Τοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ’ εἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία [*](P) ἔφη τυγχάνειν πολύ. ἡ τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος ὁ προφήτης τούτῳ οὐδ’ ὄνομα ἔθετο. πολυειδὴς γὰρ ἡ τῶν Ῥωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ’ ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ᾿ ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ᾿ αὐθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἶς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βασιλειῶν [*](C) αὕτη γεγένηται, καὶ ὄσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ’ ἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πάσαν, τὴν Καρχηδόνα σὺν τῆ̣ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδῶ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὣν οὐκ ἦρξεν Ἀλέξανδρος· ἅπερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ρωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον [*](Cap. 7. Theodoreti Commentarius in Daniel 7, ρ. 1195- 1201. Addita sunt καὶ ὅσα — συγγράμματα ρ. 194, 22—29.)
195
καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ’ ὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν
[*](D) σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ’ εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οἱ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων με- ταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δ’ εἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ’ ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ’ αὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ᾿ ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τό πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τού μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον
[*](P) ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν
196
κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκει- νοῦ ἐμφαντικὸν τό λόγους εἰς τὸ ὕψος λαλήσει.”
Ἐπὶ τούτοις ὁ προφήτης ἐπήγαγεν “ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι [*](C) χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.’ ἃ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ ἄμωμον δείκνυσιν. ἔνα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς [*](D) θείας φύσεως ταῦτα παῦσαι ἢ μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ἡ ὅλη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς εἶναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους οὑν
197
φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν.
Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ᾧ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον ἔσεσθαι καὶ μύ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου [*](P) καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ἣν προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντος “ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ Δανιὴλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. “ἐν Σούσοις γὰρ ὢν ἦρα λέγει τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἒν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου. καὶ ἢν κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώπιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα [*](C) αὐτοῦ, καὶ ἐμεγαλύνθη.” πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικεί- [*](Cap. 8. Theodoreti Commentarius in Daniel 8, ρ. 1211—1220. Pauca ab ipso Zonara, partim e Plutarchi Alexandro, addita. κωλύων — ἄρρενα ρ. 201, 10, 11, ex Iosephi Ant. 12, 5, §.4.)
198
μένον αὐτὴ πλοῦτον, ἑστὼς δ’ ἦν ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ ἤγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αὕτη γάρ ἦν ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ἦν τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων εἶδε τὸ ὅραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ἧττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκóνιζε, μέχρις αὐτόν γὰρ ἡ τῆς βασιλείας ἔστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μείζον’ κέρας τὸ Δαρείου γένος
[*](D) ᾐνίττετο, ὃ μέχρι τοῦ τελευταίου Δαρείου προέκοψεν, ὃν κατεπολέμησεν ὁ Ἀλέξανδρος. Καμβύσου γὰρ τοῦ Εὔρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· οὓς ἐπ’ ὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οἵτινες ἦσαν, οἷ ἑπτὰ τῶν Περσῶν οἶκοι καθεῖλον. ἐξ ὧν ἐβασίλευσεν ὁ Ὑστάσπου Δαρεῖος, οὗ τὸ γένος μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς ὅτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ἕως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ἕτερον. ἐκεράτιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τόν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς Ἑλλάδος στρατεύοντι οἶ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. εἶεν δ’ ἂν αὗται ἡ Σύρων, ἡ Κιλίκων, ἡ Ἀράβων, ἡ Αἰγυπτίων, ἡ Ἰουδαίων, καὶ ἕτεραι·
199
οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ’ ἅπαντας οἶς προσέβαλεν ὑπέταξε. “καὶ ἐμεγαλύνθη” ἢ ὅτι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, ἢ ὅτι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα
[*](P) τῇ εὐτυχίᾳ.
Ἀπορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ἦν ἕν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἕως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ γαῖ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ᾿ ἤρχετο, ὅτι τὴν Αἴγυπτον πρότερον ὑφ’ ἑαυτὸν ποιησάμενος ὁ Ἀλέξανδρος οὕτω πρὸς Δαρεῖον τὸ δεύτερον ὥρμησε, καὶ κατατροπωσάμενος [*](C) αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν Ἰσσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν ἥττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ ἄρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ἔφυγε δ᾿ ἐκεῖθεν ὁ Δαρεῖος καὶ αὖθις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ Ἀλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν Ἀρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν Ἀλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος [*](D) τοῦ Ἀλεξάνδρου. καί ‘‘ἦλθε” φησίν “ὁ τράγος
200
ἕως τοῦ κριοῦ τοὐ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐτὸν φθάσαντα ἴως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν.” συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ’ ἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, ἥ τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μηδῶν ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμφοῖν Βασιλείαν σχόντος ὑφ’ ἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. “καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα.’ οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφ’ ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν ὁ προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε “καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα
[*](P) ὑποκάτωθεν ἐξέφυ αὐτοῦ.” τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν τῷ τρίτῳ θηρίῳ, ὃ τῷ Δανιὴλ καθ’ ὕπνους ἔδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κεφαλάς.
“Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν
201
ἀστέρων, καὶ συνεπάτησεν αὐτούς.’ τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδάσκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλλον
[*](C) δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἰεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμόν ἱδρυσάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό “ἐμεγαλύνθη ἕως τῆς δυνάμεως οὐρανοῦ” ὑπαινίττεται. τὸ δέ ἔπεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς” τοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσεβήσαντας
[*](D) διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ’ ἐκείνου συμπατηθέντες. ἀστέρες δ’ ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ἢ ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ.
Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη.’ καὶ κατ’ αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν ἄνω δυνάμεων. “καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη.” ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύ ἃς λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ’ αὐτῇ παρανομίαν. διὰ δὲ τοὐ “ἐρρίφη χαμαὶ δικαιοσύνη ἡ τῶν ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι
202
μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν ὁ Ἀντίοχος εὐωδοῦτο, φησί.
Ἐπὶ τούτοις ἐπάγει ὁ Δανιὴλ “καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ [*](P) ἅγιον.” ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ἔνα μάθῃ ὁ Δανιήλ. ὁ δ᾿ ἐρωτὼμενος ἀπεκρίνατο “ἡμέραι δισχίλιαι καὶ ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον. ἐσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν ἢ καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι’ ὡν φησιν [*](C) ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ἒξ ἀποτελοῦσι μῆνας καὶ ἰδαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἐβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ’ Ἀντιόχου τοῖς Ἰουδαίοις ἐπεωεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη.
Εἶτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ Δαρείου πάλιν τοῦ Μηδῶν ἄρχοντος, ὃς καὶ Κυα- [*](Cap. 9. Theodoreti Commentarius in Daniel 9, ρ. 1225 1237—1245. Pauca sunt ipsius Zonarae.)
203
ξάρης ὠνόμαστο καὶ Ἀσούηρος, Ἀστυάγους ὢν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ἥψατό τις ἀνὴρ ᾧ ὄνομα Γαβριήλ. ἥψατο δὲ αὐτοῦ
[*](D) ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, ἢ κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, ἢ ἐπὶ τοσαύτην ὥραν ἐφ’ ὅσην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ εἶπε τῷ Δανιήλ “νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν οὖσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι’ αἰνιγμάτων τὰ θεῖα δηλοῦται, ἔνα μὴ πάσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ’ ἐπιθυμιῶν ἐκλήθη ὁ Δανιὴλ ἢ ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, ἢ ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, ἢ ὅτι ἐπιθυμητὸς ἦν καὶ ἐπέραστος δι’ ἣν μετήρχετο ἀρετήν.
Εἶτα ἐπάγει ὁ ἄγγελος ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν [*](P) καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.“ ὁ μὲν προφήτης προσευχόμενος “ὁ λαός σου” πρὸς τὸν θεὸν ἔλεγε “καὶ ἡ πόλις σου·’ ὁ δὲ ἄγγελος πρὸς τὸν Δανιήλ φησιν “ὁ λαός σου καὶ ἡ πόλις σου, ὡς μὴ ἀξίου ὄντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. εὕρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ὅτε τὸν μόσχον ποιήσαντες οἱ Ἰσραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς ἔφη ὡσαύτως.
204
φησὶν οὖν ὁ ἄγγελος ὅτι καὶ ἡ Ἰερουσαλὴμ οἰκοδομηθήσεται
[*](C) καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ἔτη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀριθμόν· ἑκάστην δ᾿ ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτ’ ἔστιν ἕως τοῦ χρονίσαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν Ἰουδαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ἔτισαν, ἀλλ’ ἀνεκλήθησαν αὐθις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς ἔσχατον
[*](D) κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργάσαντο, οὐκέτι ἀνακλήσεως ἔτυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν ἄφεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· οὗτος γάρ ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώνιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ὅς ἐστι δικαιοσύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφραγίσαι ὅρασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς προφητείας δηλοῖ, ἦι ὅτι τὰ παρ’ ἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα ἤδη ἐκβέβηκεν, ἦι ὅτι τὸ τῆς προφητείας χάρισμα τοῖς Ἰουδαίοις ἐκλέλοιπεν, ἢ καὶ ἀμφότερα. ἐλθὼν γὰρ ὁ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέντοι καὶ ἔπαυσεν· οὐκέτι γὰρ παρ’ αὐτοῖς ἄρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, ἥτις αὐτός ἐστιν ὁ κύριος ἡμῶν καὶ σωτήρ.
205
ὁ μὲν γὰρ ἀπόστολος “ἐδόθη σοφία” φησιν ‘ἡμῖν θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφων “δικαιοσύνη ἐν αὐτῷ ἀποκαλύπτεται” λέγει. ὁ δὲ κύριος “αἰτεῖτε διδάσκει “τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ἣν αὐτὸς ἤγαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ ἅγιον ἀγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν.
[*](P) τίς γὰρ ἕτερος ἄγιος ἀγίων κληθείη ἂν εἰ μὴ ὁ κύριος ἡμῶν καὶ σωτήρ; ὃς ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς Ἠσαίας προανεφώνησε λέγων “πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ ὡς Δαβὶδ ἐμελῴδησεν εἰπών “ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου," καὶ ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ Πέτρος ἐδίδαξε περὶ τοῦ σωτῆρος γράψας ὡς “ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει,” σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς γραφάς, ποιῶν ἅπαντα καὶ πάσχων ὅσα δι’ ἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλλάσσων
[*](C) τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος.
Εἶτα ἐπάγει ὁ θεῖος ἀρχάγγελος “καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο.” ἤρξατο μὲν οὖν ὁ ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ ἔθνει τῶν Ἰουδαίων, ἀλλ’ ἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου [*](1 ὁ ἀπόστολος] 1 Cor. 1, 30. 3 ἀλλαχοῦ] Rom. 1, 11 Ἠσαίας] 61, 1. 13 Δαβὶδ] Ps. 44 (45) 8. 17 γράψας] Cautius exscribendus erat Theodoretus ρ. 1242, qui λέγων: verba Petri sunt concionaantis, Act. 10, 38.)
206
παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπετράπη δ' αὖθις τοῖς Ἰουδαίοις ἡ τούτου ἀνέγερσις
[*](D) ὅτε Δαρεῖος ὁ Ὑστάσπου ἐκράτησε τῆς βασιλείας Περσῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος ὁ καιρὸς εὑρίσκεται σώζων κατὰ] τὴν τοῦ ἀρχαγγέλου φωνήν, ἀλλ’ ὑπερβάλλων· εἰ δ’ ἐκ τῶν χρόνων τῆς Ἀρταξέρξου βασιλείας ὁ καιρὸς ἀριθμοῖτο, εὑρεθείη ἂν οὔτε περιττεύων οὔτ’ ἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, ὅτι τότε καὶ τῇ πόλει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων ἡ πόλις πεπλήρωτο, ὅτε Νεεμίας οἰνοχοεύων τῷ Ἀρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτραπῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελθὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν ναὸν ἀτελῆ ὄντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, δι’ οὗ μόνου ἄφεσις ἁμαρτημάτων ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προφητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρούμενον ἕως τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὅτε δηλαδὴ ὁ Νεεμίας παραχωρηθεὶς εἰς Ἱερουσαλὴμ ἐπανῆλθεν· ἃ προἰ·οῦσα καθ’ εἱρμὸν ἡ ἱστορία πλατύτερον διηγήσεται. ὃν δὲ ἄγιον εἶπεν ἀνωτέρω ἁγίων, τοῦτον αὖθις Χριστὸν ἡγούμενον
[*](P) εἴρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότοκος ἐκ νεκρῶν λέγεται, οὕτω καὶ ἡγούμενος προσηγόρευται. καὶ ὁ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς Ἰουδαίοις διαλεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς συνσιηγήσεται]
[*](23 lib. 4 cap. 5. 30 Πράξεσιν] 3, 15.) 207
ἐγράψατο. ὥσπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον εἴρηται κατὰ τὸ ἀνθρώπινον οὕτω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται.
Ἀπορήσειε δ᾿ ἄν τις ὅτου χάριν διῃρημένως, ἀλλ’ οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς [*](C) ἔτυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν Ἱεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς εἴρηται, γενομένης ἀριθμοῖντο οἶ χρόνοι μέχρις Ὑρκανοῦ ἀρχιερέως, ἐφ’ οὗ τὸ τῶν Ἀσαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὃς τό Νεεμίᾳ τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον ἔδωκε τῷ ταύτην τειχίσαντι, ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθεῖλεν Ἀλέξανδρος, ἑκατὸν ἔτη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως [*](D) τῆς τῶν Περσῶν βασιλείας, ἐν ἕκτῳ γενομένης ἔτει τῆς Ἀλεξάνδρου πρὸς τὴν Ἀσίαν στρατείας, μέχρις Ἰουλίου Καίσαρος Γαΐου, ὅς πρῶτος τῇ μοναρχίᾳ τῶν Ῥωμαίων ἐπικεχείρηκεν, ἔτη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας τοῦ Καίσαρος ἕως ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ Ἰωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο,ἔτη ἑβδομήκοντα τρίαὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἐξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ [*](2 Παῦλον] Col. 1, 15. Cap. 10. Theodoreti Commentarius in Daniel 9, p.)
208
ἀποτελοῦσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν Ἑβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ Ἑβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνια- κὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν ἀφ᾿ ἑκάστου ἐνιαυτοῦ ἡμέρας ἕνδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ἔτη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία Ἑβραϊκὰ συνίστανται ἔτη. Ἑβραίῳ δὲ τῷ Δανιὴλ ὁ ἄγγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ἔλεγεν ἔτη. ἄχρι μὲν οὖν τῆς τοῦ ἀρχιερέως Ὑρκανοῦ ἀναιρέσεως, ὃν ὁ βασιλεὺς ἀνεῖλεν Ἡρώδης, εἰρήσεται δὲ τὰ περὶ τού-
[*](P) του πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. ἔκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις, ἀλλ᾿ ἐνιαυσιαίας παρανόμως διδομένης ἢ βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ὃ καὶ ὁ Ἰώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν ὁ θεῖος ἀρχάγγελος ἔλεγε “καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν εἶχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ὂν
[*](C) ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε “καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τοῦτ᾿ ἔστιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι ἔσονται, ἀλλ᾿ ἀκρίτως ἢ διὰ χάριν ἢ διὰ χρήματα. τούτων δ᾿ οὕτω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι.
Ἡ μὲν οὖν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδο-
209
μαδὼν καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ἔτι μία περιλέλειπται, καὶ περὶ ἐκείνης εἴρηκεν ὁ ἀρχάγγελος ταῦτα “καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται D θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἐξήκοντα καὶ ἐννέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν οὕτως ὡς δι’ αὐτῆς ἀρθῆναι, τοῦτ’ ἔστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος οὕτως ἐπὶ τὸ πάθος ἦλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ ἔθυον ἔκτοτε οἱ Ἰουδαῖοι, ἐπεὶ καὶ ἔτι θύουσι, παρανόμως, ἀλλ’ ἀπρόσδεκτος ἦν τῷ θεῷ ἡ ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ ἄλλως δὲ τό “δυναμώσει διαθήκην πολλοῖς ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ
[*](P) τὰ τρία ἴτη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῆ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ἔργων ἐπιδείξει, οὕτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. εἶτα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνά-
210
στασιν καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ἄνοδον, ὣν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ
[*](C) αὐτοῦ μαθηταὶ ἐν Ἱερουσαλὴμ τὸ εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ ὄντως θεοῦ διεσπάρησαν εἰς τὰ ἔθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ Δανιὴλ ἔλεγε “δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία,” ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ’ ὃν πρότερον μὲν ἐν Ἰερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, εἶτα καὶ εἰς τὰ τῆς οἰκουμένης
[*](D) περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αὖθις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων ‘καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοὺ νόμου σκιᾶς. εἶτα ἐπάγει “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. τούτων γάρ, φησί, γινομένων τὸ πρὶν ἅγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· ἢ ὅτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ὃ ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αἳ τοῖς Ἰουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα ἢ ζῴου τινὸς κεκτῆσθαι ἢ καὶ σεβάζεσθαι. καὶ ὁ κύριος δέ ‘‘ὅταν ἴδητε” εἶπε τό βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς,” τῆς Ἰερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δ’ ἔφη ὁ κύριος “ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν
211
ἔρημος.” ταῦτα προδιδάσκων τὸν Δανιὴλ ὁ ἀρχάγ γελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. ἵνα δὲ μὴ νομίζηται τοῖς Ἱουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αὖθις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνε- γερθησομένου, οἶα καὶ ἄλλοτε πλειστάκις συμβέβηκαν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε “καὶ ἕως
[*](B) συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωστνν,” τοῦτ’ ἔστιν, ἕως συντελεσθῇ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ἔσται ὅτε οὐκέτι καιρὸς ἢ τὴν πόλιν ἀναστῆναι ἢ τὸν ναόν.
Ταῦθ’ ὁ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τε- θέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι’ αὐτῶν τῆς μελλούσης ἔσεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ’ οὓς ἀποτελεσθήσεται ἕκαστον αὐτῶν ἐδιδάσκετο· ἃ γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ’ [*](C) εἰκῇ φερόμενον καὶ ὡς ἔτυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται.
Ταῦτα μὲν οὑν οὕτως ἔχουσι καὶ τοῖς εὐσεβέσι
δοξάζονται· ἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν Ἰουδήθ, ἣ τὸν Ὀλοφἐρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς χαἰ τὸ ἔθνος ἅπαν διέσωσεν. ἔχει δ᾿ οὕτω τὰ κατ’ αὐτήν. ἐν ἔτει δωδεκάτῳ δεκάτῳ τῆς βασιλείας αὐτοῦ ὁ τῶν Ἀσσυρίων ἀρχηγὸς [*](1 210, 29–211, 1. Matth. 24, 15; 23, 18. Luc. 21 Cap. 11. ludith 17.)
212
Ναβουχοδονόσορ πρὸς Ἀρφαξάδ τὸν βασιλέα Μηδῶν
[*](D) ἤρατο πόλεμον, καὶ τὰ πέριξ ἔθνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ᾿ ἑτέρων καὶ τῶν Ἰουδαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμμαχῆσαί οἱ ἀπειπαμένων, ὁ Ναβουχοδονόσορ ἐξώργιστο, καὶ ὤμοσεν ἠ’ μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύσας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ Δαμάσκου Συρίας καὶ Ἰουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγαγεῖν. ἀντιταξάμενος οὖν πρὸς Ἀρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν ἄλλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν Ἐκβατάνων αὐτῶν, ἔνθα ἤσαν τῷ Ἀρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἐλῶν τε καὶ ἀν’ ἑλών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας δυνάμεως καλέσας Ὀλοφέρνην ἐνετεέλατό οἱ τὸν ὅρκον ὃν ὤμοσ’ ἐν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελησάντων συμμαχῆσαι αὐτῶ̣ ἐπιόντι κατὰ τῶν Μηδῶν ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν ὅσοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ᾿ ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρπαγὴν καὶ εἰς ὄλεθρον.
Ὁ μὲν οὖν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισατράπῃ αὐτοῦ ἐνετείλατο, Ὀλοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς ἔθνεσι καθ’ ὧν ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν ἄλλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς [*](B) Ἰσραηλίτας μέλλων στρατεύειν καὶ ὅπλα κατ’ αὐτῶν αἴρειν, οὐ γάρ προσῄεσαν αὐτῷ οὐδ’ ὑπέκυπτον, ἤρετο τίνες οὗτοι καὶ ὅτῳ θαρροῦντες ἀνθίστανται. καὶ εἶπεν αὐτῷ Ἀχιὼρ ὁ τῶν υἱῶν Ἄμμων ἀρχηγὸς τήν τε γενεαλογίαν αὐτῶν, καὶ ὅπως εἰς τὰς πόλεις
213
ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. εἶτα ἐπήγαγε νῦν οὑν σκεπτέον· καὶ εἰ μὲν εἰς τόν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ᾿ οὐ τοῦτο, παρελθέτω ὁ κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν ὁ θεὸς αὐτῶν καὶ ἡττηθῶμεν. ταῦτα τοῦ Ἀχιὼρ εἰπόντος ὁ Ὀλοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεδτηκόσιν αὐτῷ δῆσαι τὸν Ἀχιὼρ καὶ ἀπαγαγεῖν καὶ παραδοῦναι τοῖς υἱοῖς Ἰσραήλ, ἴνα σὺν ἐκείνοις ληφθεὶς
[*](C) κολασθῇ. οἶ δὲ συλλαβόντες τὸν ἄνδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν ἔβαλλον. κἀκεῖνοι τὸν Ἀχιὼρ δεδεμένον ἔρριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρεψαν. οἱ δὲ τῆς πόλεως ἄνδρες καταβάντες ἔλυσαν τὸν Ἀχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ὃς αὐτοῖς ἅπαντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς ἄμυναν. τῇ δ᾿ ἐξῆς Ὀλοφέρνης ἦγεν ἐπὶ Βαιτύλου τὴν στρατιάν, χιλιάδας οὖσαν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀποσκευῆς· καὶ ἐστρατοπεδεύσατο παρ’ αὐτῇ. εἶτα ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὰ ὕδατα προκαταλαβεῖν ὅθεν ὑδρεύοντο, ἵν ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν ἢ τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος
[*](D) τῆς στρατιὰς τοῖς ὕδασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ ὕδωρ, καὶ ἠθροίσθη πρὸς τοὺς ἄρχοντας ὁ λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ἔν ἢ δουλεύσωσιν ἐκείνοις νοῖς καὶ ζήσονται ἢ κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. Ὀζίας δὲ ὁ τῶν τῆς πόλεως πρόκριτος ἔτι εἶπεν, ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ
214
εἰ μὲν ἤξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δ’ οὔ, ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν.”
Ην δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ἧ ὄνομα καὶ ἡ γυνὴ χήρα, καὶ αὕτη σώφρων καὶ συνετὴ καὶ ὡραία τῇ ὄψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς ἄρχουσι, μετεπέμψατο τὸν Ὀζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως ἄρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν ὅτι εἶπον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ ἐν αὐταῖς ἥξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ἔλεγεν ἐξελεύσεσθαι μετὰ τῆς ἅβρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παρ’ αὐτῆς μελετώμενον, ἕως οὑ πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ εἶπον αὐτῇ “πορεύου.” καὶ οἱ μὲν ἀπῆλθον, ἡ δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. εἶτα ἀποθεμένη [*](P) τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ σῶμα περικλύσασα ὕδατι καὶ μύρῳ χρισαμένη, στολὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέθετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον ἔδωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οἶνον καὶ ἔλαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ ἄρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν Ἀσσυρίων προφυλακῇ κατεσχέθη καὶ ἤχθη πρὸς Ὀλοφἐρνην. ὁ δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ εἶπεν αὐτῇ “μὴ φοβοῦ· ἥκεις γὰρ εἰς σωτηρίαν.” ἔφη δὲ αὐτῷ ἡ γυνή δέξαι τοὺς [*](Cap. 12. Iudith 816.)
215
λόγους μου, κύριε, καὶ ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἤτω ἐν τῇ καρδίᾳ σου· ἔστι γὰρ ἀληθής ὅτι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, οὐ κατισχύσει ῥομφαία
[*](C) αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ τὸ ὕδωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευμένων ἅψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ὧν οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, ἄφεσιν ἐπὶ τούτοις αἰτούμενοι. κἂν οὕτω παρανομήσωσιν, οὐκ ἔσται σφίσιν ἄμυνα ἐκ θεοῦ, καὶ εἰς ὄλεθρον ἐκδοθήσονται. ἅπερ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ἴν ἐκφύγω τὸν ὄλεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ,
[*](D) καὶ ἄξω σε διὰ τῆς Ἰουδαίας ἕως Ἰερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς.” καὶ ἤρεσαν Ὀλοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ “οὐ φάγομαι” ἔφη “ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ’ ἐξ ὣν ἐπιφέρομαι τραφήσομαι.” καὶ εἶπεν αὐτῇ Ὀλοφέρνης “εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται; ἡ δέ ζῇ ἡ ψυχή σου, κύριέ μου” ἀνταπεκρίνατο, “ὅτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν ἂν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ ἃ ἐβουλεύσατο.” μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ Ὀλοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας οὕτως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν Ὀλοφέρνης, καὶ εἶπε
216
τῷ εὐνούχῳ Βαγώᾳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, “πεῖσον δὴ τὴν γυναῖκα τὴν Ἑβραίαν τοῦ ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες.” καὶ ὁ Βαγώας εἶπε πρὸς Ἰουδήθ “ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ᾿ ἡμῶν οἶνον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οἴκῳ Ναβουχοδονόσορ.” καὶ Ἰουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς Ὀλοφέρνην ἀνέπεσε, καὶ ἔφαγε καὶ ἔπιεν ἃ ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία Ὀλοφέρνου ἐξέστη καὶ πρὸς ἔρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ
[*](P) πότου παραταθέντος ἔπιεν ἐκεῖνος οἶνον σφόδρα πολὺν καὶ ἐμεθύσθη. καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ᾤχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν Ἰουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ἔξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν οὖν Ὀλο- φέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ ὕπνον θανάτου ὕπνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ
[*](C) εἰσελθοῦσα διηγήσατο ὅσα ἐθαυμάστωσεν δι᾿ αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν Ὀλοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους ἅμα πρωὶ ἐξελθεῖν· “ἰδόντες γάρ” φησίν “ὑμᾶς οἱ Ἀσσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκη-
217
νήν, καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἶς φυγήν, καὶ ὑμεῖς ἕψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν.’ ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα “καλέσατέ μοι” ἔφη “τὸν Ἀχιώρ·” καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ Ὀλοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ ἄνθρωπος, καί ἀνάγγειλόν μοι” ἔφη ‘ὅσα ἐποίησας.’ κἀκείνη
[*](D) πάντων ἐνώπιον διηγήσατο ἃ ὁ θεὸς πεποίηκε δι’ αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ Ἀχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν Ὀλοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ τἄλλα κατὰ τὴν συμβουλὴν Ἰουδὴθ πεποιήκασι. καὶ τοὺς Ἀσσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ Ἰουδὴθ ἡ σκηνὴ Ὀλοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, ἃ καὶ ἀνάθημα τῷ θεῷ ἐν Ἰερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. καὶ ᾖσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς Ἰσραήλ, καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ἔτη πέντε καὶ ἑκατόν.
Τὰ μὲν οὑν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις · ἐξῆς δ’ ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευ0́- [*](Cap. 13. Tobiae 1—6.)
218
μένος εἰς Ἰερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δε
[*](P) τῷ ’Ενεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλή, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἐνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο.
’Eνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν [*](C) Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλοῦ μένον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθ’ ἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δα- [*](D) ψιλές. λέγει οὖν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ “πορεύθητι, τέκνον, καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν.” ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων ‘‘εἶς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ. καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν
219
νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ἔθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οἷα κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ’ ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ὣν λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ· ἐπ’ αὐτῷ προσειληφυῖα καὶ ἔριφον, ἧκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος εἴη. ἡ δέ δῶρον εἶπέ “μοι δέδοται ἐπὶ τῷ μισθῷ.” καὶ ὃς ἐνέκειτο λέγων “εἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ. περιαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν ἄνδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα “ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἔφη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ᾔτει τὸν θεὸν ἀπαλλαγῆναι
[*](P) τοῦ ζῆν.
Καὶ κατ’ αὐτὴν τὴν ἡμέραν ἐν Ἐκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέρα ‘Ραγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ἄνδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τι ’Ασμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ’ ἔνα μὴ πένθος καὶ ὄνειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν ἢ οἰκτειρηθῆναι καὶ οὕτως αὖθις τὸ ὄνειδος ἐκφυγεῖν.
Εἰσηκούσθη οὖν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ
220
[*](C) ἀπεστάλη πρὸς τοῦ θεοῦ ‘Ραφαὴλ ὁ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβία μνηστεύσασθαι, καὶ δῆσαι τὸν Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ὥστε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ἴφη αὐτῷ ‘δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας· πορευθεὶς οὖν λάβε ταῦτα. καὶ ἔδωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ἄνθρωπον ὃς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ Ῥαφαὴλ ἐν εἴδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ
[*](D) εἰδέναι τὴν ὁδὸν καὶ τὸν οἶκον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ἄνθρωπον Ἀζαρίαν καλούμενον ἀπῄει. καὶ ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ δὲ ἄγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι εἶπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ ἧπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς.
Ὡς δ’ ἐπορεύοντο καὶ ἤγγιζον Ἐκβατάνοις, ἔφη Τωβίας ‘‘ἀδελφὲ Ἀζαρία, εἰς τί χρησιμεύσουσιν ἡμίν ἡ καρδία τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἡ χολή; ὁ δὲ ἀπεκρίνατο “ἡ καρδία καὶ τὸ ἧπαρ θυμιώμενα διώκουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, ἡ δὲ χολὴ ἐγχριομένη ὄμμασι λευκώματα ἔχουσι καθαίρει ταῦτα καὶ [*](Cap. 14. Tobiae 14.)
221
δίδωσι τὸ ὁρᾶν.” ἤδη δὲ τοῖς Ἐκβατάνοις προσήγγισαν, καί φησι τῷ τὼ βίᾳ ὁ ἄγγελος ‘‘σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουὴλ συγγενεῖ σου τυγχάνοντι, ᾧ θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα. ὁ δέ ‘‘ἀκήκοα” ἔφη τό κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, ὅτι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παρ’ αὐτοῦ.” καὶ ὁ ἄγγελος ‘ἄκουσόν μου φησί, “καὶ
[*](B) μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ἔλθῃς εἰς τὸν νυμφῶνα, ἄνθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ ἥπατος, καὶ φεύξεται τὸ δαιμόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθἐν, καὶ οὐκέτι ἐπανελεύσεται.” καὶ εἰσῆλθον εἰς τὸν οἶκον Ῥαγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία ὅτι υἷός ἐστι τοῦ Τωβίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας ὅτι πεπήρωται ὁ Τωβίτ, ἔκλαυσε καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. ὁ δὲ ἄγγελος ἔφη τῷ Ῥαγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον ἔγραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. ὁ δὲ ἀπιὼν ἔλαβεν ἄνθρακας,
[*](C) καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ἡ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαιμόνιον. ‘Ραγουὴλ δὲ μεθ’ ἡμέραν ἔστειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ ὁ Τωβίας. τῆς δὲ ἀναστρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν ὁ Ῥαγουὴλ τὸν θεόν. εἶπε δὲ πρὸς Τωβίαν “ἑορτάσωμεν τοὺς γάμους ἐφ’ ἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν.
222
καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ.” φησὶν οὖν ὁ Τωβίας πρὸς ῾Ραφαήλ “ἀδελφὲ Ἀζαρία, λάβε μοι
[*](D) τὸ χειρόγραφον καὶ πορεύθητι ἐν ῾Ράγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται.” καὶ ἀπῆλθεν ὁ ἄγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ἔλαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν.
Ἤδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν “ἐξαπόστειλόν με” τῷ ῾Ραγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ τῶν ὑπαρχόντων τῷ ῾Ραγουὴλ ἀπῄει. ἄρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ὁ ἄγγελος πρὸς αὐτόν “προδράμωμεν ἔμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ ἔγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα.” ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν καὶ ὡς ἔγνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτ “ἔρχεται ὁ υἱός σου,” καὶ προσδραμοῦσα κατεφίλησεν αὐτόν καὶ εἶπεν “εἶδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι.” Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ᾿ αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς [*](P) νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκη-
223
κοότες ὅσα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον. εἶπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ “δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ. ὁ δέ ‘‘πάτερ ἔφη, δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ὧν ἐνήνοχα.” καὶ εἶπε τῷ Ῥαφαήλ λάβε μοι, ἀδελφὲ Ἀζαρία, τὸ ἥμισυ πάντων ὧν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων. τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ ἄγγελος ἀπήγγειλεν ἅπαν τὸ μεγαλεῖον ὃ ἐποίησε μετ’ αὐτῶν ὁ θεός, καὶ εἶπεν εἶναι ὁ ‘Ραφαήλ, καὶ μὴ ἀφ’ ἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς
[*](C) εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ὅσα ἐποίσηε μετ’ αὐτῶν. “μυστήριον μὲν γὰρ βασιλέως ἔφη ‘‘κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως. οἱ δὲ ἀκούσαντες ταῦτα ἔπεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν εἶδον, καὶ ἀνθωμολογοῦντο τό θεῶ ἀνθ’ ὧν ἐποίησε μετ’ αὐτῶν θαυμασίων.
’Ην δὲ Τωβίτ, ὅτε τὴν ὅρασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ἔτη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ἦν μᾶλλον ἔκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ἔσχατον λέγει τῷ υἱῷ αὐτοῦ “τέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ ἄπελθε εἰς Μηδίαν· πέπεισμαι [*](D) γὰρ ὅτι ὅσα προεῖπεν Ἰωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ὅτι ‘Ιεροσόλυμα ἔρημα ἔσται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος.” καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος
224
ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ἔθαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ἔθαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ τὼ βίας ἐτῶν ἑκατὸν εἴκοσι καὶ ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας, καὶ ἤκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ ’Ασουήρου.
Τὸ μὲν οὑν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμενον μετῳκίσθη, καὶ ἔρημος ἡ ‘Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μηδῶν τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς ὁ προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δ’ ἂν εἴη καὶ [*](P) τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μηδῶν καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως.
Βασιλείαι καθ’ ἑαυτὰς ἦσαν ἡ τῶν Μηδῶν καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ’ οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ [*](Cap. 15. Xenophontis Cyropaediae 1, 2, paucis a Zonara praemissis.)
225
νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ’ ἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποίνητο,
[*](C) ὧν τὰ ὤνια καὶ οἶ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ἔνα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δ’ ἐφήβοις ἀφώριστο, τελείοις δ’ ἀνδράσι τὸ ἕτερον, τοῖς δ’ ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δ’ ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτ’ ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ἦσαν δ’ ἑκάστοις ἄρχοντες δώδεκα·
[*](D) εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δ’ ἂν ἔγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ οὓς δ’ ἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἶ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέροντες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἒξ ἐτῶν ἢ ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον)
226
ἐκ τούτου δ’ εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δ’ ἐπὶ θήραν ἐξῄει ὁ
[*](P) βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν ἢ θηρὸς ἕνεκα ἐπιμεῖναι ἢ ἄλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὑν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο
[*](C) ἄμφω. τοῦτο δ’ ἐποίουν ἴνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ὃ ἂν ἐθήρασαν, εἰ δ’ οὔ, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος ἢ τάχους ἔργα δημόσια. ἐπειδὰν δ ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴκοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο,
[*](D) τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαί ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι
227
διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν ἢ πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δ’ οἴκοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ’ ἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἶ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ’ ἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα ἢ κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον.
Ταῦτα μὲν τὰ ἰθὴ τῶν Περσῶν καὶ τὰ νόμιμα
Κῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν ἔφηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλεγείς, ἐν ἅπασιν εὐδοκίμησεν. ἤδη δὲ τοῦ μητροπάτορος αὐτοῦ τοῦ τῶν Μηδῶν βασιλεύοντος ’Αστυάγους τὴν ζωὴν μεταλλάξαντος ὁ παῖς ἐκείνου Κυαξάρης, ὃς καὶ Δαρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν [*](P) διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος.
Ο δὲ τῶν Ἀσσυρίων κρατῶν, εἰς μέγα τῆς βασιλείας αὐξηθείσης αὐτῷ, καὶ ἄρχων μὲν τοῦ φύλου τῶν Ἀσσυρίων ὄντος πολυπληθοῦς, ὑφ’ ἑαυτὸν δὲ πεποιημένος τοὺς Ἄραβας, ὑπηκόους δὲ καὶ τοὺς ‘Υρκανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν Ἑβραίων γένος ἤδη καταστρεψάμενος, καὶ ἄλλα δὲ πλεῖστα [*](22 ὅς] e Theodoreto: ν. c. 9. Cap. 16. Xenophontis 1 5—3, 1)
228
τῶν ἐθνῶν θέμενος ὑποχείρια, ᾤετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφ’ ἑαυτὸν ἡτοίμαζεν, ἔπεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ
[*](C) πρὸς ἄμφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ Ἰνδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμα- χήσειν αὐτῷ κατὰ Μηδῶν ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν εἶναι λέγων τὸ ἔθνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ τὴν παρ’ ἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτερον συγκροτεῖσθαι παρὰ θατέρου, ὥστε εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόντας κρατήσειν αὐτῶν. ὁ μὲν οὖν τοιούτους λόγους πρὸς ἕκαστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν τοῖς λόγοις τούτοις παρακινούμενα; τὰ δὲ καὶ χρήμασι καὶ δώροις ἀναπειθόμενα, ἔνια δὲ καὶ φόβῳ τοῦ Ἀσσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο.
[*](D)Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε παρεσκευάζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν γαῖ τὸν Κῦρον τὸν ἀδελφιδοῦν ἄρχοντα τῶν συμμάχων ἐλεύσεσθαι ἀξιῶν· ἤδη γὰρ ἐν τοῖς τελείοις ἠρίθμητο. συμμαχήσειν οὖν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι ἄρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ ἔδοσαν πελταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς οὑν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, οὔπω δὲ παρὴν ὁ Ἀσσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. ἐν τούτοις δὲ παρὰ Κυαξάρου ἧκεν ἄγγελος λέγων ὅτι Ἰνδῶν παρείη πρεσβεία, καί “δεῖ παρεἶναι καὶ σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται
229
γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ἵν οὕτω τοῖς Ἰνδοῖς ὀφθείης.” ὡς δ’ ἀφίκετο ἐπὶ τὰς Κυαξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλμένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτότητι τῆς τῆς στολῆς. κληθέντες δὲ οἱ Ἰνδοὶ εἶπον ἐστάλθαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ οὑ ὁ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν ὅτι ὁ ’Ινδῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδικημένου ἔσται. πρὸς ταῦτα ὁ Κυαξάρης ἔφη “ἡμεῖς
[*](P) μὲν ἀδίκου μὲν οὐδὲν τὸν Ἀσσύριον, ἐκείνου δὲ ὅτι λέγει πυνθάνεσθε.” ὁ δὲ Κῦρος εἶπεν “εἰ παρ’ ἡμῶν ἀδικεῖσθαί φησιν ὁ Ἀσσύριος, ὦ Ἰνδοί, αὐτὸν αἱρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν.
Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο· ὁ δὲ Κῦρος μὴ θέλων ἄπρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίν “ἔναγχος μέμνημαί σου ἀκούσας ὡς ὁ Ἀρμένιος οὔτε στράτευμα πέμπει σοι οὔτε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ οὐν βούλει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οἶμαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν. ὡς δὲ ἐφῆκεν ὁ Κυαξάρης, [*](C) ὑποσχόμενος, ὅτε τοῖς ὅροις πλησιάσει τῆς ’Αρμενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει ὁ Κῦρος ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μηδῶν φημὶ καὶ τῶν ’Αρμενίων. καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς Ἀρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δ’ ᾔσθετο ταῦτα ὁ Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱππεῖς. ἐλθόντων δ’ ἐκείνων συγκαλέσας τοὺς ταξιάρχας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ ἥκειν ἔφη διὰ τὸν Ἀρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ
230
τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν
[*](D) Περσῶν καὶ εἰς τὰ ὄρη τῶν Ἀρμενίων γενέσθαι, φυλάττεσθαί τε μὴ γνωρισθῆναι ὅτι στράτευμα εἴη ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, ὥστε εἴ τινες ἴσως τούτοις ἐντύχοιεν, κλῶπας νομίζειν εἶναι. καὶ ὁ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ὄρη ἐχώρει, ὁ δὲ Κῦρος πέμψας πρὸς τὸν Ἀρμένιον ἐκέλευεν ὡς τάχιστα οἴσειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δ’ ἤκουσε ταῦτα ὁ Ἀρμένιος, ἐξεπλάγη, καὶ ἔπεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, ἔπεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ὄρη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ πρὸς τὰ ὄρη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύουσι, καὶ αἵ τε γυναῖκες καὶ ὁ υἱὸς καὶ αἶ θυγατέρες τοῦ Ἀρμενίου ἑάλωσαν, ἄπορόν αὐτὸς καὶ ἑαυτὸν τῷ Κύρῳ παρέδωκεν.
Ἐν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ Ἀρμενίου παῖς Τιγράνης ἀπόδημος ὢν προσῄει, ὅς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς εἶχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος εἰς καιρὸν ἥκεις” ἔφη. καὶ πολλὰ τῷ Ἀρμενίῳ διαλεχθεὶς Β καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ἔφη ‘‘λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα.” τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους εἶναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, ὁ Κῦρος “τῆς μὲν στρατιᾶς [*](Cap. 17. Xenophontis 3, 14)
231
ἔφη ‘‘τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου δασμοῦ μοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ’” ἔφη ἄλλα ἑκατὸν δάνεισον.” καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ Ἀρμενίῳ καὶ τοὺς παῖδας δῶρον ἔδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ὄντι, καὶ ἀφῆκε πάντας.
Ἀρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ [*](C) ἦσαν ἀεὶ καὶ μάχαι· τούτους δ’ ἀλλήλοις ὁ Κῦρος κατήλλαξε, καὶ οὕτως ἀπῄει. καὶ τό μὲν στράτευμα ὃ ἐκ τοῦ Ἀρμενίου ἔλαβεν ἔπεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ’ ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. εἶτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς Ἀσσυρίους ἐπύθοντο, συντεταγμένοι προσήεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δ’ ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ’ ἕτερον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν [*](D) δ’ οἱ Ἀσσύριοι καὶ οἶ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ ὁ Κῦρος αὐτός. οἵ γε μὴν πολέμιοι οὐκέτ’ ἔμενον, ἀλλ’ ἔφευγον εἰς τὸ ἔρυμα. καὶ οἱ Πέρσαι αὐτοῖς ἐφ’ ἑπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μηδῶν δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ἤλαυνον· οἱ δ’ ἐνέκλινον· ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἶ γυναῖκες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ ἔθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους
232
περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ἔνθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς ἄλλοις παρεκελεύοντο. δείσας δ’ ὁ Κῦρος μὴ ὀλίγοι ὄντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ἔξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. εἶτ’ ἀπήγαγε τοὺς οἰκείους ὅσον ἐδόκει καλῶς ἔχειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δ’ Ἀσσύριοι, καὶ τεθνηκότος ία τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ὅ τε Κροῖσος καὶ οἱ ἄλλοι
[*](P) σύμμαχοι σφῶν πάντες ἤλγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθ’ ἡμέραν ἔρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώτους, εἶτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν οὖν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον ἅπαν ἦν αἱρετόν. καὶ ὁ Κῦρος “δὸς δή μοι τόν Μήδων” ἔφη ‘‘τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ ὅσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται.” καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν.
Ἐν τοσούτῳ δὲ ἄγγελοι ἐκ τῶν Ὑρκανίων ἀφίκοντο. οἱ δ’ Ὑρκάνιοι ὅμοροι τῶν Ἀσσυρίων εἰσίν, [*](C) ἔθνος οὐ πολύ, διὸ καὶ ἦσαν τῶν Ἀσσυρίων ὑπήκοοι· ἐχρῶντο δ’ αὐτοῖς οὔτ’ ἐν πόνοις οὔτ’ ἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο. ἱππεῖς ὄντες ὡς χίλιοι, ὅπως εἴ τι ὄπισθεν εἴη δεινόν, ἐκείνοις τοῦτ’ ἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οἷα πάσχουσιν ἐννοούμενοι, ἔπεμψαν ἀγγέλους
233
πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ’ αὐτῶν οἱ Ἀσσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ’ αὐτούς, καὶ σφεῖς ἔσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ ἤρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ Ὑρκάνιοι εἶπον ὅτι κἂν αὔριον ἔωθεν πορεύοιντο εὔζωνοι, καταλήψοιντο σφὰς. καὶ ὁ Κῦρος πίστεις ᾔτει ὡς ἀληθεύοιεν οἶ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν
[*](D) δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, ἦ μὴν ἐὰν ἃ λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μηδῶν μεῖον ἔχειν τι παρ’ αὐτῶ.
Ἐπὶ τούτοις ὁ Κῦρος ἔτι φάους ὄντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν Ἀρμενίων συνῆν, καὶ τοὺς Ὑρκανίους δὲ περιμένειν ἐκέλευσεν, ἵν ἅμα ἴοιεν. τῶν δὲ Μηδῶν σχεδὸν ἄπαντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν Ὑρκανίων στρατεύματος. καὶ οἶ ἄγγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ὃς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ Ὑρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ὥσπερ εἴρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς εἴπατέ μοι φησί, ‘‘πόσον ἀπέχει ἐνθένδε ἔνθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τό ἀθρόον αὐτῶν;” οἱ δ’ ἔφασαν ὀλίγῳ πλέον ἢ παρασάγγην. ἡγεῖσθαι οὑν τοὺς Ὑρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ἔχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ἔταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ ἔγνων τὰ δρώμενα οἶ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ’ οἱ μὲν ἔφευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο.
234
Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ἦν, καὶ αὐτὸς τοὺς ἱππεῖς ἔχων ἐπηκολούθει. καὶ τὸν τῆς παρ’ Ἑλλήσποντον ἄρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ’ οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον ἔγνων, ἔφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ἔτι ἐγγὺς ὄντα κατακαίνουσιν οἱ ‘Υρκάνιοι. καὶ οἱ μὲν ἄλλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ὅπλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δ’ ἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ οὕτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν [*](C) δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν ἀποφέροντες εἰς ἒν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς ἦλθον οὔτε σῖτα οὔτε ποτὰ ἔχοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν “ἄγετε, ὦ ἄνδρες” ἔφη, “διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε ἢ τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ’ ἡμέραν ἐποιεῖτε.” καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ἔπραττον. τῶν δὲ Μηδῶν τινὲς οἶ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ὧν δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Εὔρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο [*](D) καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ἴνα τούτω τοὺς ἱππότας διώκοιεν καὶ τοὺς [*](Cap. 18. Xenophontis Cyrop. 4, 25.)
235
φεύγοντας καταλαμβάνοιεν· καὶ οἶ ἄλλοι συνῄνεσαν. ἤδη δ’ ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ Ὑρκάνιοι ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας. τοῖς μὲν οὖν αἰχμαλώτοις ἀνδράσιν “ἄπιτε” εἶπε “τήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς ἄλλοις δὲ διαγγέλλετε ταῦτα· ἓν γάρ τι καινὸν ἔσται ὑμῖν ὅτι οὐχ ὁ αὐτὸς ὑμῶν ἄρξει ὅσπερ καὶ πρότερον, τὰ δ’ ἄλλα τὰ αὐτὰ ἔσται πάντα ὑμῖν. οἱ μὲν οὖν προσκυνοῦντες ἀπῄεσαν ὁ δὲ Κῦρος ‘ὥρα δή, ἔφη ὦ Μῆδοί τε καὶ Ἀρμένιοι, δειπνεῖν· παρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, ὦ βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, ὦ ‘Υρκάνιοι” ἔρη, “διαγάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δ’ ἄλλους ὡς ἂν δοκῇ κάλλιστα ἔχειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι.” καὶ οἶ μὲν ἐποίουν ὡς ἐκελεύσθησαν· ὁ δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέπεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ἵνα εἴ τίς τε ἔξωθεν προσίοι, μὴ λάθοι, καὶ εἴ τις τῶν ἐντὸς ἀποδιδράσκοι, ἁλώσοιτο. καὶ οἶ μὲν Πέρσαι οὕτω διῆγον. τῇ δ’ ἐξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις
[*](P) διανεμηθῆναι προσέταξε, τοὺς δ’ ἵππους τοῖς Πέρσαις δοθῆναι, ἵνα ἱππεῖς καὶ αὐτοὶ ἔσοιντο. καί “τῷ Κυαξάρῃ δὲ ἐκλέξασθε” ἔφη ‘‘ὁποῖα οἴδατε κεχαρισμένα αὐτῷ Πέρσαις δέ” ἔφη τοῖς μετ’ ἐμοῦ ὅσα ἂν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ὥστε ἴσως ἂν καταγελάσαιτε ἡμῶν, εἴ τι σεμνὸν ἡμῖν περιθείητε· ὥσπερ οἶδ’ ὅτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ἵππων καθήμενοι, οἴμαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες.” καὶ
236
τοὺς ταξιάρχας καλέσας τοὺς ἵππους λαμβάνειν ἐκέλευσε καὶ κληρωσαμένους ἴσους λαμβάνειν ἑκάστους.
[*](C) Ἐν τούτῳ δὲ παρῆν Γωβρύας Ἀσσύριος πρεσβύτης ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ᾔτει θεάσασθαι. ἤχθη οὑν πρὸς αὐτὸν καὶ εἶπεν “ὦ δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος, ἔχων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας ἄρχω πολλῆς· ἔχω δὲ καὶ ἵππον εἰς χιλίαν, ἣν τῷ τῶν Ἀσσυρίων βασιλεῖ παρειχόμην, καὶ φίλος ἦν ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ’ ὁ μὲν τέθνηκεν ὑφ’ ὑμῶν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ἔχει, ἔχθιστος ὢν ἐμοὶ ὅτι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, ἥκω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι γενέσθαι μοι.” Εὖρος δὲ ἀπεκρίνατο “ἤνπερ, ὢ Γωβρύα, ὅσα φὴς καὶ φρονῇς, δἐ- [*](D) χομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι.” ὁ δέ ἐπὶ τούτοις” ἔφη “ἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν.
Ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γωβρύαν ἔχοντα καὶ τὰ ὅπλα. καὶ ὁ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, ἣ καλλίστη λέγεται ἐν τῇ Ἀσίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Εὔρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. ὁ δὲ Εὖρος τὰ μὲν τοῦ Κυαξάρου φυλάττειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί ὅσα ἐμοὶ δίδοται, ἡδέως” ἔφη ‘‘δέχομαι.” καλέσας δὲ Ἀράσπην Μῆδον, ὅς ἦν αὐτῷ ἐκ παίδων ἑταῖρος, [*](Cap. 19. Xenophontis Cyrop. 4, 6–5, 3, qui 30 δίδοτε.)
237
ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκηνήν. ἦν δὲ αὕτη μὲν γυνὴ Ἀβραδάτου τοῦ Σούσων βασιλέως, ὃς ἁλισκομένου τοῦ στρατοπέδου οὐ παρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ Ἀσσυρίου πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ὢν ἐκείνῳ.
Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος ἔφιππος καὶ οἶ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν οὖν ἐκεῖ ὅτι τοῖς Ἀσσυρίοις ἐν Βαβυλῶνι πολλαπλασία τῆς πρῴην δυνάμεως παρεσκεύασται, ·‘ἄγε ἡμάς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος” ἔφη. ὡς δὲ πορευόμενοι [*](P) τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγένοντο, καὶ ἐν τῇ πολεμίᾳ ἤδη ἐτύγχανον, τοὺς μὲν πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δ’ ἄλλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν ὅπλα ἔχοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δ’ ἄλλους καὶ λείαν ὅσην ἂν λάβωσι πρὸς αὐτὸν ἄγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν. καὶ ἧκον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ἵππων, πολλοὶ δὲ λείαν ὅτι πλείστην ἄγοντες. εἶτα πρὸς Βαβυλῶνα ᾔει ὥσπερ ἐν μάχῃ παραταξάμενος. ὡς δ’ οὐκ ἀντεξῄεσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν ὁ Εὖρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν, εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο ἄν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρατοῦσι [*](C) πείθεσθαι. ὁ μὲν δὴ Γωβρύας προσελάσας ταῦτα εἶπεν· ὁ δ’ Ἀσσύριος πέμψας ἔλεγεν “ὁ δεσπότης ὁ σός, ὦ Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ’ οὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα.”
238
Καὶ ὁ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· ὁ δὲ ἀπήγαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γαδάτου ἠρώτα. ὁ δὲ Γαδάτας βασιλέως τινὸς ἦν υἱός, ἑταῖρος τοῦ Ἀσσυρίου, ὃν συμπίνοντα αὐτῶ συλλαβὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ὃς τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν εἶχεν εὐνοῦχος [*](D) ὤν. πρὸς τοῦτον οὑν ἀπιέναι τὸν Γωβρύαν ἤθελε καὶ ἄγειν πρὸς ἑαυτόν. ὁ δὲ ἀπῆλθε. καὶ ἐντυχὼν καὶ ὅσα παρὰ Κύρου ἐνετάλθη εἰπὼν ὁ μὲν ἐπανῆλθεν, ὁ δὲ Γαδάτας τῷ Ἀσσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ Ἀσσυρίου πρόβολον ὂν τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, ἦλθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς “ὦ Γαδάτα” ἤκουσε, “παῖδας μέν, ὡς ἔοικε, ποιεῖσθαί σε ἀφείλετο ὁ Ἀσσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν.” ὁ μὲν οὖν τοιαῦτα εἶπε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ Ὑρκάνιοι πλείους συνεστρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ ὁ Γαδάτας λέγων ὡς ὁ Ἀσσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν ἐμβαλεῖν χώραν. “ἐὰν οὖν ἀφῇς με, τὰ τείχη ἂν πειραθείην διασῶσαι, τῶν δ’ ἄλλων μείων μοι λόγος.” ἤρετο οὖν ὁ Κῦρος ἐὰν ἴῃς, πότε ἴσῃ οἴκοι; ὁ δέ “εἰς τρίτην” ἔφη ‘‘δειπνήσω ἐν τῇ ἡμετέρᾳ. “ἐγὼ δέ” ἔφη ὁ Κῦρος “ποσταῖος ἂν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;” καὶ ὁ Γαδάτας “οὐκ ἂν δύναιο ἀπεκρίνατο “δέσποτα, εἰ μὴ ἐν ἒξ ἢ ἑπτὰ ἡμέραις ἐλθεῖν.” καὶ ὁ Κῦρος ‘σὺ τοίνυν” ἔφη ‘‘ἄπιθι τάχιστα, ἐγὼ δ’ ὡς ἂν δυναίμην πορεύσομαι. καὶ ὁ μὲν Γαδάτας ἀπῄει, ὁ δὲ Κῦρος τοῖς ἄρχουσι τῶν συμμάχων εἶπε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ
239
Ἀσσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάντες συνέφασαν. ὁ δέ “ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ” ἔφη,
[*](B) “ἄγετε πορευσώμεθα, ἵππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτήδεια, ἵν εὔζωνοι ἴωμεν.” οὕτω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ εἴχοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου.
Καὶ ὁ μὲν Κῦρος οὕτως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παρ’ αὐτῷ δυνατῶν ἐπεβούλευσεν ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν Ἀσσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς ἥκει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ἵν οὕτως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα ἤκουσεν ὁ Ἀσσύριος, ἐνήδρευσεν. ὡς δ’ ἐγγὺς ὁ Γαδάτας τῆς ἐνέδρας ἐγένετο καὶ ἤδη ἐδόκει εἶναι ἁλώσιμος, ἀνίσταται [*](C) ἐκ τῆς ἐνέδρας. ὁ δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ὦμον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν Ἀσσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν οὑν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δ’ ἔφευγον τοὺς χαλινοὺς τρέψαντες· καὶ ἤδη προσιόντα καθορῶσι τὸν Κῦρον. ὁ δὲ ὡς ἔγνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς ἦγε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἔδοντες ἐτράπησαν εἰς φυγήν, καὶ ὁ Κῦρος διώκειν ἐκέλευσεν. ἡλίσκοντο τοίνυν καὶ ἄνδρες καὶ ἄρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς ὁ τὸν Γαδάταν πλήξας· οἱ δ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἀσσύριος εἰς πόλιν αὐτοῦ τινα μεγάλην κατέφυγον. καὶ ὁ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ ᾔει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἶ ὁ Γαδάτας [*](Cap. 20. Xenophontis Cyrop. 5, 4—6.)
240
[*](D) ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμολόγει λέγων ὡς “ἔγωγε τὸ μὲν ἐπ’ ἐμοὶ οἴχομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως οὕτω μοι βοηθήσαντι.”
Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαί, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βαβυλωνίαν. ἀπιὼν δὲ ὁ Ἀσσύριος ἐκ τῆς πόλεως οὗ κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους ὄντας ἐπιτίθεται, καὶ τόν τε ἄρχοντα σφῶν ἀποκτείνει καὶ ἄλλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετράπετο. οἳ δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην ἦλθον εἰς τὸ στρατόπεδον. ὁ δὲ Κῦρος τοὺς μὲν τετρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δ’ ἄλλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ ἄρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν εἵλαντο. ὁ δὲ Γαδάτας ἧκε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ἵππους. δὲ Κῦρος τοὺς μὲν ἵππους ἔφη δέχεσθαι, ἴν’ ἐκπληρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περισταῖεν αὐτῷ οἶ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν ἔστ’ ἂν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐτὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ ὁ Γαδάτας ἥσθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνείπετο. ἐπεὶ δὲ πορευόμενος οὕτως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μηδῶν ἀφίκετο, ἐνταῦθα τρία ὄντα τῶν [*](P) Σύρων φρούρια τὸ μὲν ἒν αὐτὸς προσβαλὼν καὶ βιασάμενος ἔλαβε, τὰ δὲ δύο φοβῶν μὲν ὁ Κῦρος, πείθων δὲ ὁ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς φυλάσσοντας.
241
Εἶτα πέμπει πρὸς Κυαξάρην ἀξιῶν ἥκειν εἰς τὸ στρατόπεδον, ὅπως περὶ ὣν ἂν δέοιντο βουλεύσαιντο. καὶ ὁ μὲν ἄγγελος ᾤχετο· ὁ δὲ Κῦρος ἐκέλευσε τὴν σκηνὴν ἣν οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς βέλτιστα τῇ τε ἄλλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αἴπερ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτω δὲ ὁ ἄγγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυαξάρῃ ἀπήγγειλε, καὶ ὃς ἐπορεύετο σὺν τοῖς παραμείνασιν αὐτῷ τῶν Μηδῶν ἱππεῦσιν. ὡς δ’ ἔγνω προσιόντα αὐτὸν ὁ Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν [*](C) ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς Ἀρμενίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν. ὁ δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι, καὶ ἄχος αὐτὸν ἔλαβε, καὶ εἰς φανερὰ κατήνεκτο δάκρυα. ὁ δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αἴτιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος ‘‘πρὸς θεῶν ἔφη, “ὦ θεῖε, παῦσαι τὸ νῦν ἔχον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, τότε μοι ἢ χάριτας ὁμολόγει ἢ μέμφου.” [*](D) καὶ ὁ Κυαξάρης κατέθετο· ὁ δ’ ἐφίλησεν αὐτὸν προσελθών. καὶ ὡς εἶδον οἱ Μῆδοί τε καὶ οἶ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες οὖν τοὺς ἵππους ὁ Κῦρος καὶ ὁ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκηνὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ᾔεσαν πρὸς αὐτὸν δῶρα ἄγοντες, ἕκαστος ἔν γέ τι ὧν εἰλήφει τὸ κάλλιστον. ἐπεὶ δὲ ὥρα δείπνου ἦν, ὁ μὲν
242
Κυαξάρης ἀμφὶ δεῖπνον εἶχε, ὁ δὲ Κῦρος ὡς ἂν αὐτῶ παραμείναιεν οἶ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου ὅπως πείσαιεν τοὺς συμμάχους μὴ ἀποστῆναι αὐτῶν, ἀλλ’ ἐπαρήγειν ἔτι. τῇ δ’ ὑστεραίᾳ πρὸς Κυαξάρην ἄπαντες συνελέγησαν. καὶ πρὶν ἐντυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ ἄλλος ἄλλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μένειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ.
’Εν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών “ἄνδρες σύμμαχοι” ἔφη, “σκοπεῖν δέον πότερον στρατεύεσθαι ἔτι καιρὸς εἶναι δοκεῖ ἢ διαλύειν ἤδη τὴν στρατιάν. ἕκαστος οὖν παριὼν ἔλεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ἔδοσαν. ἐπὶ πᾶσι δὲ ὁ Εὖρος εἶπεν “οὐδ’ ἐμὲ λανθάνει, ὦ ἄνδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ’ [*](P) ἂν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ’ ὁρῶ ἡμίν ἀντιπάλους προσιόντας οἶς οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ἔλλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ’ ἡμῶν, τὰ δὲ δι’ ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς οὖν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ’ ἄν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ἔσται.” ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι [*](C) ταῦτ’ ἔφασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς [*](Cap. 21. Xenophontis Cyrop. 6, 1.)
243
διατριβὴν ἔσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ἴνα τε ἄφθονα ἔχοιεν τὰ χρειώδη καὶ ἵνα μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ ὅπως τῆς εὐταξίας ὑπομιμνή- σκοιντο.
’Εκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ἔλεγον ὡς ὁ Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ κόσμον παντοδαπόν. ὁ μὲν οὖν ὄχλος ὁ στρατιωτικὸς ἔλεγεν ὑπεκτίθεσθαι αὐτὸν ἤδη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ἔλεγεν οἴχεσθαι τὸν Ἀσσύριον συμμάχους ζητοῦντα, καὶ ὡς [*](D) μάχης ἔτι δεῆσον ἀντιπαρεσκευάζετο. ἔδοξε δ’ αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ἵν ὅ,τι πράττει ὁ Ἀσσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ ’Αράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ὃς ληφθεὶς ἔρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, μέντοι κατεῖπε τοῦ Ἀράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ἄκουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. ὁ δὲ Ἀράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ’ αἰσχύνης, τὸ δ’ ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ οὖν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ἔφη ‘‘παῦσαι, Ἀράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οἶδα καὶ μί λᾶ φρονίμους οἶα ὑπὸ ἔρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἶμι αἴτιος, ὅς σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι.” καὶ ὁ
244
Ἀράσπας ὑπολαβὼν εἶπεν “ἀλλὰ σὺ μέν, ὦ Κῦρε, καὶ
[*](P) ταῦτα πρᾷος εἶ καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ.’ καὶ ὁ Κῦρος εἶπεν “εὖ τοίνυν ἴσθι ὅτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι. εἴθε γάρ” ὁ Ἀράσπας ἔφη ‘γενοίμην σοι χρήσιμος ἐν καιρῷ.” “εἰ τοίνυν” ἔφη “προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ἔλθοις, πιστευθήσῃ ὑπ’ ἐκείνων.’ ναὶ μὰ Δί”’ ἔφη ὁ Ἀράσπας “καὶ ὑπὸ τῶν φίλων.” “ἔλθοις ἂν τοίνυν ἔφη πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων.”
Ἀράσπας μὲν οὖν οὕτως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ᾤχετο, ἡ δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον εἶπε [*](C) “μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἥξει σοι φίλος Ἀράσπου πιστότερος. καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ ἔπεμψε. καὶ ὁ ’Αβραδάτας ὡς ἔγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ἄσμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ’ ἦν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. ὁ δὲ Κῦρος ἄγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ’ εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ Ἀβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. εἶτα ἔφη ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ἔρχεται [*](D) πρὸς Κῦρον ὁ Ἀβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς εἶπεν “ἀνθ’ ὧν εὖ πεποίηκας ἡμᾶς, ὢ Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα
245
καὶ σύμμαχον. καὶ ὁ Κῦρος εἶπε “κἀγὼ δέ σε δέχομαι.”
Ἦλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ χρήματα, καὶ οἶ ἄγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ὅτι ὁ Ἰνδὸς λέγει ὡς “ἥδομαι, ὦ Κῦρε, ὅτι μοι περὶ ὣν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος εἶναι, καὶ πέμπω σοι χρήματα, κἂν ἄλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ’ ἐμοῦ ποιεῖν ἃ ἂν σὺ κελεύῃς. ὁ δὲ Κῦρος “κελεύω τοίνυν” εἶπέ τοὺς μὲν ἄλλους μένοντας ἔνθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ, τι ἂν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ Ἰνδῷ.” οἱ μὲν δὴ Ἰνδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἤσαν εἰς τούς μυρίους, καὶ ἅρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ ’Αβραδάτας ἕτερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ ἅρματα ἕτερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἤσαν δύο ἐφ’ ἑκάστην τοξόται. οὕτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ἧκον οἱ ’Ινδοὶ ἐκ τῶν πολεμίων [*](B) καὶ ἔλεγον ὅτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ᾕρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ’ ἔθνη καὶ Ἕλληνες συμμαχήσειν ἡτοίμασται. ὡς οὖν ταῦτα ἤκουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμό- [*](Cap. 22. Xenophontis Cyrop. 6, 24.)
246
τερον. εἶτα εἷπε “δοκεῖ μοι, ὢ ἄνδρες, ἐπ’ αὐτοὺς ἰέναι ὡς τάχιστα. καὶ ἄπαντες συνηγόρευον. Κυαξάρης μὲν οὑν τῶν Μηδῶν ἔχων τὸ τρίτον μέρος κατέμενεν, ἔμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη, ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ’ οἱ προιόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν ἢ κονιορτὸν καὶ ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας,
[*](C) εἴκαζον εἶναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ὅ,τι ἀν’ ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ’ ἰππέων ἔπεμψεν εἰς τὸ πρόσθεν, ἵνα τινὰς συλλάβοιεν. οἳ καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ἤγαγον. καὶ ἔλεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου εἶ ἐν. καὶ ὁ Κῦρος ‘‘πόσον” ἔφη ‘‘ἄπεστιν ἐντεῦθεν τὸ στράτευμα;” οἱ δ’ ἔλεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο ‘‘ἡμῶν δὲ λόγος τις ἦν παρ’ αὐτοῖς;” “ναὶ νὴ Δί’” ἔφασαν, “καὶ πολύς γε, ὡς ἐγγὺς ἤδη ἦτε προσιόντες.” “τί οὖν;’ ἔφη ὁ Κῦρος, “καὶ ἔχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;” “οὐ μὰ Δί’ εἶπον ἐκεῖνοι, ἀλλὰ καὶ μάλα ἠνιῶντο. τίς δὲ ὁ
[*](D) τούτους τάσσων ἐστίν;” ὁ Κῦρος εἶπεν. οἱ δέ “αὐτός τε Κροῖσος” ἀπεκρίναντο “καί τις Ἕλλην ἀνὴρ καὶ Μῆδός τις, ὃς ἐλέγετο φυγὰς εἶναι παρ’ ὑμῶν. καὶ ὁ Κῦρος πρὸς τοῦτο “ἀλλ’, ὦ Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.” τοὺς μὲν οὑν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ Ἀράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν οὑν Κῦρος ὡς ἤκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἶ δ’ ἄλλοι τῷ πράγματι ἐξεπλήττοντο, ἕως ὁ Εὖρος ἔφη ‘‘ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος, ὃς οὐκ
247
αἰσχροῦ τινος ἡττηθεὶς ᾤχετο ὡς ἐμὲ δεδιώς, ἀλλ’ ὑπ’ ἐμοῦ πεμφθείς, ὅπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ οὖν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν.” ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν Ἀράσπαν. καὶ ὁ Κῦρος “διηγοῦ” ἔφη, Ἀράσπα, ὁπόσα ἑώρακας.” κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν ἕκαστον ἐκέλευσε καὶ τά τε ὅπλα καὶ τοὺς ἵππους ἑαυτῶν ἐπισκέψασθαι, ἔωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι.
Τότε μὲν οὖν ἀπῆλθον· τῇ δ’ ὑστεραίᾳ ἐξωπλίξοντο ἕκαστοι, καὶ ὁ ’Αβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τόν χειρῶν καὶ χιτῶνα [*](P) ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, ἃ αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν ἔφη σὺ δήπου, ὧ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; νὴ Δί’ ἔφη ἡ Πάνθεια σὺ γὰρ ἔμοιγε μέγιστος κόσμος εἶ.’ καὶ ταῦτα λέγουσα ἐν ἔδυε τὸν ἄνδρα τὰ ὅπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τόν αὐτῆς παρειῶν. ὡς δὲ ἤδη ἐπὶ τὸ ἄρμα ἀναβῆναι ἡτοίμαστο ὁ ’Αβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάνθεια εἶπεν ‘‘ὅτι μέν, ὦ Ἀβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οἶμαί σε γινώσκειν· ὅμως οὕτως ἔχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν ἠ’ μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου [*](C) κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἤ ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Εὔρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς
248
χάριν ὀφείλειν, ὅτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ οὔτε ὡς δούλῃ ἐχρήσατο οὔτε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη ἀπ’ αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, εἰ με ἐάσειε πρὸς σὲ πέμψαι ὥστε σε ἥξειν, πολὺ Ἀράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ἔσεσθαι.” ἡ μὲν οὖν ταῦτα εἶπεν, ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο δός μοι, ὦ Ζεῦ, φανῆναι ἀξίῳ D μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ. ταῦτ’ εἰπὼν ἐπὶ τὸ ἄρμα ἀνέβαινεν.
Ὁ δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημηγόγησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ οὕτως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰκείους ὁ Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς ἄνδρας πρὸς τὴν μάχην παρέθηγεν. ὁ δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγγες, ἡ μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο ἡ μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον, ὥστε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ περιείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ὅμως δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστράφησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ ἢν μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός. καὶ ἐξανίσταται ὁ Κῦρος καὶ μετὰ τῶν ἰππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἶ δὲ πεζοὶ [*](Cap. 12 α. Xenophontis Cyrop. 6, 47)
249
αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ Ἀρταγέρσης δὲ ὁ τῶν ἐπὶ ταῖς καμήλοις ἄρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Εὖρος ἐκέλευσεν. οἶ δ’ ἵπποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλ’ οἶ μὲν ἔφευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δ’ ἀλλήλοις ἐνέπιπτον. καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον ἅμα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπ’ αὐτῶν. καὶ Ἀβραδάτας βοήσας “ἄνδρες φίλοι, ἕπεσθε” ἐνίει οὐδὲν τῶν ἵππων φειδόμενος· συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ
[*](P) ὁ μὲν Ἀβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἶ ἐγγύτατα τεταγμένοι, οἱ δ’ ἄλλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἄρματα. οἱ δὲ ἀμφὶ Ἀβραδάτην τοὺς μὲν τῆ ῥύμῃ τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· ὅσων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα. ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ ’Αβραδάτας, καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων. καὶ οὗτοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἶ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ἔνθα
[*](C) δὴ δεινὴ μάχη ἦν. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ὅπλοις. οἶ δὲ Πέρσαι οὐκ ἠδύναντο ἀντέχειν, ἀλλ’ ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δ’ ἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ὅπλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτω Κῦρος διώκων τοὺς κατ’ αὐτὸν παραγίνεται. καὶ ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐῶσ’ μένους, ἤλγησε,
250
καὶ παραγγείλας τοῖς μετ’ αὐτοῦ ἕπεσθαι, παρήλαυνεν εἰς τό ὄπισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέκαινον. ὡς δ’ ᾔσθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. D καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ἵππον αὐτοῦ, ὁ δὲ ἵππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦρον. καὶ εὐθὺς ἀνεβόησάν τε ἅπαντες καὶ προσπεσόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον. ὡς δ’ ἀνέβη, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους. ὡς δ’ ἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευ- γοντων, γόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ἔτι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. οὗτοι δὲ πάντοθεν κυκλωθέντες ὑπό ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ἔτι, πάσχοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτείρων ὅτι ἄνδρες ἀγαθοὶ ὄντες ἀπώλλυντο, μάχεσθαι οὐδένα ἔτι εἴα αὐτοῖς, διακηρυκεύεται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπολέσθαι πάντες ἢ σωθῆναι. οἱ δέ ‘ὅ,τι καλὸν ἂν ποιοῦντες σωθείημεν;” ἔφασαν. καὶ ὁ Κῦρος “εἰ τὰ ὅπλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι.” ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι ἔδοσαν πίστεις καὶ ἔλαβεν.
Ταῦτα διαπραξάμενος ὁ Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦρον [*](P) δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι ἔφευγε, τὰ δ ἄλλα φῦλα ἐν τῇ νυκτὶ ὅπῃ ἠδύναντο ἀπεχώρουν.
251
ἕωθεν δὲ ἐπὶ Σάρδεις καὶ ὁ Κῦρος ἦγε, καὶ πρὸς τῇ
[*](23 b) πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δ’ ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα εἶναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς ὁ δοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ ἄκρα εἴχετο, ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα. ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε
[*](C) φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν ὁ Κροῖσος “χαῖρε, ὦ δἐσποτα” ἔφη. “καὶ σύ γε” ὁ Κῦρος εἶπεν “ὦ Κροῖσε. ἀτὰρ ἐθελήσαις ἄν συμβουλεῦσαί μοί τι;” βουλοίμην ἄν ἴφη ὦ Κῦρε. ἔφη τοίνυν ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην τῶν ἐν Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ’ αὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι.” ὁ δὲ Κροῖσος “ἀλλ’ ἐμέ ἔφη ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἐθέλω
[*](D) ὅτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ἴσθι σοι ἔσεσθαι παρ’ ἑκόντων Λυδῶν πᾶν ὅ,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς” εἶπε θησαυροὺς πέμπε καὶ λάμβανε ὅσα βούλει.”
Ταῦτα μὲν οὖν οὕτω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ’ ἐξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα [*](Cap. 23 b. Xenophontis Cyrop. 7, 2 et 3.)
252
παραδοίη ὁ Κροῖσος χρήματα. εἶτα εἴ τις ἑώρακε τὸν Ἀβραδάταν ἤρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν ὅτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνεν ἐπ’ ἐκεῖνον. καὶ ὡς εἶδε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ εἶπε “φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή.” ἡ δὲ γυνή “οἶδ’ ὅτι δι’ ἐμἐ” ἔφη ‘‘ταῦτα ἔπαθεν, ’ίσως δ’, ὦ Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτό ὅπως σοι φίλος ἄξιος λόγου φανείη, αὐτός τε τί ἂν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ οὗτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ’ ἡ παρακελευομένη ζῶσα παρακάθημαι.” καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ἔπειτα πολλὰ τοῦ πάθους εἶπε παρηγορήματα, εἶτ’ ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ εἶπε παραμένειν
[*](P) καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. ἡ μὲν οὑν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρός τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω. καὶ οἶ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ὄντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. ὁ δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἠγάσθητε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ἔχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς.
Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις [*](C) παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἶ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ ‘Eλλήσποντον δῶρα πλεῖστα [*](Cap. 24. Xenophontis Cyrop. 7, 4 et 5. Euphratis nomen ex Herodoti 1, 191, Baltasaris ex Iosephi Ant. 10, 11, 4.)
253
τῷ Εὔρῳ παρέσχον, ὥστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν ὅπῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρύγων βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ ὕπαρχοι, εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ. καὶ ὁ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις φρουρὰς Περσῶν, ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρύγων πολλοὺς ἱππέας καὶ πελταστάς.
Ὁ δὲ Εὖρος ὡρμᾶτο ἐκ Σαρδέων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ’ ἔχων σὺν ἑαυτῷ ἄγοντα πλείστας ἀμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα ἔχοντα ἀκριβῶς ὅσα ἦν ἐν ἑκάστῃ ἀμάξῃ. ὃς καὶ ἐδίδου τῷ Εὔρῳ τὰ [*](D) γράμματα ὁ δὲ Κῦρος εἶπε “σὺ μὲν καλῶς ἐποίησας, ὦ Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι ἄξουσι ταῦτα, ἢν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται.” ἦγε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους.
Ἰῶν δ’ ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο ’Αραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μείον’ τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ἵππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας ἄγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ’ ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ’ ἐπιὼν σὺν τοῖς ἄρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. εἶτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ἔνδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην
254
διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ᾿ ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ἵν᾿ ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν οὖν τὴν τάφρον ποιοῦντες ὤρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς
[*](P) πολιορκίας, ὡς πλέον ἢ ἐτῶν εἴκοσι τὰ ἐπιτήδεια ἔχοντες. ἤδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ Κῦρος νύκτα, ἐν ᾗ ἑορτὴν ἔγνω τοὺς Βαβυλωνίους ἄγειν ὅλην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης οὗτός ἐστιν, ὡς Ἡρόδοτος ἱστορεῖ· καὶ τὸ ὕδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ ὕδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τοὔρ-
[*](C) γον, τέλος ἔφη “ἀλλ᾿ ἄγετε, λαμβάνετε ὅπλα, ἡγήσομαι δ᾿ ἐγώ· ὑμεῖς δ᾿, ὦ Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ὅταν δ᾿ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια.” ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ἤρθη, αἰσθόμενοι οἱ ἔνδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἤνοιξαν τὰς πύλας, εἰς ἃς εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ἤδη ἑστη-
255
κότα αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ἔθνησκον οἱ μὲν ἀμυνόμενοι,
[*](D) οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἰππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν οὓς μὲν ἔξω λαμβάνοιεν κτείνειν, τοὺς δ’ ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ἔνδον μένειν, εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανεῖται. ἐν τοσούτῳ δὲ Γαδάτας καὶ Γωβρύας ἧκον, καὶ ὅτι τὸν ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, ἔπειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας.
Ὁ μὲν οὖν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ὄνομα τοῦ ἁλόντος βασιλέως τῶν Ἀσσυρίων οὐ λέγει, ὁ δὲ Ἰώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς ’Αρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον εἶναι ἱστορεῖ, ᾧ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προἰ·οῦσα καὶ γράφουσα τὰ ἤδη προγραφέντα γράμματα, ὧν τὴν δήλωσιν ἡρμήνευσεν ὁ Δανιήλ.
Ἡμέρας δὲ γενομένης ὡς ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ἔπεμπεν. εἶτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως οὔσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ἴνα δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο [*](P) [*](19 Δανιὴλ] Conf. lib. 3, c. 5. Cap. 25. Xenophontis Cyrop. 7, 5—8, 4.)
256
ποιήσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι’ ὧν εἶπεν ἔπεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εἴσεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὖς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ’ εἵλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ἔταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ’ ἡδυπάθειαν· καὶ τῶν μὲν ἄλλων πραγμάτων ἄλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ἔργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων
[*](C) ἐπιμελητὰς τῶν πρὸς δίαιταν, καὶ ἵππων καὶ κυνῶν φροντιστάς οὓς δ’ ᾤετο χρῆναι φύλακας τῆς εὐδαιμονίας ἔχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτό προσεγένετο, ἔγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον ἢ σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ὅμοια οἶς αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ὄντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι,
[*](D) τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ἔλεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ἤδη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς.
Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς
257
αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐρωτηθῆναι παρὰ Κύρου ‘‘πόσα ἂν ἤδη μοι χρήματα οἴει εἶναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι;” καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Εὖρον φάναι “ἄγε δή, ὦ Κροῖσε, σύμπεμψον ἄνδρα σὺν ‘Υστάσπᾳ τούτῳ. σὺ δέ, ‘Υστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι.” ταύτα δὲ ὅσα ἐνετέλλετο τῷ ‘Υστάστᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ἔγραψε δὲ πρὸς πάντας καὶ ‘Υστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ἤνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ ‘Υστάσπας εἶπεν “ὦ Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη ὡς πλουσίῳ
[*](P) χρῶ· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα.” καὶ ὁ Κῦρος “εἶς μὲν τοίνυν, ὦ Κροῖσε, καὶ οὗτος ἡμῖν θησαυρός εἶπε, ‘‘τοὺς δ ἄλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι. λέγεται δὴ λογιζό μένος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν ἣ ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς, εἶ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν ὁρᾷς, ἁ Κροῖσε, ὡς εἰσὶ καὶ ἑ μοὶ θησαυροί;”
Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν [*](C) στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὔτε πορφυ-
258
ρίδων φειδόμενος οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων, νείμας δ’ ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ’ αὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν‘‘ σὺ δέ, ὧ Κῦρε, πότε κοσμήσῃ; ὁ δέ “οὐ γὰρ νῦν” ἔφη “δοκῶ ὑμίν αὐτὸς κοσμεῖσθαι ὑμὰς κοσμῶν; ἢν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν εὖ, ὁποίαν ἂν ἔχω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι. ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων
[*](D) ἐδείπνει, οὓς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς, τοὺς δ’ ἄλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οἴκαδε πλὴν τῶν βουληθέντων παρ’ αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οἴκους ἔδωκε. τοῖς δ’ ἀπιοῦσι καὶ στρατιώταις καὶ ἄρχουσι πολλὰ ἐδωρήσατο. εἶτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ὅσα ἐκ Σαρδέων ἔλαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ἔλεγον περὶ τοῦ Κύρου ἤπου αὐτός γε πολλὰ ἔχει, ὅτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.” οἱ δ’ ἔλεγον ‘οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται.” αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ εἶπεν “ἁπλουστάτου μοι δοκεῖ εἶναι ἤθους τὸ τὴν δύναμιν τὸν ἄρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν ἔφη “βούλομαι ὑμίν ὅσα μὲν οἷόν τέ ἐστι τῶν ἐμοὶ ὄντων ἰδεῖν δεῖξαι, ὅσα δὲ μὴ οἶόν τε ἰδεῖν, διηγήσασθαι.” ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον εἶναι ἰδεῖν διηγήσατο. καὶ
259
εἶπεν “ὦ ἄνδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι ἢ καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ὅπως ἔχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ὅπως,
[*](P) ἤν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών.”
Ὅτε δὲ τὰ ἐν Βαβυλῶνι εὖ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν εἶπεν ὅτι οἶκος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος εἴη, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης δίδωμί σοι ἔφη, “ὦ Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα οὖσαν ἐμήν, ἐπιδίδωμι [*](C) δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πάσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος.” ὁ δὲ Κῦρος “τὸ μὲν γένος, ὢ Κυαξάρη, ἐπαινῶ εἶπε, ‘καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν.” καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα ἄγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ ἔφερεν οἶα εἰκὸς ἦν καὶ τοῖς φίλοις, οἷα δ’ ἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις, [*](D) ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δ’ εὐθὺς ἔχων αὐτὴν ἀνεζεύγνυεν.
[*](Cap. 26. Xenophontis Cyrop. 8, 5–8. Pauca extremo pite additia.)260
Ὡς δ’ ἧκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα ἔπεμπεν ἔθνη, εἰς Ἀραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ Ἰωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρ’ Ἑλλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ ἔπεμψε σατράπας, ὅτι ἑκόντες ἐδόκουν αὐτό συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ οὗτοι ἀπέφερον. ἵνα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς οὔσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην ἂν ὁδὸν ἵππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ἵππους κατέστησεν ἐν αὐτοῖς καὶ τούς αὐτῶν ἐπιμελομένους, καὶ ἄνδρα ἐφ’ ἑκάστῳ ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἄλλους πέμπειν νεαλεῖς.
Ἤδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν ᾗ λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις Ἐρυθρὰς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ’ Αἴγυπτον καὶ καταστρέφεται [*](P) καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ἔω μὲν τὴν Ἐρυθρὰν θάλασσαν, πρὸς ἄρκτον δὲ τὸν πόντον τὸν Εὔξεινον, πρὸς δ’ ἑσπέραν Κύπρον καὶ Αἴγυπτον, τὴν δ’ Αἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δ’ ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αὕτη ἡ χώρα, τρεῖς δὲ μήνας τοὺς ἀμφὶ τὸ ἔαρ ἐν Σούσοις, ἐν δ Ἐκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν.
Οὕτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ
261
κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατ’ ὄναρ τις προσελθεῖν
[*](C) κρείττων ἢ κατὰ ἄνθρωπον, λέγων “συσκευάζου, ὦ Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί.” ἐκ τούτου δ’ εἴκαζεν ὅτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν ‘‘ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετ’ ἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν οὑν, ὢ Καμβύση, πρεσβύτερος ὢν τήν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ὢ Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μηδῶν τε καὶ Ἀρμενίων καὶ Καδουσίων.” ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ
[*](D) παραινέσας πολλά, καὶ πρόσ’ εἰπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέλιπεν. ἐπεὶ δ’ ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ ἐπὶ τὸ χείρον’ ἐτράπετο.
Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ’ Ἁλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἃ μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δ’ ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ’ αὐτὸς μὲν τὰ πιθανώτερα ἔγραψα, ὅτῳ δ’ εἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ᾧ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ.