγωνιστηρίῳ οὔτε πολεμιστηρίῳ ἦν ἐμφερές, ἀλλ’ ἐς πύργου περιφεροῦς τρόπον ἐξείργαστο. [*](C) καὶ οὐ μόνος ἦν ἐν τῷ ἅρματι, ἀλλ’ ἄν γε καὶ παῖδας ἤ συγγενεῖς τινας εἶχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ ἄρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ἵππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο · εἶ δὲ πλείους ἤσαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ' ἄλλων οὐδεὶς ὠχεῖτο, ἀλλ' ἐστεμμένοι δάφνη πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ’ αὐτοῦ παρωχεῖτο τοῦ ἅρματος, τὸν στεφάνου τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ἔλεγε πρὸς αὐτόν “ὀπίσω βλέπε, ” τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ’ ὑπὸ τῖόν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο [*](D) καὶ μάστιξ τοῦ ἅρματος , ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνασθαι , ὥστε καὶ αἰκισθῆναι ἢ καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ἕνα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσματος ἀναπίμπληται. οὕτω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, ἔχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρούρια ἠσκημένα, πόλεις τε καὶ ὄρη καὶ ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα ὅσα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα ἦν ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἶ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ’ ἐκείνων οὕτως ὁ πομπεὺς

151
εἰς τὴν Ῥωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμαλώτων λωτῶν τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θανατωθῆναι κελεύσας , ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οἴκαδε μετ’ αὐλῶν καὶ συρίγγων ἀπήρχετο. τοιαῦτα μὲν ἤσαν πάλαι τὰ νικητήρια · αἱ δὲ στάσεις αἵ τε δυναστείαι πλεῖστα ἐνεωτέρισαν ἐπ’ αὐτοῖς.

Εἰ δὲ καί, ὡς ἤδη ἱστόρηται) ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ’ ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκησαν μαχεσάμενοι , πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν ἤνυον. οὕτω [*](P) γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσοντας μετὰ τοῦ διδασκάλου γαῖ γυμνασομένους φοιτᾶν. καὶ κἂν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέβηκεν. οὗτος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς πολίταις ἢ δι’ ὀργήν τινα ἢ κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αὖθις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ’ εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλεν ἅπαντας καὶ ἄγειν ἐκέλευσε πρὸς τὸν Κάμιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν εἶπε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ ἔργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν [*](C) στρατηγόν, ἀλλ’ οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆ- [*](Cap. 22. Plutarchi Camillus c. 9 — 13. Dionis Historiae Romanae libri perditi: fragm. 24.) [*](13 πολιορκοῦντες — p. 152, 16, ὠφελήσας χρημάτων partim Plutarchi sunt Camill. c. 10, 11, partim Dionis fragmenti 24, 2.)

152
ναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδάσκαλον καὶ δεσμῆσαι τὰς χεῖρας ὄπισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ἔνα ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ πολιτῶν ἄρτι γνόντων τὴν προδοσίαν δρόμος ἦν ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. οὕτω δὲ διακειμένων αὐτῶν προσῆγον οἶ παῖδες γυμνὸν τὸν διδάσκαλον. ὅπερ ἰδόντες οἱ Φαλίσκοι καὶ μαθόντες [*](D) ὅπως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ τῷ Καμίλλῳ παρέδοσαν , τὴν ἧτταν ἀγαπήσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα οὖν λαβὼν καὶ σπεισάμενος ἀνεχώρησεν. οἱ δὲ στρατιῶται , διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. φθονηθεὶς δ' ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ’ ἐκ τούτων σφετερισάμενος. οὕτω δὲ ὠργίζοντο κατ’ αὐτοῦ ὡς μηδ’ οἶκτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ἕτερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον , ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπείπαντο, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος ἔγνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ ἐξιὼν ηὔξατο, εἰ μὴ δικαίως, ὕβρει δὲ δήμου ἐκπίπτει καὶ φθόνῳ , ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν. Ἐκεῖνος μὲν οὐν πρὸς Ῥουτούλους μετέστη , ἐρήμην δ' ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ’ αὐτοῦ τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσα , ὃ γί [*](20 δεόμενος δὲ] Huc referendum est Dionis fragm. 24, 4 sed verba sunt Plutarchi Camill. c. 12.)
153
νεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακόσιαι.

οἱ δ' Εὐρωπαῖοι Γαλάται , ὧν οἱ Ἀσιᾶται νομίζονται ἄποικοι, Κελτικὸν ὄντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ τὰ ὄρη τὰ Ῥιπαῖα ὡρμήκεσαν , οἶ δὲ τῶν Ἄλπεων [*](P) ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οἴνου κομισθέντος ἐξ Ἰταλίας, τούτου γευσάμενοι καὶ ὑπερθαυμάσαντες , ἀράμενοι τὰ ὅπλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς Ῥωμαίους κατέφυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ' ἐκ Ῥώμης πρὸς ἐκείνους ἐπέμφθησαν· οὑς οἱ Γαλάται διὰ τὸ τῶν Ῥωμαίων ὄνομα ἐντίμως ἐδέξαντο , καὶ τοῦ τειχομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ Ῥώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις. ὁ δὲ τῶν [*](C) Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν Κλουσίνων ἀμελήσας εὐθὺς ὡς εἶχε τὸ στράτευμα κατὰ τῆς Ῥώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρήσατο ὥστ’ ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων Ῥωμαίων τὴν ἔφοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖλαι αὐτοῖς τὴν ἔφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς ἤκουσε λεγούσης “Γαλάται ἔρχονται.” εἰρηκότος δὲ τοῦτο Μάρκου τῷ δήμω καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον [*](Cap. 23. Plutarchi Camillus c. –23. Dionis Historiate Romanae libri perditi.) [*](12 οἱ δὲ Κλουσῖνοι — 22 αὐτῷ ἐξεδίδοντο] Huc pertinet Dionis fragm. 25: plurima tamen verba Plutarchi sunt.)

154
ἐποιοῦντο καὶ γέλωτι, ἕως αὐτάγγελοι οἶ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες [*](D) καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ἥττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες ἔθνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν ῾Ρώμην ἐλθεῖν ἠδυνήθησαν, οἶ δὲ ἀλλαχοῦ.

Οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀιΧογνόντες οὔτε τῶν τειχῶν φυλακὴν ἔθεντο οὔτε τῆς πόλεως τὰς πύλας ἔκλεισαν, ἀλλ᾿ οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ἔφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα ἄνδρες, οὓς οἱ μὲν ἱερεῖς εἶναί φασιν, οἱ δὲ τοὺς πρώτους ῾Ρωμαίων καθ᾿ ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς ἢ πολυτελεστάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τὴν ἐλεφαντίνων δίφρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ἦλθον μὲν ἐπὶ τὴν ῾Ρώμην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑποτοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαυτες εἰσεπήδησαν καὶ εἷλον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρουρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους ἄνδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦντας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας εἶχεν ἔκπληξις πρὸς [*](B) το ἄτοπον, ὤκνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς ὑπήνης ἁψάμενος τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν οὖσαν· ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρβαρος σπασάμενος τὴν μάχαιραν τὸν ἄνδρα κατέκτει-

155
νεν. οὕτω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατεπίμπρασαν. εἶτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ’ ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν ἤνυον , οἱ μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κατέτρεχον τροφὰς τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σποράδην ἐπιόντες, ἀλλ’ οὐχ ὁμοῦ, ἅτε μέγα φρονοῦντες [*](C) τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οἴνῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι.

Οὕτω δ' ἔχοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν Ἀρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς Ἀρδεάτας πλήθει μὲν ἱκανοὺς ὄντας, τόλμης δὲ δεομένους δι’ ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνάσκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτόν ἐπιγράφεσθαι δεῖ, ἀλλ’ ἀτυχίᾳ Ῥωμαίων, καὶ εἶ προθυμοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο. οὕτω πείσας τοὺς νέους, εἶτα καὶ τοὺς λοιπούς, ὥπλισε τοὺς ἐν ἡλικίᾳ, [*](D) καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν Αρδεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ’ ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς καταλαμβάνοντες.

Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, ὅσοι τῶν Ῥωμαίων φυγόντες ἑ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ ὅπλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεόμενοι μένοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ' οὐκ ἔφη πεισθήσεσθαι, [*](30 ὁ δ’ οὐκ ἔφη] Plutarchi verba sunt, non Dionis fragm. 25, 7.)

156
μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψηφισαμένων αὐτῷ τὴν ἀρχήν. ἢν δὲ ἀπορία τοῦ ταῦταδιαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. εἶς δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν , ὑπέστη τὸν ἆθλον, καὶ λαθὼν διὰ μέσων διέβη τόν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο. καὶ ὃς τοὺς ἔξω ὄντας Ῥωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς , παρεσκευάζετο πρὸς ἐπίθεσιν. [*](P) οἱ δὲ βάρβαροι μεθ’ ἡμέραν διιόντες , καὶ καταμαθόντες ὅθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ' ὑπετόπασαν ἔκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας , ἣ πολλὴ ἐπ’ αὐτῆς ἦν, τῆς μὲν ἀνεσπασμένης, τῇς δὲ συμπεπιλημένης, ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ἔργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ ὅμως, καὶ ἔλαθον ἂν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες ἤσαν περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι, οἳ φύσει ὄντες εὐαίσθητοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν ἔφοδον ᾔσθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς [*](C) φύλακας ἐπήγειραν ἅπαντας. οὕτω δὲ τοῖς ἀνιοῦσιν οἱ Ῥωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν , τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκπεφευγασιν.

Ἐντεῦθεν ἦσαν οἱ Κελτοὶ ἀθυμότεροι , ἐφ’ ἑπτὰ μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ

157
συμβάσεων ὅ τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν ῾Ρωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέχθησαν. καὶ συνέδοξε χιλέας λίτρας χρυσίου Γαλάταις τοὺς ῾Ρωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυσίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπαναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρβάρων περὶ τὸν σταθμὸν κάκου ργούντ ὢν λάθρᾳ, ὁ [*](D) Βρέννος τὸ ξίφος ἅμα καὶ τὸν ζωστῆρα λύσας ἐπέθηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί τὸ γινόμενον, “τί ἄλλο” εἶπεν “ἢ τοῖς νενικημένοις ὀδύνη;” ἐν τούτοις ὁ Κάμιλλος ἄγων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινόμενα πρὸς τοὺς ῾Ρωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτούς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι ῾Ρωμαίοις καὶ οὐ χρυσῷ τὴν πατρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ κυρίας εἶναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, ἤδη δικτάτωρος ᾑρημένου. ταραχθεὶς οὖν ὁ Βρέννος μέχρι ξιφουλκίας προῆλθεν, ὅμως δὲ εἰς τὸ στρατόπεδον ἀπήγαγε τοὺς Κελτούς· εἶτ᾿ ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἐξήκοντα προελθὼν ἐστρατοπέδευσεν. ἅμα δ᾿ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ᾿ αὐτὸν τεθαρρηκότας ἤδη ἐπαγόμενος τοὺς ῾Ρωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον.

Οὕτως ἡ ῾Ρώμη παραλόγως ἥλω καὶ ἐσώθη παραλογώτερον· ραλογόέτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς οὖν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικοδομεῖν αὐτὴν οὐκ ἠβούλετο, οὔτε χρήμασιν οὔτε σώ-

158
μασιν ἐρρωμένοι , καὶ μικροῦ ἐξέλιπον ἂν αὐτήν. [*](P) οὐδὲ γὰρ ἐπείθοντο οὔτε τοῖς ἐν τέλει οὔτε τῇ γερουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ ἄστυ, ὃ ἐκ τῶν πολεμίων ἤδη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόνταρχος φρουρὰν ἄγων τινὰ καὶ παρ’ αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως “ ἐνταῦθα στῆτε πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· “ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι.” θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταύτ’ εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο , πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς Ῥώμης σὺν προθυμίᾳ ἐτράποντο , καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐρτὸς ἐνιαυτοῦ ἀνεκαίνισαν.

Οὔπω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας [*](C) πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν , Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων. Τυρρηνοὶ δὲ Σούτριον ἐπολιόρκουν συμμαχίδα Ῥωμαίων πόλιν. ἀποδείκνυται οὑν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ’ αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, ἐπὶ δὲ τὸ Σούτριον ἦγε τὴν στρατιάν. οἱ δὲ Σουτρῖνοι, ἔτυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδωκότες καὶ ταύτης ἀποχωρήσαντες, καθ’ ὁδὸν ἔτι ὄντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. οὓς ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμενος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς εἶχεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε [*](D) εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν οὑν ἐπὶ τούτοις ἄγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ᾔρετο. Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ [*](Cap. 24. Plutarchi Camillus c. 33 — 43. Dionis Historiae Romanae libri perditi: fragm. 26 — 28.)

159
Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς ἄκρας ὠσάμενος, ὅθεν καὶ Καπιτωλῖνος προσωνομάσθη , φθονῶν τῶ Καμίλλῳ μᾶλλον τῶν ἄλλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ὅμιλον δημαγωγῶν καὶ πάντα πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν οὖν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον · καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος. τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί ἂν πράξαιεν , δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν υπέσχετο. λαβων οὑν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον , ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ἄνδρα πόρρω τῶν περιεστηκότων , ὡς δή τι κοινολογούμενος μένος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ’ ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ’ ὃ ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ὃς καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶσιν [*](P) ἐδείκνυ, ἄποπτον ὄν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικαστὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ’ ἀφιέντας μήτι. καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς ἄλλον τόπον τὸ δικαστήριον συνεστήσατο, ὅθεν οὐκ ἦν τὸ Καπιτώλιον ἄποπτον. καὶ καταψηφισθεὶς ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ Καπιτώλιον [*](21 ὁ δἑ τὰς — p. 160, 2, κατεκρήμνισεν partim ex Plutarcho. cho. Conf. Dionis fragm. 26, 2, 3)
160
καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ’ ἧς ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν.

Εἶτα πολλῶν πολέμων κατά τε τῆς Ῥώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ Ῥωμαῖοι διά τε τοῦ [*](C) Καμίλλου καὶ δι’ ἑτέρων, ἤδη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν ἔσχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης , θυγατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ Ῥούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος οὖν τοῦ Ρούφου καὶ ὄντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ' ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ οὔπω τούτου πεπειραμένη · καὶ γέλως ἐπὶ τούτῳ καὶ [*](D) παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ' ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, καὶ τὸν ἄνδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὀμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος , ἄμφω δημαρχῆσαι κατεβιάσαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ἔτεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳτὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον ἂν ἔτι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν Ῥώμην αὗθις ἐλαύνειν Κελτούς. ἅπαν οὑν πρὸς ἀλλήλους ἀφέντες διάφορον , δικτά- [*](13 χιλιαρχοῦντος — 21 , παραγγεῖλαι ἠρέθιζεν] Dionis fragmentum 29.)

161
τωρα τὸ πέμπτον τὸν Κάμιλλον εἵλοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή , μονομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· εἶτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ὄντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων ἥττηντο οἶ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ' Ἀλβανίδα ἐλεηλάτουν, ἐάσαντες οὖν αὐτοὺς [*](P) οἷ Ῥωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότεροι εἶεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν εἷλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν Ῥώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν.

Ἔκτοτε οὑν οἶ μὲν χιλίαρχοι, οἳ ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχολάκασιν, ὕπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ’ ἐνσκηψάσης τῇ Ῥώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἶ Ῥωμαῖοι πλεῖστα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν.

[*](C)

Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν Ῥώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πεδίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ’ ἄλλου τιτῷ [*](6 τε προκαλουμένῳ — 9 ἐπεκέκλητο] Conf. Dionis fragmentum 31.) [*](Cap. 25. Dionis Historiae Romanae libri perditi: fragm. 30, 1.)

162
νός, οἶα συμβαίνειν εἴωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι. καὶ ἦν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, οὔτε συνερχόμενον οἴως δή ποτε οὔτε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν Ῥωμαίων ἐς αὐτὸ συμφορούντων πολὺν καὶ λίθους καὶ ἄλλην ὕλην παντοδαπήν. ἀποροῦσιν οὖν τοῖς Ῥωμαίους χρησμὸς ἐδόθη [*](D) μὴ ἄλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι’ οὗ μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν · οὕτω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει ἔσται δύναμις ἀκατάλυτος. ἔμενεν οὖν καὶ πάλιν τὸ ἄπορον ἀπόρου μένον , ἀσαφοῦς τυγχάνοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Μάρκος ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν , ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής , τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων “τί τῶν λογίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι ἄψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. τί γὰρ ἄν τις ἀνθρώπου προκρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ [*](28 κἀντεῦθεν ἀθάνατος] Ex Dione fragm. 30, 3.)
163
γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτόν ὑμίν ἐπιδίδωμι, [*](P) ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς , ἐσόμενον ὑμίν ἀεὶ προστάτην καὶ σύμμαχον.’ ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη. οἱ δ’ ἄλλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρείς , καὶ κοσμήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς ἐκόσμουν ὡς ἥρωα, οἶ δέ τινα καὶ ἐς τὸ χάσμα , ἐνέβαλλον. ἄρτι δ' ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος ἔφιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι οὔτε τὸ χάσμα οὔτε τὸν Κούρτιον ἐθεάσατο. [*](C) ταῦθ’ οὕτω Ῥωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη κριθείη καὶ μὴ πιστά, ἔξεστίν οἶ μὴ προσέχειν αὐτοῖς.

Τοῖς Ῥωμαίοις δὲ πόλεμοι αὖθις καὶ παρὰ Γαλατῶν καὶ ὑφ’ ἑτέρων ἐθνῶν ἐπηνέχθησαν , ἀλλ’ ἀπεκρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτάτωρας ψηφιζόμενοι. ὅτε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ Ῥώμην. ὃς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην εἶχε τρίβειν τὸν καιρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ἤλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν [*](D) τινὰ τῶν Ῥωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ἔγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ [*](26 Γαλάτης δέ τις] Differt Dionis fragm. 34.)

164
Γαλάτης τῇ ἰσχύι· καὶ τῇ τόλμῃ · ἐπὶ πλέον δ’ ἐθαυμαστώθη ὅτι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ὄψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις οὗ κατειργάσθη. διὸ ἀγανακτήσαντες οἶ Γαλάται ὡς ὑπὸ ὄρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς Ῥωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ’ Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουΐνος ἐπωνομάσθη. Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ’ ἄκοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα ἑκατονταρχεῖν , καὶ τοὺς ὑπάτους καὶ ἄμφω ἐξὸν εἶναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο ἄμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα ἄρχειν ἐτῶν.

Λατῖνοι δὲ καίπερ ἔνσπονδοι τοῖς Ῥωμαίοις ὄντες Β ἀπέστησαν καὶ πόλεμον ἤραντο , ἐν φρονήματι γεγονότες νότες ὅτι τε νεότητι ἤκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ἤσκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, ὕπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. ἔδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἶ ὕπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς Ῥωμαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό [*](Cap. 26. Dionis Historiae Romanae libri perditi: fragmentum 35, 2 seqq.)

165
τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε ἄλλα παρατηρεῖν [*](C) ἀκριβῶς, καὶ καθ’ ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρησαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ἵππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσιόντα πρὸς μονομαχίαν προεκαλέσατο , καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν , παρώξυνεν εἰπών “ οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς εἶ ; οὐ σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; ἢ πρὸς μὲν Γαλάτας ἀνθρώπους φθόρους ἔρρωσθε καὶ ἀνδρίζεσθε , τοὺς δὲ δὴ [*](D) Λατίνους ἡμᾶς φοβεῖσθε ; τί οὖν ἄρχειν ἡμῶν ἀξιοῦτε ; τί δ’ ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε; ἔκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ὃς ἀθροίσας τὸ στράτευμα “ γενναίως μέν’ ἔφη “ ὦ παῖ, ἐμαχέσω, καὶ διὰ τοῦτό σε στεφανώσω ὅτι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἷός πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος , διὰ τοῦτό σε δικαιώσω, ἔνα καὶ τὸ τῆς ἀριστείας ἆθλον καὶ τὸ τῆς ἀνηκουστίας τίμημα λήψῃ. ” ταῦτ’ εἰπὼν ἅμα τόν τε στέφα νον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν.

Εἶτα ὄναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ἔδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, ὁ ἕτερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ’ ἡμέραν οὑν ἀλλήλοις διηγησάμενοι τὸ ὄναρ συνέθεντο θεῖον εἶναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ὃς ἂν σωθείη,

166
ἀλλ’ ὃς μᾶλλον μᾶλλον ἑαυτὸν ἐπιδῷ · καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ἤρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι , καὶ ὁπότερον ἂν έκείνων ἐλαττωθῇ, τὸν ἐπ’ αὐτῷ τεταγμένον ἀποθανεῖν. [*](B) τοσαύτη δ' ἦν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς εὔχεσθαι ἕκαστον τῶν ὑπάτων ἡττηθῆναι , ἵνα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο , εἶτα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ὃ γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε καὶ τὰ ὅπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἶ μὲν οὕτω φασὶν ἐφ’ ἀναπηδῆσαι ἀναπηδήσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ’ ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συστρατιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος [*](C) τοῦ Δεκίου τοῖς Ῥωμαίοις ἡ νίκη καθαρός συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν , οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου πῶς γὰρ ἄν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι , τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς ; οἱ μὲν οὑν Λατῖνοι οὕτως ἥττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ὅμως τὰ ἐπινίκια.

Εἰτ' αὖθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, καὶ ἕτερα ἔθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. [*](D) ὧν εἶς ἦν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομαζόμενος διά τε τὴν ἔξιν, ἦν γὰρ δρομικώτατος, καὶ διὰ τὴν ἄσκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου

167
Ῥούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αἷς ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αὖθις. ὑπὸ δὲ Κορνηλίου Αὔλου δικτάτωρος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ Ῥώμῃ, τοὺς αἰχμαλώτους τε ὅσους εἶχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου Ῥουτούλῳ, ἀνδρὶ δυνατῷ παρ’ αὐτοῖς, ἐπιγράφοντες· οὗ τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν , διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης ὡς ἄπιστοι , ἀλλ’ ἄσπονδον σφίσιν ἐψηφίσαντο πόλεμον , καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες οὖν Ῥωμαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἶ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπείσασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες ἴν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον εἷλον καὶ τοὺς Ῥωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τόν ζυγόν, τί δ ἦν τὸ τοῦ ζυγοῦ ἤδη μοι ἄνωθί που ἱστόρηται , οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ὅπλα καὶ τοὺς ἵππους καὶ τὰ ἄλλα ὅσα εἶχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν [*](P) ἀπὸ τῆς ἴσης εἶναι. ἔνα δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον.

Οἶ’ δ' ὕπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουϊνος μετὰ τῆς στρατιάς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν ἄλλων οἱ ἀξιολογώτατοι [*](19 ἄνωθί που] p. 346, Β.)

168
εἰς τὴν ῥώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ᾿ ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες οὔτεἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ οὔτ᾿ ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ ὅτι παρὰ τῶν Σαυνιτῶν [*](C) τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ ἄλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα ἂν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ἥδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ἥδεσθαι, πένθος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ἔπραξαν, οὔτ᾿ αὐτίκα οὔθ᾿ ὕστερον, ἕως ἀντεπεκράτησαν· τοὺς δ᾿ ὑπάτους μὲν παραχρῆμα ἔπαυσαν, ἑτἐρους δ᾿ ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδόκει μὲν σφέσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον ἦν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ὤκνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν ἄλλων, οἳ μετ᾿ αὐτῶν ὡς ἀρχάς τινας ἄρχοντες τὰς σπονδὰς ἐποιήσαντο, [*](D) ὤκνουν δὲ καὶ ἀφεῖναι, ἴνα μὴ ἐφ᾿ ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς οὖν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, ὅπως αὐτὸς καθ᾿ ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον ἔφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ᾿ αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πράξαι αὐτά, ἀλλ᾿ ἀνάγκῃ συνεχομένους, ἣν αὐτοῖς ἐπήγαγον οἶ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ᾿ ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ ἂν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Πο-
169
στουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ωμολογημένα ἐκείνους τε ἐκδοθῆναι.

Ἀπήχθησαν οὖν καὶ ἄμφω οἱ ὕπατοι καὶ οἱ λοιποὶ ἄρχοντες οἱ ἐπὶ τοῖς ὅρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν ἅπαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ Ῥωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγαγον. [*](P) καὶ κρατήσαντες τὰ ὅμοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον , καὶ ἀφῆκαν, μηδὲν ἄλλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, οὑς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπαθεῖς ἐκομίσαντο.

Μετὰ δὲ χρόνους πλείονας αὖθις τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαΐου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλουμένας ἀπὸ τοῦ μηδ’ ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ [*](C) τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ’ ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφάς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ ἄλλοτε δὲ πολλάκις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν [*](Cap. 1. Dionis Historiae Romanae libri perditi: fragmentum 36, 8 seqq. —28.)

170
Ῥώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι [*](D) μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις , μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά · καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς · ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ’ οὖν καὶ ἄλλως ἐξεφόβει τὸν δῆμον , πλέον δ' ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς , εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ’ εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου · κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ , ἐν ᾠ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ’ οὐκ ἐν ταῖς συμφοραῖς κατ’ ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τούτων ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν , ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν.

Ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμήνευσε, νεῦσε, καὶ ἐπὶ τῶν πραγμάτων δ' ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ [*](P) προγνώσεως · ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις τοῖς μετ’ αὐτῶν ἀντικαταστῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥωῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα

171
σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον , τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν , ἐν τοῖς ὅπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον οὖν τοῖς πολεμίοις · γᾶν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε , προσήκειν αὐτὸν [*](C) νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν Ῥωμύλον, μύλον , καθάπερ ἱστόρηται · ἡ δ’ ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ’ αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός , ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι’ αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν , τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφὰς γενναίως ἀντικατέστησαν. [*](D) κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αἰτοῖς προσέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο.

Τῷ δ’ ἐξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμησεν Ἀτίλιος Ῥήγουλος. καὶ μέχρι μέν τινος ἰσορρόπως πὼς ἐμάχοντο · εἶτα κρατησάντων τῶν Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν , καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν.

172
Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ᾿ ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθοῦν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἶ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἐνὶ τῶν ὑπάτων συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ἔπταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ᾿ ἕτερος ὕπατος κατὰ τόν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι᾿ ὀλίγου, σῖτόν τε καὶ χρήματα [*](P) παρ᾿ αὐτῶν εέσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ᾿ εἰσήνεγκεν εἰς τοὺς θησαυρούς.

Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἶ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν ῾Ρωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ᾿ ἀρετὴν ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόντες οὖν τοῦθ᾿ οἱ ῾Ρωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Εαρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν ῾Ροῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξἐπεμψάν. ὁ μὲν οὑν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φάβίος δὲ τῆς ῾Ρώμης πρὸ τοῦ πατρός ἐξελάσας, καὶ [*](C)τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν᾿ αὐτοῦ τὸ κατόρ-

173
θῶμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ’ οὖν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ’ ἰατροῦ μήτ’ ἐπιτηδείου τινὸς παρόντος , διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάντως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο , εἰ μὴ οἱ Σαυνῖται [*](D) τὸν πατέρα αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδεισάν τε καὶ ἀνεχώρησαν.

Πυθόμενοι δὲ ταῦθ' οἱ ἐν τῷ ἄστει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ρωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα πράττων , ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε.

Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων , ἐπεὶ μὴ καὶ παρὰ τῶν δανει- [*](Cap. 2. Dionis Historiae Romanae libri perditi: fragmenta 36, 30—39.)

174
στῶν αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος · καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ἦρξαν δὲ τῶν πολέμων οἶ Ταραντῖονι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλλους [*](P) προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλλους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις ἄλλοτε ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες , ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου , καὶ τριήρεσι προσοπρμίσαι βουληθέντος ἐς Τάραντα) ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἶ Ταραντῖνοι κατ’ αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν ἔδρων, μετ’ ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους [*](C) πολλούς ’ καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ’ ὅμως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν , ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοὐ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων , ὁ Ποστούμιος “ γελᾶτε” ἔφη, “γελᾶτε ἕως ἔξεστιν ὑμῖν · κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.”

Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ πραχθέντα μαθόντες ἤλγησαν , καὶ στρατεῦσαι ἐπὶ [*](D) τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψηφίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς

175
ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εύπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ᾿ ἐν ἡλικίᾳ καὶ ὀλίγα ἢ μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρὸν τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ᾿ ἐτράπησαν, ὥστε τοὺς ῾Ρωμαίους τήν τε χώραν αὐτών ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς ῾Ρωμαίοις ἐπιτήδειον ὄντα εἴλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ᾿ οὗτος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρροῦ προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρὸς τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεως τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλλη- νικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὕτος τοίνυν τοῖς τῶν Ταραντίνων [*](P) πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ᾿ ὅμως ἔχθρας πρὸς ῾Ρωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη δι᾿ ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ᾿ αὐτῶν κατα-
176
σχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ’ ἐξ αὐτῶν [*](C) καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ’ αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἄγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ’ οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πυρροῦ σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ’ ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ’ ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πυρρῷ χρήματα ἔπεμπον.

Ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, [*](D) ἐπεὶ δὲ τούς τε Πυρρείους ἥκοντας ἔγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἶός τε ἦν, ἐς Ἀπουλίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ χωρίῳ, δι’ οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, οὓς ἐπήγετο, προήγαγε. φοβηθέντες δ οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ Ῥωμάιων ἀπολέσωσιν, ἐπαύσαντο.

Ὁ δὲ Πυρρὸς οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰταλίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἶ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεθάσθησαν. μόλις μόλις δ’ οὖν πεζεύσας ἦλθεν εἰς

177
Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ὅπως μὴ καθ’ ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι , καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ' αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι , καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἦι διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἑκτῶν οἰκείων κατέστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἶ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, [*](P) καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου του Πυρροῦ π·ειρώμενοι. ὁ δὲ διὰ ταύτα μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνασι φοβηθείς , τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε , τοὺς δἑ καὶ ἀφανῶς διώλλυεν. Ἀρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο , ἔν ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πυρροῦ φρονῶν γένηται · ὡς δ’ ἔτι πιστεῦον ἐκείνω τὸ πλῆθος ἐώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον· [*](C) καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν Ῥώμην μὴν ἀφίκετο.

Καὶ τοιαῦτα μὲν ὁ Πυρρὸς τοῖς Ταραντίνοις ἐποίει· οἱ δ’ ἐν τῇ Ῥώμῃ μαθόντες τὸν Πυρρὸν ἐλθόντα εἰς Τάραντα κατέδεισαν τῷ τε ἐκπεπολεμῶσθαι τὰ ἐν τῇ Ἰταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν ἔχειν [*](Cap. 3. Dionis Historiae Romanae libri perditi: fragm. 40, 13 sqq.)

178
ἀνανταγώνιστον. στρατιώτας τε οὖν κατέλεγον καὶ χρήματα ἤθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ἵνα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινεστίνων ἐς [*](D) τὴν Ῥώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν , καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο · ἐχρήσθη γὰρ αὐτοῖς ποτε ὅτι τοὺς τῶν Ῥωμαίων καθέξουσι θησαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη , ἐκεῖνοι δέ γε ἀπώλοντο.

Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πυρρὸν καὶ τοὺς Ταραντίνους καὶ τοὺς ἄλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ ἄστει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ἵνα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται · καὶ τὸν Πυρρὸν καταπλήξειν ἤλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, οὓς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν εἷλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῆ Λευκανίᾳ κατέλιπεν, εἴρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις.

Καὶ ὁ Πυρρὸς μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε , καὶ στρατοπεδευσάμενος τρίβειν ἤθελε τὸν καιρόν , ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως , ὡς καταπλήξων αὐτόν · εἶχε δὲ ἡ γραφὴ ὧδε. “ Βασιλεὺς Πυρρὸς Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους ἄγειν. τὸ μὲν οὖν ἀπίπεμψον, αὐτὸς δὲ μετ’ ὀλίγων ἧκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ εἴ τι ἀλλήλοις ἐγκαλεῖτε , καὶ ἄκοντας [*](P) τὰ δίκαια ποιεῖν ἀναγκάσω.” Λαουίνιος δὲ τάδε τό

179
Πυρρῷ ἀντέγραψε. “Πάνυ μοι δοκεῖς , ὦ Πυρρὲ, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν ὅτι καὶ τὴν ἀρχὴν εἰς Ἰταλίαν ἐπεραιώθης. ἥξω τε οὖν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας , ἐξὸν παρὰ τῷ Ἄρει τό προπάτορι ἡμῶν κριθῆναι; τοιαῦτα ἀντεπιστείλας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν ἄλλην ἔχειν, ἀπέπεμψεν. καὶ ἐπὶ τούτοις ὁ Πυρρὸς καταπλαγεὶς οὐ μάχεσθαι ἤθελεν , ὅτι [*](C) καὶ τῶν συμμάχων οὔπω τινὲς συνῆλθον αὐτῷ , ἐπιλείψειν τε τοῖς Ῥωμαίοις τὰ ἐπιτήδεια ἤλπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος ἔσπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πυρροῦ φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ἄκοντι τῷ Πυρρῷ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ εἶχε μάχεσθαι, ὅπως δὲ μὴ δόξῃ τοὺς Ῥωμαίους φοβεῖσθαι , καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν οὖν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ ἔμεινε, τοὺς δ’ ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ [*](D) ἔπεμψεν , ἐντειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ οὕτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν οὑν τοῖς ἑαυτοῦ ὁ
180
Πυρρὸς ἐπικουρήσας τρωθέντα τὸν ἵππον ἀπέβαλε, καὶ ἔδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων , τῶν δὲ καταφρονῇς ἄντων , τὸ ἔργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν ἄλλων οὖσαν ἔδωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν , ὅπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ’ οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν ἐλεφάντων , καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν οὖν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τόν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον ἀπεκτονέναι, καὶ τοῖς ἄλλοις δόκησιν τούτου παρέσχεν , οἴ τε Ῥωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πυρρὸς τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· γαῖ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ [*](P) Λαουίνιος, καὶ ἱππέας ἔχων ἐνεδρεύοντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πυρρὸς τὸ σημεῖον τοῖς ἐλέφασιν ἦρεν· ἔνθα ἔκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου οὔσης καὶ τῆς βοῆς φρικώδους , καὶ ἐκ τοῦ τῶν ὅπλων πατάγου , ὃν οἱ ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε Ῥωμαῖοι ἐξεπλάγησαν , καὶ οἱ σφῶν ἵπποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβάτας, οἱ δὲ καὶ φέροντες ἔφευγον. ἀθυμῆσαν οὑν ἐκ τούτων τὸ Ῥωμαϊκὸν ἐτράπετο στράτευμα , καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων , οἱ δὲ καὶ παρ’ [*](C) αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν
181
ἢ καὶ ὀδοῦσι φθειρόντων πολλούς · καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ἔφθειρον· οὐδ’ ἂν ὑπελείφθη τις , εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καἰ οἱ ἄλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πυρρὸς ἐπέσχε τὴν δίωξιν, καὶ οὕτως οἱ Ῥωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς Ἀπουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πυρροῦ στρατιωτῶν καὶ τῶν ἡγεμόνων πεπτώκασιν , ὥστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν “εἰ καὶ αὖθίς ποτε ὁμοίως” ἔφη “ κρατήσομεν , ἀπολούμεθα.” τοὺς μέντοι Ῥωμαίους καὶ νικηθέντας ἐθαύμασεν , εἰπὼν ὅτι “τὴν οἴκου οἰκουμένην [*](D) ἂν πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον.”

Ὁ μὲν οὑν Πυρρὸς ἐπὶ τῆ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν · οἶς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν , τῶν σκύλων μετέδωκεν · οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγησαν ἐπὶ τῇ ἥττῃ , τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο , καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο , πυνθανόμενοι ἐπ’ αὐτὴν τὸν Πυρρὸν ἐπείγεσθαι. ὁ μέντοι Λαουίυιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος , καὶ τοὺς σκεδασθέντας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πυρρὸν παρεπομένας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον , προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ’ ἐκείνης ὁ Πυρρὸς ἐπὶ τὴν Νεάπολιν ὥρμησεν. ὡς δ’ οὐδὲν οὐδ’ ἐν αὐτῇ [*](Cap. 4. Dionis Historiae Romanae libri perditi: fragm. 40, 24 sq.)

182
δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον , ἐφοβήθη μὴ ὑπ’ αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, [*](P) καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλείον’ τοῦ πρόσθεν ἣν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν , ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μείζον’ ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πυρροῦ , οὐκέτ’ ἠθέλησε [*](C) συμμίξαι , ἀλλ’ ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι , διηπορήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μεταχειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν , ἀλλ’ [*](D) ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον ἅπαν
183
αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὑ τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. οὕτω δὲ φρονῶν καὶ ὁ Πυρρὸς ἐτύγχανε. καλέσας οὑν τοὺς πρέσβεις ‘‘οὔτε πρῴην, ὦτ’ Ῥωμαῖοι”, ἔφη “ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι · φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ.

Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς “ φίλος’’ εἶπεν “ ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην , μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ.’ ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ “ ἐπαινῶ σε εἶπεν, “ὠ Πυρρὲ, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί · σοι αὐτήν, ἄν γε συμφέρῃ ἡμίν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με , ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα, ἀξιώσεις. ἀλλ’ οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὐ ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ [*](B) χρηστός , πῶς με λαβεῖν αὐτὰ κελεύεις ; ἴσθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω , τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε Ἤπειρον οὔτε τὰ ἄλλα ἆ ἔχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου.”

Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πυρρὸς τὸν Κινέαν

184
εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν , ἀλλ’ αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν. [*](C) ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο · καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν ὡς ‘‘Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πολεμήσων ὑμίν ἧκεν , ἀλλ' ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμόν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ’ ὑμῶν ἐλπίζων, πλείω δ' ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς.”

[*](D)

Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δορὰ καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο , ἀλλ’ ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι. μαθὼν δὲ τοῦτο Ἄππιος ὁ ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον , ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ εἶπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πυρρὸν συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι’ αὐτοῦ δηλῶσαι τῷ Πυρρῷ οἴδαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα ὁ Ἄππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ’ εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ

185
Πυρρῷ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ , ποιήσασθαι. τοῖς δ' αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πυρρὸν αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ’ ἄλλοσέ ποι ἀθρόοις, ἵνα μή τι ὁμοῦ ὄντες νεωτερίσωσιν , ἀλλ’ ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν.

Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ’ ἤδη ἐφεστηκότος ὁ Πυρρὸς εἰς τὴν Ἀπουλίαν [*](P) ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο , μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ’ ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἶ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πυρροῦ δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πυρρὸς καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ’ ἀθυμεῖν μήτ’ ἐκπλήττεσθαι τοιούτοις λόγοις · μήτε γὰρ ἕνα [*](C) ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ’ ἐπῳδὴν ἢ μαγγανείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ’ εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πυρρὸς τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἶ Δέκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις , ἄν τινα οὕτως ἐσκευασμένον ἔδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχω- [*](Cap. 5. Dionis Historiae Romanae libri perditi: fragm. 40, 45.)

186
ρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι γαῖ ζωγρηθέντα [*](D) θέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος , ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων , ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἔν’ ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. οἱ μὲν οὑν Ῥωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πυρρὸς αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν ; μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἶ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ’ ἀμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν , ἵνα τοξεύοντες ἀπ’ αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας, ἐώσαντο δ’ οὑν, μέχρις ὁ Πυρρὸς τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ’ ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτω τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τόν Ἠπειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αἴτιοι τοῖς Ῥωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ’ [*](P) αὐτοὺς τοῦ Πυρροῦ πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον , ὅ τε Πυρρὸς καὶ ἄλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν , καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ἄκεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τάραντα πρὶν
187
τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ’ ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ , ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις · ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν, [*](C) ὁ δὲ Πυρρὸς τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους , οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης.

Ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ὄντων , Νικίας τις τῶν Πυρρῷ πιστῶν δοκούντων ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πυρρὸν δολοφονήσειν. δυσχεράνας οὖν ἐπὶ τούτῳ ἐκεῖνος , ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πυρρῷ τὸ ἐπιβούλευμα · καὶ οὕτως αὐτὸν ἐκ [*](D) τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ρωμαίων προῖκα αὖθις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο , ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχον τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές , ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθοκλῆς ἐτελεύτησε στασιάζοντες , ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι , τὸν μὲν Μίλωνα ἐν Ἰταλίᾳ κατέλιπεν , ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ [*](24 ἐν ἀμηχανίᾳ ἐγένετο] Huc pertinere videtur Dionis fragm. 40, 45.)

188
ἄλλα ποιησόμενον , αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο , ὥστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι , τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἶ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι’ εὐνοίας ἔχοντα, [*](P) τοῦ πολέμου προθύμως ἀντελάβοντο , καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο , ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν.

Οἱ Ῥωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς ἄμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς ἄλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ Ῥουφίνου καὶ τοῦ Ἰουνίου , καὶ τήν τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ἔλαβον. [*](C) οἱ γὰρ Σαυνῖται εἰς τὰ ὄρη τὰ Κρανιτὰ λεγόμενα, ὅτι Κρανίαν πολλὴν ἔχουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες οὖν οἱ Ρωμαῖοι εἰς τὰ εἰρημένα ὄρη ἀναβῆναι ἐτόλμησαν. λασίων οὖν αὐτῶν καὶ δυσπροσβάτων βάτων ὄντων, πολλοὶ μὲν ἀπέθανον , πολλοὶ δὲ καὶ ἑάλωσαν.

Οἱ δ’ ὕπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ’ Ἰούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, Ῥουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ [*](Cap 6. Dionis Historiae Romanae libri perditi: fragm. 40, 46, 47; 41.)

189
Κρότωνα ὥρμησεν ἀποστάντα ῾Ρωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, ἧς [*](D) ἦρχε Νικόμαχος. ἀγνοήσας οὖν τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους, ἔπταισεν, ἐξαίφυης ἐπεκδραμόντων αὐτῷ. εἶτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν εἶλε· δύο γὰρ ἄνδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα ἔπεμψε, τὸν μὲν εὐθὺς λέγοντα ὅτι ἀπεγνωκὼς τὴν ἅλωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ᾿ ἕτερον μετὰ τοῦτο ὡς ἐν ὁ δῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ἵνα πίστιν ὁ λόγος ἔχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ οὖν Νικόμαχος πιστεύσας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι᾿ ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ ῾Ρουφῖνός ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι᾿ ὁμίχλην τότε συμβᾶσαν εἷλε τὴν πόλιν. μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ ῾Ρουφίνῳ περιπεσών πολλοὺς ἀπέβαλε. καὶ οἱ Λογροὶ τοῖς ᾿Ρωμαίοις προσεχώρησαν.

Τῷ δ᾿ ἑξῆς ἔτει Ῥωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολεέμησαν. ὁ δὲ Πύρρὸς τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν ἤδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς [*](P) ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν Ῥωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ ῾Ρήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ἔλαβε, καὶ εἰς Τά-

190
ῥαντὰ ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ Ῥωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀναβάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν ἄλλων [*](C) ἐλεφάντων θορυβηθέντων , φύρδην ἀνεμίχθησαν ἅπαντα. τέλος δὲ οἱ Ῥωμαῖοι ἐπεκράτησαν , συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν. ὁ δὲ Πυρρὸς σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἶς τὴν Ἤπειρον ἀπέπλευσεν ὡς αὖθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νικίου ἐνδεδεμένον, ὃν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν οὖν Νικίαν οὕτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσασθαι ἔμελλεν , ἐρωτήσας δ’ αὐτοὺς διὰ τί ἔσκωπτον, ἐπεὶ ἀπεκρίθησαν ὅτι “ πολὺ πλείω καὶ χαλεπώτερα [*](D) ἐιρήκειμεν ἂν εἰ μὴ ὁ οἶνος ἡμᾶς ἐπιλέλοιπε, γελάσας ἀφῆκεν αὐτούς.

Πυρρὸς μὲν οὖν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς Ῥωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ἔτει τὴν Ἰταλίαν λιπὼν καὶ ἐπὶ τὴν Ἑλλάδα στρατεύσας οὐ πολλῷ ὕστερον ἐν Ἄργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος ἔχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ἔτει ὅ τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ ἄλλους τε τῶν ἰππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν Ῥουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπατεύσαντα. αἴτιον δ’ ὅτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα

191
εἶχεν · οὕτως οἶ Ῥωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι εἶναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε ἄρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς ἄλλοις τοῖς κατά τι πρᾶγμα τῆ πόλει διαφέρον ἐξιοῦσι τά τε ἄλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο.

Τῶν Ταραντίνων . δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ' οὐδὲν ἤνυσαν , τεῖχός τι τῆς σφετέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ᾔσθοντο τοὺς Ῥωμαίους πολεμῆσαι σφίσι [*](P) βουλομένους, πρέσβεις εἰς τὴν Ῥώμην ἔστειλαν· καὶ εἰρήνης ἔτυχον.

Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πυρρὸν κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς Ῥωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἶ Ῥωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οἳ μεγαλοπρεπῆ δῶρα παρ’ ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ’ εἴασεν αὐτοὺς ταῦτα ἔχειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς τὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μίλωνι, [*](C) καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς εἴρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πυρρὸν τεθνάναι ἔμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν , τῶν Ῥωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν ἄκραν , ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν

192
περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ἔνσπονδοι Ῥωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ ὅπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν , καὶ τὰ [*](D) τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν.

Οὕτω δὲ τοὺς Ταραντίνους ὑφ’ ἑαυτοὺς οἱ Ῥωμαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ Ῥήγιον, ὅτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ Ῥωμαίους διέφθειραν. τοὺς μὲν οὖν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ἔχοντας, οὑς συμμάχους οἶ ἐν τῷ Ῥηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο , ἐκακοπάθησαν δὲ πολιορκοῦντες τὸ Ῥήγιον σπάνει τε τροφῆς καὶ ἄλλοις τισίν, ἕως Ἱέρων ἐκ Σικελίας σῖτόν τε Ῥωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφὰς, καὶ τὴν πόλιν συνεῖλεν. ἣ τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόδη· οἱ δ’ ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν.

Ὁ δέ γε Ἱέρων οὔτε πατρόθεν ἐν ἐπιφάνειαν ἔχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων , Σικελίας ἁπάσης ἦρξε μικροῦ , καὶ φίλος Ῥωμαίοις ἐνομίσθη καὶ σύμμαχος. οὗτος οὖν τῶν Συρακουσίων κρατήσας μετὰ τὴν τοῦ Πυρροῦ φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε.

Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ὥστε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα , οἱ ἐν τῇ Ῥώμῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν.

193