Ἤδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ Ἀλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν ὄψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ ἦν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κάτε λάμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ ἄλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον Ἀλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ ἂν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ “οὐ κλέπτω [*](C) τὴν νίκην” εἶπε· τῇ δ’ ἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν Ἀρβήλοις, ὡς δ ἕτεροι, ἐν Γαυδαμήλοις, οἱ βάρβαροι ἐν ἔκλιναν, καὶ ἦν αὐτῶν διωγμός. Ἀλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφ’ ἅρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ὥστε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ ἦν ἐξελάσαι τὸ ἅρμα τοῖς πτώμασι συνεχόμενον, [*](D) τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δ’ ἵππον ἀναβεβηκὼς ἔφυγεν. ἑάλω δ’ ἄν, εἰ μὴ Παρμενίων τὸν Ἀλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ κατ’ αὐτὸν κέρατι πονουμένῳ.
[*](Cap. 11. Plutarchi Alexander c. 31 44.)294
Ἡ μὲν ουν νίκη λαμπρὰ τῷ Ἀλεξάνδρῳ προσγέγονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, Ἀλέξανδρος δὲ τῆς Ἀσίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ᾿ αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια εὕρηκε καὶ ἄλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος εὗρε πλῆθος ὅσον ἐν Σούσοις. τὸν ἄλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ἔτι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τόν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ᾿ ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφάν [*](P) βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον.
Ἐξελαύνων δ᾿ ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ᾿ ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείο-
295
νᾶς διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν.
[*](C) ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλ’ ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς εἰ ἐγῶ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι.” ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατον “τοῦτό μοι πέρας δυστυχίας ἀπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί
[*](D) σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα ναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας.” καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῶ θανόντι Ἀλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περιέστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, ὃ καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ἐκόμισαν ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν.
Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα [*](Cap. 12. Plutarchi Alexander c. 45. — 52. 57 et 58.)
296
πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων
[*](P) ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν ἢ κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ’ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν
[*](C) κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέξανδορον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἢν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾁδομένων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ᾿Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ’ αὐθαδείας καὶ μέθης καὶ κατ’ αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δ’ ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα
[*](D) οἴμοι, καθ’ Ελλάδ ὡς κάκως νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ Ἀλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυ-
[*](27 Εὐριπίδου] Androm. 693.) 297
θέντος μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺ τοὺς λόγους αὐτῶν. Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι.
Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἶ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ἤδη δὲ καὶ φοβερὸς ἣν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε [*](P) τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας ‘‘ἀλλὰ σοί γε εἶπε καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκε.” ήκει. ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων “τί γάρ εἶπεν “ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον; ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων [*](C) πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν
298
Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ Ἀλέξανδρος “εἰ σὲ μέν” εἶπεν “αἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκατὸν τοὺς ἀρίστους..” γελάσας οὖν πρὸς ταῦτα ὁ Ἄκουφις “ἀλλὰ βέλτιον” εἶπεν ‘‘ἄρξω, ὦ βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ.”
Ὁ μέντοι Ταξίλης μοίρας ἄρχων τῆς Ἰνδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ὤν ἀνήρ, πέμψας ἠσπάσατο τὸν Ἀλέξαν- [*](D) δρον καί τί δεῖ πολέμων ἡμῖν ἔφη, “εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' ἄλλοις εἰ μὲν κρείττων ὦ, ἕτοιμός εἰμι εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παδών.” ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀλέξανδρος “ἐλώ” φησίν “ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιλένῃ.” λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δἑ τινι πόλει τῶν Ἰνδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων Ἰνδῶν ἀπέτεινεν ἅπαντας· ὃ τοῖς αὐτοῦ πολεμικοῖς ἔργοις οἷά τις κηλὶς πρόσεστιν. εἶτα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας Ἰνδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος ἔχοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν ὁ Ἀλέξανδρος ἠρώτησε πῶς ἂν αὐτῷ χρήσαιτο, ὁ δέ “βασιλικῶς” ἀπεκρίνατο· πυνθανομένου δ' ἔτι τοῦ Ἀλεξάνδρου εἴ τι καὶ ἕτερον λέγει, ὁ Πῶρος “πάντα ἔφη “τῷ βασιλικῶς ἔνστιν.” ἀφῆκεν οὖν αὐτὸν καὶ ἄρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον [*](Cap. 13. Plutarchi Alexander c. 63.)
299
ὧν ἦρχε πρῴην, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐν ταύτῃ
[*](P) τῇ μάχῃ καὶ ὁ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτελεύτησεν, ἤδη ὑπέργηρως γεγονώς. ὁ δὲ Ἀλέξανδρος ἤλγησεν ὥς τινα φίλον ἀποβαλών.
Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο Ἀλεξάνδρῳ καὶ τὸν Γάγγην ποταμὸν περᾶσαι βιαζομένῳ, εὖρος μὲν ἔχοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. ὁ δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ἔμενεν, ἥττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐνδέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ [*](C) σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέλων τὴν ἔξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέβαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις οὖσιν Ἰνδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμένων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέσους ἄνωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ἔστη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκεδάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπι- [*](D) στάς, ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις ὅπλοις ἐτίτρωσκον. εἷς δ᾿ ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ οὕτως αὐτοῦ καθίκετο ἡ πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ὅθεν ὁ βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος ὑπερασπίσαντες καὶ ἄμφω ἐτρώθησαν· καὶ ὁ μὲν τέθνηκε, Πευκέστας δὲ ἔτι ἠμύνετο, τὸν δὲ τρώσαντα αὐτὸν βάρβαρον ἀνεῖλεν Ἀλέξανδρος. πολλα-
300
χοῦ δὲ τρωθείς, εἶτα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρός τοὺς βαρβάρους ἀπέβλεπεν. ἐν τοσούτῳ δ’ ἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν ἐκομίζετο. ἐνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυμίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ὅμως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εές θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε ποθοῦντας αὐτόν· αὐτόν· καὶ προῆλθεν.
Ἀναρρωσθεὶς δὲ αὖθις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσο- [*](P) τινας τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπόρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ἕνα δὲ τῶν ἐν δόξῃ παρ’ αὐτοῖς ὄντων Κάλανον κεκλημένον ἔπεισεν ὁ Ταξίλης πρὸς Ἀλέξανδρον ἀφικέσθαι. οὗτος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ ἄκρα ταύτης πατῶν. ἡ δὲ ἐν μέρει τῶν ἄκρων πιεζομένη τῇ συμπατήσει τοῖς ἄλλοις ᾔρετο μέρεσιν. εἶτα μέσον αὐτὴν πατήσαντος καὶ συσχόντος ἡ ὅλη βύρσα ἠτρέμει καὶ ἀκίνητος ἢν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν Ἀλέξανδρον μὴ τοῖς ἄκροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ἵν οὕτω καὶ τὰ πέριξ ἠρέμα ἡ.
[*](C)Ἑπτὰ δὲ μησὶ διά τῶν ποταμῶν εἰς τὴν θάλασσαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. εἶτα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ πεζὴ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ [*](Cap. 14. Plutarchi Alexander c. —77. λέγεται δὲ ρ. 304 ν. 20 sq. fortasse ex Arriano 7, 27.)
301
πλῆθος τοσοῦτον ἀπώλεσεν ὥστε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀνακομισθῆναι διὰ νόσους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. ἄπορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ἔχουσαν, καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ἔχοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ᾿ ἡμέ-
[*](D) ραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ᾿ ἐπὶ θάλασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. ἡ γὰρ ἄνω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς ὕβριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν τοὺς ὑποφόρους ἐκίνησαν. Ἀβουλήτου δὲ τῶν σατραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ προσαγαγόντος αὐτῷ τρισχίλια λαντα, παραθεῖναι ταῦτα τοῖς ἵπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ “τί ὄφελος” ἔφη “τούτων ἡμῖν;” ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ὄντα καὶ οὐδὲ τῶν ἀσήμων. εἶχε δὲ ὁ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί “ὦ ἄνθρωπε ὅστις εἶ καὶ πόθεν ἥκεις, ὅτι γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύτῆς γῆς φθονήσῃς, ἣ τοὐμὸν σῶμα περικαλύπτει.” ταῦτα δ᾿ ἀναγνωσθέντα τὸν Ἀλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθ-
[*](P) μητον.
Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστω τῶν ἑστιωμένων ἐνακισχιλίων ὄντων φιάλην χρυσῆν ἐδω-
302
ρήσατο, καὶ τἄλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. ὅτε καὶ Ἀντιγένης τῶν ἡγεμόνων εἶς ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς οὑν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας ὁ Ἀλέξανδρος καὶ
[*](C) τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα.
Τῶν δὲ παίδων τῶν τρὶς μυρέων, οὓς διδάσχεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρε- πῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν Ἀλέξανδρος ἥδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, ὕβριν ἡγεῖσθαι τοῦτ’ ἔλεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ’ ἐπὶ τούτοις Ἀλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ’ αὖθις τοὺς Μακεδόνας προσήκατο, [*](D) καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ Ἀντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι.
Ἐν Ἐκβατάνοις δὲ γενομένου αὐτοῦ Ἡφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου καρτυνθείσης ἐξέλιπεν. οὐκ ἤνεγκεν οὖν λογισμῷ τὸ πάθος Ἀλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ἵππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αὖθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης
303
θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος Ἀλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ ἔπεσον. ἠγγέλη δ᾿ αὐτῷ ὡς Ἀπολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος εἴη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ὃς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος ἄλοβον εἶναι τὸ ἧπαρ, “παπαῖ” εἶπεν, “ἰσχυρὸν τὸ σημεῖον,” καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ᾿ αὐτῷ καὶ ἄλλα γεγόνασι καὶ τοῦτο δέ·
[*](B) ἀποδυσαμένου γὰρ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ὃς ἀνακρινόμενος ὅστις εἴη ἐπὶ πολὺ μὲν ἄφωνος ἦν, μόλις δέ ποτε Διονύσιος ἔφη καλεῖσθαι, τὸ δὲ γένος εἶναι Μεσσήνιος, δέσμιος δ᾿ ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι
[*](C) τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν οὖν ἄνθρωπον ὁ Ἀλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ἦν ὃ μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ἕπιεν οἶνον, καὶ φρενιτιάσας ἀπέθανεν. εἷς μὲν οὖν ὁ τῆς ἐκείνου τελευτῆς λόγος οὗτος· ἕτερος δ᾿ ἔχει ἐφ᾿ ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, οὕτω δὲ κραταιωθῆναι τὸν πυρετὸν ὡς ἄφωνον κεῖ-
304
[*](D) σθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ἕως αὐτοῖς αἶ θύραι ἠνοίχθησαν καὶ τὸν Ἀλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν Ἀριστοτέλην Ἀντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ δι’ ἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ὃ δρόσον ὥσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ἕτερον ἀγγεῖον στέγει αὐτό, ἀλλ’ ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἶ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θα- νεῖν τὸν Ἀλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφ’ ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον.
Λέγεται δὲ ὡς γνοὺς ἤδη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ἵνα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ Ῥωξάνη τοῦτο γνοῦσα εἶργεν αὐτῷ τὸ ἐγχείρημα, ὁ δὲ μετ’ οἰμωγῆς ἔφη ὡς “ἐφθόνησας ἄρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν.
[*](P)Ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως εἰς μέγα τύχης
προαχθεὶς ἐτελεύτησεν. ὅτε δὲ τὴν Τυρὸν ἐπολιόρκει, ἐπιστείλας τῶ τῶν Ἰουδαίων ἀρχιερεῖ ἠξίου συμμαχίαν αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι καὶ [*](Cap. 15. Iosephi Ant. 11, 8, §. 3 — §. 7.)
305
ὅσα Δαρείω ἐδασμοφόρουν αὐτῷ διδόναι. τοῦ δὲ ἀρχιερέως ὅρκους Δαρείω δοῦναι φήσαντος μὴ ἄραι κατ’ αὐτοῦ ὅπλα, καὶ τούτους ζῶντος Δαρείου μὴ παραβήσεσθαι, ὠργίσθη Ἀλέξανδρος καὶ ἠπείλησε στρατεύσειν κατὰ τῆς Ἰουδαίας. ἄρτι δὲ τὴν Τυρὸν παρειληφὼς ἐπὶ τὰ Ἰεροσόλυμα ὥρμησεν. ὁ δὲ ἀρχιερεὺς Ἰωὰδ ἐν ἀγωνίᾳ ἦν διὰ τὴν τοῦ βασιλέως ὀργήν, καὶ τοῦ θεοῦ ἐδεῖτο προστῆναι τοῦ ἔθνους. ὁ δὲ θεὸς καθ’ ὕπνους αὐτῷ ἐχρημάτισε θαρρεῖν,
[*](C) καὶ κοσμήσαντας τὴν πόλιν ἀνοίξαι τὰς πύλας, καὶ αὐτὸν μὲν μετὰ τῶν ἱερέων ταῖς συνήθεσι στολαῖς ὑπαντῆσαι τῷ βασιλεῖ, τὸ δὲ πλῆθος ἐσθῆσι λευκαῖς. καὶ ὁ μὲν ἐποίησεν ὡς αὐτῷ κεχρημάτιστο, καὶ ἤδη τοῦ Ἀλεξάνδρου τῇ πόλει προσάγοντος πρόεισι μετὰ τῶν ἱερέων καὶ τοῦ πλήθους τῆς πόλεως εἰς τόπον τινὰ ὅθεν ἡ πόλις καὶ ὁ ναὸς καθωρᾶτο· τῶν δ' ἑπομένων τῷ βασιλεῖ διαρπάζειν κελεῦσαι αὐτὸν τὴν πόλιν λογιζομένων καὶ τὸν ἀρχιερέα διαφθείραι, ὁ Ἀλέξανδρος πόρρωθεν ἰδὼν τὸ πλῆθος καὶ τοὺς ἱερεῖς κεκοσμημένους ὡς εἴρηται, τὸν δὲ ἀρχιερέα ἐνδεδυμένον
[*](D) τὴν ὑακίνθινον στολὴν καὶ διάχρυσον καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ἔχοντα καὶ τὸ χρυσοῦν ἐπ’ αὐτῆς ἔλασμα ᾧ τὸ τοῦ θεοῦ ὄνομα ἐπεγέγραπτο, μόνος προσελθὼν προσεκύνησε καὶ τὸν ἀρχιερέα ἠσπάσατο. ἐπὶ τούτῳ οἱ μὲν ἄλλοι ξύμπαντες κατεπλάγησαν, Παρμενίων δὲ καὶ ἠρώτησε τί δήποτε τὸν τῶν Ἰουδαίων προσεκύνησεν ἀρχιερέα. ὁ δέ ”οὐ τοῦτον” εἶπε, “τὸν δὲ θεὸν προσεκύνησα, οὗ τῇ ἀρχιερωσύνῃ οὕτος τετίμηται. τοῦτον γὰρ ἐν τοῖς ὕπνοις εἶ δὸν, ἐγγὺς ὢν ἔτι Μακεδονίας, ἐν τῇ στολῇ ταύτῃ· καί μοι φροντίζοντι πῶς ἂν τῆς Ἀσίας κρατήσαιμι μὴ μέλλειν παρεκελεύετο, καὶ αὐτὸς ἡγεῖσθαί μοι
306
τῆς στρατιὰς ἐπηγγέλλετο καὶ τὴν Περσῶν παραδώσειν ἀρχήν. οὐδένα οὖν ἐν τοιαύτῃ στολῇ θεασάμενος ἀλλ’ ἢ τοῦτον, ἄρτι τῆς ὄψεως τε τοῦ ἐνυπνίου ἐμνήσθην, καὶ σὺν θεῷ τὴν στρατείαν νομίζω πεποιημένος τὸν Δαρεῖον ἡττήσειν καὶ τὴν Περσῶν ἀρχὴν κατακτήσασθαι. ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος τὴν πόλιν εἰσελήλυθε· καὶ εἰς τό ἱερὸν ἀναβὰς ἔθυσε τῷ θεῷ ὡς ὑφηγεῖτο ὁ ἀρχιερεύς. καὶ τὴν Δανιὴλ εἶδε βίβλον, ἐν ᾗ τινα τῶν Ἑλλήνων τὴν Πέρσον βασιλείαν καταλύσειν ἐγγέγραπται, καὶ ἥσθη ἐπ' αὐτῇ· καὶ ὅσα ᾐτήσαντο Ἰουδαῖοι ἐπλήρωσε.
[*](P)Ταῦτα ἰδόντες οἱ Σαμαρεῖται, καὶ αὐτοὶ οὐ πόρρω τᾶν Ἰεροσολύμων τῷ Ἀλεξάνδρῳ ὑπήντησαν ἐσκευασμένοι λαμπρῶς, καὶ παρεκάλουν τιμῆσαι αὐτὸν τῇ παρουσίᾳ καὶ τὸ παρ’ αὐτοῖς ἱερόν. ὁ “ἥξω” ἔφη “ὅθ’ ὑποστρἐφω.” αἰτουμένων δὲ χαρίσασθαι αὐτοῖς ὅσα τοῖς Ἰουδαίοις, τίνες εἰσὶν ἐπυνθάνετο. οἱ δὲ Ἑβραῖοι ἔφασαν εἶναι, χρηματίζειν δὲ οἱ ἐν Σικίμοις Σιδώνιοι. καὶ ὃς εἰ Ἰουδαῖοι εἶεν πάλιν ἠρώτησεν. ὡς δ' οὐκ εἶναι κατέθεντο, ἔγωγε εἶπεν Ἰουδαίοις ἐχαρισάμην ἃ αἰτεῖσθε ὑμεῖς. τὸ δὲ ἐν τῷ Γαριζὶν ὄρει ἱερὸν εἰς καταφύγιον τῶν παρανομούντων ἐγέ- [*](C) νετο· εἰ γάρ τις κοινοφαγήσας ἢ ἄλλο τι παρανομήσας ὑπὸ αἰτίαν ἐγίνετο, παρὰ τοὺς Σικιμίτας κατέφευγε. τοῦ δὲ ἀρχιερέως Ἰωδαὲ τελευτήσαντος Ὀνίας ὁ παῖς αὐτοῦ τὴν ἀρχιερωσύνην παρείληφε.
Θανόντος δὲ Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν Ἀσίας Ἀντί- Cap. 16. Iosephi Ant. 12, 1 et 2. ἕτεροι p. 310, 7: Epiphanius de mensuris et ponderibus νοί. 2, ρ. 161 ed. Patan., et alii.
307
γόνος ἦρξε, τῶν δὲ λοιπόν οἶ προγεγραμμένοι. τούτων δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνεχεῖς ἦσαν καὶ ἐκακοῦντο αἱ πόλεις. ὁ δὲ Πτολεμαῖος ὁ Λάγου ὁ τῆς Αἰγύπτου βασιλεύων, ὃς καὶ σωτὴρ ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐτοῦ
[*](D) γέγονε, καὶ τὰ Ἰεροσόλυμα δόλῳ κατέσχεν. είσελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπόνως ταύτης ἐκράτησεν οἱ γὰρ Ἰουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ ὄντες, οὐκ ἀντέστησαν. κρατήσας δ’ οὕτω τοῦ ἔθνους πικρότατα ἦρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αἴγυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δ’ ἐν Ἱεροσολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρ’ αὐτοῖς ἱερὸν καλούντων ἄγιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λεγόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ὄρει σεμνυνόντων ναόν.
Τεσσαράκοντα δ’ ἔτη τοῦ Λάγου Πτολεμαίου βασιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος ὁ παῖς αὐτοῦ Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. ὃς τάς τε γραφὰς τὰς Ἑβραικὰς ἐκ τῆς πατρίου γλώττης εἰς Ἑλλάδα μεταβληθῆναι διάλεκτον ἔσπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φαληρέα Δημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν εἶχε. καί ποτε τοῦ Πτολεμαίου τὸν Δημήτριον ἐρωτήσαντος πόσας ἤδη ἔχει μυριάδας βιβλίων, περὶ εἴκοσιν εἶπεν εἶναι τὰ συνειλεγμένα ἐκεῖνος· εἶναι δὲ καὶ παρ’ [*](P) Ἑβραίοις τόν παρ’ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γράφει τοίνυν ὁ βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων.
308
Ἀρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ ‘‘τοὺς τῶν Ἰουδαίων νόμους” εἶπεν οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς ἂν τοῦτο διαπραξώμεθα, πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων ὄντων ; ἀπόλυσον οὖν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ οὕτω πρόθυμον τὸ ἔθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι.” ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ Ἀρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας Ἰουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ἕκαστον ἐκ
[*](C) τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εἴκοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα.
Γράφει γοῦν Πτολεμαῖος πρὸς Ἑλεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως Ὀνίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ὃς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ Ὀνίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς Ἐλεάζαρ τὴν ἀρχιερωσύνην εἶχε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων Ἰουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ἔθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ἄνδρας [*](D) ἕξ ἀφ’ ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν Ἑλληνίδα φωνήν, ἔνα παρ’ ἐκείνων εἰς τὴν Ἑλλάδα γλῶτταν μεταβληθεῖεν αἶ παρ’ αὐτοῖς γραφαί. ἔστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. ὁ οὖν Ἐλεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάενος, ἐπελέξατο ἄνδρας ἐκ φυλῆς ἑκάστης ἔξ, καὶ
309
πέπομφε φέροντας καὶ τὸν νόμον. ὧν εἰς Ἀλεξάνδρειαν παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, ὁ βασιλεὺς ἥσθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς ἄνδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. εἶτα παραλαβὼν αὐτοὺς ὁ Δημήτριος, καὶ εἰς ἔνα οἶκον ἀπαγαγὼν ἤρεμον ἔργου ἔχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ ἔργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεδμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ἔχαιρεν ὅτι εἰς ἔργον ἤχθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς οὔτε τῶν ἱστορικῶν οὔτε τῶν ἄλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ἔφη δὲ αὐτῷ ὁ Δημήτριος μηδένα τολμῆσαι
[*](P) τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι, καὶ ὅτι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἑ βλάβη τὰς φρένας ἐφ’ ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ὅθεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ὄναρ τε εἶδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀντὶ. ἀποσχόμενος οὖν τοῦ ἔργου κατέστη τὸν νοῦν. ‘ἀλλὰ καὶ Θεόδεκτος” εἶπεν “ὁ των τραγῳδιῶν ποιητής, θέλων ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βιβλῳ
[*](C) γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ὄμματα ἐπηρώθη· καὶ τὸ αἴτιον γνοὺς ἀπηλλάγη τῆς συμφορὰς,
310
δεηθεὶς τοῦ θεοῦ.” λαβὼν οὖν τὰς βίβλους ὁ βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τό ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς Ἱερουσαλήμ.
Οὕτω μὲν τὴν ἑρμηνείαν τῶν Ἑβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ Ἰώσηπος· ἕτεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλ’ ἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ὄντας ἐκθέσθαι [*](D) τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείς ἃς ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν ἅπασιν.
Η μὲν οὑν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου
οὕτως ἢ ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρός τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ' ἐπιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νικήσαντος, κήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ [*](Cap. 17. Iosephi Ant. 12, 3 —4, §. 6.)
311
Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτό Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα ὁ
[*](P) θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ’ ὃν τῆς ἀρχιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστό- ρηται.
Ὁ γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν ὁ Πτολεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ’ ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τόν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς [*](C) παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ Ἰωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ’ αὐτοῦ τοῦ Ἰωσήφ ξενισθείς. ὃς ἰδὼν αὐτόυ “οὗτος” ἔφη τῷ βασιλεῖ ‘‘περὶ οὗ σοι ἀπήγγειλα
312
[*](D) ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας.” καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως “συγγίνωσκε” ἔλεγε διά τὸ γῆρας αὐτῷ ’ τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν.” ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν Ἀλεξανδρείᾳ τοὐ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἔνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ’ ἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ Ἰωσὴφ διπλασιονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, “δώσω” εἶπεν “ἀνθρώπους οἶς οὐκ ἀπιστήσετ.” καί‘ “τίνες οὗτοι” προσερομένου, “σέ” εἶπεν, “ὦ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι.” γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ
[*](P) ἐν Ἀσκάλωνι, ὡς οὐδἐν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ,τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμως τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε
313
δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε.
Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἔνα. ἦν δ αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε. [*](C)
ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ἔκαμνεν ἔρωτι. μηνύει δὲ τό πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακονήσασθαί οἱ πρὸς τὸν ἔρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ἤρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ἔσχεν, Ὑρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν οὗτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν [*](D) τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγόν παρακατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ ἔχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ οὕτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν ἄλλων προετίμα υἱῶν· οἶ δὲ ἤχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ’ αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς Ἀλεξάνδρειαν, Ἰωσὴφ δὲ τό γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ἔνα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν [*](Cap. 18. Iosephi Ant. 12, 4, §. 6 — §. 11.)
314
δὲ πρεσβυτέρων παραιτουμένων ὁ Ὑρκανὸς κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῶ ἐν Ἀλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ἵνα δι’ αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν Ἀλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων ὄντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ὅσων ἂν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ἔσεσθαι ταλάντων τὴν ἐπὶ τῇ
[*](P) δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν οὖν τὴν ἐπιστολὴν Ὑρκανὸς ἀπῄει πρὸς Ἀλεξάνδρειαν. οἱ δὲ λοιποὶ τοῦ Ἰωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ Ὑρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν Ἀλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ ἤρετο πόσων χρῄζει ταλάντων· καὶ ὅς “χιλίων” ἔφη. ὁ δ’ οἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς Ὑρκανόν, θαυμάζειν ἔλεγε πῶς οὔτε ὤφθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς ἔδησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν ἴφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οἷς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς
[*](C) μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ Ἀρίων ὁ οἰκονόμος γνοὺς ὡς οὐκ ἔστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ Ὑρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ἕκαστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν ἄλλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ εἴκοσιν, ὁ Ὑρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους
315
τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ὧν ἕκαστος καὶ τάλαντον ἔφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος
[*](D) τὸν παῖδα αἰτεῖν ἃ βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ᾔτησεν ἢ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ὃ ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ’ ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ἔπεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας οὑν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ Ἰορδάνου καὶ ἐπολέμει τοῖς Ἄραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾡκοδομησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ἔτη ἑπτά, ἐφ’ ὅσον ὁ τοῦ μεγάλου Ἀντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ ἐπιφανοῦς καλουμένου, φοβηθεὶς ὁ Ὑρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ Ἀντίοχος ἔλαβε.
Tελευτᾷ δὲ καὶ ὁ Ἐπιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ὧν ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ἕτερος. τούτων καταφρονήσας Ἀντίοχος στρατεί ει ἐπ’ Αἴγυπτον· ἀλλ’ ἀπεκρούσθη ταύτης, τῶν [*](P) Ρωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς [*](Cap. 19. Iosephi Ant. 12, 4, ξ 11 — 6, §. 4.)
316
πύλας ὅσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ Ἀντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῶ αὖθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμέν ἀδελφῷ Ὀνίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν Ἰησοῦς Ἰάσωνα μετωνόμασεν ἑαυτόν, ὁ δὲ Ὀνίας Μενέλαον. στασιάσαντος οὖν τοῦ Ἰησοῦ πρὸς τὸν Ὀνίαν τὸν καὶ Μενέλαον
[*](C) καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ Ἰάσωνι προσετίθεντο, οἱ δ’ ἄλλοι τῷ Μενελάῳ, ὧ καὶ οἱ Τωβίου παῖδες ἤσαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν οὗτοί τε καὶ ὁ Μενέλαος πρὸς Ἀντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ Ἐπιφανεῖ Ἀντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς Ἀντιόχειαν ἐπανέξευζε.
Μετὰ δὲ δύο ἔτη αὖθις εἰς Ἱεροσόλυμα ἀνέβη Ἀντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν [*](D) συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει ἄκραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ’ αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ
317
περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ὅτε καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἶ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν οὖν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ὅσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον ἢ ἔτι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, οὓς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ εἴ που βίβλος εὑρέθη τῆς Ἑβραικῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ἔχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν Ἰουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον
[*](P) ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ’ αὐτοῖς ἱερὸν Ἑλληνίου Δῖός προσηγόρευσαν.
Ην δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεὼν τοῦ Ἀσαμωναίου, ᾧ ἦσαν υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κληθεὶς Θαθής, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ελεάζαρ ὁ λεγόμενος Αὔραν, καὶ Ἰωνάθας ὁ κεκλημένος Ἀφφούς. ἐλθόντων οὖν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ’ Ἕλληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν ἄλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ’ ἕτερος ἔθυσεν, ζήλου πλησθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε [*](C) ἀπέκτεινε καὶ τὸν στρατηγὸν Ἀπελλῆν, ὃς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ἔρημον. πολλοὶ δὲ καὶ ἄλλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ
318
τοῦ Ἀντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἶ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ἔνα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν οὖν δύναμιν ὁ Ματταθίας τούς τε βωμοὺς
[*](D) καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ἔκτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. ἄρξας δὲ ἐπ’ ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε.
Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παεανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῶ. ἅπερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ᾿ ὑπ’ αὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ ὁ Ἰούδας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆ- [*](Cap. 20. Iosephi Ant. 12, 6 §. 4 — 9 §. 8.)
319
θος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μετ’ αὐτοῦ. καὶ δειπνήσας
[*](P) ἐσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου περὶ τὸν ὄρθρον · καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ἥτταν τῶν ἐναντίων ἐπανελθὼν ὁ Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ᾿ ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. ὅ γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα
[*](C) ἀναβὰς ὥστε τὸν ναὸν έκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε. καθαρὰς δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἔθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ’ ἣν ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ἔκτοτε ἑορτάζουσιν οἱ Ἰουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ D πέριξ ἔθνη πολλοὺς Ἰουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ Ἰούδας ἠμύνετο καὶ ἀνέστελλεν.
320
Ὁ δ’ Ἀντίοχος μαθὼν πόλιν εἶναι ἐν τῇ Πέρσιδι πλούτῳ κομῶσαν Ἐλυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ὥρμησεν ἐπ’ αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπ’ ἐξελθόντων φεύγων ἧκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ Ἀντιόχῳ ἀγγέλλεται ἡ τῶν στρατηγῶν ἧττα ἡ ὑπὸ Ἰουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπ’ αὐτὸν συνεκάλεσε, καὶ πάσχειν οὕτως εἶπεν ὅτι τὸ τῶν Ἰουδαίων ἔθνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ἔνα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ἵνα ταύτα κομίσῃ τῷ υἱῷ Ἀντιόχῳ. ὁ δὲ Λυσίας θανόντα μαθὼν τὸν Ἀντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα.
Οἱ δ’ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς Ἰουδαίους ἀνιόντας εἰς τό ἱερὸν ἐπὶ τῷ [*](P) θῦσαι. διὸ ἐξελεῖν ἔσπευδε τὴν φρουρὰν ὁ Ἰούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ὃ μαθὼν ὁ παῖς Ἀντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ. Ἰούδας δὲ ἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ Ἐλεάζαρ ὁ τοῦ Ἰούδα ὁμαίμων ὁ καὶ Αὔραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος ἔπληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ᾿ ἐπικα- [*](Cap. 21. Iosephi Ant. 12, 9, §. 3 — 10, §. 5.)
321
τασεισθεὶς τῷ Ἐλεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ἔφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ Ἰούδας εἰς Ἱεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα
[*](C) ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὅν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ Ἀντίοχος εἴασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ Ἀντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζεσθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν
[*](D) τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. ὁ δ’ Ἀντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ υἷός Ὀνίας, ὃν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν ὁ Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις παρεμφερές.
Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε
322
Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον
[*](P) μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰουδαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ὃς τῶν ὅρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ᾿ ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυ-
[*](C) γάδων ἦσαν καὶ ἀσεβῶν, δι᾿ ὧν τοὺς τὰ Ἰούδα φρονοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ᾿ ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπη-
323
δήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν
[*](D) Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παρασῲη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ Ἰούδας τοῖς μετ’ αὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἶ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι
ἐκ τῶν πολέμων ἀνεπαύσαντο.
Τοῦ δὲ ἀρχιερέως Ἀλκίμου τοῦ καὶ Ἰωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ οὕτω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ἔτη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ Ἰούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ Ἰούδας μέγα δύνασθαι τοὺς Ῥωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ἴβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν Ἑλλάδα πάσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ Ἀντίοχον, ἔπεμψε φιλίαν αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν Ἰουδαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν Ἰουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιὰς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ πρὸς τὸν Ἰούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ἴν τινι κώμῃ μετὰ χιλίων. οἳ τὸ μετὰ Βακχίδου δείσαντες [*](P) στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δ’ ἐκεῖνος “μὴ τοῦτο” εἶπεν “ἴδοι γινόμενον ἥλιος ὥστε με νῶτα δοῦναι τοῖς ἐναντίοις, πολλοὶ τῶν μετ’ αὐτοῦ ἔφυγον. συμβαλὼν δὲ τῷ [*](Cap. 22. Iosephi Ant. 12, 10, §. 6 — 13, 1, §. 6.)
324
Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῶ δεξιῷ κέρατι, ὅπου καὶ ὁ Βακχίδης ἦν, τὴν φάλαγγά διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ’ οἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν Ἰούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας
[*](C) τέλος καὶ αὐτὸς ἔπεσεν· οὗ πεσόντος οἱ σὺν αὐτῶ ἔφυγον. ἐπὶ τρίτον δ᾿ ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ ἔθνους πάντα καὶ δράσαι καὶ παθεῖν ἕτοιμος γεγονώς, ἀπέθανε.
Θανόντος δ’ ἐκείνου τοῖς ἀσεβήσασι τῶν Ἰουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς Ἰούδα Ἰούδα ὁμόφροναςλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ὃς αἰκίζων αὐτοὺς πρότερον εἶτα διέφθειρεν. οἱ οὖν περίλοιποι τῶν ἑταίρων Ἰούδα Ἰωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν Ἰουδαίων ἀποδεικνύουσι στρατηγόν. [*](D) καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν Ἰωνάθην ἐξήτει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ἔρημον ἔφυγε. καὶ ἐπ’ αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ’ Ἰωνάθης τὸν ἀδελφὸν Ἰωάννην πρὸς τοὺς Ναβαταίους Ἄραβας ἔπεμψεν, ἦσαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ Ἀμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ Ἰωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν εἶναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ἥλατο μετὰ τῶν
325
ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ἄκραν ἐνέκλεισεν. Ἰωνάθῃ δ’ ἐμέλησε τὸν φόνον τιμωρήσαι τοῦ ἀδελφοῦ Ἰωάννου. γάμον οὑν τῶν τοῦ Ἀμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ὄρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν ἅπαντας, καὶ ἃ ἔφερον διήρπασε ξύμπαντα. διῆγον δ’ Ἰωνάθης καὶ Σίμων μετὰ τόν περὶ αὐτοὺς εἰς τὰ ἔλη του ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς Ἰουδαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν.
[*](P) ἠρεμοῦντος δ’ ἔκτοτε τοῦ ἔθνους ἐπ’ ἔτη δύο, Ἰωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ οὖν ἀσεβήσαντες Ἰουδαῖοι πρὸς τὸν βαδιλέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν Ἰωνάθαν, εἰ πεμφθείη τις ἐπ’ αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν Ἰωνάθαν καίτοι σπουδάσας οὐχ οἶός τε ὤν, πεντήκοντα ἐκ τῶν περὶ Ἰωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. Ἰωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ἔρημον ἀνεχώρησαν, ἔνθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. Ἰωνάθης
[*](C) δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας
326
δὲ διὰ ταῦτα ὁ Βακχίδης ἤθελεν ἀναζεῦξαι, ἐζήτει δ’ αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ Ἰωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ἔνα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν οὑς εἶχον αἰχμαλώτους. δεξάμενος οὑν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ὤμοσαν μηκέτι κατ’ ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑποστρέψας D οὐκέτι κατὰ τῆς Ἰουδαίας ἐπῆλθεν, ὁ δ’ Ἰωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγ- ματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας.
Ἀλέξανδρος δὲ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἷός τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τόν Δημήτριον, ὥστε γαῖ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς Ἰωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτό στράτευμα συνιστᾶν, καὶ οὓς ἐν τῇ ἄκρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος οὖν τὴν ἐπιστολὴν Ἰωνάθης τοῦ βασιλέως εἰς Ἱεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ἴδιον, καὶ αὐτὸς ἐν Ἱεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ Ἀλέξανδρος Ἰωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ ὅτου τέθνηκεν Ἰούδας ὁ ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ ὅπλα ἡτοίμασε. συμμίξας [*](Cap. 23. Iosephi Ant. 13, 2, §. 1 — 4, §. 8.)
327
δὲ τῷ Δημητρίῳ Ἀλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ἵππου καὶ δυσεκπόρευτον, ἔνθα περιστάντων τῶν πολεμίων αὐτὸν
[*](P) κατατρωθεὶς ἔπεσε, πολλοὺς καἲ αὐτὸς ἀνελών. ἔτη δὲ ἐβασίλευσεν ἕνδεκα.
Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ἔγραψεν Ἰωνάθῃ εἰς Πτολεμαΐδα παραγενέσθαι. ἀφικόμενος δ’ ἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ Ἀλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος ἦν ὁ Ἀλέξανδρος, καὶ ὁ μὲν εἰς ἀντιόχειαν ἔσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον Ἀπολλώνιον τὸν Δᾶον κατέλιπεν. ὃς πρὸς Ἰωνάθην στείλας ἄδικον ἔλεγεν εἶναι μόνον αὐτὸν [*](C) μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ἔθνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς Ἀπολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς Ἱεροσόλυμα. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς Ἰωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ ἥττῃ Ἀπολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ὄντι. ὅ γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν Ἀλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαίδα γενόμενος, μικροῦ ἂν ἐκινδύνευσε, τοῦ Ἀλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων Ἀμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, [*](D) λήν, ᾔτει πρὸς κόλασιν τὸν Ἀμμώνιον· οὐκ ἐξεδίδου
328
δὲ αὐτὸν ὁ Ἀλέξανδρος. ὅθεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν Ἀλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ ὁ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ἢν πείσαι τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. καὶ ἤνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν Ἀντιοχέων μισούντων τὸν Ἀλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν Ἀμμώνιον· οἳ ταχέως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν ἧκεν, οἱ δ’ Ἀντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ἅτε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου ἄρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οἷός τε ὢν διὰ σύνεσιν, ἵνα μὴ δόξῃ τοῖς Ῥωμαίοις ἤδη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. τοῦ δὲ Ἀλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν Ἀντιοχέων χώραν δῃώσαντος, ὁ Πτολεμαῖος σὺν Δημητρίῳ, ἤδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ’ αὐτόν, καὶ ὁ μὲν Ἀλέξανδρος ἡττηθεὶς εἰς Ἀραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ἵππου ἐκπεπτωκὼς
[*](P) δι’ ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δ’ ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ’ ἡμέρας ἔκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ
329
τὴν Ἀλεξάνδρου δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν Ἀράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε.
Παραλαβὼν δὲ τὴν τῆς Ἀσέας βασιλείαν Δημήτριος ὁ Νικάνωρ μετὰ Ἀλέξανδρον ἔτη βασιλεύσαντα πέντε, ἤρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν οὑν στρατιῶται τὴν πεῖραν ἐκείνου [*](C) διακρουσάμενοι εἰς Ἀλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ’ ἐλεφάντων ἐκράτησεν. Ἰωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν, ἔχουσαν ἔνδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων Ἰουδαίων τινάς· ὧν τινες νυκτὸς ἐξελθόντες τῷ Δημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ὃς ἧκε σὺν δυνάμει πρὸς Ἰωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ ἔπαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων ἧκε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ’ αὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο.
Ὡς δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν [*](D) τῶν στρατιωτῶν ἠλάττωσεν ὁ Δημήτριος, κἀντεῦθεν ἦν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος Ἀλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Ἄραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ Ἀλεξάνδρου Ἀντίοχον τρεφόμενον παρ’ αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ὃς δίδωσι. Δημήτριος δὲ πρὸς Ἰωνάθην στείλας [*](Cap. 24. Iosephi Ant. 13, 4, §. 9 — 6, §. 6.)
330
συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι’ ὧν ἐπαναστάντας αὐτῷ τοὺς Ἀντιοχεῖς δι’ ἀπέχθειαν, ἣν ἔτρεφον ὅτι κακῶς ἔπασχον ὑπ’ αὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ἔκτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ὅπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν οὖν στάσις οὕτως ἐπαύθη, ὁ δὲ τοὺς Ἰουδαίους ἀνέπεμψε πρὸς Ἰωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. ὕστερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ἤγαγεν ἂν εἰς ἔργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ Ἀντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν ὅσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος οὖν ὁ Τρύφων
[*](P) ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν Ἀντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ Δημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ ὁ παῖς Ἀντίοχος εἰς συμμαχίαν τὸν Ἰωνάθην μετεκαλέσατο. ὁ δὲ φίλος εἶναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ὥρμησε πρὸς ἔργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ Ἀντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ Δημητρίου, εἶτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ Ἰουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς Ἰουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατεχόμενον,
[*](C) οἳ τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. Ἰωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς
331
τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. καὶ εἰς Ῥώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ἣν πρὸς τὸ ἔθνος εἶχον ἀνανεώσασθαι. οἶ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αὖθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον ἔχοντες παρὰ τοῦ Ἰωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς Ἰουδαίους ἔθεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ἡτταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος
[*](D) ἦλθον κατὰ τοῦ Ἰωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι ἀστὴν αἰ αὐτῷ, νυκτὸς ἔφυγον. μεθ’ ἡμέραν δὲ γνοὺς τὴν φυγὴν Ἰωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ’ εἰς Ἀραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν Ἱεροσολύμων ἀνακαινίσαι γαῖ ἀνορθῶσαι ὅσον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ἔργου εἴχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ἔπεμψε τὴν χώραν ἀσφαλισόμενον.
Ο δέ γε Δημήτριος εἰς Μεσοποταμίαν ἧκεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς ἄνω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν Ἀρσάκην τὸν Παρθῶν βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ Ἀρσάκῃ συμβαλὼν τὴν ἅπασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, ἐπεβούλευεν ἀντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ
332
τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν Ἰωνάθην, ὄντα φίλον τῷ Ἀντιόχῳ. καὶ ἔσπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἐλῶν οὕτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν Ἀντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν ἄπεισιν, ἔνθα καὶ Ἰωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις
[*](P) τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ἔν αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς Πτολεμαίδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ Ἰωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ἔστρεψε, χιλίους δ’ ἔχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. ἅπερ οἱ ἐν Ἱεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ἔθνη, ἃ γνόντα τὴν Ἱωνάθου σύλληψιν κατὰ τῶν Ἰουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ’ αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας
[*](C) τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς Ἰουδαίαν ἀφίκετο, καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· ὁ δὲ πρὸς αὐτὸν ἔπεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν Ἰωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ἔνα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα ἔπεμψε καὶ τοὺς παῖδας. ἃ λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ Ἱεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων,
333
ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ
[*](D) πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς Ἱεροσόλυμα ἄφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν Ἰωνάθην ἀπέκτεινε.
Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ Ἰωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ἔθνος ἐπ’ αὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ἔνα μὴ εἶεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ὅρος ἐφ’ οὑ ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ὂν ὑψηλόν, ἐν τρισὶν ἔτεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς ἂν εἴη τὸ ἱερὸν ὑπερκείμενον.
Ὁ δέ γε Τρύφων τὸν Ἀντίοχον, ὃς καὶ θεὸς ἐπεκλήθη, τέσσαρα βασιλεύσαντα ἔτη διέφθειρεν, ἐπιτροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγγελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οἳ κερδῆσαι πολλὰ ἠλπικότες εἵλοντο αὐτὸν ἄρχοντα. λαβὼν δὲ τὴν βασιλείαν ὁ Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐτὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ Δημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευκείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ Ἀντιόχου, ὃς ἐκαλεῖτο σωτήρ, Δημητρίου δὲ ἦν ἀδελφός, καὶ ἐγκεκλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν ἡ Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· Β ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος οὖν ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος κατὰ τοῦ Τρύφωνος ὥρμησε, καὶ νικήσας αὐτὸν τῆς [*](Cap. 1. Iosephi Ant. 13, 7 et 8.)
334
ἄνω Συρίας ἐξέβαλε, καὶ εἴς τι καταφυγόντα φρούριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. ὁ δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυγὼν δ’ ἐκεῖθεν ὁ Τρύφων καὶ γενόμενος εἰς Ἀπάμειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπ’ ἔτεσι βασιλεύσας τρισίν.
Ὁ Ἀντίοχος δὲ λήθην τῶν ὑπό Σίμωνος αὐτῷ [*](C) γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν Ἰουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντειλάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾶ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, ἄρξας τῆς Ἰουδαίας ἔτη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ ἡ γυνὴ τοῦ Σιμωνος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, ὁ δὲ τρίτος Ἰωάννης διέφυγεν, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν Ἱεροσολυμιτῶν διὰ τὰς τοὐ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτολεμαῖον. Ἀπολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην ὁ Ὑρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ἔρυμά τι Δαγὼν [*](D) λεγόμενον ὄντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ· ὁ γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐτοὺς ἐξ ἀπόπτου ᾐκίζετο. ἡ μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι δι’ αὐτήν. τριβομένης δ᾿ οὕτω τῆς πολιορκίας ἐνίσταται τὸ ἕβδομον ἰτὸς, καθ’ ὃ εἴθισται τοῖς Ἰουδαίοις ἀργεῖν. καὶ διὰ τοῦτο Πτολεμαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ Ὑρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζήνωνα νωνα τὸν Κοτύλαν τὸν τῆς Ἀντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι’ ἃ πέπονθε,
335
τῇ Ἰουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπολιόρκει τὸν Ὑρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλοτάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τό τείχει προσέβαλλεν. ἤνυε δ’ οὐδὲν διά τε γενναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ ὕδατος ἀφθονίαν ἐξ ἐπομβρίας ἄρτι συμβᾶσαν. δείσας δὲ ὁ Ὑρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγκαῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς ἄλλους ἐξῶσε τῆς πόλεως· οὑς ὁ Ἀντίοχος ἀπελθεῖν ἐκεῖθεν οὐκ εἴα· οἷ καὶ ἔξω τῶν τειχῶν προσμένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ᾿ ἐντὸς ἐλεοῦντες
[*](P) αὐτοὺς εἰσεδέξαντο αὖθις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης ὁ Ὑρκανὸς στείλας πρὸς τὸν Ἀντίοχον ἀνοχὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφ’ ἡμέρας ἑπτά. ὁ δὲ καὶ τὴν ἀνοχὴν ἔδωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν ἔπεμψεν· ὃν διὰ τὴν πρὸς τὸ θέτον εὐσέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν. γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ Ἀντιόχου αἰδῶ Ὑρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. ὁ δέ, εἰ παραδοῖεν τὰ ὅπλα, εἶπε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν ἄλλων κατάθοιντο πόλεων ἄτερ τῆς Ἰουδαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέξεσθαι
[*](C) καὶ τἄλλα ποιήσειν ἃ ἀξιοῦσιν. Ἰουδαῖοι δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, ἀλλ’ ἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ᾿ ἐπὶ τούτοις τοῦ Ἀντιόχου, ἡ πολιορκία ἐλύθη. Ὑρκανὸς δὲ τὸν τοῦ Δαβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τάλαντα ἔλαβε. φιλίαν δὲ πρὸς Ἀντίοχον ποιησάμενος, ἐν τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύοντι συνεξώρμησεν· ἔνθα τῷ Ἀρσάκῃ πολεμήσας Ἀντίοχος τῷ πλείονι τῆς στρατιὰς καὶ αὐτὸς συναπώλετο.
[*](D)336
Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος, λύσαντος Ἀρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν Ἀντίοχος. Ὑρκανὸς δὲ Ἀντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων εἶλε καὶ τῆς Ἰδουμαίας ἑτέρας. καὶ ὑποτάξας τοὺς Ιδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ἔθεσιν Ἰουδαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ τἄλλα ὑπήνεγκαν. Δημήτριος δὲ στρατεύειν ἐγνωκὼς ἐπὶ Ὑρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ διακηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ὃς Ἀλέξανδρον ἔπεμψε τὸν λεγόμενον Ζεβινᾶν. μάχης οὖν μέσον αὐτοῦ καὶ Δημητρίου συγκροτηθείσης τρέπεται Δημήτριος καὶ φεύγει εἰς Πτολεμαΐδα, μὴ δεχθεὶς δὲ παρὰ Κλεοπάτρας τῆς γυναικὸς εἰς Τυρὸν ἀπέδρα, ἀλοῦς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανόν. ἐπαναστάντος δὲ αὐτῷ Ἀντιόχου τοῦ Γρυποῦ τοῦ παιδὸς Δημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο.
Βασιλεὺς δὲ Συρίας ὁ Ἀντίοχος οὗτος γενόμενος, [*](P) ἐπὶ πολλοῖς ἔτεσι μετὰ τοῦ ἀδελφοῦ Ἀντιόχου, τοῦ ἐπικληθέντος Κυζικηνοῦ ὅτι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο. ἦν δὲ οὗτος υἱὸς Ἀντιόχου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ Δημητρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ Ἀντιόχου· ἡ γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν [*](Cap. 2. Iosephi Ant. 13, 8, §. —10, §. 7. de tribus sectis 13, 5, §. 9.)
337
ἀδελφοῖς, τῷ Δημητρίῳ τε πρότερον καὶ τῷ Ἀντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν Δημητρίου τὸν Γρυπὸν Ἀντίοχον τέτοκεν, ἐξ Ἀντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ Δημητρίου τὸν Κυζικηνὸν Ἀντίοχον ἐγείνατο. ἐν ὅσῳ δ᾿ οὗτοι πρὸς ἀλλήλους ἐμάχοντο, ὁ Ὑρκανός ἠρέμει, καὶ καταφρονήσας τῶν Ἀντιόχων ἀπέστη, μηδὲν ἔτι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν Ἰουδαίαν, ὡς ἄπειρόν τι πλῆθος χρημάτων συναγαγεῖν. στρατεύσας δὲ καὶ
[*](C) ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ Ἀριστοβούλου καὶ Ἀντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἶ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν Ἀντίοχον τὸν Κυζικηνόν. ὃς τοῖς περὶ Ἀριστόβουλον συμβαλὼν ἡττᾶται· εἶτ’ αὖθις συλλέξας πλῆθος τὴν χώραν ἐπόρθει τοῦ Ὑρκανοῦ, ἵν᾿ οὕτως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῶ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. Ὑρκανὸς δὲ τὴν Σαμάρειαν ἐλῶν πᾶσαν ἠφάνισε.
λέγεται δέ, καθ’ ἣν ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ [*](D) Ἀντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ ἄρτι νενικήκασι τὸν Ἀντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν οὕτως. εὐπραγήσας δὲ Ὑρκανὸς ἐφθονήθη παρὰ τῶν Ἰουδαίων, μάλιστα δ’ ἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δ’ εἰσὶ μία τῶν παρὰ Ἰουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. οὑτοι μὲν οὑν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφ’ ἡμῖν εἶναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. Ἐσσηνοὶ δὲ πάντων κυρίαν εἶναι τὴν εἱμαρμένην δοξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμβαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλλουσι, πάντα δὲ ἐφ’ ἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν
338
ἡμὰς ἑαυτοῖς αἰτίους εἶναι διδάσκοντες καὶ τὰ χείρω δι’ ἀβουλίαν ἀφ’ ἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φαρισαίων πρότερον φιλίως ἐχόντων πρὸς Ὑρκανόν, μαθητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς ἔχθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ οὗτοι παρὰ τῷ πλήθει σφόδρα. Ὑρκανὸς δὲ τῇ τῶν Σαδδουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορραγείς, καὶ τὰ ὑπ’ αὐτῶν παραδοθέντα νόμιμα καταλῦσαι προέθετο. οἱ Σαδδουκαῖοι γὰρ ἐκείνα δεῖν ἡγεῖσθαι νόμιμα ἔλεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ
[*](P) παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων ὁ Ὑρκανός. βιώσας δὲ εὐτυχῶς ἐπ’ ἔτη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφ’ υἱοῖς πέντε. λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κυρτοί.
Τελευτήσαντος δὲ Ὑρκανοῦ Ἀριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύτην δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρακόσια ἔτη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ ὅτου ἐκ Βαβυλῶνος ὁ λαὸς πρὸς Ἱερουσαλὴμ ἐπανῆλθεν. οὕτος τοὺς μὲν ἄλλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ C τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μετ’ αὐτὸν Ἀντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν μὲν οὑν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν Ἀντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνόσει ὁ Ἀριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπηγίας ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἀντίγονος μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς. οἱ δὲ τοῦτον [*](Cap. 3. Iosephi Ant. 13, 11.)
339
πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατ’ ἰδιώτην αὐτὸν ἔλεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κεχρημένον λαμπρότητι, καὶ ὅτι μετὰ τοσαύτης δορυφορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται κατ’ αὐτοῦ.
[*](D) Ἀριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντίζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, ἔν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ἵστησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐτὸν μετὰ τῶν ὅπλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς τὸν Ἀντίγονον, ἄοπλον αὐτὸν κελεύων ἥκειν. ἡ δὲ τοῦ Ἀριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ Ἀντιγόνου ἔπεισαν τὸν σταλέντα λέγειν τῷ Ἀντιγόνῳ ὡς “ἀκούσας ὁ ἀδελφός σου ὅτι ὅπλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ἵν ἴδοι αὐτά.’ ὁ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει, καὶ γενόμενος κατὰ τὸν Στράτωνος πύργον, ὅπου ὁ τόπος ἀφώτιστος ἢν, κτείνεται παρὰ τῶν σωματοφυλάκων. Ἰούδας δέ τις Ἐσσαῖος τό γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε τὸν Ἀντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀποθανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ Ἀντιγόνου· προεῖπε γὰρ αὐτὸν κατ’ ἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ· τὸν δὲ σταδίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον εἶναι ἐκεῖ γενήσεσθαι τὸν Ἀντίγονον, ἤδη τῆς ἡμέρας κλινούσης. ταῦτα λέγοντος τοῦ Ἰούδα ἀγγέλλεται κτανθεὶς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτωνος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ.
Τῷ μὲν οὖν Ἀντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν [*](P) δὲ Ἀριστόβουλον εὐθὺς ἡ δίκη μετῆλθε τῆς ἀδελφοκτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αἷμα
340
ἀνέφερεν, ὅ τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομίζων ὤλισθεν εἰς τὸν τόπον οὗ ὁ Ἀντίγονος ἐσφάγη, ἔτι τοῦ αἵματος ἐκείνου ἔχοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αἵματα. γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν Ἀριστόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καί “οὐκ ἄρα λήσειν εἶπεν ἔμελλον τὸν θεὸν ἐπ’ ἀσεβέσιν οὕτω τολμήμασι. καὶ ἄλλα δὲ ἐπειπὼν ἀποθνήσκει, βασιλεύσας ἐνιαυτόν.
[*](C) Σαλώμη δὲ ἡ ἐκείνου γυνή, ἣ καὶ Ἀλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ εἶχεν αὐτοὺς Ἀριστόβουλος, βασιλέα κασίστησιν Ἰαννένα τὸν καὶ Ἀλέξανδρον, προύχοντα καθ’ ἡλικίαν καὶ μετριώτατον. ὃς τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ἕνα τῶν ἀδελφῶν, τὸν δ᾿ ἕτερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῄ μὲν κρατήσας, ἔστι δ’ ὅπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ἦρεν ὅπλα κατ’ αὐτοῦ στασιά- σαντας. ἑορτῆς γὰρ οὔσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσαντος, κιτρίοις αὐτὸν τὸ πλῆθος [*](D) ἔβαλλον, ἔθους ὄντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν ἔχειν, καὶ ὕβρεις αὐτοῦ κατέχεον. οἷς παροξυνθεὶς ὁ Ἀλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. εἶτα συνάψας μάχην πρὸς Ἀραβας καὶ ἡττηθεὶς φεύγων εἰς Ἱεροσόλυμα παρανίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοὐ ἔθνους ἐπιθεμένου, ἔτεσιν ἕξ μαχόμενος πρὸς αὐτό, ἔτρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι’ ἃ ἔτι μᾶλλον μεμίσητο, ὅστε πρὸς [*](Cap. 4. Iosephi Ant. 13, —16, §. 1.)
341
αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ὥστε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ Ἰουδαῖοι τῷ Ἀλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ἔν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς Ἱεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ἔργον πεποίηκεν, ἀνασταυρώσας αὐτόν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ’ ὄψεσι σφῶν ἔτι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ἔργον ἔπεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ὄντας φυγεῖν. καὶ ὁ Ἀλέξανδρος ἔκτοτε ἠρεμίας ἀπήλαυσεν.
Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διονύσιος κατὰ τῆς Ἰουσαίας ἐστράτευσε. καὶ μάχης καρτερὰς γενομένης πρὸς Ἰουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ Ἀντίοχος [*](P) νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόντος δ᾿ ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ διαφθείρεται. βασιλεύει δὲ μετ’ Ἀντίοχον τῆς Κοίλης Συρίας Ἀρέτας, καὶ στρατεύσας ἐπὶ τὴν Ἰουδαίαν, καὶ μάχῃ νικήσας Ἀλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκεχώρηκεν.
Ο μέντοι Ἀλέξανδρος μετὰ ταῦτα πόλεις ἐλῶν πολλὰς Ἰδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ Σύρων, καὶ τρίτον ἔτος ἐν τῆ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δεχομένων τῶν Ἰουδαίων. εἶτα ἐκ μέθης νοσήσας, καὶ [*](C) τρισὶν ἔτεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν ἡ βασίλισσα ἤδη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο. ὁ δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ταύτῃ ὑπέθετο, ἕως ἂν ἐξέλῃ τὸ χωρίον,
342
ἔτυχε γάρ τι πολιορκῶν, ἔπειτα ὡς ἀπό νίκης εἰς Ἱεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ ἔθνος εὔνουν αὐτῇ · καὶ αὐτός δὲ διὰ τούτους ἔλεγε τῷ ἔθνει προσκροῦσαι, ὑβρισθέντας ὑπ’ αὐτοῦ. “σὺ τοίνυν” ἔφη “μεταπεμψαμένη τοὺς ἄρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς
[*](D) πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. οὕτω δέ σου εἰπούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως ἄρξεις.” ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, ἄρξας ἔτη εἴκοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. ἡ δὲ Ἀλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους εὔνους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώσατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο.
Δύο δὲ παίδων γενομένων τῷ Ἀλεξάνδρῳ, Ὑρκανοῦ καὶ Ἀριστοβούλου, ὁ μὲν Ὑρκανὸς νωθὴς τὸ ἦθος ἦν καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, ὁ δὲ νεώτερ ος δραστήριος ἦν. ἡ δὲ τούτων μήτηρ ἀρχιερέα τὸν Ὑρκανὸν διὰ τὸ ἄπραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευ σε πείθεσθαι, καὶ αὐτὴ μὲν εἶχε τῆς βασιλείας τὸ ὄν ὁμὰ, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέμει δὲ ἡ χώρα, μόνων τῶν Φαρισαίων τὴν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμβουλεύσαντας βουλεύσαντας Ἀλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων διαφθοράν. ἕνα δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπ’ ἐκείνῳ ἄλλους ἐπ’ ἄλλοις, ἴως οἱ δυνατοὶ παρελθόντες εἰς [*](Cap. 5. Iosephi Ant. 13, —14, 2, §. 2.)
343
τὰ βασίλεια καὶ Ἀριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς
[*](P) ἤδη φθαρέντας ἀποκλαυσάμενοι εἰς οἶκτον τῶν κινδυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. Ἀριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· ἡ δὲ οὐκ εἶχεν ὅ,τι καὶ πράξειε.
Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκώς καὶ ἐπὶ τὴν Ἰουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ ἔθνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολλοῦ ἄξια καὶ πρέσβεις αὐτό πέμπουσι τὴν Πτολεμαΐδα πολιορκοῦντι. ὁ δὲ ταῦτά τε ἐδέξατο καὶ χρηστὰ ἐπηγγέλλετο. ἄρτι δὲ τὴν Πτολεμαΐδα πορθήσαντι [*](C) ἀγγέλλεταί οἱ Ἀκέλαος εἰς Ἀρμενίαν ὁρμήσας, καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, Ἀριστόβουλος λάθρᾳ ὑπεξελθὼν ᾔει ἐπὶ τὰ φρούρια, ὅπου οἱ πατρῷοι κατετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνει- δυίας τῇ πράξει, καὶ ὑπεδέχθη παρ’ αὐτῶν. αἰσθομέην δὲ ἡ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ ὅτι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ ἦν ταραχῇ καὶ αὐτὴ καὶ τὸ ἔθνος· ἔθεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. Ὑρκανὸς δὲ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι μαθόντες ὅτι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων εἴκοσι καὶ δύο [*](D) ἐκράτησεν ὁ Ἀριστόβουλος καὶ πολλὰ συνήγαγε χρήματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασιλίσσης ὑποθέσθαι γνώμην περὶ Ἀριστοβούλου. ἡ δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς ἤδη ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς ὃ συμφέρον κρι- [*](14 Ἀκέλαος] Iosepho Λεύκουλλος.)
344
νοῦσι. καὶ μετ᾿ οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ἔτη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα.
Τῆς Ἀλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλεμον κατὰ τοῦ ἀδελφοῦ ὁ Ἀριστόβουλος ἤρατο, καὶ πολλοὶ τῶν στρατιωτῶν τοῦ Ὑρκανοῦ αὐτομολοῦσι πρὸς Ἀριστόβουλον. ὁ δὲ φεύγει πρὸς τὴν ἀκρόπολιν, ἔνθα καὶ ἡ Ἀριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν κατεκλείσθησαν. εἰς λόγους δ᾿ ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν ἔχθραν, ὥστε βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ζῆν ἀπραγμόνως. ὅρκοις οὖν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν ὁ μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν Ἀριστοβούλου ὁ Ὑρκανός.
Ἀντίπατρος δέ τις Ἰδουμαῖος, φίλος ὢν Ὑρκανοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρημάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν Ἰουδαίων διαλεγόμενος, καὶ πρὸς Ὑρκανὸν διαβάλλων τὸν Ἀριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα φυγεῖν. καὶ πέμπει τὸν Ἀντίπατρον πρὸς Ἀρέταν ὁ Ὑρκανός, πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς [*](P) προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν ὁ Ἀντίπατρος, καὶ συμπαρειληφὼς τὸν Ὑρκανὸν νύκτωρ ἧκεν ἄγων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν πρὸς τὸν Ἀρέταν. παρεκάλει οὖν ὁ Ὑρκανὸς αὐτὸν καταχθῆναι παρ᾿ αὐτοῦ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις ἃς Ἀλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. καὶ ὁ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλου, καὶ τῆς μάχης κρατεῖ. πολλῶν οὖν πρὸς Ὑρκανὸν αὐτομολησάντων εἰς Ἱεροσόλυμα ὁ Ἀριστό-
345
βουλος ἔφυγε. καὶ ὁ Ἄραψ τῷ ἱερῷ προσβαλὼν ἐπολιόρκει τὸν Ἀριστόβουλον, προστιθεμένου καὶ τοῦ
[*](C) δήμου τῷ Ὑρκανῷ, μόνων τῶν ἱερέων Ἀριστοβούλῳ παραμενόντων. Ὀνίαν δέ τινα δίκαιον ἄνδρα καὶ θεοφιλῆ, ὃς αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ἔλυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ Ἰουδαῖοι εὔξασθαι κατὰ Ἀριστοβούλου καὶ τῶν μετ’ αὐτοῦ· ὁ δ’ οὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, “ὦ θεὲ βασιλεῦ τῶν ὅλων” εἶπεν, “ὅτι καὶ οἱ μετ’ ἐμοῦ ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱερεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατ’ ἐκείνων τούτοις.” καὶ αὐτίκα τὸν ἄνδρα περιστάντες κατέλευσαν. οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρπὸν
[*](D) διαφθείραντος.
Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν Ἀρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν οὖν ὑπ’ Ἀριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν ἢ πολέμιον Ῥωμαίων κριθήσεσθαι, ἔλυσε τὴν πολιορκίαν. ἧς λυθείσης ὁ Ἀριστόβουλος ἐπὶ Ἀρέταν καὶ Ὑρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετ’ οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, ἧκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ Ἰουδαίας, δῶρον ἐξ Ἀριστοβούλου μέγα κομίζοντες, ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν ὁ Ἰώσηπος ἐν Ῥώμῃ θεάσασθαι, τῷ Καπιτω- [*](Cap. 6. Iosephi Ant. 14, 2, §. —4, §. 5. 29 θεάσασθαι] Strabonem, non se ipsum.)
346
λίῳ ἀνατεθειμένην Δῖέ καὶ αὖθις ἧκον πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, ὑπὲρ δὲ Ἀριστοβούλου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν τῶν Ἰουδαίων καὶ τῶν ἡγεμόνων αὐτόν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ εἶναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων ἄρχεσθαι, τούτους δὲ του γένους
[*](P) ὄντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· Ὑρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ὅτι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ’ ἐκείνου ταύτην ἀφῄρητο, καὶ ἄλλα κατ’ αὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων Ἰουδαίων πλείους ἢ χίλιοι, Ἀντιπάτρου παρασκευάσαντος. Ἀριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν Ὑρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, ἄπρακτον οὖσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ’ ἐξ ἀνάγκης ἔλεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς ἄλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ὅπερ καὶ ὁ
[*](C) πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω Ἀριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως ἄγειν ἐκέλευσεν, ἐλθὼν δ’ εἰς τὴν χώραν διατάξειν ἕκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ Ἀριστόβουλος εἰς τὴν Ἰουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς ὁ Πομπήιος ἐστράτευσε κατ’ αὐτοῦ. συμπεφευγότος δ᾿ εἰς ἔρυμα καλούμενον Ἀλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ἥκειν. ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν Ῥωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ὅθεν ἧκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς
[*](D) φρουράρχοις, ἀπείρητο γὰρ ἄλλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν
347
εἰς Ἱεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ’ αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ Ἱεριχοῦντα δὲ γεγονότι, οἶ τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, πρόσεισιν ὁ Ἀριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ὥστε πράττειν ὃ βούλεται. ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐόντων τὰς συνθήκας πληρωθῆναι, ἄπρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. ἥκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν Ἀριστόβουλον. οἱ δ᾿ ἔνδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ’ Ἀριστοβούλου τοὐναντίον· οἳ καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο. οἱ δ᾿ ἄλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισφρήσαντες οἱ πολέμιοι ἔσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ἧττον ἦσαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν Ἰουδαίων
[*](P) ὑπὸ Ῥωμαίων, οἱ δ᾿ ὑπ’ ἀλλήλων ἐσφάττοντο ἢ καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ ἄβατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ εἶδον ὅσα τοῖς ἄλλοις πλὴν τῶν ἀρχιερέων ἤσαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων ἢ τῶν χρημάτων ἥψατο δι’ εὐσέβειαν. τῇ δ’ ὑστεραίᾳ καθαρᾶι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν Ὑρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ
348
Ἱεροσόλυμα ποιήσας Ῥωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ Ῥώμην ἀπιὼν ἐπήγετο τὸν Ἀριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ἦσαν δὲ αὐτῶ δύο
[*](C) θυγατέρες καὶ τοσοῦτοι υἱοί, ὧν ὁ πρεσβύτερος Ἀλέξανδρος ἀπέδρα καὶ τὴν Ἰουδαίαν κατέτρεχεν ὕστερον, μὴ δυναμένου τοῦ Ὑρκανοῦ αὐτῷ ἀντικαθίστασθαι.