Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ ῾Ρωμύλον ἑαυτῷ περιέστησεν, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ 5 ἀγοράζων ἐκέχρητο. ἐξ ὧν γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ πρὸς τὸν πατέρα ἐποίησαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο, τούς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν ἄλλων συλλαμβάνων ἐκτίννυεν, οἶς μὲν αἰτίαν εἶχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, οὓς δὲ λάθρᾳ· ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ [*](D) προσκειμένους μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσαπώλλυε, καὶ οὕτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐ δὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν καταλῦσαι παντελῶς ἐπιχειρήσας οὔτε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα οὔτε τοῖς οὖσιν ἐπεκοίνου τι λόγου ἄξιον συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ᾿ ἴνα δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο ἅπασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστᾶ καθ᾿ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων ἔπραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψέᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς ἅπαντας, καὶ τυραννικώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο ἅπασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους ἔχων, ἐκ τῶν Λατίνων προσηταιρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν ῾Ρωμαίων τάξεις [*](Cap. 10. Dions Historiae Romanae libri perditi: fragmentum 11, 2—6 et p. 113, 9, fragm. 7.)

113
Λατίνους ἐνέμιξεν, ἴνα οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς Ῥωμαίοις τυχόντες εὔνοιαν αὐτῷ ἐντεῦθεν ἀφείλωσι, καὶ οἶ Ῥωμαῖοι ἧττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ σφᾶς ὄντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες.

Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ἵνα δ’ εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν υἱὸν ἐμαστίγωσέ τε [*](P) καὶ ἀντημύνατο. εἶτα κατὰ συνθήκας πρὸς Γαουίνους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς. οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ὅτι καὶ τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶσθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς Ῥωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ὅτι χρήματα ἰδίᾳ τέ τισι παρεῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ’ αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς C πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ᾔτησεν ἐξ αὐτοῦ. ὁ δὲ εἶπε μὲν τῷ πεμφθέντι οὐδέν, ἔνα μὴ ἴσως γνωσθεὶς ἑκών τι ἢ ἄκων ἐξείποι, εἰς δὲ κῆπον εἰσαγαγὼν αὐτόν, ἐν ᾧ μήκωνες ἦσαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ οὕτω τὸν ἀγγελιαφόρον ἀπέπεμψε. καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ἔχων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθέσεως, καὶ τοὺς ἀξιολογωτέρους τῶν Γαουίνων τοὺς

114
μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων [*](D) δῆθεν λῃστῶν, ἄλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαντίας κατ’ αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος.

ὅμοιον δέ τι τούτῳ καὶ ὁ Πρόδοτος ἱστορεῖ. Περίανδρον γὰρ τὸν Κυψέλου τύραννον Κορίνθου γενόμενόν φησι πρὸς Θρασύβουλον τὸν Μιλήτου τύραννον διαπέμψασθαι πυνθανόμενον ὅπως αὐτῷ τὰ τῆς ἀρχῆς ἀσφαλῶς ἕξει. τὸν δὲ Θρασύβουλον τῷ ἀπαγγείλαντι ταῦτα μηδὲν ἀποκρίνασθαι, ἀπαγαγόντα δ’ εἰς λήιον τῶν ἀσταχύων τοὺς ὑπερέχοντας ἐκτέμνειν τε καὶ ῥιπτεῖν, καὶ οὕτως ἀποπέμψαι τὸν ἐσταλμένον. τὸν δὲ ἐπανελθόντα καὶ τὴν Θρασυβούλου συμβουλὴν ἐρωτώμενον εἰπεῖν εἰς παραπλῆγα πεμφθῆναι, γαῖ διηγεῖσθαι ὅσα ἐκεῖνος ἐπίησε, μή τι πρὸς ο ἠρωτήθη φθεγξάμενος· τὸν δὲ Περίανδρον συνεικέναι τὸν τοῦ Θρασυβούλου λογισμόν, καὶ τοὺς ὑπερέχοντας τῶν Κορινθίων ἅπαντας ἀπολέσαι.

Καὶ ὁ Σέξτος οὖν οὕτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ τοῦτο τόν μὲν διαφθαρέντων ἤδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων Ρωμαίων καὶ τῶν αὐτομόλων, οὓς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ πατρὶ παραδέδωκε. καὶ ὃς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς Β δὲ πρὸς ἄλλα ἐπολέμησεν ἔθνη.

Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς Ῥωμαίοις καὶ ἄκων προσεποιήσατο. γυνὴ γάρ τις θεόμαντις, ἥν [*](5 Ἡρόδοτος] 5, 92, 6.) [*](Cap. 11. Dionis fragm. 11, 8.)

115
Σίβυλλαν ὠνόμαζον, ἐς τὴν Ῥώμην ἐλήλυθε βιβλία τρία ἢ ἐννέα φέρουσα, καὶ ταῦτα πρίασθαι τῷ Ταρκυνίῳ ἐδίδου καὶ τὴν τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ προσεσχηκότος αὐτῇ, τὸ ἒν ἢ τὰ τρία τῶν βιβλίων κατέκαυσεν. ὡς δ’ αὖθις ὠλιγώρει αὐτῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως διέφθειρε. μελλούσης δὲ καὶ τὰ ἔτι λοιπὰ καταφλέξειν, ἠνάγκασαν αὐτὸν οἱ οἰωνισταὶ τὰ γοῦν σωζόμενα παίασθαι. καὶ ὠνήσατο ταῦτα ὅσου τὰ πάντα κτήσασθαι ἔμελλε, καὶ δύο βουλευταῖς ἀνδράσι φυλάσσειν παρέδωκεν. [*](C) ὡς δ' οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν Ἑλλάδα στείλαντες δύο ἄνδρας ἐκεῖθεν μισθοῦ ἤγαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ ἑρμηνεύσοντας. οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαντες ὅ,τι ποτὲ τὸ διὰ τῶν βιβλίων εἴη δηλούμενον, τὸν ἕτερον τῶν φυλασσόντων αὐτὰ Μάρκον Ἀκίλλιον χρήμασιν ἀναπείσαντες μετεγράψαντό τινα. γνωσθέντος δὲ τοῦ ἔργου ὁ Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβληθεὶς κατεποντώθη, ὃ ἐξ ἐκείνου μετέπειτα κατὰ τῶν πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ἵνα μήτε ἡ γῆ μήτε τὸ ὕδωρ μήτε ὁ ἥλιος μιανθῇ αὐτοῦ θνήσκοντος.

Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπηίῳ ὄρει κατὰ τὴν [*](D) τοῦ πατρὸς εὐχὴν ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης, ἀνδρὸς νεοθνῆτος κεφαλὴ ἀνεφάνη ἔναιμος ἔτι. ἔπεμψαν οὖν Ρωμαῖοι πρὸς ἄνδρα Τυρσηνὸν τερατοσκόπον ἐρωτῶντες τὸ διὰ τοῦ φανέντος δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησάμενος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ τήν τε τῆς Ῥώμης θέσιν ἐντείνας καὶ τὸ Γαρπήιον [*](23 τῆς δὲ γῆς] Dionis fragm. 11, 8.)

116
ὄρος, ἔμελλε τοὺς πρέσβεις ἀνερέσθαι “ἡ Ῥώμη αὕτη ἐστί; τὸ ὄρος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὐρέθη;” ἵν' ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμφησάντων ἡ δύναμις τοῦ σημείου εἰς τὸ χωρίον ἐν ᾧ διεγέγραπτο μετασταίη. καὶ ὁ μὲν ταῦτα ἐτεχνάσατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόντες τὸ τέχνασμα, ἐρωτώμενοι “οὐκ ἐνταῦθα” εἶπον ‘‘οἰκεῖται ἡ Ῥώμη, ἀλλ’ ἐν τῷ Λατίῳ, καὶ τὸ ὄρος ἐν τῇ Ῥωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ὄρει ἐκείνῳ εὑρέθη.” οὕτω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι τὴν ἀλήθειαν ἔμαθον καὶ τοῖς πολίταις ἀνήγγειλαν ὅτι κράτιστοι ἔσονται καὶ πλείστων ἄρξουσιν. ἐλπὶς οὑν κἀκ τούτου αὐτοῖς προσεγένετο. ἔνετο. κἀντεῦθεν τὸ ὄρος μετωνομάσθη παρ’ αὐτῶν Καπιτώλιον· καπίτα γὰρ τῇ Ῥωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται.

Δεηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος Ἀρδεάταις ἐπήνεγκε πόλεμον· [*](P) ὅθεν οὔτε χρήματα προσεκτήσατο καὶ τῆς βασιλείας ἐξέπεσε. γεγόνασι δ' αὐτῷ καὶ σημεῖά τινα δηλωτικὰ τῆς ἐκπτώσεως. ἔκ τε γὰρ τοῦ κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν, καὶ ἐξ ἀνδρῶνος, ἐν ᾧ συνειστιᾶτο φίλοις, ὄφις μέγας ἐπιφανεὶς αὐτόν τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς Δελφοὺς Τίτον τε καὶ Ἀρροῦντα τοὺς υἱοὺς ἔπεμψε. τοῦ δὲ Ἀπόλλωνος χρήσαντος τότε τῆς ἀρχῆς ἐκπεσεῖσθαι αὐτὸν ὅτε κύων φωνῇ ἀνθρωπίνῃ χρήσαιτο, ἀγαθαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα.

Ην δὲ Λούκιος Ἰούνιος ἀδελφῆς τοῦ Ταρκυνίου [*](15 Καπιτώλιον ] Dionis fragmentum 11, 8. 29 Ἦν. δὲ Λούκιος Ἰούνιος — p. 117, 19 κρίνας ὀρθῶς] fragm. 11)

117
υἱός, οὗ τὸν πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος [*](C) ἔκτεινεν. οὕτος οὖν καὶ περὶ ἑαυτῷ δεδοικὼς μωρίαν ρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν· διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω τοῖς Λατίνοις ἔθος καλεῖν. πλαττόμενος οὖν τὸν μωραίνοντα, τοῖς τοῦ Ταρκυνίου παισὶν εἰς Δελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς ἄθυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν ἔλεγε τῷ θεῷ· τὸ δ’ ἦν βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου ἔχον χρηστόν, ὅθεν καὶ ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ’ ἦν οἷον εἰκών τις τῆς κατ’ αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτό λάθρᾳ χρυσίον ἐνέχεεν, ἐνδεικνύμενος δι’ αὐτοῦ ὡς [*](D) καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μωρίας ἀτίμῳ σῷον καὶ ἔντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν ταρκυνίου υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξεται, ἔχρησεν ὁ θεὸς τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος ἕξειν. καὶ συνείς ὁ Βροῦτος ὡς τυχαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μητέρα πάντων ὑπάρχειν κρίνας ὀρθῶς.

Οὗτος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν Λουκρητίαν συμβεβηκὸς προστησάμενος, καὶ ἄλλως μισουμένους παρὰ πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκρητία θυγάτηρ μὲν ἦν Λουκρητίου Σπουρίου, ἀνδρὸς τῶν τῆς συγκλήτου ἑνός, γαμετὴ δὲ Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγχάνουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἷός αἰσχῦναι σπούδασμα ἔθετο, οὐχ οὕτω τοῦ κάλλους αὐτῆς ἐρασθεὶς ὅσον τῇ ἐπὶ τῷ σώφρονι δόξῃ ἐπιβουλεύων αὐτῆς. τηρήσας οὖν τὸν Κολλατῖνον [*](26 ἐπί τε κάλλει — p. 118, 20 κατέκτεινεν ἑαυτήν] fragm. 11, 13 19.)

118
τῆς οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγενοῦς κατέλυσε παρ᾿ αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι αὐτῇ, εἶτα καὶ βίαν προσῆγεν· ὡς δ᾿ οὐδὲν ἐπέραινεν, ἀποσφάξειν ἠπείλησεν· ὡς δὲ καὶ τοῦ θανάτου κατωλιγώρει, δοῦλον παρακατακλινεῖν αὐτῇ ἐπηπείλησε [*](P) καὶ ἄμφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐτοὺς συγκαθεύδοντας ἔκτεινε. τοῦτο τὴν Λουκρητίαν ἐτάραξε, καὶ φοβηθεῖσα μὴ πιστευθείη ταῦθ᾿ οὕτω γενέσθαι, ἐνέδωκε. καὶ μοιχευθεῖσα ξιφίδιον 10 ὑπὸ τὸ προσκεφάλαιον ἔθετο, καὶ μεταπεμψαμένη τόν τε ἄνδρα καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου Οὐαλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· εἶτα ἐπήγαγε “καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ εἴπερ ἄνδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἴων ὑμῶν ὄντων οἴαν γυναῖκα ὕβρισαν.” τοιαῦτα εἰποῦσα εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν ἑαυτήν.

[*](C)

Ἀκούσαντες δ᾿ ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τό Ποπλίῳ συμβούλῳ καὶ προθύμῳ πρὸς τοὔργον ὁ Βροῦτος χρησάμενος τήν τε γυναῖκα πολλοῖς τόν τοῦ δήμου κειμένην ὑπέδειξε, καὶ πρὸς τοὺς λοιποὺς δημηγορήσας τὸ πρὸς τυράννους μῖσος ἐκφῆναι πεποίηκε· καὶ μηκέτι δέξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ τὴν πόλιν ἐπιτρέψας τοῖς ἄλλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο, καὶ τὰ αὐτὰ τῷ δήμῳ συνέπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι. ὁ δέ γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πόλιν ἐπειχθεὶς ἀπεώσθη, καὶ πρὸς τοὺς Ταρκυνη-

119
σιοὺς μετὰ τῶν παίδων καὶ τῶν ἄλλων ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν [*](D) ἀνελούσης.

Ὁ μὲν οὖν Ταρκύνιος πέντε καὶ εἴκοσι τυραννήσας

ἐνιαυτοὺς οὕτως ἐξέπεσε τῆς ἀρχῆς, οἶ Ῥωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν καὶ αὐτὸν εἵλοντο ἄρχοντα. ἵνα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκρητίας ἐκείνης ἄνδρα τὸν Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους πιστευόμενον ἔχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς Ῥώμην ἧκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ’ οὐδὲν ἤνυον, ἕτεροι αὖθις ἐπέστησαν, ἀφίστασθαι τῆς βασιλείας καὶ παύειν τὸν πόλεμον λέγοντες τὸν Ταρκύνιον, εἰ τὰ χρήματα δοθεῖεν αὐτῶ καὶ τοῖς φίλοις καὶ τοῖς οἰκείοις, ἀφ’ ὡν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ αὐτοῦ Κολλατίνου τοῦ τῷ Βρούτῳ συνάρχοντος, εἰς ἀγορὰν ὁ Βροῦτος ἐκ τοῦ βουλευτηρίου ἐξέδραμε, προδότην τὸν Κολλατῖνον ἀποκαλῶν, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον.

Οἱ πρέσβεις δὲ ἐπὶ τῇ τῶν χρημάτων προφάσει τῇ Ῥώμῃ ἐνδιατρίβοντες ἴσχυσαν ἴσχυσαν διαφθεῖραι τόν ἐπισήμων τινάς, μεθ’ ὧν καὶ δύο τοῦ Βρούτου παῖδας ἔπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι. ὡς οὑν αυνέπεισαν τὰ μειράκια, ἔδοξε καὶ ὅρκον προβῆναι, καὶ ἐπὶ τούτοις εἰς οἰκίαν συνῆλθον. ἦν δὲ ὁ οἶκος ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν ἔνδον ὢν οὐκ ἐκ προνοίας, ἀλλὰ τυχαίως οἰκέτης ὄνομα Οὐινδικιος, [*](P) καὶ κατακρυφθεὶς ἐκεῖ θεατής τε τῶν δρωμένων ἢν [*](Cap. 12. Plutarchi Publicola. Dionis historiae Romanae libri perditi.)

120
καὶ τῶν βεβουλευμένων ἐπήκοος ἅπερ ἤσαν τοὺς ὑπάτους ἀνελεῖν καὶ τὴν πόλιν προδοῦναι · καὶ ταῦτα τῷ Ταρκυνίῳ διὰ τῶν πρέσβεων ἐπεστάλκασιν. ἀπελθόντων δὲ τοῦ οἰκήματος τῶν συνωμοτῶν, ἐξελθὼν ὁ οἰκέτης ἅπαντα κατεμήνυσε. καὶ οἵ τε τὴν προδοσίαν μελετήσαντες συνελήφθησαν, καὶ τὰ γράμματα ἐκομίσθησαν· καὶ εἰς τὴν ἀγορὰν προαχθέντων αὐτῶν καὶ τὸν Οὐίνδικα παρεστήσαντο. τά τε γράμματα ἀνεγνώσθησαν· καὶ οἱ μὲν ἄλλοι ἐν κατηφείᾳ ἦσαν καὶ σιωπῇ, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱέων ἑκάτερον προσειπών “οὐκ ἀπολογεῖσθε” ἔφη πρὸς [*](C) τὴν κατηγορίαν;” τῶν δὲ σιωπώντων στραφεὶς πρὸς τοὺς ὑπηρέτας “ὑμέτερον” εἶπεν ‘‘ἤδη λοιπὸν τὸ ἔργον.” οἱ δὲ συλλαβόντες τοὺς νεανίσκους ῥάβδοις κατέξαινον. καὶ τῶν ἄλλων ἐπικλωμένων τοῖς πάσχουσιν ὁ πατὴρ οὔτ’ ἀλλαχόσε τὰς ὄψεις ἀπήγαγεν οὔτε μὴν οἴκτου τι ἐνεδείξατο μέχρι πελέκει τὰς κεφαλὰς τῶν παίδων ἀπέκοψαν. τοῦτο δὲ οὔτ’ ἐπαινεῖν οὔτε ψέγειν ἐστὶ ῥᾴδιον· ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησεν αὐτοῦ τὴν ψυχὴν ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν· οὐδέτερον δὲ μικρὸν οὐδ’ ἀνθρώπινον, ἀλλ’ ἠ’ θεῖον ἢ θηριῶδες.

Οὕτω δὲ τούτων θανόντων καὶ περὶ τῶν ἄλλων συνωμοτῶν ψῆφον ἐνεγκεῖν ὁ Βροῦτος ἀπῄτητο. ὁ [*](D) δέ τοῖς μὲν υἱέσιν” εἶπεν “αὐτὸς ἀποχρῶν εἰμι δικαστῆς, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι τῆς ψήφου παραχωρῶ.’ ψήφου τοίνυν δοθείσης πάντες ἐπελεκίσθησαν. ἦσαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι’ οὓς καὶ ὠργίζετο. ὅθεν ὁ Βροῦτος οὕτω κατ’ αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ’ ἀρχὴν ἠνάγκασαν

121
αὐτὸν ἀπειπεῖν. εἵλοντο δὲ ἀντ᾿ ἐκείνου συνάρχοντα Πόπλιον Οὐαλέριον, ὃς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ᾿ ἡ κλῆσις ἐξελληνιζομένη δημοκηδῆ ἢ δημοτικώτατον.

Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσέας βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς ῾Ρωμαίους οἱ ὕπατοι. ἀρχομένης δὲ τῆς μάχης Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ ῾Ρωμαίων ὕπατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδήσαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόντων ἄκριτος ἢν ἡ νίκη. νυκτὸς δ᾿ ἐπελθούσης λέγεται σεισθῆναι τὸ ἄλσος παρ᾿ ᾧ ἐστρατοπεδεύοντο, καὶ φωνὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἐνὶ πλείους τεθνάναι Τυρρηνῶν ἢ ῾Ρωμαίων. ἄμα δὲ τῆ φωνῇ [*](P) ῾Ρωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ᾿ ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατοπέδου ἐξέπεσον· εἷλον δ᾿ οἱ ῾Ρωμαῖοι τοῦτο καὶ διηρπάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυρίοις χίλιοι τριακόσιοι, οἱ δὲ Ῥωμαῖοι παρ’ ἔνα τοσοῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶτος ὑπατεύων.

Ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ἧ καὶ τὸν υἱὸν ἀπέβαλε μαχεσάμενον Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευε Κλάραν Πορσίναν, ἄνδρα μεγίστην ἔχοντα δύναμιν τῶν Ἰταλικῶν βασιλέων· [*](C) καὶ ὃς αὐτῷ βοηθήσειν ὑπέσχετο. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς ῾Ρώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον, ὡς δὲ οὐχ ὑπήκουσαν, ἀφίκετο μετὰ βαρείας δυνάμεως. Ποπλικόλας δὲ Οὐαλέριος εἰς ἀρ-

122
χὴν τὸ δεύτερον αἱρεθεὶς καὶ μάχην συνάψας καὶ τραυματισθεὶς φοράδην τῆς μάχης ἐξεκομίσθη. ἐπικειμένου δὲ τοῦ Πορσίνα τῇ πόλει λιμὸς ἥπτετο τῶν ῾Ρωμαίων. ἔκ τινος δὲ συμβεβηκότος ἢ μᾶλλον ἐκ προνοίας γενομένου ὁ Πορσίνας τὸν πρὸς ῾Ρωμαίους κατέλυσε πόλεμον. ἀνὴρ γάρ τις Μούκιος Κόρδος, εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος, [*](D) Σκαιόλας τὴν ἐπίκλησιν, ὃ δηλοῖ τὸν μονόχειρα ἢ μὴ ἀρτιόχειρα, τὸν Πορσίναν ἀνελεῖν βουλευσάμενος παρῆλθεν εἰς τὸ ἐκείνου στρατόπεδον, Τυρσηνίδα φορῶν ἐσθῆτα καὶ ὁμοίᾳ κεχρημένος φωνῇ. καὶ σαφῶς μὲν τὸν Πορσίναν οὐκ εἰδώς, ἐρέσθαι δὲ δεδιός, τὸν γραμματέα αὐτοῦ συγκαθήμενον αὐτῷ καὶ ὁμοίως ἔχοντα τῆς στολῆς σπασάμενος τὸ ξίφος ἀπέκτεινε. καὶ συλληφθεὶς ἀνεκρίνετο· ἐσχαρίδος δέ τινος τῷ Πορσίνᾳ μέλλοντι θύειν τότε κεκοσμημένης, ὑπερσχὼν τὴν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τόν Πορσίναν ἀποβλέπων ἀτρἐπτῳ προσώπῳ, ὅθεν αὐτῷ τῆς χειρὸς φθαρείσης ἐγένετο ἡ ἐπίκλησις, μέχρι θαυμάσας ἐκεῖνος ἀφῆκεν αὐτόν. ὁ δὲ Σκαιόλας ἕτερον τρόπον ἐσοφίσατο τὸν ἐχθρόν, καὶ εἶπε “τὸν φόβον σου, Πορσίνα, νενικηκὼς ἥττημαί σου τῆς ἀρετῆς, καὶ χάριτι μηνύω ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσα. τριακόσιοι ῾Ρωμαίων τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου διατρίβουσιν, ὧν ἐγὼ προεπιχειρήσας κλήρῳ λαχὼν οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καὶ φίλου μᾶλλον ἢ πολεμίου ῾Ρωμαίοις εἶναι προσήκοντος.” ἐντεῦθεν ὁ Πορσίνας πρὸς τὰς συμβάσεις ἐγένετο προθυμότερος.

Ὁ δὲ Ποπλικόλας τὸ τρίτον ὑπατεύων τότε προυκαλεῖτο συνεχῶς τὸν Ταρκύνιον ἐπὶ δίκῃ, ὡς ἐξε-

123
λέγξων κάκιστον καὶ ἐκπεπτωκότα τῆς ἀρχῆς ἐνδικώτατα, τοῦ Πορσίνου δικάζοντος. ἀποκριναμένου δὲ Ταρκυνίου μὴ αἱρεῖσθαι Πορσίναν διαιτητήν, εἰ [*](P) σύμμαχος ὢν μεταβάλλεται, καταγνοὺς ὁ Πορσίνας τὸν πόλεμον κατελύσατο. καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἶ Ταρκύνιοι τὴν βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι Ῥωμαίοις ἔθνεσι συμμαχούμενοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ὃς καὶ Σούπερβος ἐκαλεῖτο· εἴποι ἄν τις Ἕλλην ἀνήρ, ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν Ὀπικίᾳ γενόμενος ἐτελεύτησεν.

Οὔτῳ μὲν οὑν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπεράνθησαν· ἐκείνων δ' ἐξωσθέντων τῆς βασιλείας ὕπατοι, ὡς εἴρηται, παρὰ τῶν Ῥωμαίων ᾑρέθησαν. ὧν εἶς ἦν καὶ Πόπλιος Οὐαλέριος, ὅς τετράκις ὑπάτευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. οὕτος οὑν μό- νος ἄρχων καὶ μὴ συνάρχοντα εἰληφὼς Ῥωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονόμον ὑπατείας εἶναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννίδος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προιόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ γὰρ πολυτελεστέραν εἶχεν οἰκίαν ἐπικειμένην τῇ ἀγορᾷ ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν καὶ ταύτην κατέσκαψεν, ὥστε μεθ’ ἡμέραν τοὺς Ῥωμαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, ἄχθεσθαι δ’ ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέκεις δὲ τόν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν [*](D) [*](Cap. 13. Plutarchi Publicola. Dionis Historiae Romanae libri perditi.)

124
χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τούτων ἐγκρατεῖς ὄντες οἶ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἶ ταμίαι ἤρξαντο γίνεσθαι· κοιαίστωρας δ’ ἐκάλουν αὐτούς. οἲ πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινόν χρημάτων διοίκησιν ἔλαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ’ ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἤσαν διοικηταί. ἀπέδειξε δὲ ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τούτου θανόντος ᾑρέθη Μάρκος Ὁράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρόν τοῦ ἐνιαυτοῦ. αἱρεθεὶς δὲ καὶ αὖθις ὕπατος ὁ Ποπλικόλας ἔσχε συνυπατεύοντα Τίτον Λουκρήτιον.

Μετὰ δὲ ταύτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελφὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε.

Τῷ δ’ ἐξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ [*](P) προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ἁμονοησάντων κατὰ τῆς Ῥώμης προσέλασις. ἦν δ’ ἐν Σαβίνοις ἀνὴρ Ἄππιος Κλαύδιος ἔν τε χρήμασι καὶ ῥώμῃ σὠματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἀπιφανὴς καὶ λόγου δεινότητι· ὃς διὰ ταῦτα φθονούμενος ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν ὅτι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ Ῥώμῃ προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων

125
συνέπεσθαί οἱ συνέπεισεν. οὓς ὁ Ποπλικόλας φιλοφρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψάμενος. ὅθεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων [*](C) κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα. οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς ῾Ρώμης ἐπήλασαν. οἷς τοὺς ῾Ρωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μικροῦ 10 πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ᾿ ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ᾿ αὐτὸν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ᾿ ὅλον ἐνιαυτόν.

Οἱ μέντοι Σαβῖνοι δι᾿ ὀργὴν ὢν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν Ῥωμαΐδα χώραν [*](D) κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρήσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ ἄστυ ἐλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιπούς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν.

Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ἔφθειραν. Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συνωμοσίαν δούλων καὶ ἄλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων τῆς ἐπιβουλῆς μετεχόντων. οὕς καὶ συσχόντες περι-

126
σταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη.

Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ’ ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης [*](P) ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ’ ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν ὅτι μὴ ἐφ’ ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς [*](C) τῆς βουλῆς. καὶ οὔτ’ ἐγκαλέσαι τις αὐτῷ οὔτ’ ἐναντίον τι διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ’ αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἕξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, ἔνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μοναρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον καὶ ὁ Καῖσαρ Ἰούλιος ἔπαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατωρείας ἠξίωτο.

Τότε μὲν οὖν δικτάτωρος γενομένου Λαρκίου οὐ- [*](Cap. 14. Dionis Historiae Romanae libri perditi : fragmentum 17.)

127
’δεν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς ὅπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ [*](D) συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αὖθις ἐστασίαζε διὰ τοῦτο, ὥστε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες ἂν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ἤδη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ’ ὡς ὑπὸ τῶν πολεμίων ὅσον οὔπω φθαρησομένης. διὸ οὔτε τοῦ τείχους ἔθεντο φυλακὴν οὔτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ ἄδειαν τῶν εἰσπράξεων καθ’ ὅσον στρατεύοιντο ἐψηφίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν οὖν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ’ ἄλλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον.

Πολέμου δὲ αὖθις ἐπενεχθέντος οἱ μὲν στρατη- γοῖ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ ἕτεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλήθει φιλούμενος· ἔνθεν τοι τοσοῦτοι καὶ οὕτω προθύμως, ἐπεὶ αὐτοῖς καὶ ἆθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις [*](P) ἄλλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν ἐξελληνιζόμενον δὲ μέγιστον [*](24 ἐκ τῆς — συγγενείας] Ρ. 124, 18 ex Plutarchi Publicola c. 17, ἀδελφός Ποπλικόλα.)

128
σημαίνει τὸ ὄνομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ’ οὐκ ἔσχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ἔτι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ὀφλοῦσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε [*](C) διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέγονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι.

Οὕτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ [*](D) πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον οὗτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, ὅσα πρὸς βουλῆς ἤσαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, εἷς τῶν πρέσβεων Ἀγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν εἶπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη [*](6 οἱ γὰρ δανεισταί — 13 ἀκρίβεια γέγονεν] Dionis fragmentum 17, 6. 19 ἐκ τῆς χώρας — ρ. 129 fin. ψηφισαμένης αὐτοῖς] Dionis fragm. 17, 9 — 12.)

129
πάντα τοῦ σὠματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ἔργα καὶ τοὺς πόδας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ὅτι δι’ ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ὦτα δ’ αὖ ὡς δι’ ἡμῶν οἱ ἑτέρων λόγοι τό νοὶ παραπέμπονται, τὰς δὲ χεῖρας ὅτι ἐργάτιδες οὖσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ' αὖθις ὅτι ἅπαν ἡμεῖς τό σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν ταῖς στάσεσιν· ἡμῶν δ’ ἐνεργούντων οὕτω σὺ μόνη ἀσυντελὴς οὖσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ αυνέθετο καὶ αὐτὴ οὕτω ταῦτ’ ἔχειν, καὶ εἰ δοκεῖ, ἔφησεν, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. [*](P) ἔδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι. τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ οὔθ’ αἶ χεῖρες πρὸς ἔργον ἤσαν εὐκίνητοι διὰ τὴν ἔνδειαν τῆς γαστρὸς ἀτονήσασαι, οὔθ’ οἱ πόδες ἔρρωντο, οὔτε τι ἕτερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ’ ἄπρακτα πάντα δυσκίνητά τε ἢ καὶ τέλεον ἤσαν καὶ τότε συνῆκαν ὅτι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ’ αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν ἕκαστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει.

Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ώφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ τὰς οὐσίας αὔξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν [*](C) ἀποβαίνει, ὡς εἴ γε μὴ ἔχοιεν οἱ πλουτοῦντες, οὐδ’ οἱ πένητες ἂν ἐν καιροῖς ἀναγκαίοις ἕξουσι τοὺς

130
δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν ἄφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς.

Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συστάσεως ἣ τὰς συνθήκας οὐκ ἐπιτελεῖς ἕξουσιν ἣ κακωθῶσι διαλυθέντες καὶ ἄλλος κατ’ ἄλλην πρόφασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, ἄν τίς τι ἀδικοῖτο, καὶ ὅρκους ἐπὶ τούτῳ [*](D) ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προεχειρίασντο, εἶτα καὶ πλείους, ἔν εἶεν αὐτοῖς κατὰ συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ ἅπαξ ἐποίησαν, ἀλλ’ ἔκτοτε τὸ πρᾶγμα ἀρξάμενον οὕτω προέβαινε, καὶ ἐπ’ ἐνιαυτὸν τοὺς προστάτας ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, οὕτω γὰρ οἶ χιλίαρχοι κέκληνται, δημάρχους δὲ προσαγορευομένους τῇ Ἑλληνίδι φωνῇ. ἵνα δὲ διαστέλληται ἡ τῶν τριβούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. οὗτοι δὴ τοῦ πλήθους οἶ τριβοῦνοι ἢ δήμαρχοι μεγάλων κακῶν αἴτιοι τῇ Ῥώμᾐ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ὄνομα οὐκ ἴσχον εὐθύς, ἰσχὺν δ' ὑπὲρ πάντας τοὺς ἄλλους ἐκτήσαντο, ἤμυνόν τε δεομένῳ παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον σφάς ἀφῃροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν ἀρχόντων, πλὴν τῶν δικτατώρων. εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπὸ τοῦ συνἐχοτος αὐτὸν ἀπηλλάττετο καὶ ἢ ἐς τὸ πλῆθος ὑπ’ αὐτῶν εἰσήγετο ἢ καὶ ἀπελύετο. ἀλλὰ καὶ εἴ τί που [*](Cap. 15. Dionis Historiae Romanae libri perditi : fragm. —17, 1.)

131
ἔδοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, κἂν ἰδιώτης ἦν ὁ ποιῶν κἂν ἄρχων· κἂν ὁ δῆμος κἂν ἡ βουλὴ πράττειν ἔμελλέ τι κἄν ψηφίζεσθαι, εἶς δέ τις ἠναντίωτο δήμαρχος, ἄπρακτος καὶ ἡ πράξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ [*](P) χρόνου δὲ προἰ·όντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν ἢ ἑαυτοῖς ἐπέτρεψαν. καὶ ὃ γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀν’ ἀνταγωνίστου πρὸς πὰν τὸ πραττόμενον ὑφ’ ἑτέρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους εἰσήγαγον ἔν ὅστις αὐτοῖς ἔργῳ ἢ λόγῳ προσκρούσῃ, κἂν ἰδιώτης εἴη κἂν ἄρχων, ἱερός τε ἦ καὶ τῷ ἄγει ἐνέχηται. τὸ δὲ ἱερὸν εἶναι ἀπολωλέναι ἦν· οὕτω γὰρ πᾶν ὅπερ ἂν ὥσπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. [*](C) καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακροσάγκτους ὠνόμασαν, οἷον τείχη ἅγια εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλουμένων τυγχάνοντας. σάκρα γὰρ παρὰ Ῥωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ ἅγια. ἱδρῶν οὖν πολλὰ ἄτοπα· καὶ γὰρ καὶ ὑπάτους ἔβαλλον εἰς τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλμα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. εἰ μέντοι τινὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, [*](D) καὶ οὕτως εἰς δίκην καθίσταντο ἢ παρ’ αὐτοῖς ἐκείνοις ἢ παρά τισι δικασταῖς ἢ καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προἰόντος τοῦ χρόνου οἶ δήμαρχοι κατέστησαν· ὅθεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. φύσει γὰρ ὥσπερ, φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἶ συνάρχοντες διαφέρονται· καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα ὄντας συμφρονῆσαι. ἄμα δὲ καὶ οἱ ἄλλοι διασπᾶν
132
τὴν αὐτῶν δύναμιν μηχανώμενοι , ὅπως ἀσθενέστεροι διχογνωμονοῦντες ὦσιν, ἐστασίαζον , καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ εἷς σφῶν ἀντεῖπε , τὰς τῶν ἄλλων διαγνώσεις ἀπράκτους ἀπέ- φαινε. τὸ μὲν οὑν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βουλευτήριρον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιούμενα παρετήρουν, καὶ εἴ τι μὴ αὐτοῖς ἤρεσκε, παρα- χρῆμα ἀνθίσταντο· εἶτα καὶ εἰσεκαλοῦντο ἐντός. εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δη- μαρχήσαντες , καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐπατρίδης ἐτύγχανεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ὅμιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην δύναμιν προσαγαγόντες, ἐδεδοίκεσαν [*](P) μή τις αὐτῶν τῇ ἰσχύι· ἐς τοὐναντίον κατ᾿ αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμό- σατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφόδρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ἔρωτι τοῦ μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν.

Οὕτω μὲν οὖν ἡ τῶν δημάρχων δυναστεία συνέστη. οἷς καὶ ἀγορανόμους δύο προσείλοντο, οἶον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τό πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ὥστε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν οὖν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, [*](C) ὕστερον δὲ καὶ ἄλλ’ ἄττα καὶ τὴν τῶν ὠνίων ἀγορὰν ἐπετράπησαν, ὅθεν καὶ ἀγορανόμοι τοῖς ἑλληνίζουσιν ὠνομάσθησαν.

[*](8 εἰ δὲ καὶ εἳς σφῶν ἀντεῖπε] Dionis fragm. 17, 15.)
133

Ἡ μὲν οὖν στάσις ἡ πρώτη οὕτω τοῖς Ῥωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ’ αὐτῶν κινηθέντων, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πολέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. ὅτε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώσατο· ὃς διὰ τοῦτο ἄλλως τε ἐδοξάσθη καὶ Κοριολᾶνος [*](D) ἐκ τοῦ ἔθνους οὗ ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν οὕτως ἤρθη, οὐ πολλῷ δ’ ὕστερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ οὖν δήμαρχοι, οὓς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ’ αὐτοῦ συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς Ῥώμης ἐξήλασαν. ἐκπεσὼν οὖν τοῖς Οὐολύσκοις εὐθὺς προσεχώρησεν. ὧν οἱ μὲν πρῶτοι καὶ οἶ ἐν τοῖς τέλεσιν αὐτῶν ὄντες ἔχαιρόν τε αὐτῷ καὶ αὖθις πρὸς πόλεμον ἡτοιμάζοντο, Ἀττίου Τουλλιου πρὸς τοῦτον ἐρεθίζοντος ἅπαντας· ὁ δὲ ὅμιλος ἀπρόθυμος ἦν. ὡς οὖν οὔτε παραινοῦντες οὔτ’ ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινήσαι πρὸς ὅπλων ἄρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρομίαν τῶν Ῥωμαίων ἀγόντων ἄλλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἔπεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἶ δὲ στρατηγοὶ καὶ τοῖς ἄλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς [*](Cap. 16. Dionis Historiae Romanae libri perditi : fragmentum 18.)

134
Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος ἅπαντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετοῦντες ὅτι μόνοι ἐκ πάντων ἐξελήλαντο, ἕτοιμοι πρὸς μάχην ἐγένοντο. καὶ [*](P) προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν Ῥώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ὃ οἱ Ῥωμαῖοι πυθόμενοι πρὸς τὰ ὅπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ’ ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας ὅτι ἐξ αὐτόν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἶ δὲ τὸν ὅμιλον ὅτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. οὕτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον ἄν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφίσατο, [*](C) καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει ἧς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν οὖν ἑτέρα πρεσβεία. ὁ δὲ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ’ οὕτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς οὔτ’ ἔτι κεκίνηντο οὔθ’ ὑπὸ τῶν κινδύνων οἱ ἄνδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, ἤ τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, ἦλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ [*](D) παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν ἄλλαι σιωπῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα “οὐκ ηύτομολήκαμεν” ἔφη ‘‘τέκνον, ἀλλ’ ἡ πατρὶς ἡμᾶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμὰς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου
135
τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολᾶνος ἐγένου. μή με ἄπρακτον ἀποπέμψῃς , ἔνα μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ.’ ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη αὕτη σε ἔτεκεν ἴφη “ τέκνον, οὗτοί σε ἐξἐθρεψαν.’’ ἡ μὲν εἶπε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν , ὥστε κἀκεῖνον εἰς πένθος κινήσαι. μόλις δ' ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν ἄμα “ἴδε” ἔφη μῆτερ, σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν · ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οἳ τηλικαῦτα παρ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ’ ἀφίξομαι εἰς τήν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ὅτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι.’’ ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο , ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν.

[*](P)

Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖσαν ’σαν Ῥωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· ὅθεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ ἄλλως κατέχειν αὐ- τοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ἕν αὐτοῖς ἀσχολούμενοι μηδὲν περὶ τῆς γῆς πλουπραγμονῶσι. ὦσι. χρόνῳ δέ ποτε ὑποτοπήσαντές τι- νες τὸ πραττόμενον , οὐκ εἴων καὶ ἄμφω τοὺς ὑπάτους ἦι στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ’ ἤθελον καὶ αὐτοὶ τὸν ἕτερον ἐκ τῶν εὐπατριδῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο , προεί- [*](C) [*](Cap. 17. Dionis Historiae Romanae libri perditi: fragm. 19 –23, 2.)

136
λοντο Σπούριον Φούριον, καὶ μετ’ ἐκείνου στρατευσάμενοι πάντα ἐφ’ ὅσα ὥρμησαν προθύμως κατέπρα- ξαν. οἱ δὲ τᾦ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ τό στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν ἦλθον καὶ ἐθορύβουν, ἕως οἶ Τυρσηνοὶ τοῦτο μαθόντες ἐπεχείρησαν ρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολ- λοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον ἔπεσε δὲ καὶ ὁ εἷς τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ὅμιλος στρατηγὸν τὸ τρίτον τὸν Μά- λιον εἵλετο.

[*](D)

Καὶ πόλεμος αὖθις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν Τυρσηνῶν · ἀθυμοῦσι δὲ Ῥωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ Φάβιοι ἐπεκούρησαν. ἒξ γὰρ ὄντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας εἶδον αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας ἅπαντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς ὑπεδέξαντο πόλεμον αὐτοὶ δι’ ἑαυτῶν προθυμηθέντες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐτειχίσαντο, ὅθεν ὁρμώμενοι πάντα τὰ τῶν πολεμίων ἦγον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἶ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιε- στοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ γένος αὐτῶν ἐξέλιπεν ἄν, εἰ μὴ εἷς τις οἴκοι κατελείφθη διὰ νεότητα, ἀφ’ οὗπερ αὖθις εἰσέπειτα ἤνθησαν.

137

Τῶν δὲ Φαβίων οὕτω φθαρέντων οἶ Ῥωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. εἶτα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς ἐποιήσαντο, τραπόμενοι δ’ ἐπ’ ἀλλήλους ἔπραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν ἔπαιον καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ’ εὐθύνην ἦγον ἐπὶ [*](P) πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι. Ἄππιον οὖν Κλαύδιον καὶ παρ’ αὐτὴν τὴν ἀρχὴν εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο , ὅτι τε αὐτοῖς ἠναντιοῦτο εἰς ἅπαντα καὶ ὅτι τοὺς συστρατευσαμένους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκάτευσις δὲ τοιόνδε τι ἦν. ὅτε τι οἶ στρατιῶται μέγα ἡμάρτησαν , ὁ στρατηγὸς εἰς δεκάδας αὐτοὺς ἀριθμῶν. ἔνα λαβὼν ἐξ ἑκάστης δε- κάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελ- θόντα δ’ ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἶ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψηφί- σαντο μέν , τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην [*](C) αὐτὸν αὐτοχειρίας κατέστησαν. καί τινες δὲ τῶν δη- μάρχων ἄλλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ’ ἑαυτό συνιέναι καὶ ἄνευ ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ’ ὅσα ἂν ἐθελήσῃ. κἄν τις ἐπ’ αἰτίᾳ τινὶ παρὰ τῶν στρατηγῶν προστιμηθῇ , ἔκκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν ἔταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρχους ἐπηύξησαν , ἵνα πλείστους τοὺς αὐτῶν προισταμένους ἔχωσι.

Πραττομένων δὲ τούτων οἶ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ ἀντέπραττον πλὴν βραχέων , λάθρᾳ δὲ [*](D) συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν οὔθ’ ὅτι ποτὲ ἐννέα δήμαρχοι

138
πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρχοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ τῶν εὐπατριδῶν προήχθη ὁ ὅμιλος. οὔτε γὰρ στρατεύειν ἐπείθοντο πολέμων ἐπικειμένων, εἰ μὴ ὧν ὠρέγοντο ἔτυχον, καὶ εἴ ποτε δ᾿ ἐξῆλθον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ᾿ ὅσα ἐβούλοντο ἤνυσαν. κἀντεῦθεν πολλοὶ τῶν προσοίκων αὐτοῖς, τῇ ἐκείνων διχοστασίᾳ ἢ τῇ ἑαυτῶν θαρροῦντες ἰσχύι, ἐνεωτέρισαν. ὧν ἦσαν καὶ Αἰκουοί, οἳ Μάρκον Μινούκιον στρατηγοῦντα 10 τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ ἐν τῇ ῾Ρώμῃ δικτάτωρα Λούκιον Κυΐντιον εἵλοντο, πένητα μὲν ἄνδρα καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ὅθεν καὶ Κικινάτος ὠνόμαστο. οἷοι νῦν πολλοὶ περὶ τὰ βασίλεια· ἐκεῖθεν δὲ τοῦ κακοῦ παρεισφθαρέντος εἰς τὸ πολίτευμα καὶ ἀπανταχοῦ κικινάτους ἔστιν ὁρᾶν. οὗτος οὖν δικτάτωρ προχειρισθείς, καὶ αὐθημερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησάμένος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μινουκίου, πλείστους μὲν διέφθειρε, τοὺς δ᾿ ἄλλους [*](P) ἐζώγρησεν· οὓς ὑπὸ ζυγὸν διαγαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τὸν ζυγοῦ τοιάδε τις ἦν. σταυροὺς δύο, ὄρθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ἕτερον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυμνούς· ὃ τοῖς μὲν δ ρῶσ ι λαμπρότητα, πολλὴν δ᾿ ἀτιμίαν τοῖς πάσχουσιν ἔφερεν, ὥστε τινὰς τοῦ τοιοῦτόν τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν Κορουῖνον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μι-
139
νούκιον διὰ τὴν ἧτταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν.

Οἱ μέντοι Ῥωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ὃς ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οἳ νυκτὸς [*](C) ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ’ ὅμιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ὅπλοις ἐγέ- νετο πρίν τι πλέον σχεῖν τόν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τόν σφετέρων ἀπέβαλον.

Διὰ ταῦτα τοίνυν οἱ Ῥωμαῖοι καὶ διά τινα ση- μεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιή- σασθαι ἐψηφίσαντο. καὶ τρεῖς ἄνδρας εἰς τὴν Ἑλλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ’ ἐκείνοις ἔθη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε ἄλλας ἀρχὰς καὶ τὰς [*](D) τῶν δημάρχων κατέλυσαν , καὶ ἄνδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Ἄππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρα- τηγοὺς αὐτοκράτορας. καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν , μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ’ αὐτῶν γενέσθαι προσεψηφίσαντο· ὃ πρῴην οὐδενὶ τῶν ἀρχόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. ἦρξάν τε οὑτοι ἐφ’ ἡμέραν ἕκαστος , ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οἳ ἐπεὶ πᾶσιν ἤρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνε- γράφησαν δέκα· ὅσα γὰρ φυλακῆς ἐκρίθησαν ἄξια, ἐν σανιδίοις ἐθησαυρίζοντο.

Ἐκεῖνοι μὲν οὖν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ἕτεροι δ’ αὖθις αἱρεθέντες δέκα ὥσπερ [*](Cap. 18. Dionis Historiae Romanae libri perditi: fragm. 23, 3.)

140
ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκει- λαν. πάντες γὰρ ἄμα ἀπὸ τῆς ἴσης ἦρχον, καὶ νεα- νίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμε- νοι πολλὰ δι’ αὐτῶν ἐποίουν καὶ βίαια · ὀψὲ δέ ποτε ἐπ’ ἐξόδῳ τοῦ ἔτους ὀλίγα ἄττα ἐν δύο σανίσι προσέγραψαν, ἔγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ’ ὧν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους Ῥωμαίοις γενήσεσθαι ἔμελλον.

[*](P)

Αἱ μὲν οὖν λεγόμεναι δώδεκα δέλτοι οὕτως τότε ἐγένοντο οἶ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ' ἔπραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ἔτι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες , καὶ μηδὲ τὴν βουλὴν ἢ τόν δῆμον ἀθροίζοντες, ἵνα μὴ συνελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ Ρωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευά- σαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Ὄππιος καὶ Ἄππιος Κλαύδιος κατὰ χώραν ἔμειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν.

[*](C)

Πάντα μέντοι ἀπλῶς καὶ τὰ ἐν τῷ ἄστει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αὖθις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἷ στρατιάρχαι Λούκιόν τινα Σίκιον, ἄκρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ’ ἑτέρων ὥς τι χωρίον καταλη- ψόμενον ἔπεμψαν, καὶ διὰ τόν συνεκπεμφθέντων αὐτῷ τὸν ἄνδρα διέφθειραν. λόγου δ’ εἰς τὸ στρατό- πεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν ἄλλοις ἀνῃρημένου , οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑ- ρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, οὓς ὁ Σίκιος

141
ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς οὖν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν εἶδον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι [*](D) καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον.

Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ὢν καὶ θυγατέρα ἔχων περικαλλῆ Λουκίῳ Ἰκιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ἔμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλα- γωγῆσαι αὐτήν · καὶ δικαστὴς ἦν ἐκεῖνος. ἐλθὼν οὖν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιο- λογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐ- δεὶς ἐπήμυνεν , ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς εἶχεν ἐξώρμησεν. οὓς οὐδὲ πρὶν εὖ διακειμένους οὕτως ἐτάραξεν ὥστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ἕτεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ’ ἔμα- θον, τό τε τάφρευμα ἐξέλιπον , καὶ συμμίξαντες τοῖς λοιποῖς ἄνδρας εἴκοσιν ἑαυτῶν προεστήσαντο , καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πράξαι. καὶ τὸ ἄλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ’ αὐτῶν ἐθορύβει.

Ἐν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Ὄππιος δὲ τήν τε βουλὴν ἥθροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέριον Λούκιον καὶ τόν Ὁράτιον Μάρκον, ἄνδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους , πεμφθῆναι σφίσιν ἐζήτουν, ὥς τι δι’ ἐκείνων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρχόντων, [*](P) ἤδη γὰρ πάντες παρῆσαν , μὴ στρατηγοῖς αὐτοῖς κατ’ αὐτῶν χρήσαιντο, ἔτι μᾶλλον ὠργίζοντο.

142
φόβος οὖν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέ.. τριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν Ὁράτιον ἔπεμψαν. κἀκ τούτου συναλλαγῆς γενομένης τοῖς μὲν θορυβή- σασιν ἄδεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη , αἱ δὲ ἐπέτειοι ἀρχαὶ αἵ τε λοιπαὶ καὶ αἶ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ’ οἷσπερ ἦσαν χαἰ πρότερον. ἀποδειχθέντες δὲ [*](C) ἄρχοντες ἄλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Ὄππιον τόν τε Ελαύδιον εἰς δεσμωτήριον ἐνέβαλον , οἳ πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο , τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν.