Ἡρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μητέρα καὶ τὴν ἀδελφὴν καὶ πάσαν τὴν γενεὰν ἐν Μασάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ εἰς Ἀλεξάνδριον ἤγαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς Ἰωσὴφ τὸν ταμίαν καὶ τὸν Ἰτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, ἐντειλάμενος αὐτοῖς, εἴ τι περὶ αὐτοῦ πύθοιντο δυσχερές, ἐξ αὐτῆς καὶ ἄμφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς Ῥόδον ἠπείγετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε μὲν τὸ διάδημα, τοῦ ἄλλου δ’ ἀξιώματος οὐ δὲν ὑφῆκεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ μεγαλεῖον ἐνέφηνε τοῦ φρονήματος, οὔτε πρὸς ἱκεσίας [*](P) τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθ’ ὑποστολῆς ἀποδούς. οὐ μετρίως οὖν ἐπεσπάσατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκατέστησεν αὐτῷ καὶ ἦγε διὰ τιμῆς. οὕτω δὲ παρ’ ἐλπίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμψεν ἐπ’ Αἴγυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν Ἰουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγμένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν. οἰηθεῖσαι γὰρ ἤ τε Μαριὰμ καὶ ἡ Ἀλεξάνδρα, ὅπερ ἦν, ὅτι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ Ἀλεξάνδριον, ἴνα μηδ’ ἑαυτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον, καὶ διὰ θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον [*](Cap. 15 Iosephi Ant. 15, 6, §. 5–7, §.)
371
τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύουσαι.
[*](C) ὁ δ᾿ ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρός ταύτας διέκειντο, καὶ μᾶλλον ἡ Μαριάμ. Ἡρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ’ αὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν ἄλλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ἔστενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς ἄμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ὅτι προκατείληπτο ὑπὸ ἔρωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην
[*](D) μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ οὔσης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ παρώξυνον τὸν Ἡρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ὃς χεῖρον εἶχεν ἀεὶ πρὸς αὐτὴν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα ἔσπευδεν ἤδη κεκρατηκότα, Ἀντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αἴγυπτον, τάχα εὐθὺς ἂν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς εἶχε κατέλιπε, καὶ εἰς Αἴγυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. ἤρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν ἄλλα σώφρων ἣν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ἔρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας οὔσης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο
372
αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀποκτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα
[*](P) κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ ἃ παρ’ ἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ἔλεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δ’ εἶναί τι φάρμακον οὗ τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν. τούτων ἀκούσας ὁ βασιλεὺς ἔτι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ὄντα αὐτῇ, ἐβασάνιζεν. ὁ δὲ οὐδὲν περὶ ὧν ἐβασανίζετο οὔτ’ ᾔδει οὔτ’ ἔλεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ἔφασκε γενέσθαι διὰ τοὺς λόγους οὓς ὁ Σόεμος αὐτῇ φράσειεν. οὔπω
[*](C) τὸν λόγον εἰς τέλος ἐκεῖνος ἤνεγκε καὶ μέγα βοήσας Πρῴ δὴ οὐκ ἄν ἔφη “Σόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο.” τὸν μὲν οὖν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως κατ’ αὐτῆς διέκειτο. οὕτω δ’ ἔχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν ἤγετο τὴν ἐπὶ θανάτῳ, Ἀλεξάνδρα δ᾿ ἡ μήτηρ αὐτῆς ἤδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν ἄγνοιαν ὧν ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκ πηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τόν ἄνδρα τὴν
[*](D) θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ἔλεγεν. ἡ δὲ οὔτ’ ταραχθεῖσα πρὸς ταῦτα οὔτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα.
Καὶ ἡ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ
373
κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνακλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν οὕτως ἐνοσηλεύετο, ἡ Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ὃ μαθὼν ὁ Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς ἃ τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε.
[*](P) δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος ἢ καὶ αὐτὸν τὸν Ἡρώδην διαχρησόμενοι ἢ τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ’ ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πάσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε.
Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, [*](Cap. 16. Iosephi Ant. 15, 7, §. 6–9, §.)
374
λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι’ ἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πάσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι’ ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πληστάζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς ἂν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν ὄντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς νόμισμα, ἔπεμπεν εἰς Αἴγυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο. οὗ κομισθέντος τοῖς μὲν δι’ ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον
[*](D) διένειμεν, οἱ δὲ διὰ γῆρας ἤ δι’ ἑτέραν ἀσθένειαν οὐχ οἶοί τε ἦσαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφας ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς εὔνοιαν αὐτὰς μετεστήσατο. καὶ οὕτως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ἧττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ’ ἴσης τῆς συμφορᾶς ἐπεκούφισεν, ὥστε γενέσθαι τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ δύναται κατὰ τὸν Ἰώσηπον μεδίμνους Ἀττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος εὔκαιρον καὶ τοὺς Ἰουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ἔξωθεν αὐτῷ προυξένησεν εὔκλειαν.
Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν Ἱεροσολύμοις θυγατέρα εἶχε καλλίστην· ταύτης ὁ Ἡρώδης ἧκεν εἰς ἔρωτα. ὄντος δὲ τοῦ Σίμωνος ἀνοικείου [*](23 Ἰώσηπον] Ant. 15, 9, 2.)
375
πρὸς κῆδος δι’ ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην ἔχοντα τότε Ἰησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ εἰς δέον, περιεβάλλετο τὴν ἔξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων.
[*](P) ὥστε αὐτῶ πάντα διὰ πάντων αὔξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους Ῥωμαίων θεραπείας καὶ τὰ ἔθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν Ἰουδαίων, τῇ δ’ ἔξω χώρᾳ, Ἰουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ, Καίσαρι δὲ καὶ Ῥωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους
[*](C) καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς.
Ἐν τοιούτοις δὲ ὢν τοὺς παῖδας Ἀλέξανδρόν τε καὶ Ἀριστόβουλον εἰς Ῥώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι. τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν Ἡρώδῃ ὅτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονείμαι τὴν βασιλείαν, καὶ χώραν ἔτι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ᾿ εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς [*](D) ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ἔλεγεν, ἔνα ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, ἔνα [*](Cap. 17. Iosephi Ant. 15, 10, § 1–16, 1, §.)
376
τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ἔφερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ὄχλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ἣν περὶ τῆς ἀρχῆς εἶχον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει ἅπασι τρόποις, τὸ δὲ πλῆθος ὅρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἶ μὲν οὑν πολλοὶ εἶκον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ οὔτε ἐπείσθησαν οὔτ’ ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον
[*](P) Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναΐμ. ἦν δ’ οὗτος εἶς ἐξ αὐτῶν, ἀνὴρ τἄλλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ὃς ἔτι παῖδα τὸν Ἡρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα Ἰουδαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ἔλεγεν εἶναι. Μαναΐμ δὲ μειδιάσας καὶ τύπτων αὐτὸν ἠρέμα ἀλλὰ καὶ βασιλεύσεις” ἔφη “καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. ἄριστος δ’ ἔσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ’ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι.” βασιλεύσας δὲ ὁ Ἡρώδης μετακαλεῖται τὸν Μαναΐμ καὶ περὶ τοῦ
377
χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας
[*](C) ἐνιαυτοὶ ἢ εἴκοσιν ἢ τριάκοντα, ὁ δὲ ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναΐμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι’ ἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς.
Ἤδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ἔγνω μετασκευάσαι καὶ πρὸς ὕψος ἆραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ὤκνει πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον ἔφη τὸν ναὸν καθαιρήσειν, πρὶν ἂν πάντα ὧν ἂν δέοιτο εἰς τὸ ἔργον παρασκευάσηται. ἤδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους ἄλλους καταβαλόμενος τὸν ναὸν ἤγειρε μήκει πήχεων ἑκατόν, [*](D) τὸ δ’ ὕψος ἐπέκεινα εἴκοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ὧν ἑκάστῳ περὶ πέντε καὶ εἴκοσι τὸ μῆκος πήχεις, τὸ δ’ ὕψος ὀκτώ, εὖρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, ἣν οἱ ἐκ τοῦ γένους τῶν Ἀσαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὥστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην οὖν τὴν βᾶριν Ἡρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ’ ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην Ἀντωνίου προσηγόρευσεν Ἀντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ἔτεσι. παραδέδοται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν ὅτε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ἕξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ ὕειν, γίνεσθαι δὲ τοὺς ὄμβρους ἐν ταῖς νυξίν, ἕνα μὴ τὰ ἔργα κωλύωνται.
Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ Ἡρώδης
378
τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ’ ἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· ὁ καὶ πρὸς τιμωρίαν τῶν πασχόντων ἣν φορτικόν, οὐχ ἥκιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων ἔθη βιοῦν τῆς θρησκείας ἦν, ὅσον ἐπ’ ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ
[*](P) νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ἔχοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ’ οὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ἔνα μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρ’ ὅλον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ἣν τῶν κατ’ ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ’ αὐτῷ.
Εἰς τὴν Ἰταλίαν δὲ κατὰ τὸν καῖρόν ἐκεῖνον παραγενόμενος Ἡρώδης, ἴνα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας ὄψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ [*](C) τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἔλαβεν ἄγειν εἰς τὰ οἰκέτα. ὡς δ’ ἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ἦσαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ἤδη καὶ κατ’ ἐκείνων τὰ ὅπλα ἡτοίμαζον δι’ ὧν καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ἔτι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ d τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν [*](Cap. 18. Iosephi Ant. 16, 1, §. 3–4, §.)
379
ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, Ἀρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφυρὰν τῷ Ἀλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ὅσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ᾿ ἡ τούτων ἐπηύξητο δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ’ αὐτῶν προύβαινον, παρ’ αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφὰς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ᾿ ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ἦν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ’ εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. Ἡρώδης δὲ ταῦτα καὶ ἄλλων ἀπαγγελλόντων τετάρακτο. οὕτω δὲ διατεθεὶς ἔγνω ἐπὶ καθαιρέσει τῶν νέων ἕτερον υἱὸν Ἀντίπατρον ὄνομα, ἰδιωτεύοντι ἔτι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ἵνα καταστείλῃ τὸ θράσος
[*](P) τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ’ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. ὅθεν ὡς ἔφεδρόν τινα τὸν Ἀντίπατρον ἐπεισήγαγεν. δὲ δεινὸς ὤν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ἔσχεν ὑπόθεσιν ἔχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ’ ἔτι ἐδίδοσαν
380
ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. ἅπερ κακοήθως οἱ περὶ τὸν Ἀντίπατρον Ἡρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ,
[*](C) πλείονος Ἀντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς ῾Ρώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ὥστε ἤδη πάντα ἐπ᾿ ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ᾿ ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. Ἀντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, ἕως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς ῾Ρώμην κἀκεῖ τῶν παίδων
[*](D) κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ᾿ εἰς ῾Ρώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ οὕτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ἔτι τοῦ πατρὸς δάκρυα ἦν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ᾿ ἔγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ᾿ ἄλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ ἅπαντας, ὁ Ἀλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ᾿ αὐτῶν πιστεύων διαβολαῖς, ἔτι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκε-
381
χύμενον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ’ αὐτοῖς λόγον, Ἡρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πάσαν ὑπόνοιαν· καὶ τὸ πιστά γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον
[*](P) ἔκρινε. τοιαῦτα συμβουλεύων ἔνευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος ἕκαστον. τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετ’ ἀλλήλων ἀπῄεσαν, καὶ Ἀντίπατρος μετ’ αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ἥδεσθαι· τῇ δ’ ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ Ἡρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν ὁ Καῖσαρ ὃν ἂν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν ἢ καὶ διανέμειν ἅπασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ἤθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν Ἀρχέλαος ὁ πενθερὸς Ἀλεξάνδρου συναντᾷ τῷ Ἡρώδῃ,
[*](C) συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν Ἡρώδης ἐπὶ τὴν Ἰουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν ἀποδημίαν αὐτῶ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν Ἀντιπάτρῳ, εἶτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο.
Υπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς ἄλλους φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς [*](Cap. 19. Iosephi Ant. 16, 5, §. 4–7, §.)
382
ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς
[*](D) οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης ἔμελλε τυγχάνειν εἰσαῦθις ἧι εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ᾿ ὢν βαρείαις εἰσπράξεσι τοὺς ὑποτεταγμένους ἐπίεζε καὶ χαλεπὸς ἢν αὐτοῖς· ὑπὸ δὲ φιλαρχίας, εἰ κατά τινος ὑπόνοιαν ἔσχεν ἐφίεσθαι τῆς ἀρχῆς ἤ τι περὶ αὐτὴν παρακινεῖν, ἴσα πολεμίοις αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φίλους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, ὅτι ἀκηκοὼς ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον Δαβὶδ ἀργυρίου λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ἔν ἀνέκφορον εἴη τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ εὗρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμηλίων χρυσῶν, ὃν ἀνείλετο πάντα. ἔσπευδεν οὑν καὶ ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αἷς τῶν βασιλέων Δαβὶδ καὶ Σαλομώντος τὰ σώματα τεθησαύριστο. ὡς δ’ ἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ἔνδοθεν ἀπαντησάσης,
[*](P) ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ διὰ τὴν ἐπιχείρησιν χεῖρον ἔχειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν ὁ Ἀντίπατρος, δεινὸς ὥν, δι’ ἄλλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπεραπολογούμενος, ἕνα δοκῶν εὔνους ἐκείνοις ἀνύποπτος εἴη τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ ὁ μὲν τὰ
383
πάντα ἦν τῷ πατρί, οἱ δ’ ἐκ τῆς Μαριὰμ χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ ἔφερον ὑπ’ εὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. αἵ τε γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα
[*](C) Γλαφυρὰ ἠ’ Ἀρχελάου μῖσος εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ, ᾗπερ ὑπερηφάνως προσεφέρετο ἡ Γλαφυρὰ καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει. γέγονε δέ τις ὑπόθεσις καὶ τὸν τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖσος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ ἡ τοῦ βασιλέως θυγάτηρ, ὁ δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ προσέκειτο. ἤχθετο δὲ διὰ τοῦτο Ἡρώδης καὶ τὴν
[*](D) μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι ἤδη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ἔρωτα. ὁ δὲ τὴν μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθεσμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ἔρωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμφθείρεσθαι. ταῦτα τὸν Ἡρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ εἴα. καὶ ἡ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ οὖσα καὶ τὴν ἑαυτῆς θυγατέρα Ἀριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοικῶς πρὸς τὸν ἄνδρα διακεῖσθαι, ἀπαγγέλλειν δὲ αὐτῇ, εἴ τι κατ’ ἰδίαν λαλήσειεν. ἡ δὲ μεμνῆσθαι τοὺς νεανίσκους ἔλεγε τῆς μητρός, τὸν δὲ πατέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς
384
μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδου κωμογραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν ἥλιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος ἤκουεν
[*](P) ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο.
Φερώρας δ’ αὖθις τὰ πράγματα συνετάραξεν, εἰπὼν Ἀλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν Ἡρώδην Γλαφυρὰς. Ἀλέξανδρος δὲ πρὸς τὸν λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κατεμήνυσεν. ἐν. ὁ δ᾿ Ἡρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μεταπέμπεται τὸν Φερώραν, καί “κάκιστε” εἶπε, “τοιαῦτα καθ’ ἡμῶν λαλήσας πότερον οἴει λόγον εἰς τὴν [*](C) ψυχὴν τοῦ παιδὸς ἢ ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμβαλεῖν;” Φερώρας δὲ Σαλώμην ἔφη ταῦτα συμπείσειν, κἀκείνης εἶναι τούς λόγους. ἡ δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν. τέλος δὲ ὁ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τούς λόγους ἀνενεγκεῖν.
Ετερον δέ τι συνέπεσε ταραχὰς αὖθις ἐγεῖραν κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. ἦσαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ὧν ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπ’ Ἀλεξάνδρου χρήμασι διαφθαρῆναι μηνύεται. [*](D) καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, [*](Cap. 20. Iosephi Ant. 16, 7, §. 4–8, §.)
385
ἄλλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ Ἀλεξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μάστιγας ἔλεγον ὡς εἴη δυσμένεια καὶ μῖσος Ἀλεξάνδρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ Ἡρώδην μὲν ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, κἂν μὴ βούληται ὁ πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγεμόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας Ἡρώδης περίφοβος ἢν καὶ πρὸς πάντας ὑποψίας εἶχε καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βασίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δ’ αἴτιος ἐτύγχανεν ὁ Ἀντίπατρος. πρῶτον μὲν οὖν ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ὁ Ἡρώδης ἐξήταζεν, εἴ τι κατ’ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. εἷς δέ τις τὰς βασάνους μὴ φέρων εἶπε λέγειν Ἀλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τἄλλα, ὅτι εἴ τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν ἢ ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυστύχημα περιίσταται· ἄχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς
[*](P) αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν Ἀριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς Ῥώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα Ἀλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν Ἀντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ἔδησε τὸν Ἀλέξανδρον. ἔσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ἵνα μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς οὖν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οἶον ἐκεῖνος ᾤετο. ὡς δέ τις τόν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο,
[*](C) ἐπιστέλλειν ἔλεγε τὸν Ἀλέξανδρον τοῖς ἐν Ῥώμῃ
386
φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Παρθῶν τῷ πατρὶ φιλιωθέντα κατὰ Ῥωμαίων· εἶναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν Ἀσκάλωνι. ταῦτα Ἡρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ Ἀλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ἵν’
[*](D) αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ἄκοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ἥκειν, ἔν ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν.
Ἀρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν Ἡρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ἔλεγε. τοιαῦτα δὲ λέγοντος τοῦ Ἀρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ Ἡρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ’ οἶς ὁ νεανίσκος ἡμάρτηκεν. Ἀρχέλαος δὲ ἤδη μαλαχθέντα τὸν Ἡρώδην θεώμενος εἰς ἄλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς Ἀρχέλαον ἐτράπετο, ἵν ἔσοιτο αὐτῷ πρὸς Ἡρώδην διαλλακτής. καὶ ὃς συνεβούλευεν αὐτῷ βέλτιον εἶναι δι’ ἑ αὐτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αἴτιον ἑαυτόν· μαλάξαι γὰρ οὕτω τὸ σκληρὸν
387
τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται ὁ Φερώρας. καὶ Ἀλέξανδρος μὲν
[*](P) τῶν αἰτιῶν ἀπελύετο, Ἀρχέλαος δὲ τῷ Ἡρώδῃ τὸν Φερώραν διήλλαξε.