Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Δύο δὲ παίδων γενομένων τῷ Ἀλεξάνδρῳ, Ὑρκανοῦ καὶ Ἀριστοβούλου, ὁ μὲν Ὑρκανὸς νωθὴς τὸ ἦθος ἦν καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, ὁ δὲ νεώτερ ος δραστήριος ἦν. ἡ δὲ τούτων μήτηρ ἀρχιερέα τὸν Ὑρκανὸν διὰ τὸ ἄπραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευ σε πείθεσθαι, καὶ αὐτὴ μὲν εἶχε τῆς βασιλείας τὸ ὄν ὁμὰ, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέμει δὲ ἡ χώρα, μόνων τῶν Φαρισαίων τὴν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμβουλεύσαντας βουλεύσαντας Ἀλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων διαφθοράν. ἕνα δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπ’ ἐκείνῳ ἄλλους ἐπ’ ἄλλοις, ἴως οἱ δυνατοὶ παρελθόντες εἰς [*](Cap. 5. Iosephi Ant. 13, —14, 2, §. 2.)

343
τὰ βασίλεια καὶ Ἀριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς [*](P) ἤδη φθαρέντας ἀποκλαυσάμενοι εἰς οἶκτον τῶν κινδυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. Ἀριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· ἡ δὲ οὐκ εἶχεν ὅ,τι καὶ πράξειε.

Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκώς καὶ ἐπὶ τὴν Ἰουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ ἔθνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολλοῦ ἄξια καὶ πρέσβεις αὐτό πέμπουσι τὴν Πτολεμαΐδα πολιορκοῦντι. ὁ δὲ ταῦτά τε ἐδέξατο καὶ χρηστὰ ἐπηγγέλλετο. ἄρτι δὲ τὴν Πτολεμαΐδα πορθήσαντι [*](C) ἀγγέλλεταί οἱ Ἀκέλαος εἰς Ἀρμενίαν ὁρμήσας, καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, Ἀριστόβουλος λάθρᾳ ὑπεξελθὼν ᾔει ἐπὶ τὰ φρούρια, ὅπου οἱ πατρῷοι κατετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνει- δυίας τῇ πράξει, καὶ ὑπεδέχθη παρ’ αὐτῶν. αἰσθομέην δὲ ἡ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ ὅτι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ ἦν ταραχῇ καὶ αὐτὴ καὶ τὸ ἔθνος· ἔθεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. Ὑρκανὸς δὲ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι μαθόντες ὅτι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων εἴκοσι καὶ δύο [*](D) ἐκράτησεν ὁ Ἀριστόβουλος καὶ πολλὰ συνήγαγε χρήματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασιλίσσης ὑποθέσθαι γνώμην περὶ Ἀριστοβούλου. ἡ δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς ἤδη ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς ὃ συμφέρον κρι- [*](14 Ἀκέλαος] Iosepho Λεύκουλλος.)

344
νοῦσι. καὶ μετ᾿ οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ἔτη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα.

Τῆς Ἀλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλεμον κατὰ τοῦ ἀδελφοῦ ὁ Ἀριστόβουλος ἤρατο, καὶ πολλοὶ τῶν στρατιωτῶν τοῦ Ὑρκανοῦ αὐτομολοῦσι πρὸς Ἀριστόβουλον. ὁ δὲ φεύγει πρὸς τὴν ἀκρόπολιν, ἔνθα καὶ ἡ Ἀριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν κατεκλείσθησαν. εἰς λόγους δ᾿ ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν ἔχθραν, ὥστε βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ζῆν ἀπραγμόνως. ὅρκοις οὖν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν ὁ μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν Ἀριστοβούλου ὁ Ὑρκανός.

Ἀντίπατρος δέ τις Ἰδουμαῖος, φίλος ὢν Ὑρκανοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρημάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν Ἰουδαίων διαλεγόμενος, καὶ πρὸς Ὑρκανὸν διαβάλλων τὸν Ἀριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα φυγεῖν. καὶ πέμπει τὸν Ἀντίπατρον πρὸς Ἀρέταν ὁ Ὑρκανός, πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς [*](P) προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν ὁ Ἀντίπατρος, καὶ συμπαρειληφὼς τὸν Ὑρκανὸν νύκτωρ ἧκεν ἄγων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν πρὸς τὸν Ἀρέταν. παρεκάλει οὖν ὁ Ὑρκανὸς αὐτὸν καταχθῆναι παρ᾿ αὐτοῦ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις ἃς Ἀλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. καὶ ὁ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλου, καὶ τῆς μάχης κρατεῖ. πολλῶν οὖν πρὸς Ὑρκανὸν αὐτομολησάντων εἰς Ἱεροσόλυμα ὁ Ἀριστό-

345
βουλος ἔφυγε. καὶ ὁ Ἄραψ τῷ ἱερῷ προσβαλὼν ἐπολιόρκει τὸν Ἀριστόβουλον, προστιθεμένου καὶ τοῦ [*](C) δήμου τῷ Ὑρκανῷ, μόνων τῶν ἱερέων Ἀριστοβούλῳ παραμενόντων. Ὀνίαν δέ τινα δίκαιον ἄνδρα καὶ θεοφιλῆ, ὃς αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ἔλυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ Ἰουδαῖοι εὔξασθαι κατὰ Ἀριστοβούλου καὶ τῶν μετ’ αὐτοῦ· ὁ δ’ οὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, “ὦ θεὲ βασιλεῦ τῶν ὅλων” εἶπεν, “ὅτι καὶ οἱ μετ’ ἐμοῦ ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱερεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατ’ ἐκείνων τούτοις.” καὶ αὐτίκα τὸν ἄνδρα περιστάντες κατέλευσαν. οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρπὸν [*](D) διαφθείραντος.

Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν Ἀρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν οὖν ὑπ’ Ἀριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν ἢ πολέμιον Ῥωμαίων κριθήσεσθαι, ἔλυσε τὴν πολιορκίαν. ἧς λυθείσης ὁ Ἀριστόβουλος ἐπὶ Ἀρέταν καὶ Ὑρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετ’ οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, ἧκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ Ἰουδαίας, δῶρον ἐξ Ἀριστοβούλου μέγα κομίζοντες, ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν ὁ Ἰώσηπος ἐν Ῥώμῃ θεάσασθαι, τῷ Καπιτω- [*](Cap. 6. Iosephi Ant. 14, 2, §. —4, §. 5. 29 θεάσασθαι] Strabonem, non se ipsum.)

346
λίῳ ἀνατεθειμένην Δῖέ καὶ αὖθις ἧκον πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, ὑπὲρ δὲ Ἀριστοβούλου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν τῶν Ἰουδαίων καὶ τῶν ἡγεμόνων αὐτόν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ εἶναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων ἄρχεσθαι, τούτους δὲ του γένους [*](P) ὄντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· Ὑρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ὅτι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ’ ἐκείνου ταύτην ἀφῄρητο, καὶ ἄλλα κατ’ αὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων Ἰουδαίων πλείους ἢ χίλιοι, Ἀντιπάτρου παρασκευάσαντος. Ἀριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν Ὑρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, ἄπρακτον οὖσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ’ ἐξ ἀνάγκης ἔλεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς ἄλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ὅπερ καὶ ὁ [*](C) πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω Ἀριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως ἄγειν ἐκέλευσεν, ἐλθὼν δ’ εἰς τὴν χώραν διατάξειν ἕκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ Ἀριστόβουλος εἰς τὴν Ἰουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς ὁ Πομπήιος ἐστράτευσε κατ’ αὐτοῦ. συμπεφευγότος δ᾿ εἰς ἔρυμα καλούμενον Ἀλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ἥκειν. ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν Ῥωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ὅθεν ἧκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς [*](D) φρουράρχοις, ἀπείρητο γὰρ ἄλλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν
347
εἰς Ἱεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ’ αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ Ἱεριχοῦντα δὲ γεγονότι, οἶ τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, πρόσεισιν ὁ Ἀριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ὥστε πράττειν ὃ βούλεται. ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐόντων τὰς συνθήκας πληρωθῆναι, ἄπρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. ἥκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν Ἀριστόβουλον. οἱ δ᾿ ἔνδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ’ Ἀριστοβούλου τοὐναντίον· οἳ καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο. οἱ δ᾿ ἄλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισφρήσαντες οἱ πολέμιοι ἔσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ἧττον ἦσαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν Ἰουδαίων [*](P) ὑπὸ Ῥωμαίων, οἱ δ᾿ ὑπ’ ἀλλήλων ἐσφάττοντο ἢ καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ ἄβατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ εἶδον ὅσα τοῖς ἄλλοις πλὴν τῶν ἀρχιερέων ἤσαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων ἢ τῶν χρημάτων ἥψατο δι’ εὐσέβειαν. τῇ δ’ ὑστεραίᾳ καθαρᾶι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν Ὑρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ
348
Ἱεροσόλυμα ποιήσας Ῥωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ Ῥώμην ἀπιὼν ἐπήγετο τὸν Ἀριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ἦσαν δὲ αὐτῶ δύο [*](C) θυγατέρες καὶ τοσοῦτοι υἱοί, ὧν ὁ πρεσβύτερος Ἀλέξανδρος ἀπέδρα καὶ τὴν Ἰουδαίαν κατέτρεχεν ὕστερον, μὴ δυναμένου τοῦ Ὑρκανοῦ αὐτῷ ἀντικαθίστασθαι.

Ὡς δὲ Γαβήνιος εἰς Συρίαν ἧκε, πέμπει πρὸς τὸν Ἀλέξανδρον Ἀντώνιον Μάρκον μετὰ στρατεύματος. καὶ γενομένης μάχης κτείνουσιν οἶ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ Ἀλεξάνδρου ἐπί τι ἔρυμα λεγόμενον Ἀλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύεται οὖν πρὸς Γαβήνιον ὁ Ἀλέξανδρος συγγνώμην αἰτῶν, καὶ παραδίδωσιν ἃ κατεῖχεν ἐρύματα. ὁ δὲ D ἀρχιερεὺς Ὑρκανὸς εἰς Ἱεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. ὁ μέντοι Ἀριστόβουλος διαδρὰς ἐκ Ῥώμης καὶ εἰς τὴν Ἰουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ Ἀλεξάνδριον ἄρτι κατεσκαμμένον. ὁ δὲ Γαβήνιος στέλλει τοὺς κωλύσοντας αὐτὸν ἢ καὶ συλληψομένους. πολλοὶ δὲ τῷ Ἀριστοβούλῳ τῶν Ἰουδαίων προσέρρεον, ὧν οἱ πλείους ἐτύγχανον ἄοπλοι. τούτους μὲν οὖν ἀπέλυσεν Ἀριστόβουλος, τοὺς δ’ ὡπλισμένους ὄντας περὶ ὀκτακισχιλίους εἶχε μεθ’ ἑαυτοῦ. καὶ μάχης αὐτοῖς πρὸς Ῥωμαίους συγκροτηθείσης ἡττῶνται Ἰουδαῖοι καὶ φεύγουσι καὶ οἱ μὲν κτείνονται, σκεδάννυνται δὲ οἱ λοιποί. Ἀριστόβουλος δὲ μετὰ εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς Ἀντιγόνου συναποδράντος ἐκ Ῥώμης αὐτῷ. μετὰ δὲ δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ [*](Cap. 7. Iosenphi Ant. 14, 9.)

349
Ἀντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον ἄγεται, καὶ ἀναπέμπεται αὖθις εἰς ῾Ρώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ἔτη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αἴγυπτον. ἐπανελθὼν δ᾿ ἐκεῖθεν εὗρε τὸν Ἀριστοβούλου παῖδα Ἀλέξανδρον στρατεύματι μεγάλῳ τὴν χώραν ἐπιόντα καὶ ὅσοις ἐντύχοι τῶν ῾Ρωμαίων πάντας κτιννύοντα. συμβαλὼν οὖν τούτῳ περὶ τὸ Ἰταβύριον ὄρος τρισμυρίους ἄγοντι Ἰουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν Ἱεροσολύμοις ὡς Ἀντίπατρος ἤθελε, καὶ ἄλλα δὲ στρα- [*](P) τηγήσας ἔργα μεγάλα, εἰς ῾Ρώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. οὗτος δ᾿ ὁ Κράσσος εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ὧν οὐχ ἥψατο ὁ Πομπήιος, ἦσαν δὲ δισχίλια τάλαντα, πάντα ἀφείλετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύλησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμενον. ἔλαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. ἡ δὲ μνᾶ παρ᾿ Ἰουδαίοις ἕλκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι. Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν [*](C) Ἰουδαίαν ἀνέβη. μέγα γοῦν παρ᾿ αὐτῷ δεδύνητο ὁ Ἀντίπατρος, καὶ παρὰ Ἰδουμαίοις, παρ᾿ οἷς ἄγεται γυναῖκα ἐξ Ἀραβίας, Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ Ἡρώδης, Ἰωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ ὕστερον Καῖσαρ Ἰούλιος Γάιος, κατασχὼν τὴν ῾Ρώμην μετὰ τό Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖθεν φυγεῖν, λύσας τὸν Ἀριστόβουλον εἰς Συρίαν ἔπεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν Ἀριστόβουλον διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομ-
350
[*](D) πηίου, τὸν Ἀριστοβούλου Ἀλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατ’ Αἴγυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν Ἀντίπατρος, ὥστε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς πάντα τὸν πόλεμον· ὅπου καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ Ἀντίγονος τότε ὁ Ἀριστοβούλου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς δι’ αὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ ὁ Ἀντίπατρος ἀπελογεῖτο. δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, ὁ Καῖσαρ Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην ἐπεβεβαίωσεν, Ἀντίπατρον δὲ ἀπέδειξε τῆς Ἰουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν Ῥώμην ἀπῄει, ὁ Ἀντίπατρος τὰ κατὰ τὴν Ἰουδαίαν καθίστα. βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μετ’ αὐτὸν Ηρώδην, ὄντα λίαν νεώτατον, τῆς Γαλιλαίας προυστησατο.

Γενναῖος δ’ ὢν ὁ Ἡρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν Ἐζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλείστους τῶν σὺν αὐτῷ· ὅθεν τοῖς Σύροις πεφίλητο. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, [*](P) ὄντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ ἄρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς τὸν Ἀντίπατρον. οἱ δ’ ἐν τέλει τῶν Ἰουδαίων διὰ ταῦτα ἐβάσκαινον τῷ Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν Ἡρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν

351
Ἀντιπάτρου πρὸς Ὑρκανόν, καὶ ἠρέθιζον κατ᾿ αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους εἶναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν Ἡρώδην κτεῖναι τὸν Ἐζεκίαν καὶ πολλοὺς τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος ἄνθρωπον ἀναιρεῖσθαι, κἂν πονηρὸς εἴη, εἰ μὴ πρότερον ὑπὸ [*](C) τοῦ συνεδρίου κατακριθείη. Ὑρκανὸς δὲ τούτοις ἠρέθιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων, παρακαλοῦσαι ἵνα δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινηθεὶς οὖν ὁ Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον. ὁ δὲ ἧκε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ὥστε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν ἅπαντας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ᾿ ἦν ἀπορία τοῦ τί χρὴ ποιεῖν. εἷς δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, εἶπεν “ὦ [*](D) ἄνδρες, οὐκ οἶδά τινα τῶν κεκλημένων εἰς δίκην οὕτω παραστάντα, οὔτε ὑμεῖς, οἶμαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι, ὁ δὲ βέλτιστος Ἡρώδης φόνων δίκην φεύγων ἕστηκε περὶ αὐτὸν ἔχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, κτενοῦντας ἡμᾶς. ἀλλ᾿ Ἡρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην ἄδειαν παρασχόντας αὐτῷ. ἴστε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς οὗτος, ὃν νῦν δι᾿ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν Ὑρκανόν.” ὅτι δὲ ταῦτα εἰς ἔργον ἐξέβη δηλώσει προϊὼν ὁ λόγος. Ὑρκανὸς δὲ εἰς ἄλλην ἡμέ- ραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ Ἡρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ Ἡρώδῃ ἀπο-
352
δομένου, οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ἧκεν Ἡρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ Ὑρκανοῦ ὅτι ὅλως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς Ιεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός.

Καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. [*](P) Βάσσος Καικίλιος, εἷςτῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι’ ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος Ἰουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ Ἀντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ὧν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ἦλθεν ἐκ Ῥώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν Ῥώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιάς συλλογὴν ἄλλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην ὅπλα καὶ στρατιώτας συνήθροιζε, καὶ [*](C) ἐφορολόγει βαρύτατα, καὶ ἐξ Ἰουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ὣν τὴν εἴσπραξιν ὁ Ἀντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ οὑν Ἡρώδης πρῶτος ὅσα ἦν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ἦν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δ’ ἂν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ Ὑρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος δι’ Ἀντιπάτρου αὐτόν. ἤδη δὲ Κασσίου μεταστάντος τῆς Ἰουδαίας Ἀντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ οὗτος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ Ὑρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ᾿ οὐκ ἔλαθε τὸν [*](Cap. 8. Iosephi Ant. 14, 11.)

353
Ἀντίπατρον, ἀλλ’ ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ’ ὅρκων. Μάρκος δ᾿ ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν ἂν τὸν Μάλιχον, εἰ μὴ Ἀντίπατρος [*](D) παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ Ἡρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ὃς τότε πρὸς Ἀντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ὅτε καὶ άλιχος τὸν Ὑρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει Ἀντίπατρον· παρὰ γὰρ Ὑρκανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν Ἀντιπάτρου υἱῶν, ὁ Μάλιχος ἔξαρνος ἦν. τῷ μὲν οὖν Ἡρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον ἤθελε τὸν Μάλιχον μετελθεῖν, ἔνα μὴ ἐμφυλίου πολέμου γένωνται αἴτιοι. πιστεύειν οὑν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν Ἱεροσολύμοις ἧκεν Ἡρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· Ὑρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων εἴσεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δ’ ἔτι τῆς ὑποκρίσεως εἴχετο, δακρύων τὸν Ἀντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασσίου τὴν Λαοδίκειαν, ἄμφω πρὸς αὐτὸν ἀπῄεσαν. [*](P) καὶ Ἡρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν Ἰουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. Ἡρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου
354
ὑπονοήσας, προεισπέμψας εἰς Τυρὸν λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. ἤδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν Ἡρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν [*](C) αὐτόν. Ὑρκανὸς δὲ ὑπὸ φόβου ἄφωνος ἦν. ἀνενεγκὼν δὲ ἠρώτα ὅπως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας ὅτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν εἶναι καὶ τῆς πατρίδος ἐπίβουλον.