Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

’Εν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών “ἄνδρες σύμμαχοι” ἔφη, “σκοπεῖν δέον πότερον στρατεύεσθαι ἔτι καιρὸς εἶναι δοκεῖ ἢ διαλύειν ἤδη τὴν στρατιάν. ἕκαστος οὖν παριὼν ἔλεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ἔδοσαν. ἐπὶ πᾶσι δὲ ὁ Εὖρος εἶπεν “οὐδ’ ἐμὲ λανθάνει, ὦ ἄνδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ’ [*](P) ἂν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ’ ὁρῶ ἡμίν ἀντιπάλους προσιόντας οἶς οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ἔλλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ’ ἡμῶν, τὰ δὲ δι’ ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς οὖν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ’ ἄν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ἔσται.” ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι [*](C) ταῦτ’ ἔφασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς [*](Cap. 21. Xenophontis Cyrop. 6, 1.)

243
διατριβὴν ἔσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ἴνα τε ἄφθονα ἔχοιεν τὰ χρειώδη καὶ ἵνα μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ ὅπως τῆς εὐταξίας ὑπομιμνή- σκοιντο.

’Εκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ἔλεγον ὡς ὁ Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ κόσμον παντοδαπόν. ὁ μὲν οὖν ὄχλος ὁ στρατιωτικὸς ἔλεγεν ὑπεκτίθεσθαι αὐτὸν ἤδη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ἔλεγεν οἴχεσθαι τὸν Ἀσσύριον συμμάχους ζητοῦντα, καὶ ὡς [*](D) μάχης ἔτι δεῆσον ἀντιπαρεσκευάζετο. ἔδοξε δ’ αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ἵν ὅ,τι πράττει ὁ Ἀσσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ ’Αράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ὃς ληφθεὶς ἔρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, μέντοι κατεῖπε τοῦ Ἀράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ἄκουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. ὁ δὲ Ἀράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ’ αἰσχύνης, τὸ δ’ ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ οὖν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ἔφη ‘‘παῦσαι, Ἀράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οἶδα καὶ μί λᾶ φρονίμους οἶα ὑπὸ ἔρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἶμι αἴτιος, ὅς σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι.” καὶ ὁ

244
Ἀράσπας ὑπολαβὼν εἶπεν “ἀλλὰ σὺ μέν, ὦ Κῦρε, καὶ [*](P) ταῦτα πρᾷος εἶ καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ.’ καὶ ὁ Κῦρος εἶπεν “εὖ τοίνυν ἴσθι ὅτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι. εἴθε γάρ” ὁ Ἀράσπας ἔφη ‘γενοίμην σοι χρήσιμος ἐν καιρῷ.” “εἰ τοίνυν” ἔφη “προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ἔλθοις, πιστευθήσῃ ὑπ’ ἐκείνων.’ ναὶ μὰ Δί”’ ἔφη ὁ Ἀράσπας “καὶ ὑπὸ τῶν φίλων.” “ἔλθοις ἂν τοίνυν ἔφη πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων.”

Ἀράσπας μὲν οὖν οὕτως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ᾤχετο, ἡ δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον εἶπε [*](C) “μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἥξει σοι φίλος Ἀράσπου πιστότερος. καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ ἔπεμψε. καὶ ὁ ’Αβραδάτας ὡς ἔγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ἄσμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ’ ἦν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. ὁ δὲ Κῦρος ἄγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ’ εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ Ἀβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. εἶτα ἔφη ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ἔρχεται [*](D) πρὸς Κῦρον ὁ Ἀβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς εἶπεν “ἀνθ’ ὧν εὖ πεποίηκας ἡμᾶς, ὢ Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα

245
καὶ σύμμαχον. καὶ ὁ Κῦρος εἶπε “κἀγὼ δέ σε δέχομαι.”

Ἦλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ χρήματα, καὶ οἶ ἄγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ὅτι ὁ Ἰνδὸς λέγει ὡς “ἥδομαι, ὦ Κῦρε, ὅτι μοι περὶ ὣν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος εἶναι, καὶ πέμπω σοι χρήματα, κἂν ἄλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ’ ἐμοῦ ποιεῖν ἃ ἂν σὺ κελεύῃς. ὁ δὲ Κῦρος “κελεύω τοίνυν” εἶπέ τοὺς μὲν ἄλλους μένοντας ἔνθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ, τι ἂν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ Ἰνδῷ.” οἱ μὲν δὴ Ἰνδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἤσαν εἰς τούς μυρίους, καὶ ἅρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ ’Αβραδάτας ἕτερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ ἅρματα ἕτερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἤσαν δύο ἐφ’ ἑκάστην τοξόται. οὕτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ἧκον οἱ ’Ινδοὶ ἐκ τῶν πολεμίων [*](B) καὶ ἔλεγον ὅτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ᾕρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ’ ἔθνη καὶ Ἕλληνες συμμαχήσειν ἡτοίμασται. ὡς οὖν ταῦτα ἤκουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμό- [*](Cap. 22. Xenophontis Cyrop. 6, 24.)

246
τερον. εἶτα εἷπε “δοκεῖ μοι, ὢ ἄνδρες, ἐπ’ αὐτοὺς ἰέναι ὡς τάχιστα. καὶ ἄπαντες συνηγόρευον. Κυαξάρης μὲν οὑν τῶν Μηδῶν ἔχων τὸ τρίτον μέρος κατέμενεν, ἔμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη, ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ’ οἱ προιόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν ἢ κονιορτὸν καὶ ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας, [*](C) εἴκαζον εἶναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ὅ,τι ἀν’ ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ’ ἰππέων ἔπεμψεν εἰς τὸ πρόσθεν, ἵνα τινὰς συλλάβοιεν. οἳ καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ἤγαγον. καὶ ἔλεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου εἶ ἐν. καὶ ὁ Κῦρος ‘‘πόσον” ἔφη ‘‘ἄπεστιν ἐντεῦθεν τὸ στράτευμα;” οἱ δ’ ἔλεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο ‘‘ἡμῶν δὲ λόγος τις ἦν παρ’ αὐτοῖς;” “ναὶ νὴ Δί’” ἔφασαν, “καὶ πολύς γε, ὡς ἐγγὺς ἤδη ἦτε προσιόντες.” “τί οὖν;’ ἔφη ὁ Κῦρος, “καὶ ἔχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;” “οὐ μὰ Δί’ εἶπον ἐκεῖνοι, ἀλλὰ καὶ μάλα ἠνιῶντο. τίς δὲ ὁ [*](D) τούτους τάσσων ἐστίν;” ὁ Κῦρος εἶπεν. οἱ δέ “αὐτός τε Κροῖσος” ἀπεκρίναντο “καί τις Ἕλλην ἀνὴρ καὶ Μῆδός τις, ὃς ἐλέγετο φυγὰς εἶναι παρ’ ὑμῶν. καὶ ὁ Κῦρος πρὸς τοῦτο “ἀλλ’, ὦ Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.” τοὺς μὲν οὑν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ Ἀράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν οὑν Κῦρος ὡς ἤκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἶ δ’ ἄλλοι τῷ πράγματι ἐξεπλήττοντο, ἕως ὁ Εὖρος ἔφη ‘‘ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος, ὃς οὐκ
247
αἰσχροῦ τινος ἡττηθεὶς ᾤχετο ὡς ἐμὲ δεδιώς, ἀλλ’ ὑπ’ ἐμοῦ πεμφθείς, ὅπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ οὖν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν.” ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν Ἀράσπαν. καὶ ὁ Κῦρος “διηγοῦ” ἔφη, Ἀράσπα, ὁπόσα ἑώρακας.” κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν ἕκαστον ἐκέλευσε καὶ τά τε ὅπλα καὶ τοὺς ἵππους ἑαυτῶν ἐπισκέψασθαι, ἔωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι.

Τότε μὲν οὖν ἀπῆλθον· τῇ δ’ ὑστεραίᾳ ἐξωπλίξοντο ἕκαστοι, καὶ ὁ ’Αβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τόν χειρῶν καὶ χιτῶνα [*](P) ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, ἃ αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν ἔφη σὺ δήπου, ὧ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; νὴ Δί’ ἔφη ἡ Πάνθεια σὺ γὰρ ἔμοιγε μέγιστος κόσμος εἶ.’ καὶ ταῦτα λέγουσα ἐν ἔδυε τὸν ἄνδρα τὰ ὅπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τόν αὐτῆς παρειῶν. ὡς δὲ ἤδη ἐπὶ τὸ ἄρμα ἀναβῆναι ἡτοίμαστο ὁ ’Αβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάνθεια εἶπεν ‘‘ὅτι μέν, ὦ Ἀβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οἶμαί σε γινώσκειν· ὅμως οὕτως ἔχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν ἠ’ μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου [*](C) κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἤ ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Εὔρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς

248
χάριν ὀφείλειν, ὅτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ οὔτε ὡς δούλῃ ἐχρήσατο οὔτε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη ἀπ’ αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, εἰ με ἐάσειε πρὸς σὲ πέμψαι ὥστε σε ἥξειν, πολὺ Ἀράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ἔσεσθαι.” ἡ μὲν οὖν ταῦτα εἶπεν, ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο δός μοι, ὦ Ζεῦ, φανῆναι ἀξίῳ D μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ. ταῦτ’ εἰπὼν ἐπὶ τὸ ἄρμα ἀνέβαινεν.

Ὁ δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημηγόγησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ οὕτως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰκείους ὁ Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς ἄνδρας πρὸς τὴν μάχην παρέθηγεν. ὁ δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγγες, ἡ μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο ἡ μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον, ὥστε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ περιείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ὅμως δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστράφησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ ἢν μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός. καὶ ἐξανίσταται ὁ Κῦρος καὶ μετὰ τῶν ἰππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἶ δὲ πεζοὶ [*](Cap. 12 α. Xenophontis Cyrop. 6, 47)

249
αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ Ἀρταγέρσης δὲ ὁ τῶν ἐπὶ ταῖς καμήλοις ἄρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Εὖρος ἐκέλευσεν. οἶ δ’ ἵπποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλ’ οἶ μὲν ἔφευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δ’ ἀλλήλοις ἐνέπιπτον. καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον ἅμα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπ’ αὐτῶν. καὶ Ἀβραδάτας βοήσας “ἄνδρες φίλοι, ἕπεσθε” ἐνίει οὐδὲν τῶν ἵππων φειδόμενος· συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ [*](P) ὁ μὲν Ἀβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἶ ἐγγύτατα τεταγμένοι, οἱ δ’ ἄλλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἄρματα. οἱ δὲ ἀμφὶ Ἀβραδάτην τοὺς μὲν τῆ ῥύμῃ τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· ὅσων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα. ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ ’Αβραδάτας, καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων. καὶ οὗτοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἶ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ἔνθα [*](C) δὴ δεινὴ μάχη ἦν. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ὅπλοις. οἶ δὲ Πέρσαι οὐκ ἠδύναντο ἀντέχειν, ἀλλ’ ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δ’ ἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ὅπλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτω Κῦρος διώκων τοὺς κατ’ αὐτὸν παραγίνεται. καὶ ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐῶσ’ μένους, ἤλγησε,
250
καὶ παραγγείλας τοῖς μετ’ αὐτοῦ ἕπεσθαι, παρήλαυνεν εἰς τό ὄπισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέκαινον. ὡς δ’ ᾔσθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. D καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ἵππον αὐτοῦ, ὁ δὲ ἵππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦρον. καὶ εὐθὺς ἀνεβόησάν τε ἅπαντες καὶ προσπεσόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον. ὡς δ’ ἀνέβη, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους. ὡς δ’ ἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευ- γοντων, γόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ἔτι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. οὗτοι δὲ πάντοθεν κυκλωθέντες ὑπό ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ἔτι, πάσχοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτείρων ὅτι ἄνδρες ἀγαθοὶ ὄντες ἀπώλλυντο, μάχεσθαι οὐδένα ἔτι εἴα αὐτοῖς, διακηρυκεύεται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπολέσθαι πάντες ἢ σωθῆναι. οἱ δέ ‘ὅ,τι καλὸν ἂν ποιοῦντες σωθείημεν;” ἔφασαν. καὶ ὁ Κῦρος “εἰ τὰ ὅπλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι.” ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι ἔδοσαν πίστεις καὶ ἔλαβεν.

Ταῦτα διαπραξάμενος ὁ Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦρον [*](P) δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι ἔφευγε, τὰ δ ἄλλα φῦλα ἐν τῇ νυκτὶ ὅπῃ ἠδύναντο ἀπεχώρουν.

251
ἕωθεν δὲ ἐπὶ Σάρδεις καὶ ὁ Κῦρος ἦγε, καὶ πρὸς τῇ [*](23 b) πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δ’ ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα εἶναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς ὁ δοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ ἄκρα εἴχετο, ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα. ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε [*](C) φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν ὁ Κροῖσος “χαῖρε, ὦ δἐσποτα” ἔφη. “καὶ σύ γε” ὁ Κῦρος εἶπεν “ὦ Κροῖσε. ἀτὰρ ἐθελήσαις ἄν συμβουλεῦσαί μοί τι;” βουλοίμην ἄν ἴφη ὦ Κῦρε. ἔφη τοίνυν ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην τῶν ἐν Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ’ αὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι.” ὁ δὲ Κροῖσος “ἀλλ’ ἐμέ ἔφη ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἐθέλω [*](D) ὅτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ἴσθι σοι ἔσεσθαι παρ’ ἑκόντων Λυδῶν πᾶν ὅ,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς” εἶπε θησαυροὺς πέμπε καὶ λάμβανε ὅσα βούλει.”

Ταῦτα μὲν οὖν οὕτω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ’ ἐξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα [*](Cap. 23 b. Xenophontis Cyrop. 7, 2 et 3.)

252
παραδοίη ὁ Κροῖσος χρήματα. εἶτα εἴ τις ἑώρακε τὸν Ἀβραδάταν ἤρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν ὅτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνεν ἐπ’ ἐκεῖνον. καὶ ὡς εἶδε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ εἶπε “φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή.” ἡ δὲ γυνή “οἶδ’ ὅτι δι’ ἐμἐ” ἔφη ‘‘ταῦτα ἔπαθεν, ’ίσως δ’, ὦ Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτό ὅπως σοι φίλος ἄξιος λόγου φανείη, αὐτός τε τί ἂν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ οὗτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ’ ἡ παρακελευομένη ζῶσα παρακάθημαι.” καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ἔπειτα πολλὰ τοῦ πάθους εἶπε παρηγορήματα, εἶτ’ ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ εἶπε παραμένειν [*](P) καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. ἡ μὲν οὑν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρός τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω. καὶ οἶ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ὄντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. ὁ δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἠγάσθητε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ἔχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς.

Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις [*](C) παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἶ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ ‘Eλλήσποντον δῶρα πλεῖστα [*](Cap. 24. Xenophontis Cyrop. 7, 4 et 5. Euphratis nomen ex Herodoti 1, 191, Baltasaris ex Iosephi Ant. 10, 11, 4.)

253
τῷ Εὔρῳ παρέσχον, ὥστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν ὅπῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρύγων βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ ὕπαρχοι, εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ. καὶ ὁ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις φρουρὰς Περσῶν, ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρύγων πολλοὺς ἱππέας καὶ πελταστάς.

Ὁ δὲ Εὖρος ὡρμᾶτο ἐκ Σαρδέων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ’ ἔχων σὺν ἑαυτῷ ἄγοντα πλείστας ἀμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα ἔχοντα ἀκριβῶς ὅσα ἦν ἐν ἑκάστῃ ἀμάξῃ. ὃς καὶ ἐδίδου τῷ Εὔρῳ τὰ [*](D) γράμματα ὁ δὲ Κῦρος εἶπε “σὺ μὲν καλῶς ἐποίησας, ὦ Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι ἄξουσι ταῦτα, ἢν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται.” ἦγε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους.

Ἰῶν δ’ ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο ’Αραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μείον’ τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ἵππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας ἄγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ’ ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ’ ἐπιὼν σὺν τοῖς ἄρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. εἶτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ἔνδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην

254
διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ᾿ ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ἵν᾿ ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν οὖν τὴν τάφρον ποιοῦντες ὤρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς [*](P) πολιορκίας, ὡς πλέον ἢ ἐτῶν εἴκοσι τὰ ἐπιτήδεια ἔχοντες. ἤδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ Κῦρος νύκτα, ἐν ᾗ ἑορτὴν ἔγνω τοὺς Βαβυλωνίους ἄγειν ὅλην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης οὗτός ἐστιν, ὡς Ἡρόδοτος ἱστορεῖ· καὶ τὸ ὕδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ ὕδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τοὔρ- [*](C) γον, τέλος ἔφη “ἀλλ᾿ ἄγετε, λαμβάνετε ὅπλα, ἡγήσομαι δ᾿ ἐγώ· ὑμεῖς δ᾿, ὦ Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ὅταν δ᾿ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια.” ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ἤρθη, αἰσθόμενοι οἱ ἔνδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἤνοιξαν τὰς πύλας, εἰς ἃς εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ἤδη ἑστη-
255
κότα αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ἔθνησκον οἱ μὲν ἀμυνόμενοι, [*](D) οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἰππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν οὓς μὲν ἔξω λαμβάνοιεν κτείνειν, τοὺς δ’ ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ἔνδον μένειν, εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανεῖται. ἐν τοσούτῳ δὲ Γαδάτας καὶ Γωβρύας ἧκον, καὶ ὅτι τὸν ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, ἔπειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας.

Ὁ μὲν οὖν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ὄνομα τοῦ ἁλόντος βασιλέως τῶν Ἀσσυρίων οὐ λέγει, ὁ δὲ Ἰώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς ’Αρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον εἶναι ἱστορεῖ, ᾧ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προἰ·οῦσα καὶ γράφουσα τὰ ἤδη προγραφέντα γράμματα, ὧν τὴν δήλωσιν ἡρμήνευσεν ὁ Δανιήλ.

Ἡμέρας δὲ γενομένης ὡς ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ἔπεμπεν. εἶτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως οὔσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ἴνα δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο [*](P) [*](19 Δανιὴλ] Conf. lib. 3, c. 5. Cap. 25. Xenophontis Cyrop. 7, 5—8, 4.)

256
ποιήσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι’ ὧν εἶπεν ἔπεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εἴσεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὖς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ’ εἵλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ἔταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ’ ἡδυπάθειαν· καὶ τῶν μὲν ἄλλων πραγμάτων ἄλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ἔργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων [*](C) ἐπιμελητὰς τῶν πρὸς δίαιταν, καὶ ἵππων καὶ κυνῶν φροντιστάς οὓς δ’ ᾤετο χρῆναι φύλακας τῆς εὐδαιμονίας ἔχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτό προσεγένετο, ἔγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον ἢ σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ὅμοια οἶς αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ὄντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, [*](D) τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ἔλεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ἤδη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς.

Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς

257
αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐρωτηθῆναι παρὰ Κύρου ‘‘πόσα ἂν ἤδη μοι χρήματα οἴει εἶναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι;” καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Εὖρον φάναι “ἄγε δή, ὦ Κροῖσε, σύμπεμψον ἄνδρα σὺν ‘Υστάσπᾳ τούτῳ. σὺ δέ, ‘Υστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι.” ταύτα δὲ ὅσα ἐνετέλλετο τῷ ‘Υστάστᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ἔγραψε δὲ πρὸς πάντας καὶ ‘Υστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ἤνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ ‘Υστάσπας εἶπεν “ὦ Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη ὡς πλουσίῳ [*](P) χρῶ· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα.” καὶ ὁ Κῦρος “εἶς μὲν τοίνυν, ὦ Κροῖσε, καὶ οὗτος ἡμῖν θησαυρός εἶπε, ‘‘τοὺς δ ἄλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι. λέγεται δὴ λογιζό μένος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν ἣ ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς, εἶ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν ὁρᾷς, ἁ Κροῖσε, ὡς εἰσὶ καὶ ἑ μοὶ θησαυροί;”

Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν [*](C) στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὔτε πορφυ-

258
ρίδων φειδόμενος οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων, νείμας δ’ ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ’ αὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν‘‘ σὺ δέ, ὧ Κῦρε, πότε κοσμήσῃ; ὁ δέ “οὐ γὰρ νῦν” ἔφη “δοκῶ ὑμίν αὐτὸς κοσμεῖσθαι ὑμὰς κοσμῶν; ἢν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν εὖ, ὁποίαν ἂν ἔχω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι. ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων [*](D) ἐδείπνει, οὓς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς, τοὺς δ’ ἄλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οἴκαδε πλὴν τῶν βουληθέντων παρ’ αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οἴκους ἔδωκε. τοῖς δ’ ἀπιοῦσι καὶ στρατιώταις καὶ ἄρχουσι πολλὰ ἐδωρήσατο. εἶτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ὅσα ἐκ Σαρδέων ἔλαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ἔλεγον περὶ τοῦ Κύρου ἤπου αὐτός γε πολλὰ ἔχει, ὅτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.” οἱ δ’ ἔλεγον ‘οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται.” αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ εἶπεν “ἁπλουστάτου μοι δοκεῖ εἶναι ἤθους τὸ τὴν δύναμιν τὸν ἄρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν ἔφη “βούλομαι ὑμίν ὅσα μὲν οἷόν τέ ἐστι τῶν ἐμοὶ ὄντων ἰδεῖν δεῖξαι, ὅσα δὲ μὴ οἶόν τε ἰδεῖν, διηγήσασθαι.” ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον εἶναι ἰδεῖν διηγήσατο. καὶ
259
εἶπεν “ὦ ἄνδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι ἢ καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ὅπως ἔχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ὅπως, [*](P) ἤν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών.”

Ὅτε δὲ τὰ ἐν Βαβυλῶνι εὖ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν εἶπεν ὅτι οἶκος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος εἴη, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης δίδωμί σοι ἔφη, “ὦ Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα οὖσαν ἐμήν, ἐπιδίδωμι [*](C) δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πάσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος.” ὁ δὲ Κῦρος “τὸ μὲν γένος, ὢ Κυαξάρη, ἐπαινῶ εἶπε, ‘καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν.” καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα ἄγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ ἔφερεν οἶα εἰκὸς ἦν καὶ τοῖς φίλοις, οἷα δ’ ἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις, [*](D) ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δ’ εὐθὺς ἔχων αὐτὴν ἀνεζεύγνυεν.

[*](Cap. 26. Xenophontis Cyrop. 8, 5–8. Pauca extremo pite additia.)
260

Ὡς δ’ ἧκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα ἔπεμπεν ἔθνη, εἰς Ἀραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ Ἰωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρ’ Ἑλλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ ἔπεμψε σατράπας, ὅτι ἑκόντες ἐδόκουν αὐτό συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ οὗτοι ἀπέφερον. ἵνα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς οὔσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην ἂν ὁδὸν ἵππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ἵππους κατέστησεν ἐν αὐτοῖς καὶ τούς αὐτῶν ἐπιμελομένους, καὶ ἄνδρα ἐφ’ ἑκάστῳ ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἄλλους πέμπειν νεαλεῖς.

Ἤδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν ᾗ λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις Ἐρυθρὰς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ’ Αἴγυπτον καὶ καταστρέφεται [*](P) καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ἔω μὲν τὴν Ἐρυθρὰν θάλασσαν, πρὸς ἄρκτον δὲ τὸν πόντον τὸν Εὔξεινον, πρὸς δ’ ἑσπέραν Κύπρον καὶ Αἴγυπτον, τὴν δ’ Αἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δ’ ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αὕτη ἡ χώρα, τρεῖς δὲ μήνας τοὺς ἀμφὶ τὸ ἔαρ ἐν Σούσοις, ἐν δ Ἐκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν.

Οὕτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ

261
κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατ’ ὄναρ τις προσελθεῖν [*](C) κρείττων ἢ κατὰ ἄνθρωπον, λέγων “συσκευάζου, ὦ Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί.” ἐκ τούτου δ’ εἴκαζεν ὅτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν ‘‘ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετ’ ἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν οὑν, ὢ Καμβύση, πρεσβύτερος ὢν τήν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ὢ Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μηδῶν τε καὶ Ἀρμενίων καὶ Καδουσίων.” ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ [*](D) παραινέσας πολλά, καὶ πρόσ’ εἰπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέλιπεν. ἐπεὶ δ’ ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ ἐπὶ τὸ χείρον’ ἐτράπετο.

Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ’ Ἁλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἃ μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δ’ ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ’ αὐτὸς μὲν τὰ πιθανώτερα ἔγραψα, ὅτῳ δ’ εἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ᾧ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ.

Κῦρος μὲν οὑν οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν [*](Cap. 1. Iosephi Ant. 11, 1 et 2. Herodoti 3, 30) et 61—66.

262
καταλέλυκε. τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ ὄντι ἐξ ὅτου Ἑβραῖοι εἰς Βαβυλῶνα ἐξ ‘Ιερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυλπωνι [*](P) οὖσιν Ἰουδαίοις ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς ὁ προφήτης Ἱερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου ὁ Ἠσαί·ας προείρηκεν. ὁ μὲν γὰρ ἦν ὅτε ἡ πόλις ἥλω καὶ ὁ ναὸς κατεσκάφη, ὁ δ’ Ἠσαίας ἔτεσιν ἑκατόν καὶ τεσσαράκοντα πρότερον ἦν ἢ τὴν πόλιν ἁλῶναι καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δ’ ἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, ἃ Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν ἔργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα [*](C) τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς τε τοῦ Ἰούδα καὶ τῆς Βενιαμίτιδος, οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυλῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρούμενοι. παραγενομένοις δὲ εἰς Ἱεροσόλυμα οἱ τοῦ Κύρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ συνέπραττον. ἦσαν δ’ οἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι.

Ἤδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευδόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ ἔθνη, καὶ μάλιστα τὸ Χουθαίων, οὓς Σαλμανασὰρ μετῴκισεν εἰς Σαμάρειαν, ὅτε τοὺς Ἰσραηλίτας ἐξῃχμαλώτισε, φθονοῦντες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρήγειν [*](D) τοῖς Ἰουδαίοις εἰς τὴν οἰκοδομήν. εἶτα τοῦ Κύρου

263
τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμβύσῃ διαβάλλοντες τοὺς Ἑβραίους ὡς ἔθνος ἀποστατικόν τε καὶ ἀνυπότακτον, καί “εἰ τὴν πόλιν καὶ τὸν ναὸν ἐκτελέσουσι λέγοντες ‘οὔτε φόρους δώσουσιν οὔθ’ ὑπακούσονται.” ταῦτα καὶ πλείω τοιαῦτα γράψαντες ἔπεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου Ὑστάσπου ἐπ’ ἴτη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ἔτη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον, ὑποστρέψας ἐν Δαμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι.

Τῷ Καμβύσῃ ἦν ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸν ‘Πρόδοτον Σμέρδης ὀνομαζόμενος. ἔδοξεν οὖν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθ’ ὕπνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον ὁ Σμέρδης τῇ κεφαλῇ τοῦ πόλου προσψαύσειε. δείσας οὖν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ ὁ μὲν οὕτω διέφθαρτο, ὁ δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ ἦσαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ὧν τῷ μὲν Καταζίθης, τῷ δὲ Σμέρδης ἦν τὰ ὀνόματα. ὁ δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου παιδί, ἀλλὰ καὶ τοῦ εἴδους. τούτων τὸν ἕτερον Β φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων ὁ Καμβύσης ἐκέκτητο. χρονίζοντος δ’ ἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς ὁ Κατιζίθης, καὶ ὡς ὀλίγοις ὁ ἐκείνου θάνατος ἔγνωσται, ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν

264
ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν ἔχοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλ’ ὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέπεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλλοντας μαθὼν οὖν ταῦτα καὶ ὁ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἶ τὸ κελευσθέν. [*](C) ὁδὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. ἐκεῖνον γὰρ ἐγώ” ἔλεγεν, “ὡς σὺ ἐνετείλω, ἔκτανόν τε καὶ ἔθαψα. συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Εὔρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτό ἐνετείλατο λέγειν ἅπερ φησίν· ὁ δὲ μὴ θεάσασθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπιταχθῆναι. γνοὺς οὖν ἐντεῦθεν ὁ Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ὥρμησε δ’ αὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώσκοντι [*](D) δέ οἶ ἐπὶ τὸν ἵππον τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. ἤρετο οὖν ὅπως ἡ πόλις καλοῖτο, καὶ μαθὼν ὡς Ἐκβάτανα, εἶπεν ὡς “ἐνταῦθά μοι πέπρωται τελευτᾶν.’ ἐκέχρηστο γὰρ αὐτό ἐν ’Εκβατάνοις μέλλειν θανεῖν· καὶ ὁ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ Ἐκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλήψεσθαι, ὁ δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ Ἐκβάτανα.

Ὁ μὲν οὖν μεθ’ ἡμέρας τινὰς τελευτᾷ ἄπαις,

βασιλεύσας ἐπ’ ἔτη ἑπτὰ ἐπὶ πέντε μησίν, ὁ δὲ μάγος [*](Cap. 2. Herodoti 3, 67–79, qui Φαιδύμη.)

265
τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν ἔθνος ὧν ἦρχεν ἀτέλειαν πᾶσιν ἐπ᾿ ἔτη τρία ἐκήρυξεν. ἤδη δὲ μῆνας ἄρξας ἑπτὰ ὅστις ἦν ἐγνώσθη· ἐγνώσθη δ᾿ οὕτως. Ὀτάνης ἦν γένει καὶ πλούτῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης ἔσχεν, ἣ Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ ὁ μάγος ἐκέχρητο ὥσπερ καὶ ταῖς λοιπαῖς ἃς εὗρεν εἰς τὰ βασίλεια. πέμψας οὖν ὁ πατὴρ ἠρώτα λάθρᾳ αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ εἴθ᾿ ἑτέρῳ τινὶ συνευνάζοιτο. ἡ δὲ μήτ᾿ ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀνταπεκρίνατο μήτ᾿ εἰδέναι ᾧτινι συγκοιτάζοιτο. ὁ δὲ καὶ πάλιν στέλλει παρ᾿ αὐτήν, κινδυνεύειν αὐτῇ ἐντελλόμενος, εἰ δεήσειεν, ἵνα πληρώσῃ πατρικὴν ἐντο- λήν, καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ [*](P) καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ὤτων αὐτοῦ, καὶ εἰ μὲν ἔχοντα ὦτα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ ἔχοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ ἡ Φαιδυμίη, καὶ γνοῦσα τὸν αὐτῇ συγγινόμενον ὦτα μὴ ἔχοντα, ἐσήμηνε τῷ πατρί. οὐκ εἶχε δ᾿ ὦτα ὅτι ὁ Κῦρός ποτε ταῦτα δι᾿ ἁμάρτημά τι ἀπέτεμεν. ὁ δὲ Ὀτάνης Ἀσπαθίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ πρῴην ἐν ὑποψίᾳ ὄντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. ἔδοξεν οὖν αὐτοῖς καὶ ἑτέρους προσ- εταιρίσασθαι. καὶ Ὀτάνης μὲν ἐπάγεται Ἰνταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, Ὑδάρνην δὲ Ἀσπαθίνης· καὶ Δαρείω δὲ τῷ Ὑστάσπου υἱῷ ἄρτι πρὸς Σοῦσα ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. ὁ δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα ὁρμᾶν συνεβούλευεν, ἢ τῆς παρούσης ἡμέρας διακε-
266
νῆς παρερχομένης αὐτὸς ἔλεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ Δαρείου καὶ οἶ λοιποί, καὶ τοῦ ἔργου εἴχοντο.

Συνέβη δέ τι καὶ ἕτερον ὃ ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ὅτι [*](D) Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ὅτι διὰ τοῦτο καὶ ἐν αἰτία τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ὅρκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δ’ ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ’ ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον ἅπασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφ’ ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ἔλεξεν ὅσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ἔχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν.

Οἱ δὲ ἑπτὰ ἄνδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τόν Πρηξάσπην μαθόντες ὥρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ’ εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οἱ σφὰς ἠρώτων ὅτου χρῄζοντες ἥκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ’ ὄντες ἐντός,

267
καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο [*](P) πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ Ἀσπαθίνην παίει κατὰ μηρόν, τὸν δ’ Ἰνταφέρνην κατ’ ὄψιν, ὅθεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ’ ἢν ἄπρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ’ αὐτῷ Δαρεῖός τε καὶ Γωβρύας. καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ἔστατο ἄπρακτος. Γωβρύας δὲ ἤρετο ὅτου χάριν ἀργὸς ἕσταται· ὁ δ’ εἶπε τὸ αἴτιον. καὶ ὅς ὠθεῖτό ξίφος καὶ δι’ ἀμφοῖν” ἔφησε. καὶ ὁ Δαρεῖος ὦσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε κτείναντες οὖν καὶ τὸν ἕτερον οἱ λοιποὶ ἔτεμον τὰς [*](C) κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες ἔκτεινον ᾧ ἄν τῶν μάγων ἐνέτυχον.

Επεὶ δὲ κατέστη ὁ θόρυβος καὶ ἤδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ Ὀτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε Δαρεῖος βασιλείαν καὶ αὗθις αἱρήσεσθαι συνεβούλευε. [*](D) συνέθεντο οὖν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἶ λοιποί· καὶ ἔδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ἵππων, καὶ ὅτου ἂν ὁ ἵππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ἔχειν τὴν βασι- [*](Cap. 3. Herodoti 3, 80–87. Iosephi Ant. 11, 3 § 1)

268
λείαν. Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ἦν δὲ σοφὸς ὁ ἀνὴρ καί “θάρρει, ὦ δέσποτα” ἔφη “ὡς σὴ ἔσται ἡ βασιλεία.” γενομένης οὖν νυκτὸς θήλειαν ἵππον λαβών, ἣν ὁ Δαρείου ἕστεργεν ἵππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ἵππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ἵππον. ἕωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ἔνθαπερ ἡ θήλεια ἵππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ Δαρείου ἵππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν οὖν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ὄνομα ἦν, οἱ δ᾿ ἑτεροῖον εἶναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ἵππου ἐκείνης, ἣν ὁ Δαρείου ἵππος ἐφίλει, τῶν ἄρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ἤδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ἵππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ἵππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. εἴτ᾿ οὖν οὕτως εἴτ᾿ ἐκείνως ὁ Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν.

[*](P)

Οὗτος οὖν ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. ἦν δὲ αὐτῷ πάλαι καὶ πρὸς τὸν Ζοροβάβελ φιλία, δι᾿ ἣν καὶ σωματοφυλακεῖν μεθ᾿ ἑτέρων δύο ἠξίωτο ἄρτι ἐξ Ἱεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ᾿ εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν οὖν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλά-

269
κων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προ- [*](C) τίθησι· τῷ πρώτῳ μὲν εἰ ὁ οἶνος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, οὗτος δ᾿ ὁ Ζοροβάβελ ἦν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον ἔχειν καὶ μετ᾿ αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ὄρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχύν ἐξῆρε τοῦ οἴνου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν δια- [*](D) θέσεις μεταποιοῦντος καὶ ἄλλους ἐξ ἄλλων ἐργαζομένου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν ἄλλων ἁπάντων διὰ σοφίας, τούτων δ᾿ αὖ οἷς ἅπαντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας γρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι᾿ αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμόντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ᾿ αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ οὕτω καλεῖται, καὶ τὰ μὲν ἄλλα θνητά , ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς ἄριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, ὁ Δαρεῖος αἰτήσασθαι ὃ βούλεται πάρεξ τῶν ὑπε-
270
σχημένων ἐπέτρεψεν. ὁ δὲ τῆς εὐχῆς αὐτὸν ἀνἐμνησεν, ἥν, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αὕτη δὲ ἦν, τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη ὅσα ἔτι ἐν Βαβυλῶνι περιελέλειπτο. καί “τοῦτο” ἔφη τὸ αἴτημα τὸ ἐμόν.” [*](P) ἡσθεὶς δ’ ἐπὶ τούτοις ὁ βασιλεὺς γράφει τοῖς σατράπαις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν Ἰουδαίαν ἀπελθόντας αἰχμα- λώτους τῶν Ἰσραηλιτῶν ἐλευθέρους εἶναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα ὅσα ἔτι ἦν παρ’ αὐτῷ ἔπεμψε· καὶ ὅσα Εὖρος περὶ τῶν Ἰουδαίων ἐθέσπισε, ταῦτα καὶ Δαρεῖος προσδιετάξατο.

Ἡκεν οὐν τούτων γεγονότων εἰς Βαβυλῶνα ὁ Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως [*](C) εὐηγγελισατο· καὶ ὅσοι προτεθύμηντο ἐπανελθεῖν εἰς Ἱεροσόλυμα, ἀπήεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπιόντων όντων ἦν μυριάδες τετρακόσιαι ἐξήκοντα δύο καὶ ὀκτακισχίλιοι, ἄτερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οἳ τοῖς ἀναβαίνουσιν εἵποντο. ἡγεμὼν δὲ τούτων ἦν ὁ Ζοροβάβελ, Σαλαθιὴλ παῖς ἐκ τῆς Ἰούδα φυλῆς, ἀπόγονος τοῦ Δαβίδ, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τούτοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρισμένοι ἄρχοντες ἦσαν. ἀπελθόντες δ' εἰς Ἱεροσόλυμα ἔθυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ [*](D) ὁ μὲν ναὸς θᾶττον ἔλαβε τέλος’ ἀπαρτισθέντος δ ἤδη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται γαῖ οἱ Ἀσὰφ παῖδες ὕμνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρε- [*](Cap. 4. Iosephi Ant. 11, 3 § 94)

271
σβύτεροι τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν ἄρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ ἡ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν.

Προσίασι δ’ οἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ἔτι τοὐ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. ὁ δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δ’ ἐν τῷ ναῷ ἔλεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμαρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ ἔθνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέγερσιν. ἀναβάντες δὲ εἰς Ἱεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρήσαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβάβελ δὲ καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς ἐκ Κύρου πρῶτον ἐπιτραπῆναι τὴν οἰκοδομὴν ἔφασαν, εἶτ’ αὖθις ἐκ τοῦ Δαρείου. οἱ δ’ ἔπαρχοι τῶν τῆς Συρίας καὶ Φοινίκης χωρῶν τὴν μὲν τῶν ἔργων οἰκοδομὴν ἐπισχεῖν οὐκ ἔκριναν, Δαρείω δὲ παραχρῆμα ἔγραψαν. τῶν δὲ Ἰουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ὧν ᾠκονόμησεν, Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶσθαι ἀβούλητον. πιστεύοντες οὖν τοῖς προφήταις [*](P) ἐντεταμένως εἴχοντο τῆς οἰκοδομῆς. Δαρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατηγορίας, ὅτι τήν τε πόλιν ὀχυροῦσιν Ἰουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ ὅτι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν Ἐχβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γεγραμμένον ὡς τῷ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας

272
Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ [*](C) τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι πρὸς τὸ ἔργον τοῖς ἐκεῖσε ἄρχουσιν ἐκέλευσε καὶ τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οἶνον καὶ ἔλαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι Δαρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσι “τὸ ἀντίγραφον ὑμῖν τῆς ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καἲ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ἔρρωσθε.’ γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς Ἰουδαίοις. καὶ ᾠκοδομήθη ἐν ἔτεσιν ἑπτὰ ὁ ναός, καὶ ἔθυσαν οἱ Ἰσραηλῖται θυσίας ἀνα- [*](D) νεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν ἐτέλεσαν.

Κατῴκησαν δ’ ἐν Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρις οὗ Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας ἐβασιλεύοντο ἐπὶ ἔτη πεντακόσια τριάκοντα δύο, μήνας ἔξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπ’ ἔτεσι πλείοσιν ἢ πεντακοσίοις διήγαγον μετά Μωυσῆν τε καὶ Ἰησοῦν.

Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάζοντο. πρέσβεις οὖν ἐξ Ἱεροσολύμων πρὸς Δαρεῖον ἐστάλησαν

273
Ζοροβάβελ καὶ τῶν ἀρχόντων ἕτεροι τέσσαρες. μαθὼν δὲ ὁ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, ἔγραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν Ἱουδαίοις, ἀλλὰ καὶ χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τόν φόρων τῆς Σαμαρείας πάνθ’ ὅσα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα.

Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐσέβειαν διεδέξατο, καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχε φιλοτιμότατα. [*](P) ἦν δ' ἐν Βαβυλῶνι τότε Ἔζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκριβέστατος. οὗτος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀναβῆναι θελήσας εἰς Ἱεροσόλυμα καί τινας ἐπαγαγέσθαι τῶν ἐν Βαβυλῶνι Ἑβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. ὁ δὲ γράφει ταῦτα. “τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους τῶν Ἰσραηλιτῶν συναπαίρειν εἰς Ἱεροσόλυμα, Ἔζρα ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω. καὶ ἄργυρος καὶ χρυσὸς ὅσος ἂν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἶς Ἱεροσόλυμα κομισθῆναι. [*](C) σθῆναι. καὶ ὅσα ἂν ἐννοήσῃς, ὦ Ἔζρα, καὶ ταῦτα ἔργασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευίταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε ἄλλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Εζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπι- [*](Cap. 5. Iosephi Ant. 11, 5. P. 274, 10, ibid. §)

274
σταμένους τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐτὸν μαθεῖν.” λαβὼν δὲ ταύτην Ἔζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ Ἰουδαίοις, καὶ τὸ ἀντίγραφον αὐτῆς παρὰ πάντας ἔπεμψε τοὺς ὁμοεθνεῖς· [*](D) οἳ ἅπαντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα, ἵν᾿ ἐπανέλθωσιν εἰς Ἱεροσόλυμα· ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ῾Ρωμαίοις ὑπηκόους εἶναί φησιν ὁ Ἰώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν εἶναι τοῦ Εὐφράτου, μυριάδας οὔσας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Ἔζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς Ἱεροσόλυμα. καὶ παραδέδωκεν ὁ Ἔζρας τοῖς γαζοφύλαξιν ἃ ὁ Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ ἔθνος ἐτίμησαν καὶ πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ᾿ ἔπειτα ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, ἔπεισεν αὐτοὺς δάκρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν ἅπαν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Ἔζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, [*](P) δυσφοροῦντες περὶ τῶν παρελθόντων. Ἔζρας δὲ μὴ δεῖν ἔφη θρηνεῖν ἑορτῆς οὔσης, ἑορτάζειν δὲ καὶ εὐωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον.

Καὶ ὁ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ᾿ αἰχμα-

275
λωτῶν τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ὢν τοῦ Ξέρξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους εἶδέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμιλούντων, προσελθὼν ἐπυνθάνετο πόθεν εἶεν. ἥκειν δ’ ἐκ τῶν Ἰεροσολύμων εἰπόντων, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς ἔχειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ ἔθνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν ὁ Νεεμίας· καὶ τῆς ὥρας ἐπιστάσης, ὡς εἶχε διακονήσων τῷ βα- [*](C) σιλεῖ εἰσελήλυθεν. ὁ δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος ἤρετο διότι κατηφιᾷ. ὁ δὲ τῆς λύπης αἴτια εἶπε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. καὶ ὁ βασιλεὺς κατένευσε πρὸς τὴν αἴτησιν καὶ δίδωιν αὐτῷ τῆ̣ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοινίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελλομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. ἧκεν οὖν εἰς Ἱεροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπομένων, πέμπτον καὶ εἰκοστὸν ἔτος βασιλεύοντος Ξέρξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν [*](D) χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διένειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ἵν ὅτι τάχιστα ἀνυσθῇ. καὶ Ἰουδαῖοι μὲν πρὸς τὸ ἔργον παρεσκευάζοντο, οὕτω κληθέντες ἐξ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε Ἰουδαῖοι καὶ ἡ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, Ἀμμανῖται δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰκοδομῇ ἤχθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλείστους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον.
276
καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς ἂν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθ’ ἡμέραν τῆς πόλεως τὸν κύκλον περιιών’ καὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέμεινεν ἐπὶ διετίαν καὶ μήνας τέσσαρας. ἐν τοσούτω γὰρ χρόνῳ τοῖς Ἱεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλιπόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δίκαιος [*](P) καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς.

Τελευτήσαντος δὲ Ξέρξου ἡ βασιλεία εἰς τὸν υἱὸν αὐτοῦ Κῦρον, ὃν καὶ Ἀρταξέρξην καλοῦσι, μετέπεσε. τῷ γοῦν τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς ἡγεμόνας καὶ τοὺς σατράπας τῶν οἰκείων καλέσας ἐθνῶν ἐφ’ ἡμέρας πολλὰς εἱστία τούτους πολυτελῶς· καὶ ἡ βασίλισσα δὲ Οὐάστη ταῖς γυναιξὶν ὁμοίως συνεκρότει συμπόσιον. ἣν κάλλει πάσας νικῶσαν ἠθέλησεν ὁ βασιλεὺς τοῖς αὐτῷ συμποσιάζουσιν ἐπιδεῖξαι, καὶ πέμψας ἥκειν αὐτὴν ἐκέλευε παρὰ τὸ συμπόσιον ἡ δὲ οὐκ ἐπείθετο, καὶ πολλάκις στείλαντος ἀνένδοτος ἦν. ὠργίσθη οὖν ὁ βασιλεὺς διὰ τὴν ἀπείθειαν. καὶ [*](C) κοινοῦται τοῖς ἑπτὰ τῶν Περσῶν συμβούλοις τῆς γυναικὸς τὴν ἀπείθειαν’ οἱ δ’ ἐκβαλεῖν αὐτὴν δείν’ ἔκριναν. καὶ ἡ μὲν ἐκβέβλητο· ὁ δ’ ἤχθετο, πρὸς αὐτὴν ἐρωτικῶς διακείμενος. οὕτω δ' ἔχοντι συνεβούλευον οἱ φίλοι παρθένους εὐπρεπεῖς πανταχόθεν συναγαγεῖν καὶ τὴν προκριθεῖσαν ἕξειν γυναῖκα. [*](Cap. 6. Iosephi Ant. 11, 6, §. 1 — §. 10.)

277
πείθεται τῆ̣ συμβουλῇ ταύτῃ, καὶ πολλῶν παρθένων ἀθροισθεισῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη Ἰου- δαία τὸ γένος ἐκ φυλῆς τῆς Βενιαμίτιδος, ὀρφανὴ καὶ ἀμφοῖν τῶν γονέων, παρὰ τῷ θείῳ Μαρδοχαίῳ τρεφομένη, τῶν πρώτων παρὰ τοῖς Ἰουδαίοις· Ἐσθῆρ ἦν τῇ κόρῃ τὸ ὄνομα. ἡσθεὶς οὖν ταύτῃ ὁ βασιλεὺς εἰς γυναῖκα ταύτην ἠγάγετο, καὶ περιτίθησιν αὐτῇ τὸ διάδημα. καὶ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς [*](D) Σοῦσα μετῴκησε, περὶ τὰ βασίλεια διατρίβων καὶ περὶ τῆς ἀδελφιδῆς πυνθανόμενος. οὔτε γὰρ ἐκείνη δῆλον τὸ ἔθνος ἐξ οὗπερ ἐτύγχανεν ἔθετο οὔτε ὁ Μαρδοχαῖος τὴν πρὸς αὐτὴν ὡμολόγει συγγένειαν. Ἔθετο δὲ νόμον ὁ βασιλεὺς ὥστε μηδένα οἱ ἐπὶ τοῦ θρόνου καθημένῳ ἄκλητον προσιέναι, ἢ θνήσκειν τὸν οὕτω πρόσ’ ἰόντα ὑπὸ τῶν αὐτῷ παρισταμένων πελεκυφόρων, εἰ μὴ ἐκεῖνος ὃν ἐν χερσὶ κατεῖχε λύγον ἐξέτεινε πρὸς αὐτόν· ὁ γὰρ τοῦ λύγου ἁπτόμενος ἀκίνδυνος ἠν. ἐπιβουλευσάντων δὲ τῷ βασιλεὶ Ἀρταξέρξῃ δύο εὐνούχων αὐτοῦ, Βαρνάβαζος οἰκέτης τοῦ ἑτέρου, τὸ γένος ὢν Ἰουδαῖος, συνεὶς τὴν ἐπιβουλὴν τῷ Μαρδοχαίῳ ἀπήγγειλε, καὶ ὃς διὰ τῆς Ἑσθὴρ τῷ βασιλεῖ τοὺς ἐπιβούλους ἐμήνυσεν. ὁ δὲ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσε, τοῦ δὲ Μαρδοχαίου τὸ ὄνομα ἐκέλευσεν ἐγγραφῆναι τοῖς ὑπομνήμασι καὶ προσμένειν τοῖς βασιλείοις αὐτόν.

Αμὰν δὲ φίλον ὄντα τῷ βασιλεῖ ἐς τὰ μάλιστα ἅπαντες προσεκύνουν. Μαρδοχαίου δὲ μὴ προσκυνοῦντος διὰ τὸν νόμον αὐτόν, μαθὼν ὡς Ἰουδαῖός ἐστιν ἠγανάκτησε καὶ εἶπεν αὐτῷ ὡς οἶ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, ὁ δὲ δοῦλος ὢν ἀπαξιοῖ τοῦτο ποιεῖν. προσελθὼν οὐν τῷ βασιλεῖ κατηγόρει τοῦ ἔθνους παντός, καὶ ᾔτει κελεῦσαι

278
πρόρριζον ἀπολέσθαι αὐτὸ καὶ μή τι λείψανον αὐτοῦ [*](P) καταλιπεῖν· ἵνα μέντοι μὴ ζημιωθῇ τοὺς φόρους αὐτῶν, αὐτὸς ἐπηγγείλατο δώσειν μυριάδας ἀργυρίου τέσσαρας. ὁ μὲν οὖν Ἀμὰν ᾔτει ταῦτα · ὁ δὲ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε χρῆσθαι τούτοις ὡς βούλεται. αὐτίκα οὖν διάταγμα παρὰ τοῦ Ἀμὰν ἐπέμφθη εἰς πάντα τὰ ἔθνη ὡς ἐκ τοῦ βασιλέως, περιέχον ταῦτα. ‘‘τοὐς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμὰν κελεύω πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι, καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους.” τούτου κο- [*](C) μισθέντος τοῦ γράμματος εἰς τὰς πόλεις καὶ τὰς χώρας, ἡ τῶν Ἰουδαίων ἀπώλεια ἡτοιμάζετο. εἶχον δὲ καὶ οἱ ἐν τοῖς Σούσοις ὁμοίως.

Ο δὲ Μαρδοχαῖος μαθὼν τὸ γενόμενον, σάκκον ἐνδὺς καὶ καταχεάμενος σποδιὰν ἐβόα ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ἐκτὸς ἵστατο· οὐ γὰρ ἐξῆν μετὰ τοιούτου σχήματος εἰσελθεῖν. γνοῦσα δὲ τοῦτο Ἐσθὴρ ἡ βασίλισσα, εὐνοῦχον πρὸς Μαρδοχαῖον ἀπέστειλε γνωσόμενον ὅτου χάριν πενθεῖ· ὁ δὲ τὰ συμβάντα τῷ εὐνούχῳ ἐγνώρισε, καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως τῇ Ἐσθὴρ ἐνετέλλετο. ἡ δὲ μαθοῦσα ταῦτα δηλοῖ αὐτῷ ὅτι, μὴ κληθεῖσα παρὰ τοῦ βασιλέως, δέδοικεν ὡς ἀποθανεῖται, εἰ ἄκλητος αὐτῷ προσέλθοι. Μαρδοχαῖος δὲ ἐδήλου αὐτῇ μὴ τὴν ἰδίαν σω- [*](D) τηρίαν σκοπεῖν, ἀλλὰ τὴν τοῦ ἔθνους · εἰ δ᾿ οὔ, ἔσεσθαι μὲν πάντως ἐκείνῳ βοήθειαν ἐκ θεοῦ, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς διαφθαρήσεσθαι. ἡ δὲ ἐνετέλλετο αὐτῷ εἰς Σοῦσα πορευθέντι παρασκευάσαι τοὺς ἐκεῖ Ἰουδαίους νηστεῦσαι τρεῖς ἡμέρας

279
ὑπὲρ αὐτῆς. καὶ Μαρδοχαῖος μὲν οὕτως ἐποίησεν, ἡ δ’ Ἐσθὴρ ῥίψασα κατὰ γῆς ἑαυτὴν μετὰ πενθίμου ἐσθῆτος καὶ ἄτροφος ἐπὶ τρισὶν ἡμέραις διαμείνασα ἐδέετο τοῦ θεοῦ. μετὰ δὲ τὰς τρεῖς ἡμέρας κόσμον μετκμφιασαμένη βασίλειον, σὺν δυσὶ θεραπαινίσιν, ὧν τῇ μὲν κούφως ἦν ἐπερειδομένη, ἡ δὲ τὸ βαθὺ τοῦ χιτῶνος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει δακτύλοις, ἧκε πρὸς τὸν κρατοῦντα, εἰσῄει δὲ μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζομένου ἐγένετο, προσιδόντος αὐτὴν βλοσυρῶς, πάρεσις ὑπὸ δέους λαμβάνει αὐτήν, καὶ τῇ παρὰ πλευρὰν ἰούσῃ ἐπέπεσεν ἀχανής. ὁ δὲ βασιλεὺς δείσας περὶ τῇ γυναικί, τοῦ θεοῦ προμηθευσαμένου τοῦτο, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενος καὶ θαρρεῖν ἐγκελευόμενος καὶ τὴν ῥάβδον ἐκτείνας αὐτοῦ τὴν χρυσῆν καὶ τὸ σκῆπτρον ἐνθέμενος ταῖς χερσὶν αὐτῆς. ἡ δὲ ἐντεῦθεν ἀναθαρσήσασα ἐφ’ ἑστίασιν αὐτὸν μετὰ τοῦ Ἀμὰν πρὸς αὐτὴν ἠξίου ἐλθεῖν. ὡς δὲ ἐπένευσε, καὶ παρῆσαν, ἐκέλευεν ἐκείνῃ 6 βασιλεὺς δηλοῦν ὅ, τι βούλεται· μηδενὸς [*](P) γὰρ ἀτευκτήσειν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν φράζειν αὐτῷ τὴν βούλησιν ἔλεγεν, εἰ πάλιν πρὸς αὐτὴν μετὰ τοῦ Ἀμὰν ἐφ’ ἑστίασιν ἔλθοι. τοῦ δὲ βασιλέως ὑποσχομένου περιχαρὴς ὁ Ἀμὰν ἐξῄει· καὶ ἰδὼν τὸν Μαρδοχαῖον ἐν τῇ αὐλῇ ἠγανάκτησεν ὅτι μὴ αὐτῷ προσεκύνησε. καὶ οἴκοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οἵκοι καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς ἄχθεται τὸν Μαρδοχαῖον βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι
280
[*](C) τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου.

Καὶ τὸ μὲν ἦν ἕτοιμον· ὁ δὲ θεὸς τῆς νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον τοῦ βασιλέως. ὁ δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πράξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γενόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφ’ ἑτέραν πρᾶξιν, ἐπέσχεν ὁ βασιλεύς, πυθόμενος εἰ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δ’ ἤκουσε μηδὲν εἶναι, τίς εἴη τῆς νυκτὸς ὥρα ἤρετο· [*](D) μαθὼν δὲ ὡς ὄρθρος ἤδη ἐστίν, ἐκέλευσε τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ ὁ Ἀμάν, ταχύνας ἵνα τὸν Μαρδοκαῖον αἰτήσηται. κληθέντι δὲ εἶπεν ὁ βασιλεύς ‘‘συμβούλευσόν μοι πῶς ἂν τιμήσαιμί τινα στεργόμενον ὑπ’ ἐμοῦ.” ὁ δὲ λογισάμενος, ἣν ἂν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν ἄλλων μᾶλλον, ”εἰ βούλοιο” ἔφη “τοῦτον δοξάσαι, ποίησον ἐφ’ ἵππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα, καὶ προιόντα τῶν ἀναγκαίων σου φίλων ἕνα κηρύσσειν δι’ ὅλης τῆς πόλεως ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν βασιλεὺς τιμήσῃ. ἡσθεὶς οὑν τῇ παραινέσει ραινέσει ὁ βασιλεύς “ ἐπιζήτησον” φησί‘ “Μαρδοχαῖον τὸν Ἰουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ἵππον καὶ στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρ’ ἐμοῦ ἔσται σώσαντί μου τὴν ψυχήν. τούτων ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ὅμως

281
ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορφύραν. ὁ δέ ”κάκιστε” εἶπεν “ἀνθρώπων, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;” γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν ὁ βασιλεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐνδύεται Β τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν, προϊόντος Ἀμὰν καὶ κηρύσσοντος ὅτι οὕτως τιμᾷ βασιλεὺς ὃν ἂν στέρξῃ.

Ο μὲν οὑν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασιλέα

ἐπάνεισιν, Ἀμὰν δὲ οἴκοι ὑπέστρεψε καὶ τὰ συμβάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις ἡκον ἐκ τῆς Ἐσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν Ἀμὰν ἐπισπεύδοντες. εἶς δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν [*](C) αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ' ἡ εὐωχία πρὸς τέλος ἠν, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν ὁ βασιλεὺς τίνα αἰτεῖ, ἡ δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο, καὶ μετὰ τοῦ ἔθνους ἔλεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν Ἀμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως λέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς Ἐσθὴρ ὁ Ἀμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκετεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν ὁ βασιλεύς “ὦ κάκιστε εἶπε, “καὶ καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;” ἐν τούτοις παρὼν ὁ εὐνοῦχος περὶ τοῦ σταυροῦ εἶπεν ὃν εἶδεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. [*](D) [*](Cap. 7. Iosephi Ant. 11, 6, §. 10—8 §.)

282
καὶ ὁ βασιλεὺς αὐτίκα κελεύει τὸν Ἀμὰν ἐπ’ ἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ ὁ μὲν οὕτως ἀπώλετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον ἔσχηκεν ἡ βασίλισσα. γνοὺς δὲ τὴν πρὸς Ἐσθὴρ τοῦ Μαρδοχαίου συγγένειαν ὁ βασιλεὺς δίδωσιν αὐτό τὸν δακτύλιον ὃν ἔδωκε πρὶν τῷ Ἀμάν. καὶ ἡ βασίλισσα τὴν κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κινδύνου ἀπαλλάξαι τὸ τῶν Ἑβραίων ἔθνος τοῦ βασιλεώς ἐδέετο. καὶ ὃς γράφειν ἃ βούλεται ἐξ ὀνόματος αὐτοῦ ἐφῆκε περὶ τοῦ ἔθνους. τὰ δὲ γραφέντα ἤσαν τοιαῦτα. τοῦ μὲν Ἀμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου ἔθνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκάλουν, καὶ τοὺς Ἰουδαίους τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τὸν θεόν σεβομένους, καὶ οὐ μόνον σφάς τῆς τιμωρίας ἀπέλυον εἰς ἣν ὁ Ἀμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ’ εἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἑκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, χοῦς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέλευον βοηθεῖν αὐτοῖς, ἵνα τοὺς ἐχθροὺς μετελεύ- σονται.

[*](P)

Οἱ δὲ ἐν Σούσοις Ἰουδαῖοι τὰ κατὰ τὸν Μαρδοχαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ μηνός, ὃς Μακεδόνας Δύστρος ὠνόμασται, οἵ τε ἐν Σούσοις Ἰουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς ἄλλαις πόλεσί τε καὶ χώραις ἑπτακιδμυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἶ δ' ἐν Σούσοις καὶ τῇ ἐξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, τοῦτο αἰτησαμένης Ἐσθῆρ· καὶ οἱ δέκα τοῦ Ἀμὰν

283
παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἑορτάσιμον τὸ ἔθνος ἅπαν ἐποίησε. καὶ ἔκτοτε τὰς ἡμέρας καὶ ἄμφω ἑορτάζουσι, φρουραίας ταύτας [*](C) προσαγορεύοντες. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἢν καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν.

Τῆς δ’ ἀρχιερωσύνης εἰς Ἰωάνναν μεταπεσούσης τὸν υἱὸν Ἰωδαί, ὁ ἀδελφὸς αὐτοῦ Ἰησοῦς, φίλος ὢ Βαγώα τοῦ στρατηγοῦ τῆς Ἀρταξέρξου δυνάμεως, ὑπόσχεσιν ἔσχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύτην γοῦν τὴν αἰτίαν ὁ Ἰωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ ὁ Βαγώας εὐθὺς ἐπιστὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡς “εἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν,’ καὶ ἐπ’ ἔτεσιν ἑπτὰ τοὺς Ἰουδαίους ἐκάκωσε. τοῦ [*](D) Ἰωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰωάδ. ἢν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, ᾠ Σαναβαλέτης σατράπης Δαρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν Ιεροσολυμιτῶν λογάδες ἐστασίαζον, ὅτι ἀλλοφύλῳ συνῴκησεν ὁ τοῦ ἀρχιερέως ἀδελφός, καὶ ἢ διαζεύγνυσθαι ταύτης ἐκέλευον ἢ τοῦ θυσιαστηρίου ἀπέχεσθαι. ὁ δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγήσατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδείξειν καἲ ἡγεμόνα ὧν αὐτὸς ἦρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ τοῦ Γαριζὶν ὄρους, ὃ τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν Ἱεροσολύμοις κρείττονα ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως Δαρείου,

284
ἐπαρθεὶς τούτοις ὁ Μανασσῆς κατέμενε παρὰ τῶ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ ἄλλων ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συνῃεσαν πρὸς τὸν Μανασσῆν. ὁ μὲν οὑν Σαναβαλέτης τῷ βασιλεῖ Δαρείω τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, ὁ δὲ τῷ Ἀλεξάνδρῳ συμβαλὼν ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ [*](P) ἡττηθεὶς ἔφυγεν. ἀπογνοὺς οὖν ὁ Σαναβαλέτης Δαρεῖον τῷ Ἀλεξάνδρῳ πρόσεισι σὺν ὀκτάκις χιλίοις τῶν ὑπ’ αὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ὧν ἦρχεν ἔλεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ Ἀλεξάνδρου αὐτόν, θαρρῶν ἤδη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆγεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σύν πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν.

Ἐπεὶ δὲ μνείαν τοῦ Ἀλεξάνδρου ὁ τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ ἤθη καὶ ὅθεν κἀκ τίνων ἔφυ κατ’ ἐπιδρομὴν [*](C) διηγήσασθαι, καὶ οὕτως αὖθις ἐπαναγαγεῖν τὸν λόγον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον ὅτι καὶ τοῖς Ἱεροσολύμοις οὗτος ὁ βασιλεὺς ἐπεδήμησε, καί τι θαύματος ἄξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τόν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον ὅραμα διηγήσατο, ὡς Ἰώσηπος ἱστορεῖ· ἃ προι·ὼν ὁ λόγος μετὰ τὴν περὶ αὐτοὶ ἱστορίαν διδάξει.

Οὗτος Φιλίππου μὲν ἦν τοῦ Μακεδόνων βασιέως υἱὸς ἐξ Ὀλυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται δὲ Ἄμμωνος εἶναι υἱός, ἐν εἴδει δράκοντος τῇ Ὀλυμ- [*](Cap. 8. Plutarchi Alexander C. —9. 24 Ἰώσηπος] Ant. 11, 8, 5. 25 διδάξει ] infra cap. 15.)

285
πιάδι συνευνασθέντος· Ἄμμωνα δὲ τὸν Δία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθος’ λέγεται δὲ τὴν μητέρα αὐτοῦ [*](D) πρὸ τῆς νυκτὸς ᾗ τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον ὁ Φίλιππος καθ’ ὕπνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἶ μὲν οὖν ἄλλοι μάντεις ἄλλως τὸν ὄνειρον ἔκρινον, Ἀρίστανδρος δὲ κύειν ἔφη τὴν σφραγισθεῖσαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δ’ ἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθ’ ἣν ἡμέραν ἐν Ἐφέσῳ ὁ ναὸς τῆς Ἀρτέμιδος ἐνεπέπρηστο· ὅτε καί τινες ἐκεῖ παρόντες τῶν μάγων διαθέοντες ἄτην καὶ συμφορὰν βαρεῖαν τῆν’ ἡμέραν ἐκείνην τῇ Ἀσίᾳ τεκεῖν ἔλεγον.

Ἦν δὲ τὴν χρόαν λευκὸς ὁ Ἀλέξανδρος, ἡ λευκότης δ' ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέπνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δ’ αἴτιον ἡ θερμότης ἂν εἴη τοῦ σώματος· πυρῶδες γὰρ ὄν καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπολάζαιν αὐτοῦ τῷ σώματι σηπεδονῶδες εἴα. παρενέφαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος. [*](P) ποδώκης γὰρ ὤν, πρὸς τοὺς ἐρομένους εἰ Ὀλυμπἰασιν ἀγωνίσεται στάδιον εἶπεν‘‘ “εἰ βασιλεῦσιν ἄντα γωνίσασθαι ἔμελλον.” εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτό ἀπηγγέλη ἢ ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ὥσπερ ἀχθόμενος τοῖς ἥλιξιν ἔλεγεν ὡς “οὐδὲν ἐμοὶ σὺν ὑμίν ὁ πατὴρ ἀπολείψει λαμπρόν τι ἔργον ἐνδείξασθαι.’ τοῦ Βουκεφάλα δ' ἵππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα

286
ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, [*](C) κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, ”οἷον ἵππον” ὁ Ἀλέξανδρος ἔφη “μὴ εἰδότες χρήσασθαι ἀποπέμπονται.” καὶ ὁ πατὴρ ἐπιτιμῶν αὐτῷ εἶπε “σὺ δὲ χρήσασθαι δυνήσῃ αὐτῷ;” ὁ δ’ ἀπεκρίθη “βέλτιον ἂν ἑτέρου τούτῳ χρησαίμην.” καὶ χρήσασθαι τῶ ἵππω ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον, συνεὶς ἴσως ὅτι τῇ σκιᾷ πρὸ αὐτοῦ σαλευομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέθορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακ·αλπάσας μικρὸν ἐφῆκε πρὸς δρόμον ἠγωνίων δ’ οἱ βλέποντες. ἤδη [*](D) δ' ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδα “ζήτει, τέκνον ἔφη, σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ.’ ἦν δὲ ἡ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ Ἀριστοτέλει, μετασχὼν τασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, οὑς οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικούς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς Ἀριστοτέλην αὐτοῦ ἐπιστόλιον οὕτως ἔχον “οὐχ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων’ τίνι γὰρ τῶν ἄλλων διοίσομεν, εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους οὗτοι πάντων ἔσονται κοινοί;” ὁ δὲ ἀντεπέστειλεν ὡς “ἐκδέδονται καὶ οὐκ ἐκδέδονται,” διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον. καὶ τῆς ἰατρικῆς δὲ οὐ τὸ θεωρητικὸν μετῄει μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτήν. αὐτήν. ἑξκαιδεκέτης δὲ γεγονώς, καὶ τοῦ φρονήματος καὶ τῆς ἀνδρείας ἀπόπειραν ἤδη διδούς,
287
ὑπερηγαπᾶτο πρὸς τοῦ πατρός’ διὰ δὲ τοὺς παρ’ ἡλικίαν ἔρωτας τοῦ Φιλίππου καὶ τὸ τῆς μητρὸς ζηλότυπον καὶ βαρύθυμον ὁ Ἀλέξανδρος ἔσχε πρὸς τὸν πατέρα διαφοράς.

Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε [*](P) τὴν βασιλείαν εἴκοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμένων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας Θηβαέων ἀποδόμενος, Ἀθηναίοις δέ γε σπεισάμενος. ὅτε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατᾐσχυνε βιασάμενος, ἕνος εἶτα περὶ χρημάτων ἀνέκρινεν. ἡ δὲ μόνον αὐτὸν ἀπολαβοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ' ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ὦσεν αὐτὸν ἡ [*](C) γυνὴ κατ’ αὐτοῦ καὶ λίθους ἄνωθεν βαλοῦσα ἔκτεινεν. ἣν δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν ὁ Ἀλέξανδρος ἥτις εἴη. ἡ δὲ ἀτρέστως Θεαγένους εἰμὶ ἀδελφή ἀπεκρίνατο, “ὅς πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς Ἑλλήνων ἐλευθερίας ἀγωνιζόμενος ἔπεσεν.’ ἀγάμενος οὖν τήν τε μεγαλοφροσύνην τῆς γυναικὸς ὁ Ἀλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. πρὸς Διογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ἄνδρα καὶ εἴ τινος δέοιτο ἤρετο. ὁ δὲ τῆς τοῦ ἡλίου εἶπεν ἀλέας δεῖσθαι, καὶ μεταστῆναι [*](D) αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ Ἀλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους· ὁ δὲ πρὸς [*](Cap. 9. Plutarchi Alexander C. 21.)

288
αὐτοὺς ἔφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς εἰ μὴ Ἀλέξανδρος ἥμην, Διογενὴς ἂν ἥμην.”

Ὁρμήσας δὲ εἰς τὴν ἐν τῇ Ἀσίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων ἀγρόν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον ἄλλην. τοῦ δὲ Περδίκκου “τί δ’, ὧ βασιλεῦ, σεαυτῷ καταλείπεις; εἰπόντος, ‘τὰς ἐλπίδας ἐκεῖνος ἀντέφησε. διαβάντι δὲ τὸν Ἑλλήσποντον οἱ τοῦ Δαρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρα- νίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπίθεδιν, ἐκεῖνος σὺν ἴλαις ἱππέων τρισκαίδεκα ἐμβάλλει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλ’ οὐ στρατηγικῶς ἔδοξε τότε ποιήσασθαι τὴν διάβασιν. οὕτω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, ἦν γὰρ ἐκ τῶν ὅπλων διάδηλος, ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος [*](P) αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο ἡ πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παραψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ' οὕτω σὺν συνιδταμένης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβεβήκασι· καὶ οἱ τοῦ Δαρείου οὐκέτι ἀντεῖχον, ἀλλ’ ἔκλιναν εἶς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ Ἀλεξάνδρῳ φορά· εἵ τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ τἄλλα προσέθεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ τήν τε Παμφυλίαν ἔσχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· εἶτα Παφλαγόνας καὶ Καππαδόκας ἐχειρώσατο.

289

Δαρεῖος δὲ ἐκ Σούσων σὺν ἐξήκοντα μυριάσιν ὥρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ [*](C) θράσος ἔχων ὡς δειλιῶντος Ἀλεξάνδρου, ὅτι ἐπὶ μακρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον ἦν, ὅτε πρὸς τῶν ἄλλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος ὁ Ἀκαρνὰν ἐθάρσησε φαρμακεῦσαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖλαι αὐτῷ ὑπὸ Δαρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας εἶχε παρ’ ἑαυτῷ. ἄρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρρῶν [*](D) ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνεχείρισε. καὶ ὁ μὲν ἔπινεν, ὁ δὲ ἀνεγίνωσκεν, ἐνορῶντες ἀλλήλοις, ὁ μὲν Ἀλέξανδρος ἐν ὄψει χαριέσσῃ καὶ ἱλαρᾷ, ὁ δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθρυβημένῃ. τοῦ δὲ Δαρείου σπεύδοντος ἐπ’ Ἀλέξανδρον, ἔν, ὡς ἔλεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακεδὼν Ἀμύντας ὢν αὐτόμολος παρ’ αὐτῷ θάρρει” ἔφη, ‘ὦ βασιλεῦ· οὐ γὰρ φεύξεται ὁ Ἀλέξανδρος, ἀλλ’ ὅσον ἤδη βαδιεῖται πρὸς δέ.”

Ἐν Ἰσσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτηθείσης, πολλὴν μὲν καὶ ὁ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ Ἀλεξάνδρῳ ῥοπήν, πλείω δ’ αὐτὸς ἑαυτῷ δεξιῶς στρατηγήσας. ὅτε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νικήσας Δαρεῖον μὲν οὐχ εἶλε φυγόντα, τὸ ἅρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ἔλαβε. τὸ δὲ Δαρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, ἡ μέντοι τοῦ Δαρείου σκηνὴ τῷ Ἀλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θεραπείας καὶ τοῦ πλούτου καὶ τῆς ἄλλης παρασκευῆς. εἶτα τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου καὶ δύο

290
θυγατέρας αἰχμαλώτους ἄγεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος Δαρείου, ἐπεὶ τὸ ἅρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθή- [*](P) δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμησας τον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα ὅτι τε ζῇ Δαρεῖος καὶ ὅτι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι Δαρεῖον, ἀλλ’ ὑπὲρ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι. οὔτε δὲ τῆς θεραπείας ἧς εἶχον ἀφείλετό τι οὔτε εἰς ὄψιν ἦλθεν αὐταῖς οὔτε παρά του ἀνάξιόν τι ταύτας παθεῖν ἢ προσδοκῆσαι ἠνέσχετο.

Ἤδη δὲ νενικηκὼς ἐν Ἰσσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς Δαμάσκου, ἔνθα οἱ Πέρσαι καὶ Δαρεῖος αὐτὸς τά [*](C) τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. μετὰ δὲ ταῦτα ἥ τε Κύπρος καὶ ἡ Φοινίκη, τῆς Τύρου χωρίς, αὐτῷ ἐγκεχείριστο. ἡ δὲ Τόρος πολιορκίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ Ἀλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ ὁ Ἡρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· ὁ δ ἕτερος ὄνειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δ’ οὗτος ὁ ὄνειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς σὰ [*](D) Τυρὸς ἔσται.” εἶτα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς Συρίας μεγάλην, ἐπλήγη τὸν ὦμον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αίγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ Ἑλληνίδα εἰς ὄνομα οἰκεῖον ἱδρύσασθαι, καί τινα τόπον ἤδη τῇ πόλει ἀφώρισε. κοιμωμένῳ δὲ ἀνὴρ ἔδοξεν ἐπιστῆναι πολιός τε καὶ γεραρός, εἶναι δὲ τὸν φανέντα τὸν Ὅμηρον, καὶ λέγειν τὰ ἔπη ταῦτα, [*](Cap. 10. Plutarchi Alexander C. 30.)

291
νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε· Φάρον δέ ἔ κικλήσκουσιν. ἀναθορὼν οὖν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυίᾳ ἐκεῖ τὴν πόλιν ἱδρύσατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον οὖσαν τό πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι ἔφη ὡς Ὅμηρος ἄρα τἄλλα τε μέγας ἦν καὶ ἀρχιτέκτων σοφός. εἰς Ἄμμωνος δὲ ἱερὸν ἀπιὼν δι’ ἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν αὐτῷ παρομαρτοῦσαν ἐν ἅπασιν εὐτυχίαν εὗρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς ἄμμου καὶ συμπιληθείσης ἐκ τῆς [*](P) ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυδέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μετ’ αὐτοῦ, καὶ εἴ τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. οὕτω δὲ διελθόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Ἄμμωνος φθάσαντι, ὁ ἐκεῖ προφήτης Ἕλληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τό τέλος τὸ πρόσρημα, ὢ παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ ὁ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ Ἀλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λόγου ὅτι παῖ Δῖός ὁ προφήτης εἶπεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν [*](C) τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν Ὀλυμπιάδα λέγειν οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ἥραν ὁ Ἀλέξανδρος;” πρὸς δὲ τοὺς Ἕλληνας τοῦ λόγου ἐφείδετο. [*](1 νῆσος] Odyss. Δ, 354. 28 λέγειν] Plut. Alex. c. 3.)
292
βέλει δέ ποτε τρωθείς, αἵματος ἐκ τῆς πληγῆς καταρρέοντς “τὸ ῥέον εἶπεν αἷμα καὶ οὐκ
  • ἰχὼρ οἶός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.”
  • ὡς δὲ ὁ Δαρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, ὁ Παρμενίων εἰ Ἀλέξανδρος” εἶπεν ‘‘ἤμην, ἔλαβον ἀν’ ταύτα κἄγω ἔφη νὴ Δία, εἰ Παρμενίων. [*](D) ἀντεπέστειλε δὲ τῷ Δαρείω, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς Δαρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· ἔφθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. Δαρεῖος δὲ ἀνεκλαύσατο, φήσας ὅτι οὐ μόνον αἰχμάλωτος ἡ βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ ὁ εὐνοῦχος ἀλλὰ θάρρει, ὦ δέσποτα,” ἔφη. οὔτε γὰρ ζῶσά μου ἡ δέσποινα καὶ ἡ μήτηρ ἡ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, οὔτ’ ἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι.” τούτοις ὁ Δαρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦχον ἰδίᾳ παραλαβών, ὅρκοις προκατελάμβανεν εἰπεῖν, εἰ τις περὶ τὴν γυναῖκα γέγονε τῷ Ἀλεξάνδρῳ ἐμπάθεια. πώς γάρ” ἔλεγε παρ’ ἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς ἔφης, οὕτω τετίμηται; ὁ δ’ εὐνοῦχος τὸν λόγον ἐγκόψας εὐφήμει, δέσποτα, ἔφη “καὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήτ’ αὖ κακηγόρει Ἀλέξανδρον, ὃς πλέον ταῖς Περσίσι τὸ σῶφρον ἢ τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·” καὶ [*](3 ἰχὼρ] II. Ε, 340.)
    293
    ὅρκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας Ἀλεξάνδρου καὶ τῆς ἄλλης ἀρετῆς διηγούμενος. καὶ ὁ Δαρεῖος ηὔχετο δυνηθῆναι ἀμείψασθαι τὸν Ἀλέξανδρον [*](P) ὧν εἰς τὰ φίλτατα καλόν ἐνεδείξατο, ἢ μὴ ἄλλον εἰς τὸν Κύρου καθίσαι θρόνον ἢ τὸν Ἀλέξανδρον.

    Ἤδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ Ἀλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν ὄψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ ἦν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κάτε λάμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ ἄλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον Ἀλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ ἂν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ “οὐ κλέπτω [*](C) τὴν νίκην” εἶπε· τῇ δ’ ἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν Ἀρβήλοις, ὡς δ ἕτεροι, ἐν Γαυδαμήλοις, οἱ βάρβαροι ἐν ἔκλιναν, καὶ ἦν αὐτῶν διωγμός. Ἀλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφ’ ἅρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ὥστε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ ἦν ἐξελάσαι τὸ ἅρμα τοῖς πτώμασι συνεχόμενον, [*](D) τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δ’ ἵππον ἀναβεβηκὼς ἔφυγεν. ἑάλω δ’ ἄν, εἰ μὴ Παρμενίων τὸν Ἀλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ κατ’ αὐτὸν κέρατι πονουμένῳ.

    [*](Cap. 11. Plutarchi Alexander c. 31 44.)
    294

    Ἡ μὲν ουν νίκη λαμπρὰ τῷ Ἀλεξάνδρῳ προσγέγονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, Ἀλέξανδρος δὲ τῆς Ἀσίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ᾿ αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια εὕρηκε καὶ ἄλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος εὗρε πλῆθος ὅσον ἐν Σούσοις. τὸν ἄλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ἔτι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τόν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ᾿ ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφάν [*](P) βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον.

    Ἐξελαύνων δ᾿ ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ᾿ ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείο-

    295
    νᾶς διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. [*](C) ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλ’ ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς εἰ ἐγῶ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι.” ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατον “τοῦτό μοι πέρας δυστυχίας ἀπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί [*](D) σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα ναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας.” καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῶ θανόντι Ἀλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περιέστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, ὃ καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ἐκόμισαν ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν.

    Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα [*](Cap. 12. Plutarchi Alexander c. 45. — 52. 57 et 58.)

    296
    πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων [*](P) ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν ἢ κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ’ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν [*](C) κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέξανδορον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἢν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾁδομένων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ᾿Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ’ αὐθαδείας καὶ μέθης καὶ κατ’ αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δ’ ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα [*](D)
  • οἴμοι, καθ’ Ελλάδ ὡς κάκως νομίζεται
  • καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ Ἀλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυ- [*](27 Εὐριπίδου] Androm. 693.)
    297
    θέντος μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺ τοὺς λόγους αὐτῶν. Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι.

    Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἶ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ἤδη δὲ καὶ φοβερὸς ἣν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε [*](P) τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας ‘‘ἀλλὰ σοί γε εἶπε καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκε.” ήκει. ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων “τί γάρ εἶπεν “ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον; ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων [*](C) πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν

    298
    Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ Ἀλέξανδρος “εἰ σὲ μέν” εἶπεν “αἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκατὸν τοὺς ἀρίστους..” γελάσας οὖν πρὸς ταῦτα ὁ Ἄκουφις “ἀλλὰ βέλτιον” εἶπεν ‘‘ἄρξω, ὦ βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ.”

    Ὁ μέντοι Ταξίλης μοίρας ἄρχων τῆς Ἰνδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ὤν ἀνήρ, πέμψας ἠσπάσατο τὸν Ἀλέξαν- [*](D) δρον καί τί δεῖ πολέμων ἡμῖν ἔφη, “εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' ἄλλοις εἰ μὲν κρείττων ὦ, ἕτοιμός εἰμι εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παδών.” ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀλέξανδρος “ἐλώ” φησίν “ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιλένῃ.” λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δἑ τινι πόλει τῶν Ἰνδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων Ἰνδῶν ἀπέτεινεν ἅπαντας· ὃ τοῖς αὐτοῦ πολεμικοῖς ἔργοις οἷά τις κηλὶς πρόσεστιν. εἶτα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας Ἰνδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος ἔχοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν ὁ Ἀλέξανδρος ἠρώτησε πῶς ἂν αὐτῷ χρήσαιτο, ὁ δέ “βασιλικῶς” ἀπεκρίνατο· πυνθανομένου δ' ἔτι τοῦ Ἀλεξάνδρου εἴ τι καὶ ἕτερον λέγει, ὁ Πῶρος “πάντα ἔφη “τῷ βασιλικῶς ἔνστιν.” ἀφῆκεν οὖν αὐτὸν καὶ ἄρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον [*](Cap. 13. Plutarchi Alexander c. 63.)

    299
    ὧν ἦρχε πρῴην, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐν ταύτῃ [*](P) τῇ μάχῃ καὶ ὁ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτελεύτησεν, ἤδη ὑπέργηρως γεγονώς. ὁ δὲ Ἀλέξανδρος ἤλγησεν ὥς τινα φίλον ἀποβαλών.

    Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο Ἀλεξάνδρῳ καὶ τὸν Γάγγην ποταμὸν περᾶσαι βιαζομένῳ, εὖρος μὲν ἔχοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. ὁ δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ἔμενεν, ἥττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐνδέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ [*](C) σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέλων τὴν ἔξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέβαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις οὖσιν Ἰνδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμένων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέσους ἄνωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ἔστη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκεδάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπι- [*](D) στάς, ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις ὅπλοις ἐτίτρωσκον. εἷς δ᾿ ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ οὕτως αὐτοῦ καθίκετο ἡ πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ὅθεν ὁ βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος ὑπερασπίσαντες καὶ ἄμφω ἐτρώθησαν· καὶ ὁ μὲν τέθνηκε, Πευκέστας δὲ ἔτι ἠμύνετο, τὸν δὲ τρώσαντα αὐτὸν βάρβαρον ἀνεῖλεν Ἀλέξανδρος. πολλα-

    300
    χοῦ δὲ τρωθείς, εἶτα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρός τοὺς βαρβάρους ἀπέβλεπεν. ἐν τοσούτῳ δ’ ἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν ἐκομίζετο. ἐνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυμίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ὅμως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εές θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε ποθοῦντας αὐτόν· αὐτόν· καὶ προῆλθεν.

    Ἀναρρωσθεὶς δὲ αὖθις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσο- [*](P) τινας τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπόρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ἕνα δὲ τῶν ἐν δόξῃ παρ’ αὐτοῖς ὄντων Κάλανον κεκλημένον ἔπεισεν ὁ Ταξίλης πρὸς Ἀλέξανδρον ἀφικέσθαι. οὗτος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ ἄκρα ταύτης πατῶν. ἡ δὲ ἐν μέρει τῶν ἄκρων πιεζομένη τῇ συμπατήσει τοῖς ἄλλοις ᾔρετο μέρεσιν. εἶτα μέσον αὐτὴν πατήσαντος καὶ συσχόντος ἡ ὅλη βύρσα ἠτρέμει καὶ ἀκίνητος ἢν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν Ἀλέξανδρον μὴ τοῖς ἄκροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ἵν οὕτω καὶ τὰ πέριξ ἠρέμα ἡ.

    [*](C)

    Ἑπτὰ δὲ μησὶ διά τῶν ποταμῶν εἰς τὴν θάλασσαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. εἶτα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ πεζὴ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ [*](Cap. 14. Plutarchi Alexander c. —77. λέγεται δὲ ρ. 304 ν. 20 sq. fortasse ex Arriano 7, 27.)

    301
    πλῆθος τοσοῦτον ἀπώλεσεν ὥστε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀνακομισθῆναι διὰ νόσους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. ἄπορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ἔχουσαν, καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ἔχοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ᾿ ἡμέ- [*](D) ραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ᾿ ἐπὶ θάλασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. ἡ γὰρ ἄνω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς ὕβριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν τοὺς ὑποφόρους ἐκίνησαν. Ἀβουλήτου δὲ τῶν σατραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ προσαγαγόντος αὐτῷ τρισχίλια λαντα, παραθεῖναι ταῦτα τοῖς ἵπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ “τί ὄφελος” ἔφη “τούτων ἡμῖν;” ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ὄντα καὶ οὐδὲ τῶν ἀσήμων. εἶχε δὲ ὁ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί “ὦ ἄνθρωπε ὅστις εἶ καὶ πόθεν ἥκεις, ὅτι γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύτῆς γῆς φθονήσῃς, ἣ τοὐμὸν σῶμα περικαλύπτει.” ταῦτα δ᾿ ἀναγνωσθέντα τὸν Ἀλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθ- [*](P) μητον.

    Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστω τῶν ἑστιωμένων ἐνακισχιλίων ὄντων φιάλην χρυσῆν ἐδω-

    302
    ρήσατο, καὶ τἄλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. ὅτε καὶ Ἀντιγένης τῶν ἡγεμόνων εἶς ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς οὑν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας ὁ Ἀλέξανδρος καὶ [*](C) τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα.

    Τῶν δὲ παίδων τῶν τρὶς μυρέων, οὓς διδάσχεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρε- πῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν Ἀλέξανδρος ἥδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, ὕβριν ἡγεῖσθαι τοῦτ’ ἔλεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ’ ἐπὶ τούτοις Ἀλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ’ αὖθις τοὺς Μακεδόνας προσήκατο, [*](D) καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ Ἀντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι.

    Ἐν Ἐκβατάνοις δὲ γενομένου αὐτοῦ Ἡφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου καρτυνθείσης ἐξέλιπεν. οὐκ ἤνεγκεν οὖν λογισμῷ τὸ πάθος Ἀλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ἵππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αὖθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης

    303
    θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος Ἀλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ ἔπεσον. ἠγγέλη δ᾿ αὐτῷ ὡς Ἀπολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος εἴη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ὃς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος ἄλοβον εἶναι τὸ ἧπαρ, “παπαῖ” εἶπεν, “ἰσχυρὸν τὸ σημεῖον,” καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ᾿ αὐτῷ καὶ ἄλλα γεγόνασι καὶ τοῦτο δέ· [*](B) ἀποδυσαμένου γὰρ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ὃς ἀνακρινόμενος ὅστις εἴη ἐπὶ πολὺ μὲν ἄφωνος ἦν, μόλις δέ ποτε Διονύσιος ἔφη καλεῖσθαι, τὸ δὲ γένος εἶναι Μεσσήνιος, δέσμιος δ᾿ ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι [*](C) τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν οὖν ἄνθρωπον ὁ Ἀλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ἦν ὃ μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ἕπιεν οἶνον, καὶ φρενιτιάσας ἀπέθανεν. εἷς μὲν οὖν ὁ τῆς ἐκείνου τελευτῆς λόγος οὗτος· ἕτερος δ᾿ ἔχει ἐφ᾿ ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, οὕτω δὲ κραταιωθῆναι τὸν πυρετὸν ὡς ἄφωνον κεῖ-
    304
    [*](D) σθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ἕως αὐτοῖς αἶ θύραι ἠνοίχθησαν καὶ τὸν Ἀλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν Ἀριστοτέλην Ἀντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ δι’ ἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ὃ δρόσον ὥσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ἕτερον ἀγγεῖον στέγει αὐτό, ἀλλ’ ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἶ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θα- νεῖν τὸν Ἀλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφ’ ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον.

    Λέγεται δὲ ὡς γνοὺς ἤδη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ἵνα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ Ῥωξάνη τοῦτο γνοῦσα εἶργεν αὐτῷ τὸ ἐγχείρημα, ὁ δὲ μετ’ οἰμωγῆς ἔφη ὡς “ἐφθόνησας ἄρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν.

    [*](P)

    Ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως εἰς μέγα τύχης