Καὶ ἡ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ
373
κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνακλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν οὕτως ἐνοσηλεύετο, ἡ Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ὃ μαθὼν ὁ Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς ἃ τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε.
[*](P) δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος ἢ καὶ αὐτὸν τὸν Ἡρώδην διαχρησόμενοι ἢ τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ’ ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πάσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε.
Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, [*](Cap. 16. Iosephi Ant. 15, 7, §. 6–9, §.)
374
λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι’ ἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πάσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι’ ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πληστάζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς ἂν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν ὄντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς νόμισμα, ἔπεμπεν εἰς Αἴγυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο. οὗ κομισθέντος τοῖς μὲν δι’ ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον
[*](D) διένειμεν, οἱ δὲ διὰ γῆρας ἤ δι’ ἑτέραν ἀσθένειαν οὐχ οἶοί τε ἦσαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφας ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς εὔνοιαν αὐτὰς μετεστήσατο. καὶ οὕτως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ἧττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ’ ἴσης τῆς συμφορᾶς ἐπεκούφισεν, ὥστε γενέσθαι τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ δύναται κατὰ τὸν Ἰώσηπον μεδίμνους Ἀττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος εὔκαιρον καὶ τοὺς Ἰουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ἔξωθεν αὐτῷ προυξένησεν εὔκλειαν.
Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν Ἱεροσολύμοις θυγατέρα εἶχε καλλίστην· ταύτης ὁ Ἡρώδης ἧκεν εἰς ἔρωτα. ὄντος δὲ τοῦ Σίμωνος ἀνοικείου [*](23 Ἰώσηπον] Ant. 15, 9, 2.)
375
πρὸς κῆδος δι’ ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην ἔχοντα τότε Ἰησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ εἰς δέον, περιεβάλλετο τὴν ἔξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων.
[*](P) ὥστε αὐτῶ πάντα διὰ πάντων αὔξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους Ῥωμαίων θεραπείας καὶ τὰ ἔθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν Ἰουδαίων, τῇ δ’ ἔξω χώρᾳ, Ἰουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ, Καίσαρι δὲ καὶ Ῥωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους
[*](C) καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς.
Ἐν τοιούτοις δὲ ὢν τοὺς παῖδας Ἀλέξανδρόν τε καὶ Ἀριστόβουλον εἰς Ῥώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι. τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν Ἡρώδῃ ὅτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονείμαι τὴν βασιλείαν, καὶ χώραν ἔτι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ᾿ εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς [*](D) ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ἔλεγεν, ἔνα ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, ἔνα [*](Cap. 17. Iosephi Ant. 15, 10, § 1–16, 1, §.)
376
τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ἔφερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ὄχλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ἣν περὶ τῆς ἀρχῆς εἶχον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει ἅπασι τρόποις, τὸ δὲ πλῆθος ὅρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἶ μὲν οὑν πολλοὶ εἶκον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ οὔτε ἐπείσθησαν οὔτ’ ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον
[*](P) Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναΐμ. ἦν δ’ οὗτος εἶς ἐξ αὐτῶν, ἀνὴρ τἄλλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ὃς ἔτι παῖδα τὸν Ἡρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα Ἰουδαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ἔλεγεν εἶναι. Μαναΐμ δὲ μειδιάσας καὶ τύπτων αὐτὸν ἠρέμα ἀλλὰ καὶ βασιλεύσεις” ἔφη “καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. ἄριστος δ’ ἔσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ’ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι.” βασιλεύσας δὲ ὁ Ἡρώδης μετακαλεῖται τὸν Μαναΐμ καὶ περὶ τοῦ
377
χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας
[*](C) ἐνιαυτοὶ ἢ εἴκοσιν ἢ τριάκοντα, ὁ δὲ ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναΐμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι’ ἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς.
Ἤδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ἔγνω μετασκευάσαι καὶ πρὸς ὕψος ἆραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ὤκνει πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον ἔφη τὸν ναὸν καθαιρήσειν, πρὶν ἂν πάντα ὧν ἂν δέοιτο εἰς τὸ ἔργον παρασκευάσηται. ἤδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους ἄλλους καταβαλόμενος τὸν ναὸν ἤγειρε μήκει πήχεων ἑκατόν, [*](D) τὸ δ’ ὕψος ἐπέκεινα εἴκοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ὧν ἑκάστῳ περὶ πέντε καὶ εἴκοσι τὸ μῆκος πήχεις, τὸ δ’ ὕψος ὀκτώ, εὖρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, ἣν οἱ ἐκ τοῦ γένους τῶν Ἀσαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὥστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην οὖν τὴν βᾶριν Ἡρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ’ ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην Ἀντωνίου προσηγόρευσεν Ἀντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ἔτεσι. παραδέδοται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν ὅτε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ἕξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ ὕειν, γίνεσθαι δὲ τοὺς ὄμβρους ἐν ταῖς νυξίν, ἕνα μὴ τὰ ἔργα κωλύωνται.
Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ Ἡρώδης
378
τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ’ ἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· ὁ καὶ πρὸς τιμωρίαν τῶν πασχόντων ἣν φορτικόν, οὐχ ἥκιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων ἔθη βιοῦν τῆς θρησκείας ἦν, ὅσον ἐπ’ ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ
[*](P) νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ἔχοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ’ οὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ἔνα μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρ’ ὅλον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ἣν τῶν κατ’ ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ’ αὐτῷ.
Εἰς τὴν Ἰταλίαν δὲ κατὰ τὸν καῖρόν ἐκεῖνον παραγενόμενος Ἡρώδης, ἴνα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας ὄψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ [*](C) τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἔλαβεν ἄγειν εἰς τὰ οἰκέτα. ὡς δ’ ἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ἦσαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ἤδη καὶ κατ’ ἐκείνων τὰ ὅπλα ἡτοίμαζον δι’ ὧν καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ἔτι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ d τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν [*](Cap. 18. Iosephi Ant. 16, 1, §. 3–4, §.)
379
ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, Ἀρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφυρὰν τῷ Ἀλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ὅσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ᾿ ἡ τούτων ἐπηύξητο δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ’ αὐτῶν προύβαινον, παρ’ αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφὰς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ᾿ ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ἦν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ’ εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. Ἡρώδης δὲ ταῦτα καὶ ἄλλων ἀπαγγελλόντων τετάρακτο. οὕτω δὲ διατεθεὶς ἔγνω ἐπὶ καθαιρέσει τῶν νέων ἕτερον υἱὸν Ἀντίπατρον ὄνομα, ἰδιωτεύοντι ἔτι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ἵνα καταστείλῃ τὸ θράσος
[*](P) τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ’ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. ὅθεν ὡς ἔφεδρόν τινα τὸν Ἀντίπατρον ἐπεισήγαγεν. δὲ δεινὸς ὤν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ἔσχεν ὑπόθεσιν ἔχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ’ ἔτι ἐδίδοσαν
380
ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. ἅπερ κακοήθως οἱ περὶ τὸν Ἀντίπατρον Ἡρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ,
[*](C) πλείονος Ἀντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς ῾Ρώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ὥστε ἤδη πάντα ἐπ᾿ ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ᾿ ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. Ἀντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, ἕως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς ῾Ρώμην κἀκεῖ τῶν παίδων
[*](D) κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ᾿ εἰς ῾Ρώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ οὕτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ἔτι τοῦ πατρὸς δάκρυα ἦν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ᾿ ἔγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ᾿ ἄλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ ἅπαντας, ὁ Ἀλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ᾿ αὐτῶν πιστεύων διαβολαῖς, ἔτι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκε-
381
χύμενον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ’ αὐτοῖς λόγον, Ἡρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πάσαν ὑπόνοιαν· καὶ τὸ πιστά γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον
[*](P) ἔκρινε. τοιαῦτα συμβουλεύων ἔνευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος ἕκαστον. τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετ’ ἀλλήλων ἀπῄεσαν, καὶ Ἀντίπατρος μετ’ αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ἥδεσθαι· τῇ δ’ ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ Ἡρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν ὁ Καῖσαρ ὃν ἂν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν ἢ καὶ διανέμειν ἅπασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ἤθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν Ἀρχέλαος ὁ πενθερὸς Ἀλεξάνδρου συναντᾷ τῷ Ἡρώδῃ,
[*](C) συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν Ἡρώδης ἐπὶ τὴν Ἰουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν ἀποδημίαν αὐτῶ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν Ἀντιπάτρῳ, εἶτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο.
Υπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς ἄλλους φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς [*](Cap. 19. Iosephi Ant. 16, 5, §. 4–7, §.)
382
ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς
[*](D) οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης ἔμελλε τυγχάνειν εἰσαῦθις ἧι εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ᾿ ὢν βαρείαις εἰσπράξεσι τοὺς ὑποτεταγμένους ἐπίεζε καὶ χαλεπὸς ἢν αὐτοῖς· ὑπὸ δὲ φιλαρχίας, εἰ κατά τινος ὑπόνοιαν ἔσχεν ἐφίεσθαι τῆς ἀρχῆς ἤ τι περὶ αὐτὴν παρακινεῖν, ἴσα πολεμίοις αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φίλους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, ὅτι ἀκηκοὼς ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον Δαβὶδ ἀργυρίου λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ἔν ἀνέκφορον εἴη τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ εὗρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμηλίων χρυσῶν, ὃν ἀνείλετο πάντα. ἔσπευδεν οὑν καὶ ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αἷς τῶν βασιλέων Δαβὶδ καὶ Σαλομώντος τὰ σώματα τεθησαύριστο. ὡς δ’ ἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ἔνδοθεν ἀπαντησάσης,
[*](P) ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ διὰ τὴν ἐπιχείρησιν χεῖρον ἔχειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν ὁ Ἀντίπατρος, δεινὸς ὥν, δι’ ἄλλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπεραπολογούμενος, ἕνα δοκῶν εὔνους ἐκείνοις ἀνύποπτος εἴη τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ ὁ μὲν τὰ
383
πάντα ἦν τῷ πατρί, οἱ δ’ ἐκ τῆς Μαριὰμ χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ ἔφερον ὑπ’ εὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. αἵ τε γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα
[*](C) Γλαφυρὰ ἠ’ Ἀρχελάου μῖσος εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ, ᾗπερ ὑπερηφάνως προσεφέρετο ἡ Γλαφυρὰ καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει. γέγονε δέ τις ὑπόθεσις καὶ τὸν τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖσος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ ἡ τοῦ βασιλέως θυγάτηρ, ὁ δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ προσέκειτο. ἤχθετο δὲ διὰ τοῦτο Ἡρώδης καὶ τὴν
[*](D) μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι ἤδη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ἔρωτα. ὁ δὲ τὴν μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθεσμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ἔρωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμφθείρεσθαι. ταῦτα τὸν Ἡρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ εἴα. καὶ ἡ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ οὖσα καὶ τὴν ἑαυτῆς θυγατέρα Ἀριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοικῶς πρὸς τὸν ἄνδρα διακεῖσθαι, ἀπαγγέλλειν δὲ αὐτῇ, εἴ τι κατ’ ἰδίαν λαλήσειεν. ἡ δὲ μεμνῆσθαι τοὺς νεανίσκους ἔλεγε τῆς μητρός, τὸν δὲ πατέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς
384
μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδου κωμογραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν ἥλιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος ἤκουεν
[*](P) ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο.
Φερώρας δ’ αὖθις τὰ πράγματα συνετάραξεν, εἰπὼν Ἀλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν Ἡρώδην Γλαφυρὰς. Ἀλέξανδρος δὲ πρὸς τὸν λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κατεμήνυσεν. ἐν. ὁ δ᾿ Ἡρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μεταπέμπεται τὸν Φερώραν, καί “κάκιστε” εἶπε, “τοιαῦτα καθ’ ἡμῶν λαλήσας πότερον οἴει λόγον εἰς τὴν [*](C) ψυχὴν τοῦ παιδὸς ἢ ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμβαλεῖν;” Φερώρας δὲ Σαλώμην ἔφη ταῦτα συμπείσειν, κἀκείνης εἶναι τούς λόγους. ἡ δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν. τέλος δὲ ὁ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τούς λόγους ἀνενεγκεῖν.
Ετερον δέ τι συνέπεσε ταραχὰς αὖθις ἐγεῖραν κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. ἦσαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ὧν ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπ’ Ἀλεξάνδρου χρήμασι διαφθαρῆναι μηνύεται. [*](D) καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, [*](Cap. 20. Iosephi Ant. 16, 7, §. 4–8, §.)
385
ἄλλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ Ἀλεξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μάστιγας ἔλεγον ὡς εἴη δυσμένεια καὶ μῖσος Ἀλεξάνδρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ Ἡρώδην μὲν ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, κἂν μὴ βούληται ὁ πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγεμόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας Ἡρώδης περίφοβος ἢν καὶ πρὸς πάντας ὑποψίας εἶχε καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βασίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δ’ αἴτιος ἐτύγχανεν ὁ Ἀντίπατρος. πρῶτον μὲν οὖν ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ὁ Ἡρώδης ἐξήταζεν, εἴ τι κατ’ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. εἷς δέ τις τὰς βασάνους μὴ φέρων εἶπε λέγειν Ἀλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τἄλλα, ὅτι εἴ τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν ἢ ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυστύχημα περιίσταται· ἄχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς
[*](P) αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν Ἀριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς Ῥώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα Ἀλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν Ἀντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ἔδησε τὸν Ἀλέξανδρον. ἔσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ἵνα μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς οὖν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οἶον ἐκεῖνος ᾤετο. ὡς δέ τις τόν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο,
[*](C) ἐπιστέλλειν ἔλεγε τὸν Ἀλέξανδρον τοῖς ἐν Ῥώμῃ
386
φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Παρθῶν τῷ πατρὶ φιλιωθέντα κατὰ Ῥωμαίων· εἶναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν Ἀσκάλωνι. ταῦτα Ἡρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ Ἀλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ἵν’
[*](D) αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ἄκοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ἥκειν, ἔν ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν.
Ἀρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν Ἡρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ἔλεγε. τοιαῦτα δὲ λέγοντος τοῦ Ἀρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ Ἡρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ’ οἶς ὁ νεανίσκος ἡμάρτηκεν. Ἀρχέλαος δὲ ἤδη μαλαχθέντα τὸν Ἡρώδην θεώμενος εἰς ἄλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς Ἀρχέλαον ἐτράπετο, ἵν ἔσοιτο αὐτῷ πρὸς Ἡρώδην διαλλακτής. καὶ ὃς συνεβούλευεν αὐτῷ βέλτιον εἶναι δι’ ἑ αὐτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αἴτιον ἑαυτόν· μαλάξαι γὰρ οὕτω τὸ σκληρὸν
387
τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται ὁ Φερώρας. καὶ Ἀλέξανδρος μὲν
[*](P) τῶν αἰτιῶν ἀπελύετο, Ἀρχέλαος δὲ τῷ Ἡρώδῃ τὸν Φερώραν διήλλαξε.
Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ἔσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν Ἡρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ἄνθρωπος, ἐπιδημήσας πρὸς Ἡρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. ἦν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς Ἀντιπάτρου· προσῄει δὲ καὶ Ἀλεξάνδρῳ, γνωστὸς εἶναι λέγων καὶ Ἀρχελάῳ, ὅθεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι Ἀλέξανδρος τὰ καθ’ ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ [*](C) τὴν μητέρα ἐδίδασκε, καὶ ἔλεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ Ἀντιπάτρῳ ἀνέφερεν. Ἀντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ οὕτω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, Ἡρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλ’ αὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων [*](D) καὶ παρατηρεῖν ἕκαστα.
Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ’ ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ Ἀλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας οὖν τούτους Ἡρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, εἶτ’ ἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν Ἡρώδην Ἀλέ- [*](Cap. 4. Iosephi Ant. 16, 10, §. 1–11, §.)
388
ξανδρος. καὶ ὁ φρούραρχος δὲ τοῦ Ἀλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ Αλεξάνδρου χειρός. ὁ μὲν οὖν Ἡρώδης οὐκέτι ἐνδοιάσιμος ἦν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, Ἀλέξανδρος δὲ δι’ Ἀντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν οὖν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. ὁ δ᾿ Ἀριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, ῾ταῦτα ταῦτα καὶ σοί” ἔφη “κίνδυνον προμηνύει, διαβεβλημένῃ κατ’ ἐλπίδα γάμου Συλαίου.” τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ ἄμφω τοὺς υἱοὺς καὶ ἀπ’ ἀλλήλων
[*](P) διαστῆναι, γράψαι τε ἕκαστον ὅσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν οὔτ’ ἐννοῆσαι κατὰ τοῦ πατρὸς οὔτε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι’ ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς οὔσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ἥκοντος ἐξ Ἀρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν Ἀλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπ’ ἀκροάσει τοῦ πρεσβευτοῦ, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς Ἀρχέλαον ἔφη ἐκεῖθεν εἰς Ῥώμην συνθέμενον διαπέμψειν, ἄλλο δὲ οὐδὲν ἄτοπον ἢ δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός.
[*](C) τούτων οὕτω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ’ αὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν Ἀρχελάῳ καὶ μέμψασθαι ὅτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. Ἀρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς
389
νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς Ῥώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν ἄχθεσθαι ἐπὶ τοῖς παισίν, ἐπ’ ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν ἐνενόησαν, ἄλλως
[*](D) νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ’ αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα Ἀρχέλαον καὶ ὅσους τῶν ἄλλων οἶδεν ἐπιφανεῖς ἀξιώμασί, μετ’ ἐκείνων τὸ δέον σκοπεῖν.
Ταύτην δεξάμενος τὴν ἐπιστολὴν ὁ Ἡρώδης ἐκάλει πρὸς τὸ συνέδριον οὓς ἐβούλετο, Ἀρχέλαον δι’ ἔχθραν παραιτησάμενος, ἢ καὶ ἐναντιωθήσεσθαι νομίζων τῇ γνώμῃ αὐτοῦ. ἤδη δὲ συνηγμένων τόν τε ἡγεμόνων καὶ τῶν ἄλλων, κατηγόρει τῶν παίδων ὁ βασιλεύς, καὶ τὰ δι’ αὐτῶν ἐκείνων γραφέντα ὑπανεγίνωσκεν· ἐν οἶς οὐδὲν ἐγέγραπτο ἕτερον ἢ ὅτι φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν ἔχουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ὃς ἐκέλευεν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθολευστεῖν καὶ οὕτως ἀποκτείνειν. ὅπερ ἔλεγε δύνασθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν, ἀνμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ Ἡρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν [*](P) [*](Cap. 22. Iosephi Ant. 16, 11, §. 1–7, 1, §.)
390
ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ Ἡρώδου υἱῶν, ἀλλ’ οὐ μέντοι καὶ κτείνειν, οἶ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. Ἡρώδης δὲ ἧκεν εἰς Τυρὸν καὶ τοὺς παῖδας ἄγων. ὡς δὲ ἠλθον εἰς Καισάρειαν, μετέωροι πάντες ἤσαν, ποῖ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι· καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ ἢν δὲ ἀκίνδυνον οὔτε τι ὑπὲρ ἐκείνων εἰπεῖν οὔτ’ ἀκούειν ἑτέρου λέγοντος, ἀλλ’ ὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους ἔφερον τὴν ὑπερβολήν.
Στρατιώτης δέ τις ὄνομα Τηρῶν, υἱοῦ αὐτῷ καθ’ [*](C) ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ πλῆθος ἔλεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασάμενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος ποί ποτέ σοι ἔφη ὁ περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; εἶτα οὐ σκέψῃ τί τό πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ’ ἐνὶ παιδὶ καὶ συγγενέσιν ὧν αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα ἡ στρατιὰ ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων [*](D) ἐσχήκασιν;” ἤκουε ταῦτα ὁ βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. ὁ δὲ Τηρῶν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν Ἡρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ προστάττει τὸν Τήρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ
391
Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· ἔσεσθαι γὰρ ἐν τοῖς πρώτοις τῷ Ἀλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις ἦσαν ὁ Τηρῶν τε καὶ ὁ παῖς αὐτοῦ καὶ αὐτὸς ὁ κουρεύς. διακαρτεροῦντος δ᾿ ἐν ταῖς βασάνοις τοῦ Τήρωνος, ὁρῶν ὁ παῖς τὸν πατέρα χαλεπῶς διακείμενον, ἴφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λαβὼν δὲ πίστεις, ἔλεγεν εἶναι συνθήκην ἐπιθέσθαι τῷ βασιλεῖ δι’ αὐτοχειρίας τὸν Τἠρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. ὁ δ’ Ἡρώδης οὐδὲν ἔτι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν Ἀλέξανδρός τε καὶ Ἀριστόβουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχονήθησαν. προαγαγὼν δ’ εἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν
[*](P) τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· οὓς οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν.
Ἀντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐργωδεστέρα ἢν ἡ τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ ἔθνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παρ’ αὐτοῦ. τὴν δὲ Ἀλεξάνδρου γυναῖκα Ἡρώδης πρὸς τὸν πατέρα ἀπέπεμψεν, ἔτρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. ἦσαν δὲ Ἀλεξάνδρῳ μὲν ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῶ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς Ἡρώδης υἷός. ἐννέα γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ὂν καὶ [*](C) πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. ἦσαν δὲ ἥ τε τοῦ Ἀντιπάτρου μήτηρ καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ,
392
ἐξ ἧς, ὡς εἴρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. ἢν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλφας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. ἦν δ’ ἐν ταῖς γυναιξὶν Ἡρώδου κἀκ τοῦ ἔθνους τῶν Σαμαρέων μία, ἧς ἦσαν παῖδες Ἀντίπας τε καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις ταῖς τούτου γυναιξὶ συνηρίθμητο· καὶ ταύτης παῖδες Ἡρώδης καὶ Φίλιππος. καὶ Πάλλας δὲ ἦν ἐν ταῖς αὐτοῦ γαμεταῖς,
[*](D) Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ Ἐλπὶς συνῴκουν αὐτῷ ἦσαν δὲ Ἡρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαίδρας δὲ καὶ Ἐλπίδος ἔφυσαν αὐτῷ θυγατέρες Ῥωξάνη καὶ Σαλώμη.
Τοῦτο μὲν οὖν τὸ γένος Ἡρώδου· τὰ δὲ πράγματα πρὸς μόνον τὸν Ἀντίπατρον ἀφεώρων. καὶ ἢν ἅπασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ ὅσον τῆ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς ἡ Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κηήσεως αὐτῆς σημασίαν διακειμένη· ἡ μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν εἶναι τὴν οὕτω κεκλημένην ἐδήλου, ἡ δὲ καὶ σφόδρα μάχιμος ἦν καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αὕτη κατασκοποῦσα τὴν Ἀντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ἔλεγε τῷ Ἡρώδῃ ἐπὶ κακῷ τῷ αὐτοῦ τὴν τούτων γίνεσθαι εὔνοιαν. γνόντες οὑν ἐκεῖνοι τὴν τῆς Σαλώμης διαβολήν, ἐν τᾦ φανερῷ μὲν μῖσος [*](Cap. 23. Iosephi Ant. 17, 1, §. 3–4, §.)
393
κατ᾿ ἀλλήλων καὶ λοιδορίας ἦσαν ἐπιτηδεύοντες, κεκρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν. τὴν Σαλώμην δ᾿ οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λαθραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. ὁ δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυναικωνίτιδα οἰκειούμενοι, ἄνθρωποι μέγα φρονοῦν-
[*](P) τες ἐπ᾿ ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οἳ πάντων ὀμωμοκότων Καίσαρι εὐνοεῖν καὶ τῷ βασιλεῖ Ἡρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, ὄντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐνοοῦντες, προύλεγον Ἡρώδῃ τέλος τῆς ἀρχῆς κατεψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλλοντο. τῶν μὲν οὖν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐληλεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ Ἡρώδου ὢν παιδικά, καὶ ἕτεροι τῶν περὶ τὸν βασιλέα, ὡς
[*](C) συνίστορες. εἶτα συνέδριον καθίσας ὁ βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψας “δεῖν” ἔλεγε “καὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι. νῦν γοῦν εἰ τῆς ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ᾿ αὐτῆς συμβίωσιν παραιτοῦ.” ὁ δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρίνατο ἢ ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν Ἡρώδης Ἀντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν ἢ ταῖς γυναιξὶ συνιέναι. οἱ δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώ-
[*](D) μαζον ᾗ καιρός. Ἀντίπατρος δὲ τὴν ὀργὴν τοῦ πατρὸς ὑφορώμενος γράφει τοῖς ἐν ῾Ρώμῃ φίλοις ἐπι-
394
στέλλειν Ἡρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν Ἀντίπατρον. πέμπεται γοῦν εἰς ῥώμην μετὰ δώρων Ἀντίπατρος, φέρων καὶ διαθήκην Ἡρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, Ἡρώδῃ τῷ ἐκ τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν ὁ Ἡρώδης. καὶ ὃς ἐπί τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον ἥξειν ἢ πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπήκουσεν, ἔνα μὴ παραβαίη τὸν ὅρκον. Ἡρώδης δ’ ὕστερον Φερώρα νοσήσαντος ἧκε πρὸς ἐκεῖνον αὐτόκλητος, καὶ θανόντα ἐτίμησεν.
Η δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν Ἀντιπάτρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτονίας αὐτόν. ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν Ἡρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν οὑν ἄλλαι [*](P) ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ’ ἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν Ἀντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰτίαν. τοῦτο εἰς πλείονα τὸν Ἡρώδην ἐκίνησεν ἔρευναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες περιβληθεῖσαι πεποιήκασιν ἔκπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους Ἀντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, ὅτι ἐπὶ μήκιστον ἡ ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδ’ αἰσθέσθαι τῶν τῆς βασιλείας ἡδέων, εἴποτε αὐτῷ γένηται, διὰ γῆρας ἤδη αὐτῷ ἐπικείμενον· καὶ ἄλλα δὲ πλείω [*](C) καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ἔλεγον.
395
τούτοις ἤδη καταγνοὺς Ἀντιπάτρου ὁ βασιλεὺς ἀφαιρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν Δωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων ὄντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται. μάλιστα δ᾿ ἐξώτρυνε κατὰ τοῦ υἱοῦ τὸν Ἡρώδην ἐπίτροπος ἐκείνου Ἀντίπατρος, ἄλλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ ὅτι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναί αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν εἴη ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυναικί. ἡ γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι
[*](D) τὸ φάρμακον ἐκ τοῦ τέγους ἔρριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν ὁ βασιλεύς ἡ δὲ ὤμοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν ἔφη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμασμένον ἐπ’ αὐτὸν τὸν πατέρα ὑπ’ Ἀντιπάτρου. νοσήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν εὔνοιαν ἐκεῖνος “πρὸς ἐμέ ἔφη ‘‘κόμισον, ὦ γύναι, τὸ φάρμακον, καὶ κατάκαυσον ἐπ’ ὄψει ἐμῇ.” κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνετέλλετο ἔπραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ᾿ ὑπολειπομένη ὀλίγον, ἵν αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τό μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμακον. κατηγορεῖτο δὲ καὶ ἡ τοῦ βασιλέως γυνή, ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων· ἣν αὐτίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν διαθηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερωσύνην ἀφείλετο, ἕτερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφίλου Ματθίαν.
Ἐν τούτῳ δὲ ἀπελεύθερος Ἀντιπάτρου Βάθυλος [*](D) [*](Cap. 24. Iosephi Ant. 17, 4, §. 3–5, §.)
396
ἀπὸ Ῥώμης παρῆν φάρμακον κομίζων τῆ τοῦ Ἀντιπάτρου μητρὶ καὶ Φερώρᾳ· ὃς ἐξεταζόμενος ἔλεγε πεμφθῆναι αὐτό, ἵν εἰ μὴ τὸ πρότερον ἅπτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ γράμματα παρὰ τόν ἐν Ῥώμῃ τῷ Ἡρώδῃ φίλων, κατηγορίαν ποιούμενα Ἀρχελάου καὶ Φιλίππου, ἐν Ρώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δεδοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μισθῶν τῷ Ἀντιπάτρῳ ἐπράττετο. Ἡρώδης δ’ ἐπικρυψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθήσεσθαι
[*](C) ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς ἤνεγκεν, οὐ δι’ εὔνοιαν, ἀλλ’ ὅτι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν Ἡρώδην ἀναιρῆσαι, ἀπέθανε. καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπ’ ὀνόματι τοῦ καίσαρος οὕτω καλούμενον, ἐν προύπτοις ἣν ἤδη τοῖς κακοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύοντος. παρῆν δ’ ἐν Ἱεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος Ἡρώδῃ, κληθέντος ἐπὶ συμβουλῇ περὶ τῶν ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ἔτι φορῶν. οἱ γοῦν ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν Ἀντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ ἤδη κατανοῶν
[*](D) οἷ ἐληλύθει, ἐπεὶ καὶ ὁ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπίβουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικαστὴν ἔσεσθαι τὴν αὔριον τὸν Οὔαρον ἔλεγε. καὶ ὁ μὲν ἐπὶ τοιούτοις κακοῖς ᾤχετο, ὑπαντῶσι δ’ αὐτῷ ἥ τε μήτηρ καὶ ἡ γυνή, αὕτη δὲ ἣν παῖς Ἀντιγόνου
397
τοῦ πρὸ Ἡρώδου βασιλεύσαντος· παρ’ ὧν ἅπαντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο. τῇ δ’ ἐξῆς συνήδρευον Ἡρώδης καὶ Οὔαρος, συνῆλθον δὲ καὶ οἶ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς Ἡρώδου καὶ οἱ μηνυταὶ τῶν Ἀντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μητρῷοι τοῦ Ἀντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενομένων, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καῖσαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ οὕτω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ ὅτι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς Ἀντίπατρον, τεθηπέναι τε ἔλεγεν ὅπως Ἀντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δ’ αὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ
[*](P) φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθ’ ἅμα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος ὁ Δαμασκηνὸς τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ Ἀντιπάτρου, πάντα ἐξῆς διηγούμενος. πολλοὶ δὲ καὶ ἄλλοι κατ’ Ἀντιπάτρου αὐτεπάγγελτοι ἔλεγον. Οὔαρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν ἀντίπατρον ἀπολογεῖσθαι. ὁ δ’ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δ’ οὐδὲν παρ’ Ἀντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμακον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέντος,
[*](C) τῶν ἐπὶ θανάτω τις ἑαλωκότων πίνειν κεκέλευστο, καὶ πιὼν εὐθὺς ἔθανε. καὶ Οὔαρος ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου, Ἡρώδης δὲ αὐτίκα ἔδησε τὸν
398
Ἀντίπατρον, καὶ εἰς Ῥώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ.
Ἑάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ’ Ἀντιφίλου σταλὲν πρὸς Ἀντίπατρον, φράζον ‘‘ἔπεμψά σοι τὴν παρὰ Ἀκμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οἶσθα γὰρ ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ’ εὐτυχοίης περὶ τὸ πρᾶγμα.” ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ [*](D) Ἀντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, εἴκασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ εἶχεν οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν δηλοῦσαν ὡς “Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, ἔπεμψα, ὅ ἐπελθὼν οἶδα ὡς τιμωρήσεται Σαλώμην.” ἡ δὲ πρὸς Ἡρώδην ἐπιστολὴ τοιάδε ἦν “ἔργον ἔργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων. εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ἔστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί. ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ἔπρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπ’ Ἀντιπάτρου. Ἡρώδης δὲ ὥρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν Ἀντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ εὕροι πίστιν τινὰ ἐπὶ τοῖς κατ’ αὐτῆς ἀξιόχρεων, κατασχὼν δ’ ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων [*](Cap. 25. Iosephi Ant. 17, 5, §. 7–6, §.)
399
αἰτίαν ἀνετίθει. Ἡρώδης δ᾿ αὖθις γράμματα πρὸς Καίσαρα ἔστειλεν ἐπὶ κατηγορίᾳ τοῦ Ἀντιπάτρου,
[*](P) δηλοῦντα καὶ ὅσα ἡ Ἀκμὴ συγκακουργήσασα εὕρητο· ἔστειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα.
Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ἔτι περὶ ἔτος ὢν ἑβδομηκοστὸν ἐξηγρίωτο· αἴτιον δ᾿ ἦν ὅτι καταφρονεῖσθαι ἐδόκει καὶ ἥδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ᾿ ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον Ἡρώδῃ πεποίητο, ὣν ἓν ἦν καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων [*](C) ἀναθέσεις ἢ ζῷων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν Ἰούδας καὶ Ματθίας Ἰουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων κατασπᾶν. κἂν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ἔλεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις οὖν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ Ἰούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀυήχθησαν πρὸς Ἡρώδην. ὁ δὲ ἤρετο [*](D) εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ἄνδρες “πέπρακται” εἶπον, “καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους οὓς Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα.” τοὺς μὲν οὖν δεδεμένους ἔπεμψεν εἰς Ἱεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν Ἰουδαίων, κατακεκλιμένος ἐν κλι-
400
νιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα ὅτι καὶ ἔτι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους εἶναι κολάσεως ἔφασκον. καὶ ὁ βασιλεὺς τοῖς μὲν ἄλλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ἕτερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, Ἰώζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέκαυσε ζώντας.
Ἡ μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ὣν παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν [*](P) τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ἤσαν ἑλκώσεις, εἰς, καὶ μάλιστα τοῦ κόλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ἤτρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ ἄσθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ οὕτω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς ἢν, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, ἃ σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ἔνθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ἔδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς Ἱεριχοῦντα κεκόμιστο, ἔνθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ᾕρει χολή.
[*](C)Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ἔθνους τῶν ἐντιμοτέ- [*](Cap. 26. Iosephi Ant. 17, 6, §. 5—8, §. 3.)
401
ρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς Ἀλεξᾷ ἐνετέλλετο 5 ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους ἅπαντας ἀνελεῖν, ἔνα μὴ ἐφήδοιντό μου” λέγων‘ οἱ δῆμοι τῇ τελευτῇ, μηδ’ ἐπικροτοῖεν, ἀλλ’ ἑκάστων θρηνούντων τοὺς ἑαυτῶν οὕτως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἡ ἔξοδός μου τιμηθείη τοῖς δάκρυσι.” καὶ ὁ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι τὴν ἐντολὴν ἐπηγγέλλοντο.
Εν τούτοις γράμματα ὑπὸ τῶν ἐν Ῥώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε Ἀκμὴν ἀνῃρημένην δηλοῦντα [*](D) καὶ τὰ περὶ τὸν Ἀντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας Ἡρώδης ἥσθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δ’ ἀλγηδόνων εἶς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ᾿ αἰτήσας καὶ μάχαιραν γνώμης ἢν ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν ἂν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ Ἀντίπατρος ὡς ἤδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισχνούμενος. ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ὃς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αὖθις τὰς διαθήκας, Ἀντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, Ἀρχελάῳ δ’ ἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ
402
τῇ ἐκείνου γαμετῇ Ἰουλίᾳ δωρεὰς πολυταλάντους καταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ Ἀντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ᾿ ὑπὸ ῾Ρωμαίων ἀπο
[*](P) δέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα.
Σαλώμη δὲ καὶ Ἀλεξᾶς, πρὶν ἔκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αὕτη εὐεργεσία παρ᾿ αὐτῶν εἰς τὸ ἔθνος ἐγένετο. εἶτα ὁ θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ Ἀρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ ἄλλως ἔλεγε κυροῦσθαι τὰς διαθήκας ἢ διὰ Καίσαρος. βοὴ δὲ ἦν εὐθὺς εὐφημούντων Ἀρ- [*](C) χέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς.
1
Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρχέλαος [*](C) δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ᾿ εὐωχίαν ἐτράπετο.
[*](D)Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ᾿ Ἡρώδου τιμωμένους κολάσαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ᾿ ὅταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἶ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά- [*](Cap. 1. Iosephi Ant. 17, 8, §. 4—10, §. 6.)
2
σιν ἐξᾶραι προεθυ μοῦντο. ὅ δείσας Ἀρχέλαος χιλίαρ- χον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἶ στασιασταὶ πα- παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέ- λευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ
[*](P) χιλίαρχος τραυματίαι διέφυγον. Ἀρχέλαος δὲ συνι- δὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος Sρμημα κωλυθῆ̣, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρἐ- ἀνῃρέθησαν, οἶ δέ γε λοιποὶ ἐπὶ τὰ ὄρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰ- κεἴα· οἶ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν.
Ἀρχέλαος δὲ ἐπί Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα ’ συνεξ- συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου. καὶ Ἀντίπας δὲ ὁ ‘Πρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ρώμην ὥρ- μητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν [*](C) προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ ’ ἐπτέ- ρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἶ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπᾳ, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ.
Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ιου- δαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πο- λιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σα- βῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη ἦν καρτερά, καὶ οἶ‘ρωμαῖοι ἐκράτουν. περιοδεύσαν- τες οὑν οἶ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω [*](D) τοῦ ἱεροῦ, κἀντεῦθεν ἐξ ὑπερδεξίων βάλλοντες με-
3
γάλα ἔβλαπτον τοὺς Ῥωμαίους. οἶ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον ὕλαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ ἥπτετο τοῦ ὀρόφου, καὶ οἶ ἐπὶ τῶν στοῶν οἶ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν ἔβαλλον οἶ πολέμιοι, οἶ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἶ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ’ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οἵ γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ ἅπαντας κτεῖναι, εἰ δ᾿ ἀπίοιεν, ἄδειαν τοῖς Ῥωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. Ῥοῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας ἐρρωμένους τοῖς σώμασι, Ῥωμαίοις προστίθενται. Ἰουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος.
Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον. Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἷός τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, [*](P) ἀνὴρ δ᾿ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν
4
βασιλικῶν οἴκων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ, τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ του μετ αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτευε. καὶ ἄλλοι δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ Ῥωμαίους καὶ τοὺς βασιλικούς.
[*](C)Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαί·δι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν ὃς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τόν ἐπηλύδων. καὶ [*](D) ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς.
Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἶ πρέσβεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κατηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· [*](Cap. 2. Iosephi Ant. 17, 10, § 9—13, §)
5
οὐ γὰρ βασιλέα, τύραννον δ’ ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ ἔθνει ἔφησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ’ ἐκείνου κακώσεσιν. οἰόμενοι οὖν πάντα τῆς βασιλείας κρατήσοντα Ἡρώδου ἔσεσθαι μετριώτερον, ἀσμένως τὸν Ἀρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ὥσπερ οὐχ Ἡρώδου νομίζοιτο παῖς, εἰ τοῖς Ἰουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι
[*](B) Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις Ῥωμαίων στρατηγοῖς ὑποκεῖσθαι.
Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἶ δὲ περὶ τὸν Ἀρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τόν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρχέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις Ἡρώδου διένειμε· καὶ τῷ μὲν Ἀντίπᾳ [*](C) ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσ’ ἔφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώδης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἐξήκοντα τάλαντα.
Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις
6
Ἰουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν Ἡρώδου συγγένειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο Ἀλεξάνδρῳ τῷ ἀνῃρημένῳ Ἡρώδου υἱῷ. καί τινα παραλαβὼν ἄνδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, Ἀλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν Ἡρώδου
[*](D) υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν ἄμφω τοὺς ἀδελφοὺς ἐσταλμένων ἄλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς Ῥώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην, ἀγαγὼν δ’ εἰς ὄψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ εἶδος εἶχεν ἐμφερὲς πρὸς τὸν Ἡρώδου Ἀλέξανδρον, ὑπ’ αὐτουργίας δ᾿ ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ’ οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν οὖν ὁ Καῖσαρ περὶ Ἀριστοβούλου ποῖ ἂν εἴη· φαμένου δ’ ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ἵν᾿ εἴ τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ’ ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα ἔκτεινεν.
Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοὐ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάξαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφυρὰν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ
7
ἀδελφῶν ἄγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων
[*](P) ἐχούσας. καὶ τὸν Ἐλεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν Ἰησοῦν ἀντεισήγαγε τόν παῖδα Σεέ. ἀνύων δ᾿ ἔτος ἐν τῇ ἀρχὴ δέκατον κατηγορήθη παρὰ Καίσαρι
[*](P) πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ὅλον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο.
Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γένος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρχελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ᾿ ἀγαθῷ. τοὺς μὲν γὰρ [*](C) βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ᾿ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ὅτι δι᾿ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ Ἀρχελάῳ.
Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφυρᾷ ὄνειρος τεθέαται ἴτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλεξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ᾿ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ[*](D) γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα. 30 ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν “Γλαφύρα, ἀληθεύειν ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυ-
8
ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ’ οὕτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο ὕβρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ’ ἐγώ σε αὖθις ἑ μὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης.” ταῦτα διηγη- σαμένη πρός τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ.
Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γεγενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς· καὶ ἐδόκουν μὲν [*](P) ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀληθείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὣν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτόν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τόν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ [*](Cap. 3. Iosephi Ant. 17, 13, §. 5 — 18, 2, §. 2. 27 πρόσθεν] 5, p. 217, D.)
9
Ἰούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ’ ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς,
[*](C) καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ’ ἀντιλέγουσι θρασέως τοῖς παρ’ ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εἴκειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι’ ἆ τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς.
Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους [*](D) αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων σαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν.
Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας
10
τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἄλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται.
Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ᾿ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἶ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τόν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι [*](P) μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ἔνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν , αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ῾Ρώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβουχος. καὶ [*](C)τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος. ἐφ᾿ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ῾Ρωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἕξ ἐφ᾿ ἡμέραιν δυοῖν, ἀφ᾿ ὣν τεσσαρεσκαίδεκα ἴτη αὐτῷ συνῆρξεν Ἀντώνιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά.
Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ᾿ οὗ Γρᾶτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύσας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδεί-
11
κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ’ οὐ πολὺ Ἐλεάζαρ τῷ τοῦ Ἄννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ’ ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ἴσον χρόνον ἱερασαμένῳ
[*](D) Ἰωσὴφ ὁ Καϊάφας διάδοχος ἦν.
Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόντιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐὺ τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ᾿ ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. [*](Cap. 4. Iosephi Ant. 81, 2, §. 2—3, §. 3, liber de rerun, cuius fragmentum edidit David Hoeschelius in notis ad Photii Bibliothecam 1601, p. 923 (Iosephi Op. ed. Havere. II, 2, p. 146.))
12
Ὑδάτων δ’ εἰσαγωγὴν ποιούμενος εἰς Ἱεροσόλυ-
[*](P) μὰ τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες οὖν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ’ αὐτοῦ. ὁ δὲ στολαῖς Ἰουδαικαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ἔχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ οὕτως ἀναχωρεῖν τοῖς Ἰουδαίοις ἐπέταττεν. ὡς δ᾿ ἤρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἶ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ ἄοπλοι ὄντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ἔπιπτον, οἱ δ᾿ ἄλλοι τραυματίαι ἀπῄεσαν.
Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ [*](C) θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. ‘‘γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια [*](D) εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.”
Καὶ ταύτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε περὶ τοῦ Χριστοῦ ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ
13
λόγῳ, ὃς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, οὗ καὶ ὁ ἄγιος Ἰωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ οὐ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ἔργα παρασκευάσει τὸ δίκαιον. οὗ κρίσει παραστάντες πάντες ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν οὕτω λέγοντες, δικαία σου ἡ κρίσις. ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ᾿ ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀίδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον
[*](P) διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ᾿ ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει.” καὶ ἄλλα δ᾿ ἐπὶ τούτοις φησίν.
Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώσηπος.
ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ [*](1 κατὰ Πλάτωνα apud Hoeschelium et in Ioannis Damasceni codicibus, ed. Lequien. t. II, p. 789. 3 Παράλληλα] loco indicato, at fragmentum quod sequitur non Iosepho, sed Meletio Antiochiae episcopo tributum legitur p. 755, nonnullis Cap. 5. Iosephi Ant. 18, 3, §. 4—4, §.)
14
πλούτου περιττῶς ἔχουσα· οὖσα δὲ καὶ τὴν ὄψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ᾗ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ἴκαστον τῶν καλῶν ἀποδέοντι.
[*](C) ταύτης ἑάλω τῷ ἔρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ὢν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εἴκοσι γὰρ μυριάδας δραχμῶν Ἀττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ἔρωτα, ὥστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ἦν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ἴδη καλουμένῃ, παντοίων ἴδρις κακῶν. αὕτη οὕτως ἔχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ὥστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ
[*](P) τῆς Ἴσιδος, θεὸς δ᾿ αὕτη τοῖς ῾Ρωμαίοις τότε νενόμιστο, ᾔδει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αἷς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ἔλεγεν ἥκειν πεμπτὸς ὑπὸ τοῦ Ἀννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ἥκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ἔδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν , κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν οὖν εἰς τὸ τέμενος· καὶ ὡς ὕπνου καιρὸς ἦν , ἔνδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν-
15
νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Ἄννουβις αὐτῇ προσφερόμενος. εἶτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ἄνδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ Ἀννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ “Παυλῖνα”, φησί, "καὶ τὰς εἴκοσι μυριάδας ἔχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. ἃ δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Ἄννουβιν ὄνομα θεμένω
[*](P) αὑτῷ.” ἐκ τούτων εἰς ἔννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ἴδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ἴσιδος ἄγαλμα εἰς·τὀν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνόμην νείμας αὐτῷ ὥστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ἔρωτος. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ ῾Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ὅρος αὐτῷ συνελθεῖν ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι
[*](C) κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ὅπλοις ἦσαν. Πιλᾶτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ἔκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἶ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ἦλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῆ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν Ἰουδαίων προνοησόμενον, ἐπὶ ῾Ρώμην ἀπιέναι τὸν Πιλᾶτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά-
16
τόρος ἀπολογησόμενον ἐφ᾿ οἶς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ἔτεσιν ἡγεμονεύσας τῆς Ἰουδαίας, πρὶν δὲ τῇ ῾Ρώμῃ ἐγγίσαι αὐτόν, ἴφθη Τιβέριος μεταστάς.
[*](D)Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ἀπέκειτο τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ᾿ ἐκεῖνον ἐπράσσετο. Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸπολυτελέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ᾿ ἐποίει καὶ ὁ Ἀρχέλαος, καὶ μετ᾿ ἐκεῖνον οἱ Ῥμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τᾶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ᾿ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεΤ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τόν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ.
κατ᾿ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος Ἀρταβάνῳ τῷ Παρθῶν βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ᾿ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκ-
17
πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. εἶτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ Ἡρώδου. τοῦτο εἰς ὀργὴν τόν Οὐιτέλλιον κατὰ τοῦ Ἡρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος.
Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους [*](C) σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προιόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, [*](D) ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ᾿ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς [*](Cap. 6. Iosephi Ant. 18, 4, §. 6 — 5, §. 3.)
18
Ἡρώδου ἀρχῆς. καὶ ὁ Ἡρώδης ἐξέπεμψε, μὴ γινώσκων ὅ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς Ἀραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν Ἡρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ἔσχε τοῦτο ἔχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἶ Ἡρώδου ἡττήθησαν καὶ ἅπαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφὴς Ἡρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς Ἀρέταν ποιήσασθαι καὶ ἢ ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς Ῥώμην ἢ ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν.
Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου [*](P) κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. ‘‘κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· οὕτω γάρ καὶ τὴν βάπτισιν αὐτῶ φανεῖσθαι ἀποδέκτην. δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ [*](C) Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος.”
[*](15 Ἰώσηπος] Ant. 18, 5, §. 2. Pauca differunt.)19
Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτός δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας μείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν στησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ [*](D) κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμήσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε.
Καὶ Οὐιτέλλιος μὲν εἰς Ἀντιόχειαν ἀνεχώρησεν, Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἷός ἐπὶ Ῥώμης ἔτυχεν ὢν τοῦ Τιβερίου θνήσκοντος. οὗτος γὰρ πρὸ μικροῦ τῆς Ἡρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῆ Ῥώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ’ αὐτῆς. μεγαλοπρεπὴς δὲ ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ’ εἰς τοὺς ἀπελευθέρους τοῦ [*](Cap. 7. Iosephi Ant. 18, 5, §. 3 — 6, §. 5.)
20
Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ὄψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ἔνα μὴ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ ὅτι χρημάτων ἠπόρησεν εἰς Ἰουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς οὖσι, καὶ
[*](P) μὴ ἔχων, εἰς ἔννοιαν ἦλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, ἣ θυγάτηρ ἦν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως Ἡρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς Ἡρώδου θυγατρός, ἣν ἔσχεν ἐκ Μαριὰμ τῆς ὑπ’ ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηταί. αὕτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ Ἀγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς Ἡρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν Ἡρώδῃ, Ἀγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ἔννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ἄνδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί
[*](C) τι καὶ αργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν μετὰ καιρόν δὲ διαφορὰς γενομένης Ἡρώδῃ τε καὶ Ἀγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ Ἀγρίππας μεθίσταται, φιλίως ἐκ Ῥώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ὢν δὲ ἐκεῖ καὶ ὁ Ἀγρίππα ἀδελφὸς Ἀριστόβουλος, διαφερόμενός τε τό ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν Ἀγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς Ἰταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ
21
Βερνίκης τῆς Ἀγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ἔλεγε ποιησάμενον δύο μυριάδων Ἀτθίδων
[*](D) λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ Ἀγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ἔμελλεν. Ἐρρένιος δὲ Καπίτων Ἰαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ἔπραττεν ἀπ’ αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. Ἀγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ᾤχετο. καὶ καταπλεύσας εἐς Ἀλεξάνδρειαν Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ᾿ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ’ ἐκείνης τὸ δάνειον ὁ μὲν Ἀγρίππας εἰς Ἰταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς Ἰουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος Ἐρρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα Ἀγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εἴσοδον ἄχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αὖθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῶ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ
[*](P) πρὸς Γάιον μᾶλλον ἀπένευεν, Ἀντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ’ αὐτοῦ. καί ποτε συμπροιοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ Ἀγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαίῳ ἐπηύχετο. Εὔτυχος δὲ ἀπελεύθερος Ἀγρίππου τῶν
22
λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. οὔτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ἵνα μὴ ἐπανιόντων συντόμως προσίοιεν ἕτε-
[*](C) ροι καὶ ὄχλος αὐτῷ γίνοιτο, οὔτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ’ αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ἔφασκε προμηθείᾳ τῶν ὑπηκόων, ἵνα αὐταρκῶς τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα. εἶεν. παράδειγμά τε τραυματίαν πεποίητο ᾧ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ἤρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας ‘‘αὗται μέν’ ἀπεκρίνατο “τοῦ αἵματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι’ ὄχλου εἰσίν, εἰ δ’ ἀποσοβηθεῖεν αὗται, ἥξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι.” τῆς δὲ πρὸς
[*](D) ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ὅτι δύο καὶ εἴκοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς Ἰουδαίοις ἐξέπεμψεν ἄρξοντας τοῦ ἔθνους αὐτῶν, Γρᾶτον τε καὶ Πιλάτον. τοιοῦτος οὑν τυγχάνων ἐν ἅπασιν οὐδὲ τὸν Εὔτυχον ἠξίου ἀκροάσεως.
Ἀγρίππας δὲ τὴν Ἀντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ’ Αντωνία διὰ τιμῆς ἣν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέ- μεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ- [*](Cap. 8. Iosephi Ant. 18, 6, §. 6 — §. 10.)
23
τοκράτορος αὐτὸν ἔπιτ’ ῥέποντος, καὶ οὕτω τὸν βίον διήνυσεν ὡς καἰ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ὅτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης οὖν ἀξιούμενος ἐξετάσαι τὸν Εὔτυκον, ἔφη “ἴστωσαν οἱ θεοί, Ἀντωνία, ὅτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ἔσονται, ἐκ δέ γε σῆς παρακλήσεως.’ καὶ τὸν Εὔτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ἔλεγεν ὡς “Γάιός τε καὶ Ἀγρίππας, ὦ δέσποτα, συνωμίλουν, καὶ Ἀγρίππας ἔφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ᾗ
[*](P) μεταστὰς οὗτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἔσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπό σοῦ τελευτῶν. καὶ ἥ τε οἰκουμένη γένοιτ’ ἂν μακαρία, καὶ πρὸ ταύτης ἐγώ.” Τιβερίῳ δὲ οἶ λόγοι ἥγηντο ἀληθεῖς· ἄμα δὲ καὶ μῆνιν Ἀγρίππᾳ τηρῶν ὅτι μὴ τὸν υἱωνόν αὐτοῦ θεραπεύειν εἵλετο, ὅλος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ἤγετο δέσμιος ἐν πορφυρίσιν ὢν ἔτι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ’ ἀθυμίας ἐπικλιθείς. ἦσαν δ ἐκεῖ καὶ ἕτεροι ἐν δεσμοῖς. καἰ ὀρνέου πρὸς τὸ δένδρον
[*](C) ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ὄρνιν Ῥωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ἤρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών “ὦ νεανία φησίν, “ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ἔσῃ τοῖς ἄρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ὄλβον λιπών. ὅτε δ’ εἰσαῦθις τὸν ὄρνιν
24
τοῦτον θεάσαιο, ἴσθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι
[*](D) κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ᾖε τανῦν σύνεσμεν.” καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωται ὦφλεν, ὕστερον δ᾿ ἐφάνη θαύματος ἄξιος.
Ἢν οὖν ἐν τοῖς δεσμοῖς ὁ Ἀγρίππας ἐπὶ μῆνας ἔξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Εὔοδον κελεύει, ὃς τῶν ἀπελευθέρων ἣν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ἦσαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἷός αὐτοῦ Δροῦσος ἔτυχε τεθνεώς· υἱωνὸς δ᾿ ἐξ ἐκείνου αὐτό ἢν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ἤδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας οὖν ὁ Τιβέριος ἔωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αὔριον· ἦν δ᾿ αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ᾿ οὖν οἰώνισμα ἔθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ὃς ἂν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἰωνοῦ πρωιαίτερον ἄγειν τόν παῖδα. καὶ ἤδη γεγονυίας ἡμέρας πέμπει τὸν Εὔοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ [*](P) θείου δυνάμεως εἰς ἔννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ᾿ ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος , φησὶ πρὸς τὸν Γάιον “ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν ἢ σύ, ἀλλ᾿ αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ γ̣ατὰ ψῆφον θεόν σοι τὴν τῶν ῾Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο-
25
νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ὅσα παρὰ δίκην πράσσοιτο.”
Τιβέριος μὲν οὑν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, ἄρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εἴκοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ἴσας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. [*](C)
ἠγγέλλετο δὲ Ῥωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἶ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλείστα γὰρ ἐκεῖνος δεινὰ Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ὢν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος.
Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ἔδραμε πρὸς αὐτὸν καὶ Ἑβραίδι φωνῇ ‘‘τέθνηκεν ὁ λέων” φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν Ἀγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ἤρετο τί ἂν εἴη τὸ ἀγγελθέν· καὶ ὁ Ἀγρίππας ἤδη συνήθης γενόμενος [*](D) τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ὅτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτο- κράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ἤδη. τῇ δ’ ὑστεραίᾳ λόγος τε ἦν πλατύς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέμῆνας [*](6 ἑπτὰ καὶ ἡμέρας ἴσας] haec ex Dione 58, 28, 5 Iosephus ἡμέρας τρεῖς καὶ πέντε μῆνας. Cap. 9. Iosephi Ant. 18, 6, §. 10 — 8, §. 1.)
26
πουσα τὸν Ἀγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ᾗ πρὸ τοῦ δεθῆναι ἦν. Γάιος δὲ εἰς Ῥώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας ψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν Ἀγρίππαν ἐβούλετο· ἡ δ’ Ἀντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ἵνα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν Ἀγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, εἶτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αὔξησιν, καὶ χρύσεα χαλ-
[*](P) κείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἀλύσεως μεθ’ ἧς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος.
Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου Ἀγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αὖθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐν δόντος Γαΐου ἐξέπλευσεν. Ἡρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ., καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἐώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ἄνδρα ἐπὶ Ῥώμης πλεῖν καὶ ἴσην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ [*](C) κελεύουσα, καὶ οὐκ ἀνῆκεν ἕως καὶ ἄκοντα τὸν Ἡρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο οὖν σὺν τῇ γυναικὶ ἐπὶ Ῥώμης. Ἀγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν Ῥώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ἕνα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου. καὶ καταλαμβάνουσι
27
τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. ἅμα τε τῷ Ἡρώδῃ εἰς ὄψιν ἧκεν ὁ Γάιος καὶ ἄμα τὰς Ἀγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς Ἀρτάβανον αὖθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ᾿ ἐποιεῖτο τοῦ λόγου ὅπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις Ἡρώδου, μυριάσιν
[*](D) ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ’ ὑπὸ τόν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν Ἡρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. τοὐ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ Ἀγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ Ἡρώδην ἀειφυγίᾳ κατέκρινεν. Ἡρωδιάδι δὲ ὡς Ἀγρίππου ὁμαίμονι τά τε χρήματα ὅσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν Ἀγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ᾿ ἔλεγεν εἶναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν.
Ὁ μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προιὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν Ἀλεξανδρεία Ἰουδαίοις καὶ Ἕλλησι τρεῖς ἀφ’ ἑκατέρου μέρους παρῆσαν