Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Οὕτως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δ’ ἀρχιερωσύνης τῷ παιδὶ δοθείσης Ἀριστοβούλῳ, ἔδοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι. Ἡρώρῃ δὲ ἡ Ἀλεξάνδρα ὕποπτος ἦν, [*](D) καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπ’ ἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν ἦσάν τινες φυλάσσοντες. ἡ δ᾿ ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπομεῖναι προκρίνουσα ἢ μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οἶς εἴη δηλώσασα. ἡ δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευασαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις ἔμελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κομίζειν πρὸς θάλασσαν, ὅπου καὶ πλοῖον αὐτοῖς ᾧ πλεῖν ἐπ’ Αἴγυπτον ἔμελλον παρεσκεύαστο. ταῦτα ὁ Ἡρώδης ἔκ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπ’ αὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρτημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλ’ οὐκ ἐπιεικείᾳ. ἐδέδοκτο δ’ αὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. ἕβδομον οὖν καὶ δέκατον γεγονὸς ἔτος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, ἐστολισμένον ἀρχιερατικῶς. ὁρμὴ δὲ τῷ πλήθει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ [*](Cap. 13. Iosephi Ant. 15, 2, §. 7–3, §.)

366
τό τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, ἔχαιρόν τε ἅμα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους [*](P) ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς Ἡρώδης μᾶλλον ἔθετο τῷ κατὰ τοῦ μειρακίου σκοπῶ. καὶ τῆς ἑορτῆς παρελθούσης μεθ’ ἑστίασιν φιλοφρονούμενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δ’ Ἡρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οἳ συνῄδεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ τὸν Ἀριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνίξαι. καὶ ὁ μὲν οὕτως ὤλετο οὔπω τὸν ὀκτωκαιδέκατον ἀνύσας ἐνιαυτόν, πάσι δὲ τὸ πάθος οἰκεία συμφορά. καὶ Ἀλεξάνδρα συνεῖσα καὶ τὴν [*](C) αἰτίαν τῆς ἀπωλείας, ἔτι μᾶλλον τῷ πάθει συνείχετο, ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. Ἡρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκφορὰν ἐνδεικνύμενος. Ἀλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπιβουλῆς Ἡρώδου τοῦ υἱέος ἀπώλειαν· ἡ δὲ τὸν Ἀντώνιον ἦρ ἔθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον. πέμπει τοίνυν Ἀντώνιος κελεύων ἐλθεῖν Ἡρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. ὁ δὲ τὴν αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν Ἰωσὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων [*](D) κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρ’ Ἀντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ἵνα μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα μένηται. Ἡρώδης μὲν οὖν ἀπῄει, Ἰωσὴφ δὲ τὰ τῆς ἀρχῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῆ Μαριὰμ καὶ τῇ Ἀλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ᾿ ἐκείνων
367
πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκφῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων Ἡρώδῃ ὡς κτείνειεν αὐτὸν ὁ Ἀντώνιος. ἐν τούτοις γράμματα ἐξ Ἡρώδου ἀφίκετο τὴν Ἀντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συνεστιᾶται, καὶ ὅτι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς οὔσης αὐτῷ πρὸς διαβολήν. τούτων τῶν γραμμάτων κομισθέντων ἡ ψευδὴς ἐπαύσατο φήμη.

Ἐπεὶ δὲ προπέμψας ὁ βασιλεὺς Ἡρώδης τὸν Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς ἡ ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῶν κατηγόρουν Ἀλεξάνδρας καὶ Μαριάμ. ἡ δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμένου τῇ Μαριάμ· οὗτος δ’ ἦν Ἰωσὴφ ὁ τῶν τῆς βασιλείας [*](P) πραγμάτων ἐπίτροπος. ἔλεγε δὲ ταῦτα ἐκ πλείονος αὐτῇ χαλεπαίνουσα ὅτι τὴν αὐτόν δυσγένειαν ἐξωνείδιζεν. Ἡρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζηλοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ᾿ ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ἔρωτος ἥττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. ἡ δὲ οὐ στέργοντος εἶπεν εἶναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, εἴ γέ σοι παρ’ Ἀντωνίου χαλεπόν τι ἐπενεχθῇ. οὗτος ὁ λόγος ἐτάραξε Ἡρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ Ἰωσὴφ πρὸς αὐτὴν ἔρωτα. οὐ C γὰρ ἂν ἐξεῖπεν, ἔλεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν ἂν τὴν γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ἔρωτι. [*](Cap. 14. Iosephi Ant. 15, 3, §. 9–6, §.)

368
τὸν Ἰωσὴφ δὲ μηδ’ εἰς ὄψιν αὐτοῦ ἀγαγὼν προσέταξε διαχρήσασθαι, καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων αἰτίαν δήσας ἐφύλαττεν.

Ἀντώνιος δὲ τῷ Κλεοπάτρας ἔρωτι, μᾶλλον δὲ φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. ἣ τὸν μὲν ἀδελφόν, ᾧ ἡ βασιλεία διέφερε, φαρμάκῳ διέφθειρε, τὴν δ’ ἀδελφὴν Ἀρσινόην δι’ Ἀντωνίου ἀπέκτεινε· τὸν μέντοι Ἀντώνιον ἐβιάζετο τὴν Ἰουδαίαν αὐτῇ καὶ τὴν Ἀραβίαν προσνεῖμαι. [*](D) ὁ δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμενος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ἔρωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. ὁ μὲν οὖν Ἀντώνιος εἰς Ἀρμενίαν ἐστράτευσεν, ἡ δὲ ὑποστρέφουσα εἰς τὴν Ἰουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ Ἡρώδου. συνηθείας δὲ αὐτῇ πρὸς Ἡρώδην γενομένης προσεκαλεῖτο αὐτὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, ἦι τὸ πιθανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπ’ αὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. Ἡρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπ’ Αἴγυπτον προύπεμψεν.

Ἑβδόμου δὲ ἤδη ἔτους Ἡρώδου τῆς βασιλείας ἐνεστηκότος ἐσείσθη τῶν Ἰουδαίων ἡ γῆ ὡς οὐκ ἄλλοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτωκυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ Ἀραβίας καὶ Ἰουδαίας Ἡρώδου μισθωσαμένου, ὁ Ἄραψ [*](P) περὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. ἔγνω οὖν ὁ βασιλεὺς χωρῆσαι κατὰ τοῦ Ἄραβος, καὶ ὑπ’

369
Ἀντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλάκις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ ἔθνους ὑπὸ τῶν Ἀράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ὄνομα καὶ φρονήματος ἔμπλεως.

Ἄρτι δὲ Καίσαρος τὸν Ἀντώνιον ἐν Ἀκτίῳ μάχῃ νικήσαντος Ἡρώδῃ τὰ πράγματα τεθορύβητο ἢ ἀπέγωνστο τέλεον. οὐ γὰρ ἦν ἐλπίς, τοσαύτης αὐτῷ πρὸς Ἀντώνιον φιλίας γενομένης, μὴ κακωθῆναι ὑπὸ τοῦ Καίσαρος. ὅθεν τὸν Ὑρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ᾤετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ἵνα μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βασιλείας αὐτοῦ ἀξιώτερος. Ἡρώδης μὲν οὖν οὕτω διανενόητο, [*](C) ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν πλέον αὐτόν. ἡ γὰρ Ἀλεξάνδρα φιλόνεικον τυγχάνουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν Ἀραβίαν ἔχοντι. ὁ δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει περὶ τοῦ δέξασθαι σφᾶς, καὶ Δοσιθέῳ τινὶ τῶν φίλων δίδωσι ταύτην. καὶ ὃς Ἡρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, ὁ δὲ ἀποδοῦναι τό Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν Δοσίθεον καὶ τὰ παρ’ ἐκείνου γράμματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ Δοσιθέου πληρώσαντος ἀντεπέστειλεν ὁ Ἄραψ αὐτόν τε τὸν Ὑρκανὸν δέξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην οὖν Ἡρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται Ὑρκανόν, [*](D) καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συνθηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ τὸν ἄνδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν Ἡρώδου τὰ κατὰ τὸν Ὑρκανὸν γενέσθαι φασί, βουλομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποι-

370
οῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν ἢ ἀφέλειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι ἢ προπετείας ἐνδείξασθαι· τότε δὲ ἦν ἐτῶν ὀγδοήκοντα πρὸς ἐνί.

Ἡρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μητέρα καὶ τὴν ἀδελφὴν καὶ πάσαν τὴν γενεὰν ἐν Μασάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ εἰς Ἀλεξάνδριον ἤγαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς Ἰωσὴφ τὸν ταμίαν καὶ τὸν Ἰτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, ἐντειλάμενος αὐτοῖς, εἴ τι περὶ αὐτοῦ πύθοιντο δυσχερές, ἐξ αὐτῆς καὶ ἄμφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς Ῥόδον ἠπείγετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε μὲν τὸ διάδημα, τοῦ ἄλλου δ’ ἀξιώματος οὐ δὲν ὑφῆκεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ μεγαλεῖον ἐνέφηνε τοῦ φρονήματος, οὔτε πρὸς ἱκεσίας [*](P) τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθ’ ὑποστολῆς ἀποδούς. οὐ μετρίως οὖν ἐπεσπάσατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκατέστησεν αὐτῷ καὶ ἦγε διὰ τιμῆς. οὕτω δὲ παρ’ ἐλπίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμψεν ἐπ’ Αἴγυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν Ἰουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγμένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν. οἰηθεῖσαι γὰρ ἤ τε Μαριὰμ καὶ ἡ Ἀλεξάνδρα, ὅπερ ἦν, ὅτι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ Ἀλεξάνδριον, ἴνα μηδ’ ἑαυτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον, καὶ διὰ θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον [*](Cap. 15 Iosephi Ant. 15, 6, §. 5–7, §.)

371
τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύουσαι. [*](C) ὁ δ᾿ ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρός ταύτας διέκειντο, καὶ μᾶλλον ἡ Μαριάμ. Ἡρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ’ αὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν ἄλλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ἔστενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς ἄμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ὅτι προκατείληπτο ὑπὸ ἔρωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην [*](D) μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ οὔσης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ παρώξυνον τὸν Ἡρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ὃς χεῖρον εἶχεν ἀεὶ πρὸς αὐτὴν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα ἔσπευδεν ἤδη κεκρατηκότα, Ἀντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αἴγυπτον, τάχα εὐθὺς ἂν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς εἶχε κατέλιπε, καὶ εἰς Αἴγυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. ἤρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν ἄλλα σώφρων ἣν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ἔρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας οὔσης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο
372
αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀποκτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα [*](P) κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ ἃ παρ’ ἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ἔλεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δ’ εἶναί τι φάρμακον οὗ τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν. τούτων ἀκούσας ὁ βασιλεὺς ἔτι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ὄντα αὐτῇ, ἐβασάνιζεν. ὁ δὲ οὐδὲν περὶ ὧν ἐβασανίζετο οὔτ’ ᾔδει οὔτ’ ἔλεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ἔφασκε γενέσθαι διὰ τοὺς λόγους οὓς ὁ Σόεμος αὐτῇ φράσειεν. οὔπω [*](C) τὸν λόγον εἰς τέλος ἐκεῖνος ἤνεγκε καὶ μέγα βοήσας Πρῴ δὴ οὐκ ἄν ἔφη “Σόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο.” τὸν μὲν οὖν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως κατ’ αὐτῆς διέκειτο. οὕτω δ’ ἔχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν ἤγετο τὴν ἐπὶ θανάτῳ, Ἀλεξάνδρα δ᾿ ἡ μήτηρ αὐτῆς ἤδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν ἄγνοιαν ὧν ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκ πηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τόν ἄνδρα τὴν [*](D) θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ἔλεγεν. ἡ δὲ οὔτ’ ταραχθεῖσα πρὸς ταῦτα οὔτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα.

Καὶ ἡ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ

373
κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνακλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν οὕτως ἐνοσηλεύετο, ἡ Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ὃ μαθὼν ὁ Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς ἃ τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε. [*](P) δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος ἢ καὶ αὐτὸν τὸν Ἡρώδην διαχρησόμενοι ἢ τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ’ ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πάσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε.

Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, [*](Cap. 16. Iosephi Ant. 15, 7, §. 6–9, §.)

374
λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι’ ἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πάσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι’ ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πληστάζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς ἂν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν ὄντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς νόμισμα, ἔπεμπεν εἰς Αἴγυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο. οὗ κομισθέντος τοῖς μὲν δι’ ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον [*](D) διένειμεν, οἱ δὲ διὰ γῆρας ἤ δι’ ἑτέραν ἀσθένειαν οὐχ οἶοί τε ἦσαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφας ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς εὔνοιαν αὐτὰς μετεστήσατο. καὶ οὕτως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ἧττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ’ ἴσης τῆς συμφορᾶς ἐπεκούφισεν, ὥστε γενέσθαι τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ δύναται κατὰ τὸν Ἰώσηπον μεδίμνους Ἀττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος εὔκαιρον καὶ τοὺς Ἰουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ἔξωθεν αὐτῷ προυξένησεν εὔκλειαν.

Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν Ἱεροσολύμοις θυγατέρα εἶχε καλλίστην· ταύτης ὁ Ἡρώδης ἧκεν εἰς ἔρωτα. ὄντος δὲ τοῦ Σίμωνος ἀνοικείου [*](23 Ἰώσηπον] Ant. 15, 9, 2.)

375
πρὸς κῆδος δι’ ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην ἔχοντα τότε Ἰησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ εἰς δέον, περιεβάλλετο τὴν ἔξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων. [*](P) ὥστε αὐτῶ πάντα διὰ πάντων αὔξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους Ῥωμαίων θεραπείας καὶ τὰ ἔθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν Ἰουδαίων, τῇ δ’ ἔξω χώρᾳ, Ἰουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ, Καίσαρι δὲ καὶ Ῥωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους [*](C) καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς.