Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

οὕτως ἢ ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρός τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ' ἐπιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νικήσαντος, κήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ [*](Cap. 17. Iosephi Ant. 12, 3 —4, §. 6.)

311
Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτό Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα ὁ [*](P) θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ’ ὃν τῆς ἀρχιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστό- ρηται.

Ὁ γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν ὁ Πτολεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ’ ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τόν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς [*](C) παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ Ἰωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ’ αὐτοῦ τοῦ Ἰωσήφ ξενισθείς. ὃς ἰδὼν αὐτόυ “οὗτος” ἔφη τῷ βασιλεῖ ‘‘περὶ οὗ σοι ἀπήγγειλα

312
[*](D) ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας.” καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως “συγγίνωσκε” ἔλεγε διά τὸ γῆρας αὐτῷ ’ τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν.” ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν Ἀλεξανδρείᾳ τοὐ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἔνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ’ ἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ Ἰωσὴφ διπλασιονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, “δώσω” εἶπεν “ἀνθρώπους οἶς οὐκ ἀπιστήσετ.” καί‘ “τίνες οὗτοι” προσερομένου, “σέ” εἶπεν, “ὦ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι.” γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ [*](P) ἐν Ἀσκάλωνι, ὡς οὐδἐν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ,τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμως τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε
313
δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε.

Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἔνα. ἦν δ αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε. [*](C)

ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ἔκαμνεν ἔρωτι. μηνύει δὲ τό πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακονήσασθαί οἱ πρὸς τὸν ἔρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ἤρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ἔσχεν, Ὑρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν οὗτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν [*](D) τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγόν παρακατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ ἔχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ οὕτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν ἄλλων προετίμα υἱῶν· οἶ δὲ ἤχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ’ αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς Ἀλεξάνδρειαν, Ἰωσὴφ δὲ τό γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ἔνα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν [*](Cap. 18. Iosephi Ant. 12, 4, §. 6 — §. 11.)

314
δὲ πρεσβυτέρων παραιτουμένων ὁ Ὑρκανὸς κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῶ ἐν Ἀλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ἵνα δι’ αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν Ἀλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων ὄντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ὅσων ἂν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ἔσεσθαι ταλάντων τὴν ἐπὶ τῇ [*](P) δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν οὖν τὴν ἐπιστολὴν Ὑρκανὸς ἀπῄει πρὸς Ἀλεξάνδρειαν. οἱ δὲ λοιποὶ τοῦ Ἰωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ Ὑρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν Ἀλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ ἤρετο πόσων χρῄζει ταλάντων· καὶ ὅς “χιλίων” ἔφη. ὁ δ’ οἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς Ὑρκανόν, θαυμάζειν ἔλεγε πῶς οὔτε ὤφθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς ἔδησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν ἴφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οἷς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς [*](C) μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ Ἀρίων ὁ οἰκονόμος γνοὺς ὡς οὐκ ἔστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ Ὑρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ἕκαστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν ἄλλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ εἴκοσιν, ὁ Ὑρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους
315
τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ὧν ἕκαστος καὶ τάλαντον ἔφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος [*](D) τὸν παῖδα αἰτεῖν ἃ βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ᾔτησεν ἢ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ὃ ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ’ ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ἔπεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας οὑν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ Ἰορδάνου καὶ ἐπολέμει τοῖς Ἄραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾡκοδομησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ἔτη ἑπτά, ἐφ’ ὅσον ὁ τοῦ μεγάλου Ἀντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ ἐπιφανοῦς καλουμένου, φοβηθεὶς ὁ Ὑρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ Ἀντίοχος ἔλαβε.

Tελευτᾷ δὲ καὶ ὁ Ἐπιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ὧν ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ἕτερος. τούτων καταφρονήσας Ἀντίοχος στρατεί ει ἐπ’ Αἴγυπτον· ἀλλ’ ἀπεκρούσθη ταύτης, τῶν [*](P) Ρωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς [*](Cap. 19. Iosephi Ant. 12, 4, ξ 11 — 6, §. 4.)

316
πύλας ὅσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ Ἀντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῶ αὖθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμέν ἀδελφῷ Ὀνίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν Ἰησοῦς Ἰάσωνα μετωνόμασεν ἑαυτόν, ὁ δὲ Ὀνίας Μενέλαον. στασιάσαντος οὖν τοῦ Ἰησοῦ πρὸς τὸν Ὀνίαν τὸν καὶ Μενέλαον [*](C) καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ Ἰάσωνι προσετίθεντο, οἱ δ’ ἄλλοι τῷ Μενελάῳ, ὧ καὶ οἱ Τωβίου παῖδες ἤσαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν οὗτοί τε καὶ ὁ Μενέλαος πρὸς Ἀντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ Ἐπιφανεῖ Ἀντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς Ἀντιόχειαν ἐπανέξευζε.

Μετὰ δὲ δύο ἔτη αὖθις εἰς Ἱεροσόλυμα ἀνέβη Ἀντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν [*](D) συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει ἄκραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ’ αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ

317
περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ὅτε καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἶ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν οὖν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ὅσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον ἢ ἔτι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, οὓς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ εἴ που βίβλος εὑρέθη τῆς Ἑβραικῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ἔχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν Ἰουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον [*](P) ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ’ αὐτοῖς ἱερὸν Ἑλληνίου Δῖός προσηγόρευσαν.

Ην δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεὼν τοῦ Ἀσαμωναίου, ᾧ ἦσαν υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κληθεὶς Θαθής, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ελεάζαρ ὁ λεγόμενος Αὔραν, καὶ Ἰωνάθας ὁ κεκλημένος Ἀφφούς. ἐλθόντων οὖν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ’ Ἕλληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν ἄλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ’ ἕτερος ἔθυσεν, ζήλου πλησθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε [*](C) ἀπέκτεινε καὶ τὸν στρατηγὸν Ἀπελλῆν, ὃς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ἔρημον. πολλοὶ δὲ καὶ ἄλλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ

318
τοῦ Ἀντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἶ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ἔνα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν οὖν δύναμιν ὁ Ματταθίας τούς τε βωμοὺς [*](D) καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ἔκτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. ἄρξας δὲ ἐπ’ ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε.

Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παεανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῶ. ἅπερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ᾿ ὑπ’ αὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ ὁ Ἰούδας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆ- [*](Cap. 20. Iosephi Ant. 12, 6 §. 4 — 9 §. 8.)

319
θος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μετ’ αὐτοῦ. καὶ δειπνήσας [*](P) ἐσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου περὶ τὸν ὄρθρον · καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ἥτταν τῶν ἐναντίων ἐπανελθὼν ὁ Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ᾿ ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. ὅ γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα [*](C) ἀναβὰς ὥστε τὸν ναὸν έκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε. καθαρὰς δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἔθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ’ ἣν ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ἔκτοτε ἑορτάζουσιν οἱ Ἰουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ D πέριξ ἔθνη πολλοὺς Ἰουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ Ἰούδας ἠμύνετο καὶ ἀνέστελλεν.

320

Ὁ δ’ Ἀντίοχος μαθὼν πόλιν εἶναι ἐν τῇ Πέρσιδι πλούτῳ κομῶσαν Ἐλυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ὥρμησεν ἐπ’ αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπ’ ἐξελθόντων φεύγων ἧκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ Ἀντιόχῳ ἀγγέλλεται ἡ τῶν στρατηγῶν ἧττα ἡ ὑπὸ Ἰουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπ’ αὐτὸν συνεκάλεσε, καὶ πάσχειν οὕτως εἶπεν ὅτι τὸ τῶν Ἰουδαίων ἔθνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ἔνα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ἵνα ταύτα κομίσῃ τῷ υἱῷ Ἀντιόχῳ. ὁ δὲ Λυσίας θανόντα μαθὼν τὸν Ἀντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα.