Ἱεροβοὰμ δὲ ὁ υἱὸς Ἰωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ὤν, τοῦ θεοῦ τὸν Ἰσραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου Ἰωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος.
Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ᾿ ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αἴτιον, κληροῦται ὁ Ἰωνᾶς. καὶ ὅστις εἴη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ᾿ ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο· “οὐ γὰρ ἂν ἄλλως” ἔλεγε “τὸν κίνδυνον διαφύγοιτε.” ὁ μὲν οὖν ἐρρίφη, ὁ δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ἴσας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. ὁ δὲ συγγνώμην ᾔτει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι ἃ προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ κατα- [*](P) στραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς ἅπας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ὃς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ὄλεθρον ἀπ᾿ αὐτῶν.
Ἱεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ᾿ αὐτὸν ἐκράτησε τῆς ἀρχῆς Ἀζαρίας ὀ παῖς αὐτοῦ.
[*](Cap. 21. Iosephi Ant. 9, 10 et 11. Regum 4, 14 et 15. Ionae 1—3. Paralip. 2, 26 et 27.)161
Ὁ δὲ βασιλεὺς Ἰερουσαλὴμ Ὀζίας εὐσεβὴς τὰ πρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ἦν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιάσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δ’ αὐτὸν τοῦ ἀρχιερέως Ἀζαρίου καὶ [*](C) τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οἶον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ὄψει προσβαλὸν λέπραν ἐποίησε κατ’ αὐτῆς ἐξανθῆσαι. οἱ δ’ ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ οὕτως ζήσας χρόνον τινά, ὑπ’ ἀθυμίας ἀπέθανε, βασιλεύσας ἔτη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ Ἰωάθαμ.
Ἀζαρίας δὲ ὁ τοῦ Ἱεροβοὰμ ἐπὶ ἕξ βᾶσ’ ἓξ ἐύς ἃς μῆνας τῶν Ἰσραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ’ ἡμέρας βασιλεύσας [*](D) τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν Ἰσραὴλ ἀντ’ αὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, ἃ ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ἴτη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ οὗτος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ Ῥομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. ὅτε καὶ Θαιγλαφαλασὰρ ὁ τόν Ἀσσυρίων βασιλεὺς
162
τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ Ὀζίου υἱὸς Ἰωάθαμ βασιλεὺς Ἱερουσαλὴμ εὐσεβὴς τυγχάνων δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς Ἀμμανίτας ὑποφόρους ἔθετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκείνου ἔργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ᾿ Ἰωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ἔτη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ’ ἐπὶ ἒξ βασιλεύσαντι.
[*](P)Μετέπεσε δὲ τῆς Ἱερουσαλὴμ ἡ ἀρχὴ εἰς τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐτοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν Ἱεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθ’ οὗ Ῥαασὼν ὁ τῶν Σύρων ἡγεμονεύων καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν Ἱερουσαλὴμ ἐπὶ μακρόν. καὶ ὁ μὲν Ῥαασών, πόλεων ἑτέρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς Δαμασκόν· Ἄχας δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ ἥττητο, δώδεκα μυριάδας ἀποβαλὼν τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ ἡ στρατιὰ [*](C) αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς [*](Cap. 22. Iosephi Ant. 9, 12—14. Regum 4, 16 et 17. 2, 28—30.)
163
αἰχμαλωτίσασι καὶ συνεβούλευεν ἐλευθερῶσαι αὐτούς· οἶ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Ἄχαζ δὲ τὸν Ἀσσυρίων βασιλέα ἠξίου αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν Ἰσραηλιτῶν. ὁ δ’ ἧκε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν Δαμασκὸν εἶλε καὶ τὸν Ῥαασὼν ἀνεῖλε καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν καταδραμὼν πλεέστους αἰχμαλώτους ἀπήγαγεν. ὁ δὲ Ἄχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυροὺς καὶ ὅσα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δ’ ἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλά καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. οὕτω δὲ βιοὺς ἐτελεύτησεν ἕξ καὶ
[*](D) τριάκοντα ζήσας ἔτη, βασιλεύσας δ᾿ ἑξκαίδεκα, Ἐζεκίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν Ἰσραηλιτῶν βασιλέα τότε θανεῖν κατ’ ἐπιβουλὴν Ωσηέ. καὶ οὗτος δὲ πονηρὸς ἦν· διὸ καὶ στρατεύσαντος κατ’ αὐτοῦ τοῦ τῶν Ἀσσυρίων βασιλέως Σαλμανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπιταχθείς.
Εζεκίας δὲ εὐσεβὴς ὢν καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. ἔστειλε μέντοι καὶ πρὸς πάσαν τὴν χώραν μετακαλούμενος ἅπαντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς Ἰσραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ ἐπείσθησαν ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραινοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθησαν εἰς εὐσέβειαν καὶ εἰς Ἰερουσαλὴμ συνέδραμον εἰς
164
προσκύνησιν τοῦ θεοῦ. καὶ ὁ βασιλεὺς Ἐζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, ἔθυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέδωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν
[*](P) ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. εἶτα κατὰ τῶν ἀλλοφύλων πόλεμον ἦρε καὶ πόλεις εἷλεν αὐτῶν.
Ὁ δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσηὲ εἰς συμμαχίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων. ὃ γνοὺς Σαλμανασὰρ ὠργίσθη· καὶ ἐπὶ τρισὶν ἔτεσιν ἐπολιόρκησε τὴν Σαμέρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφάνισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν Ἰσραηλιτῶν [*](C) Ὠσηὲ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ἕτερα ἔθνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκισεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετήχθησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ἔτη ἐξ ὅτου τὴν Αἴγυπτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσαράκοντα καὶ μῆνας ἑπτὰ ἐξ ὅτου καταλιπόντες τὸν Ῥοβοὰμ εἴλοντο ἑαυτοῖς εἰς βασιλέα τὸν Ἱεροβοάμ. οἱ δὲ μετοικισθέντες ἐντ’ ἐς εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν ᾧ κατῴκουν τὸ πρὶν ἐν Πέρσιδι, πέντε ὄντες ἔθνη, τοὺς ἰδίους θεοὺς καὶ αὖθις ἐθρήσκευον. ὡς μὲν οὖν ἡ τετάρτη τόν Βασιλειῶν λέγει, λέοντας ἐξήγειρεν ὁ θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ Ἰώσηπος ἱστορεῖ, λοιμὸς [*](D) αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατ’ ὀργὴν τοῦ θεοῦ ἐπιέναι αὐτοῖς τὰ κακά, τοὐ σφετέρου βασιλέως ἐδέοντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν Ἰσραηλιτῶν, ἵν᾿ αὐτοὺς τὴν τῶν Ἑβραίων θρησκείαν μυήσωσιν· οὑ
165
γενομένου ἐπαύσατο ἡ φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν Ἑβραίων Χουθαῖοι, πρὸς δὲ τῶν Ἑλλήνων Σαμαρεῖται.
Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου τοῦ τῆς Ἱερουσαλὴμ βασιλέως ὁ τῶν Ἀσσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ Ἰουδαίᾳ καὶ πάσας εἶλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ Εζεκίας περὶ τῇ Ἱερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ὃν ἂν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυ- σοῦ δὲ τριάκοντα ᾔτησε, καὶ πίστεις ἐνωμότους παρέσχεν ἦ μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ’ Αἰγυπτίους ὥρμησε καὶ Αἰθίοπας, τὸν δ᾿ ἀρχιστράτηγον αὐτοῦ Ῥαψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν Ἱερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ Ἐζεκίᾳ. ἀλλ’ ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπ’ αὐτὸν ἔπεμψε. κἀκεῖνοι εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν Ἐζεκίας” ἔφησαν, “μωραίνει ἐπ’ ἐσῆς ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, ἣ οὐδὲν ἤμυνε τῷ κατέχοντι, ἀλλ’ [*](P) αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος.’ ταῦτα ἑβραϊστὰ ὁ Ῥαψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ἔλεγεν εἰς ἐπήκοον πάντων “μὴ ἀπατάτω ὑμὰς Ἐζεκίας λέ- [*](Cap. 23. Iosephi Ant. 10, 1—3. Regum 4, 18—21. Paralip. 2, 32 et 33.)
166
γων, κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;” καὶ ἀπήγγειλαν ταῦτα τῷ Ἐζεκίᾳ. ὁ δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον,
[*](C) καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ᾿ ἀνελπίστοις αἰτῶν· καὶ πρὸς Ἡσαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ἵν᾿ ἵλεως ἔσοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι ἄπρακτον ἀπ᾿ Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ Ἐζεκίᾳ “μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ᾿ ᾧ πέποιθας μὴ παραδοθῆναι τὴν Ἱερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου.” ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς Ἐζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόν “ἴδε” λέγων “κύριε, καὶ ἄκου-
[*](D) σον τοὺς λόγους Σεναχηρείμ, οὓς ἔστειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ.” Ἡσαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ ἄγγελος ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ᾿ ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ Ἱερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ τῶν ὅπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, Ἰώσηπος δὲ ἱστορεῖ ἐν Ἡροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ ῾Ραψάκῃ στρατιὰν εἰς Ἱεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς Ἀσσυ-
167
ρίοις, ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας οὖν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ ἄπεισιν εἰς Νινευί. καὶ μετ’ ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν
[*](P) ἀρχὴν διαδεξαμένου. Ἐζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ’ ὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν Ἠσαίας κατ᾿ ἐντολὴν τοῦ θεοῦ εἶπε τάξαι τῷ οἴκῳ σου· οὐ γὰρ ζήσῃ.” τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ ὅτι παῖδας μὴ ἔχων ἔρημον ἔμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν 9 καὶ ἀθυμῶν ἐπὶ τούτοις ἔκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αὖθις Ἠσαίας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ᾔτει τὸν προφήτην δείξαι αὐτῷ εἰς
[*](C) πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ἤδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ ἥλιος καὶ σκιὰν ποιήσας, ἐπίστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν Εζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς Ἐζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ἔχειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ὅπλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. Ἡσαΐας δὲ εἶπε τῶ Ἐζεκία “ἐλεύσονται ἡμέραι, καὶ ὁ πλοῦτος ὃν ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ἔσονται εἰς
[*](D) 168
εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος.” Ἐζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, ‘‘ἔστω” φησίν “εἰρήνη ἐν ταῖς ἡμέραις μου.” ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ἔτος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εἴκοσι.
Διαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μανασσῆς πᾶν εἶδος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς Ἰουδαίας ἐκίνησεν, ἣ τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αἴτιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἶ τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασθκειαν άποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. οὕτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς Πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά.
Ἡ βασιλεία δὲ πρὸς Ἀμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοὐ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς [*](P) ἐπὶ τέσσαρσιν εἴκοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν Ἰωσίαν, ὄγδοον τῆς ἠλικίας ἀνύοντα χρόνον ὃς εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς [*](Cap. 24. Iosephi Ant 10, 4–6. Regum 4, 21—24. Paralip. 2, 33—36.)
169
τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν ὅσον ἕκαστος βούλεται. καὶ οὕτω συναχθέντων χρημάτων ὅ τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ὃς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως
[*](C) τῷ βασιλεῖ. ὡς δ’ ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν Ὀλδὰν γυναῖκα Σελοὺμ ἔπεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ ἄλλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον ἤδη ψῆφον εἶπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ὄντα οὐκ ἐπάξει νύν τὰ κακά, ἀλλ’ αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς Ἱεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. εἶτα ὅρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους
[*](D) καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ὃν ἀνέστησεν Ἱεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ὃς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ Ἰωσίαν μετὰ τριακόσια ἔτη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς Ἰσραηλίτας δὲ πορευθεὶς Ἰωσίας, ὅσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἀπάσης τῆς χώρας ἀφανίσας τὰ εἴδωλα, εἰς Ἱερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ἣν
170
πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, εἶργε δὲ αὐτὸν Ἰωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ᾿ αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. Ἰωσίας δὲ οὐ μεθίετο. ἤδη οὖν παρετάσσοντο μαχεσόμενοι, καὶ Ἰωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ἔλυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς Ἱεροσόλυμα τελευτᾷ, βασιλεύσας ἔτη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου Ἱερεμίας ἦν ὁ προφήτης, ὃς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ Ἱερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ ῾Ρωμαίων αὐτῆς ἅλωσιν.
[*](P) οὐ μόνον δὲ οὗτος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ Ἰεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. ἦσαν δὲ ἄμφω τῆς ἱερατικῆς φυλῆς.
Τελευτήσαντος δὲ Ἰωσίου Ἰωάχαζ ὁ παῖς αὐτοῦ ἦρξεν, εἴκοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ὤν, ἀσεβὴς γε- γονώς· ὃν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ Ἐλιακεὶμ δέδωκεν, Ἰωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσοῦ. τὸν Ἰωάχαζ δὲ ἀπήγαγεν εἰς Αἴγυπτον, ὅπου καὶ ἐτελεύτησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ἦσαν μῆνες ἐπὶ δέκα ἡμέραις.
[*](C)Ἰωακεὶμ δὲ ἀσεβεῖ τε ὄντι καὶ κακούργῳ ἔτος ἤδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. οὗτος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ᾿ ἔτει τῆς βασιλείας Ἰωακεὶμ ἐπιστρατεύει τῇ Ἰουδαίᾳ μετὰ βαρείας δυ-
171
νάμεως. Ἰωακεὶμ δὲ δείσας ὑπόφορον ἔθετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ἔτεσι προσῆγε τοὺς φόρους, εἶτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωυίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου Ἱερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως ἅλωσιν καὶ τὴν τοῦ βασιλέως Ἰωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον
[*](D) τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ἣν λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ᾿ οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ᾿ οὐ πολὺ δὲ κατ᾿ αὐτοῦ στρατεύει ὁ Βαβυλόνιος, Ἰωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οἷς ἦν καὶ ὁ προφήτης Ἰεζεκιὴλ παῖς ὤν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, Ἰωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς Ἰουδαίας.
Οὕτω μὲν ἔσχε τέλους Ἰωακείμ, ἐνιαυτοὺς βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δὲ ἕνδεκα. ὁ δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι᾿ αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν ἢ αὐτούς· ἃς παρέβη ὁ Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οἳ πρὸς ὀκτα-
172
[*](P) κοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν Ἰωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα
καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς Ἰερουσαλὴμ βασιλείαν τῷ τοῦ Ἱωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ’ αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ὤν, εἴκοσι γὰρ καὶ ἑνὸς ἦν ἐτῶν ὅτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ [*](C) Ἱερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ’ ἐπίστευε λέγοντι τὰς μελλούσας ἔσεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ἃς καὶ Ἱεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς Ἱεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν ἄλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. Ἰεζεκιὴλ μὲν γὰρ μὴ ὄψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, Ἱερεμίας δὲ δέσμιον αὐτὸν ἀΠαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν Ἰουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο.
Οὗτος ὁ Σεδεκίας ἐπὶ ἔτη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπολιόρκει [*](D) τὴν Ἰερουσαλήμ. τῶν δ’ Αἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς Ἰουδαίοις, προυπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ἔλεγον· Ἱερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς [*](Cap. 25. Iosephi Ant. 10, 7 et 8. Regum 4, 24 et 25. Paralip. 2, 36.)
173
καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ’ ἔτη δουλεύσοντα ἑβδομήκοντα, μέχρις οὗ Πέρσαι καὶ Μῆδοι τὴν Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αὖθις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτ’ ἔλεγεν Ἱερεμίας· ὁ δὲ βασιλεὺς καὶ οἶ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυκτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς Ἀναθὼθ τὴν πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον ἤγαγε πρὸς τοὺς ἄρχοντας· οἳ αἰκισάμενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν.
Κατὰ δὲ τὁ ἔνατον ἰτὸς τῆς βασιλείας Σεδεκίου ἔπεισι τὸ δεύτερον κατὰ τῶν Ἱεροσολύμων ὁ Βαβυλύνιος, καὶ ἐφ’ ἔνα πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κραταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. Ἱερεμίας δὲ καθειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ οὕτως· εἰ δ’ οὔ, μένοντας ἀπολεῖσθαι ἢ λιμῷ ἢ μαχαίρᾳ· ‘εἰ δέ τις προσχωρήσει τοῖς πολεμίοις, τὸν θάνατον” ἔλεγε “διαφεύξεται. οὐδενὶ μέντοι πιστὸς ὁ προφήτης λελόγιστο, οἱ δ’ ἡγεμόνες καὶ προσηρέθιζον κατ’ ἐκείνου τὸν βασιλέα. [*](B) δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐτοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέλευσε, καὶ λάθρᾳ καλέσας ἤρετο τί φησι πρὸς τὰ παρόντα δεινά. ὁ δὲ παραδοῦναι τὴν πόλιν συνεβούλευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ἔλεγε μὴ ἀναιρεθῇ. ὁ δὲ προφήτης οὐδενὸς αὐτὸν οὕτω ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν
174
μὲν οὖν ὁ βασιλεὺς ἀπέλυσεν, ὁ δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ εἷλε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδεκίου.
[*](C) Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ἔφευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες οὑν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἤγαγον εἰς τὸν Βαβυλώνιον. ὁ δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κταν- θῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· εἶτα καὶ τὰ ὄμματά πηρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ ἄμφω τοὺς προφήτας ἀληθῆ προειπεῖν. οὕτος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. εἴκοσι δὲ καὶ εἶς ἐτύγχανον ἄπαντες, ἐτῶν διελθόντων ἐξ ὅτου τῆς βασιλείας
[*](D) ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μηνῶν ἕξ, ἡμερῶν δεκαέξ.
Πεμφθεὶς δὲ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τού ναοῦ πάντα ἐσύλησεν. ἐμπέπρηστο δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα μῆνάς τε ἒξ καὶ ἡμέρας δέκα ἀφ’ οὗ ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν Ἑβραίων μεταναστεύσεως μετὰ ἐξήκοντα δύο ἔτη καὶ χίλια καὶ μῆνας ἕξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ἒξ καὶ ἡμέρας δέκα ἐκ δὲ τῆς παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισχίλια πεντακόσια δέκα καὶ τρία ἴτη παρήλθοσαν, μῆνες ἕξ καὶ ἡμέραι δέκα.
Ναβουζαρδὰν δὲ κατασκάψας τὴν Ἰερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καἰ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δ’ αὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν Ἰουδαίᾳ καταλιπὼν ὁ Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδολίαν, [*](B) ἄνδρα τῶν εὖ γεγονότων ἐπιεικῆ τε καὶ δίκαιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτη Ἱερεμίᾳ εἲς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο· ὁ δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος ἤθελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπιτάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ὅσοι δ᾿ ἐκ τῆς Ἱερουσαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν ἧκον πρὸς Γοδολίαν. ὁ δὲ γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν [*](C) ἄνδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν.
Ἐπανῆλθε δὲ σὺν τοῖς ἄλλοις καί τις καλούμενος Ἰσμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ὃς πρὸς τοὺς Ἀμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ἔλεγον· εἰ δ’ ἐπιτρέψει αὐτοῖς κτεῖναι [*](Cap. 1. Iosephi Ant. 10, 8. et 9. Regum 4, 25. Proph. Hierem. 40 seq. de Hieremia lapidato deque ossibus eius Alexandriam translatis eadem leguntur in Chronico Paschali Ι, ρ. 293 ed. Bonn. et in vitis Prophetarum ibid. II, p.270; partim etiam in Epiphanii Ορ. II, ρ. 239 ed. Petav.)
176
τὸν ἄνδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ’ ἠπίστει, ἢ καὶ βέλτιον ἔλεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν ἢ ἄνθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις ὁ Ἰσμαὴλ οὗτος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. εἶτα νυκτὸς ἐπιθέμενος τοῖς
[*](D) καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ Ἰουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ Ἰσμαήλ, ἄνευ ὀλίγων τινῶν, οἳ κεκρυμμένα ἐν τοῖς ἀγροῖς ἔπιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς Ἀμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν Ἰουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, Ἰσμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπεφευγεν.
Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αἴγυπτον ἐβουλεύοντο. καὶ τοῦ Ἱερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλ’ ἀπειθήσαντες ἀπῆραν εἰς Αἴγυπτον, ἄγοντες καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ’ ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι’ ἆ καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. ἆ δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ἰτὸς μετὰ τὴν τῶν Ἱεροσολύμων ἠνύετο
177
πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν Ἀμμανίταις
[*](P) ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ’ Αἴγυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ἕτερον δ’ ἐγκαθίστησι, τοὺς δ᾿ ἐκεῖ Ἰουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. Ἱερεμίου δ’ ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς Ἀλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν ἄλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παρ’ αὐτοῦ κτισθεῖσαν πόλιν τὴν Ἀλεξάνδρειαν.
Ὁ μὲν οὖν προφήτης προεῖπεν, ὡς εἴρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν Ἑβραίων γένος τοιοῦτον εὕρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἶ μὲν γὰρ δέκα φυλαὶ Ὠσηὲ βασιλεύοντος εἰς Σαμάρειαν [*](C) παρὰ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ὅσοι μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων ἔθνος ἐκ Πέρσιδος μετῴκισεν εἰς Σαμάρειαν, ὁ δὲ Ναβουχοδονόσορ ἔρημον ἀφῆκε τὴν Ἰουδαίαν, καὶ ἔμεινεν οὕτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ Ἱερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ἔτη καὶ μῆνες ἒξ πρὸς ἡμέραις δέκα ἐγένοντο.
Τοὺς δ᾿ εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν ἄλλων [*](D) ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας ὁ [*](Cap. 2. Iosephi Ant. 10, 10. Daniel 2 cum Commentario Theodoreti ρ. 1089, 1090 ed. Schulzii. Pauca sunt ipsius Zonarae.)
178
Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσσαρες δὲ τῶν παίδων ἤσαν ἐκ τοῦ βασιλικοῦ γεγονότες γένους, καλοὶ τὰς ὄψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ὧν τὸν μὲν Δανιὴλ καλούμενον Βαλτάσαρ ὁ Βαβυλώνιος μετωνόμασε, τὸν δὲ Ἀνανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ἕτερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν Ἀζαρίαν Ἀβδεναγώ· οὓς καὶ τῶν ἄλλων ἦγεν ἐντιμοτέρους, δι’ εὐφυίαν ἐπὶ σοφίᾳ προκόπτοντας. οὗτοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφάς, ἀλλ’ ὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις ἄλλοις. ὁ δὲ δεδιέναι ἔλεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κακωθῇ οἱ δὲ ἐφ’ ἡμέρας δέκα οὕτω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο ἡ τῶν σωμάτων ἵξις αὐτοῖς, οὕτω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ ἐξῆς, εἰ δ’ ἴδοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας ἔχεσθαι διαιτήσεως. πείθεται τούτοις ὁ τῶν παίδων προεστηκώς, καὶ οὕτω ποιήσας ὡς οὐδὲν αὐτοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας εἶδε, μᾶλλον μὲν οὖν καὶ τῶν ἄλλων θαλερωτέρους γεγονότας,
[*](P) ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πάσαν κατόρθωσαν παιδείαν Χαλδαϊκὴν καὶ Ἀσσύριον. ὁ δέ γε Δανιὴλ καὶ περὶ κρίσεις ὀνείρων κατέτεινε τὴν σπουδήν.
Εἶτα ἐνύπνιον ὁ Ναβουχοδονόσορ ἐξαίσιον θεασάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς ὕπνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπελάθετο. ἕωθεν οὖν μεταπεμψάμενος τοὺς Χαλδαίους
179
καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ ὄναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐτὸν ἤθελον πρότερον εἰπεῖν τό ἐνύπνιον, καὶ οὕτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ θάνατον ἀπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ὄνειρον. τούτοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ
[*](C) συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν ὁ Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· · “ἴσως γάρ” ἔφη “δι᾿ αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον.” ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αἴτησιν. καὶ συμπαραλαβὼν ὁ Δανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται οὖν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι’ αὐτοῦ σημαινόμενα. καὶ μεθ’ ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ἔφη γνωρισθῆναι αὐτῷ καὶ τὸ ὄναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν
[*](D) κινδυνεύοντας, “οὐδὲν δ’ ἧττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ὧν ἀπῄτεις ἀδύνατα, ἃ μόνῃ τῇ θείᾳ φύσει γνωστά. ἃ δ’ ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ὦμοι καὶ οἶ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ἦσαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. εἶτα λίθος ἐξ ὄρους ἀπορραγεὶς τῷ ἀνδριάντι ἔδοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ὄστρακον ἐς τοσοῦτον ὡς ὑπ’ ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδα-
180
σθῆναι αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ’ αὐτοῦ πεληρῶσθαι τὴν γῆν. οὕτος μὲν οὖν σοι ὁ ὄνειρος ἃ δὲ δηλοῦταί σοι δι’ αὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς ἄρξει μετὰ σέ, ταῦτά εἰσιν. ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε εἶ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ’ ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ὦμοί διττὰς εἰκονίζουσι βασιλείας, ὺφ΄ ὡν ἡ ὑμῶν ἡγεμονία καταλυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ὃς τοὺς ὑμάς καταλύσοντας καθαιρήσει· τὴν δ΄ ἐκείνου βασιλείαν αὖθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυνατώτερος.” ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ’ ἄργυρος
[*](P) τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· ὁ δὲ σίδηρος αὖθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῆ̣ μὲν οὖν ἡ τῶν Ἀσσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν ἄλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μηδῶν καὶ τῶν Περσῶν ἐκάλεσεν, αἳ τὴν τῶν Ἀσσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ὥσπερ ἱστορηθήσεται, Πέρσης μὲν ἦν πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ὃς ἄμφω τὰ ἔθνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς Ἀσσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οἷα καὶ τὴν Περσικὴν
[*](C) σικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας ἡ Ἀλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν
181
μηρόν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν Ῥωμαίων ἐκάλεσεν, ᾗ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ ἄλλων μεγάλων βασιλειῶν μεταγενεστέρα ἡ τῶν Ῥωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ὄστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν εἶναι τὴν βασιλείαν, ἔχειν δὲ παρ’ ἑαυτῇ καὶ εὔθραυστόν τι καὶ ἄναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ ὄστρακον, συγκείμενον ἐκ πηλοῦ.
Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαίων [*](D) ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν σιχόνοιαν ἔστιν οὑ ῥέπειν ἐπὶ τὸ χείρον’ καὶ ἀσθενέστερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγκλητονW κλῆτον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ’ ἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα [*](Cap. 3. Quaedam sunt ipsius Zonarae. Inde a ρ. 182, 29 Daniel 2 cum Commentario Theodoreti ρ. 1092, 1093. Iosephi Ant. 10, 10, §. 5.)
182
δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα.
Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ’ ἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσ’ ἔπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην ἄν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχόνοιαν. ὅ τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς [*](P) ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αὔγουστος καὶ ὁ Ἀντώνιος συνεκρότησαν, εἶτ᾿ αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ’ ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν.
Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῆ̣ δ᾿ ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυπῖαν [*](C) ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας.
Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν ὁ λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ ὧν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν
183
ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας ὁ προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ εἴωθεν ἡ γραφὴ καλεῖν τὸν
[*](D) Χριστόν. ὅ τε γὰρ Δαβίδ “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες” ἔφη, “οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,” καὶ ὁ Ἠσαίας ἐκ προσώπου φησὶ τοῦ θεοῦ ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον.” καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ’ ᾧ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε. κᾶέ πάλιν λέγει “θεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.’ κᾶέ αὖθις ἑτέρωθι “ ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.” καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύ- ριος. τὸ δ᾿ ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ ἡ του Ἰούδα νομισθείη φυλή, ἐξ ἦς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χειρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ’ ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότη-
[*](9 Δαβίδ] Ps. 118, 22. 11 Ἡσαΐας] 28, 16. 13 Παῦλος] ad Eph. 2, 20. 15 λέγει] 1 Cor. 3, 11. 17 ἑτέρωθι] 1 Cor. 10, 5.) 184
τος, προιὼν δὲ τὴν οἰκουμένην πάσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν
[*](P) μέλλουσαν αὐτοῦ ἐπιφάνειαν.
Ο μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ’ ἐκείνου θρησκευομένῳ θεῷ. ἔφη γάρ ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια.” δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ αλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ.
[*](C)Εἶτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ ὕψος ἐξήκοντα, πλάτος δὲ ἒξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ὅταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ᾿ ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ἣν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων οὖν προσκυνούντων οἱ τρεῖς νεανίαι, οὓς συγγενεῖς τοῦ Δανιὴλ ἡ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· D τὸ δὲ πῦρ ἐκείνων οὐχ ἥψατο, ἀλλ’ ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης ὕμνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· ἄγγελος δ’ ἦν συγκαταβὰς αὐτοῖς καὶ [*](10 ἔφη]. Dan. 2, 47. Cap. 4. Iosephi Ant. 10, 10 §. 5—11 §. 2. Daniel 3 et 4. Theodoretus in Dan. 5, ρ. 1158.)
185
τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αὔραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ἄνδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων Ἰουδαίων καθίστησιν.
Ὁρᾷ δὲ μετ᾿ ὀλίγον ὁ Ἀσσύριος ἐκεῖνος ἐνύπνιον ἕτερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ᾿ αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. εἶτα Ἲρ εἶδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα “ἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ᾿ αὐτόν.” ταύτην ἰδὼν τὴν ὄψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι᾿ αὐτῆς σημαινόμενα. ἠπόρουν δ᾿ ἐκεῖνοι καὶ οὐκ εἶχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. εἶτα [*](P) πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· “δύνασαι γάρ” φησίν, “ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.” ὁ δέ “κύριέ μου” φησί “βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε.” εἶτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι “τὸ δένδρον τὸ μέγα, ὃ ἑώρακας, σὺ εἶ, ὦ βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλω-
186
σύνῃ σου ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ Κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς, μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ἔπαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· “ὅτι δὲ Ἱρ’ εἶδες ἄγιον ἐκ τοῦ οὐρανοῦ
[*](C) καταβαίνοντα,” τουτἐστιν ἄγγελον θεῖον· τὸ γὰρ Ἳρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι’ οὗ τὸ ἀσώματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ἔχει φύσιν, “ὅτι τοίνυν τὸν ἐγρηγορότα” φησίν “ἐκεῖνον εἶδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ἔλπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αὖθις αὐτήν· τούτου γὰρ εἶναι σημαντικὸν τὸ τὴν φυὴν τόν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ
[*](D) ὁ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας ὁ βασιλεὺς βασιλεὺς διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ἔτη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μνῆσθαι δὲ αὐτοῦ ὁ Ἰώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν Διοκλέα καὶ τόν Φιλόστρατον.
Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ὃς αύτίκκ λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα Ἰωακεὶμ τὸν [*](25 Ἰώσηπος] Ant. 10, 11, 1.)
187
καὶ Ἱεχονίαν καλοῦ μένον, ὃν καθειργμένον εἶχεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον εἶχε διὰ παντός.
Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ τοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ’ οὗ Κῦρος μετὰ Περσῶν τε καὶ Μηδῶν ἐστράτευσεν. οὗτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ φεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ ἃ ἐξ Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ’ ἐκείνων, οἶς ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προΪόντα [*](P) χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κανίαμα τοῦ τοίχου · καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλ’ ἦσαν ἄγνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἔδουσα ἡ μάμμη αὐτοῦ ἔφη ὡς “εἰ μεταπεμφθῇ Βαλτάσαρ ὁ Ἰουδαῖος, ὅς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν ἃ ἕτερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ἔστι γὰρ πνεῦμα ἅγιον θεοῦ ἐν αὐτῷ. αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν [*](C) αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κἂν εἴη σκυθρωπὸν τὸ ὑπ’ αὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ’
188
ἔλεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ὅτι μηδ’ οἶς ὁ πατὴρ αὐτοῦ δι’ ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν οὖν γράμματα ἀνεγίνωσκεν οὕτως ‘‘μανὴ θεκὲλ φαρές,” τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ἔλεγεν “ἠρίθμησεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς
[*](D) σου, καὶ εἰς ἄγαν βραχὺ περιἐστη.” ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ’ ἂν ἀριθμός. οὕτω μὲν οὖν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ἔφη σταθμόν. στήσας οὑν τὸν ὅρον τῆς βασιλείας σου ὁ θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·” καὶ κλάσμα τὸ θεκὲλ σημαίνει καθ’ Ἑλλάδα διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο γὰρ εἰς Ἕλληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ἔλεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν οὖν ἐν τῷ τοίχῳ γεγραμμένα οὕτως ἀνέγνω ὁ Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ᾿ ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ’ αὐτὸν ἐλάσαντος, ὑφ’ οὗ ἥ τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἶσί δ’ οἳ κατὰ τὴν νύκτα ἐκείνην, καθ’ ἣν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι.
Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος ἅλωσιν ὁ προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος ἦν τοῦ Κύρου, υἷός ὢν [*](14 δὲ add Α. 24 εἰσὶ δ’ οἳ] Daniel 5, 30 et p. 1173.)
189
Ἀστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. οὕτω δ᾿ ἔχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ’ ὃν ἤλπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον
[*](P) τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἐξιοῦντες αὐτὸν θεῖναι νόμον ἔν ἐπὶ τριάκοντα ἡμέρας μή τις ἢ τοῖς θεοῖς προσευχόμενος εἴη μήτ’ αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ Δανιὴλ παρ’ αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον. οἱ μὲν οὑν ἄλλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, Δανιὴλ δὲ κατὰ τὸ ἔθος αὐτοῦ ηὔχετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ’ ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν
[*](C) ἄϋπνος τὴν νύκτα διήγαγεν· ἤλπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ὅτι πνεῦμα ἅγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ’ ὅμως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οἴα βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. ἄρτι δ’ ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους εἶναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιὴλ, μισήσας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς,
[*](D) 190
δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ᾿ ἤ δὴ τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, ἔνα γνῶμεν εἰπών εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι.’ διασπαραχθέντων δ’ εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον ἅπασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι.
Ταῦτα μὲν οὖν συμβέβηκεν ὕστερον· ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προφήτης εἶδεν. ἢν δὲ τοιοῦτον τὸ ὅραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ὧν τὸ πρῶτον λεαίνης εἶχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ὃ καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν οὖν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βέον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν Ἀσσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ᾿ ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ἴσην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας [*](P) φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ ἃ τό θηρίῳ [*](Cap. 6. Theodoreti Commentarius in Daniel 7 ρ. 1189—1194. De σκαφεύσει Plutarchi Artaxerxes c. 16, de Aridaeo Plutarchi Alexander c. 77. Verba ἢ καὶ ἄλλως — ἀνεκτήσαντο ρ. 126, C, ex Theodoreto addita sunt.)
191
παρὰ φύσιν προσεπεφύκεσαν τὴν ἔπαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον.
Τὸ δὲ δεύτερον θηρίον ἄρκῳ ὡμοίωτο, καὶ εἰς μέρος ἓν ἔστη, καὶ τρία εἶχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ ἀνάστα, φάγε σάρκας πολλάς.” τῆς Περσῶν δὲ βασιλείας ἡ ἄρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ἔθνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι.
Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως καλὸν οὖν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ἴσας ἀλλήλαις προσμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ὥστε τὴν κεφαλὴν τοῦ [*](C) κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, ὕπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ οὕτω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις. εἶτα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τό στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις ἂν ὑπερκορὴς ὁ ἄνθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, ὕπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ οὕτως ἑκάστης ἡμέρας πράττουσιν ἐπ’ αὐτῷ. μυῖαι μὲν οὖν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς ἄλλοις ἐφιζάνουσι μέλεσιν, ἃ τῶν σκαφῶν ἐκτός, ὡς εἴρηται, περιλέλειπται, [*](D) ἐνοχλοῦσαι, αἶ δὲ τὸν ἄθλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προἵησι σκύβαλα, ὧν ἐνσηπομένων
192
εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν ὁ δ’ τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τόν σκωλήκων αὐτὸς δαπανώμενος οὕτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως.
Ἡ μὲν οὖν σκάφευσις τοιάδε τις εἶναι ἱστόρηταί. τὸ δέ(( ἀνάστα, φάγε σάρκας” οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα πολλὴ γὰρ φθορὰ τῶν Ἀσσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μηδῶν ἐγένετο. εἴποι δ’ ἄν τις καὶ τό “φάγε φάγε σάρκας πολλάς” τῆς ὠμότητος τοῦ ἔθνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ ἢ πτερά, ἃ ἐν τῷ στόματι κατεῖχε, τὴν τόν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ἦν προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν ἔσχεν ὑφ’ ἑαυτόν· νότιοι δ’ αἶ χῶραι αὗταί εἰσι. Δαρεῖος [*](B) δὲ ὁ Ὑστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· οὗτοι δ’ οἰκοῦσι τὸ κλίμα τὸ βόρειον. ὁ δέ γε Ξέρξης ὁ τοῦ Δαρείου ὥρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς Ἀθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δ’ ἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς Ἀσίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αίθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης
193
καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δ’ αὐτῇ Μηδία τε καὶ Πέρσις. ἢ καὶ ἄλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται,
[*](C) ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ Ἀλεξάνδρου καθῃρηκότος αὐτήν, εἶτα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ’ ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καἰ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο.
Τὸ δὲ τρίτον θηρίον παρδάλει ἢν ἐμφερές, καὶ πτερὰ εἶχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη Ἀλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον, [*](D) ὃ καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, ἃ πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, Ἀντίγονος δὲ τὴν Ἀσίαν ὑφ’ ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ἦρξεν ὁ Ἀντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, Ἀριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ὢν Ἀλεξάνδρου. φησὶ γὰρ ὁ Χαίρων ἐὺς τὸν Περδίκκαν μετὰ θάνατον Ἀλεξάνδρου ἐν μεγίστῃ δυνάμει ὄντα εὐθὺς τὸν Ἀριδαῖον ὥσπερ δορυφόρημα
194
βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ὄντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς Ὀλυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν.
Τοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ’ εἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία [*](P) ἔφη τυγχάνειν πολύ. ἡ τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος ὁ προφήτης τούτῳ οὐδ’ ὄνομα ἔθετο. πολυειδὴς γὰρ ἡ τῶν Ῥωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ’ ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ᾿ ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ᾿ αὐθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἶς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βασιλειῶν [*](C) αὕτη γεγένηται, καὶ ὄσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ’ ἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πάσαν, τὴν Καρχηδόνα σὺν τῆ̣ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδῶ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὣν οὐκ ἦρξεν Ἀλέξανδρος· ἅπερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ρωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον [*](Cap. 7. Theodoreti Commentarius in Daniel 7, ρ. 1195- 1201. Addita sunt καὶ ὅσα — συγγράμματα ρ. 194, 22—29.)
195
καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ’ ὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν
[*](D) σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ’ εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οἱ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων με- ταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δ’ εἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ’ ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ’ αὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ᾿ ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τό πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τού μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον
[*](P) ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν
196
κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκει- νοῦ ἐμφαντικὸν τό λόγους εἰς τὸ ὕψος λαλήσει.”
Ἐπὶ τούτοις ὁ προφήτης ἐπήγαγεν “ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι [*](C) χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.’ ἃ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ ἄμωμον δείκνυσιν. ἔνα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς [*](D) θείας φύσεως ταῦτα παῦσαι ἢ μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ἡ ὅλη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς εἶναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους οὑν
197
φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν.
Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ᾧ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον ἔσεσθαι καὶ μύ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου [*](P) καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ἣν προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντος “ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ Δανιὴλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. “ἐν Σούσοις γὰρ ὢν ἦρα λέγει τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἒν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου. καὶ ἢν κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώπιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα [*](C) αὐτοῦ, καὶ ἐμεγαλύνθη.” πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικεί- [*](Cap. 8. Theodoreti Commentarius in Daniel 8, ρ. 1211—1220. Pauca ab ipso Zonara, partim e Plutarchi Alexandro, addita. κωλύων — ἄρρενα ρ. 201, 10, 11, ex Iosephi Ant. 12, 5, §.4.)
198
μένον αὐτὴ πλοῦτον, ἑστὼς δ’ ἦν ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ ἤγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αὕτη γάρ ἦν ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ἦν τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων εἶδε τὸ ὅραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ἧττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκóνιζε, μέχρις αὐτόν γὰρ ἡ τῆς βασιλείας ἔστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μείζον’ κέρας τὸ Δαρείου γένος
[*](D) ᾐνίττετο, ὃ μέχρι τοῦ τελευταίου Δαρείου προέκοψεν, ὃν κατεπολέμησεν ὁ Ἀλέξανδρος. Καμβύσου γὰρ τοῦ Εὔρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· οὓς ἐπ’ ὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οἵτινες ἦσαν, οἷ ἑπτὰ τῶν Περσῶν οἶκοι καθεῖλον. ἐξ ὧν ἐβασίλευσεν ὁ Ὑστάσπου Δαρεῖος, οὗ τὸ γένος μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς ὅτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ἕως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ἕτερον. ἐκεράτιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τόν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς Ἑλλάδος στρατεύοντι οἶ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. εἶεν δ’ ἂν αὗται ἡ Σύρων, ἡ Κιλίκων, ἡ Ἀράβων, ἡ Αἰγυπτίων, ἡ Ἰουδαίων, καὶ ἕτεραι·
199
οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ’ ἅπαντας οἶς προσέβαλεν ὑπέταξε. “καὶ ἐμεγαλύνθη” ἢ ὅτι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, ἢ ὅτι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα
[*](P) τῇ εὐτυχίᾳ.
Ἀπορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ἦν ἕν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἕως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ γαῖ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ᾿ ἤρχετο, ὅτι τὴν Αἴγυπτον πρότερον ὑφ’ ἑαυτὸν ποιησάμενος ὁ Ἀλέξανδρος οὕτω πρὸς Δαρεῖον τὸ δεύτερον ὥρμησε, καὶ κατατροπωσάμενος [*](C) αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν Ἰσσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν ἥττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ ἄρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ἔφυγε δ᾿ ἐκεῖθεν ὁ Δαρεῖος καὶ αὖθις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ Ἀλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν Ἀρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν Ἀλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος [*](D) τοῦ Ἀλεξάνδρου. καί ‘‘ἦλθε” φησίν “ὁ τράγος
200
ἕως τοῦ κριοῦ τοὐ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐτὸν φθάσαντα ἴως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν.” συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ’ ἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, ἥ τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μηδῶν ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμφοῖν Βασιλείαν σχόντος ὑφ’ ἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. “καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα.’ οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφ’ ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν ὁ προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε “καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα
[*](P) ὑποκάτωθεν ἐξέφυ αὐτοῦ.” τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν τῷ τρίτῳ θηρίῳ, ὃ τῷ Δανιὴλ καθ’ ὕπνους ἔδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κεφαλάς.
“Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν
201
ἀστέρων, καὶ συνεπάτησεν αὐτούς.’ τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδάσκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλλον
[*](C) δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἰεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμόν ἱδρυσάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό “ἐμεγαλύνθη ἕως τῆς δυνάμεως οὐρανοῦ” ὑπαινίττεται. τὸ δέ ἔπεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς” τοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσεβήσαντας
[*](D) διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ’ ἐκείνου συμπατηθέντες. ἀστέρες δ’ ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ἢ ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ.
Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη.’ καὶ κατ’ αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν ἄνω δυνάμεων. “καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη.” ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύ ἃς λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ’ αὐτῇ παρανομίαν. διὰ δὲ τοὐ “ἐρρίφη χαμαὶ δικαιοσύνη ἡ τῶν ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι
202
μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν ὁ Ἀντίοχος εὐωδοῦτο, φησί.
Ἐπὶ τούτοις ἐπάγει ὁ Δανιὴλ “καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ [*](P) ἅγιον.” ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ἔνα μάθῃ ὁ Δανιήλ. ὁ δ᾿ ἐρωτὼμενος ἀπεκρίνατο “ἡμέραι δισχίλιαι καὶ ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον. ἐσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν ἢ καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι’ ὡν φησιν [*](C) ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ἒξ ἀποτελοῦσι μῆνας καὶ ἰδαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἐβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ’ Ἀντιόχου τοῖς Ἰουδαίοις ἐπεωεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη.
Εἶτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ Δαρείου πάλιν τοῦ Μηδῶν ἄρχοντος, ὃς καὶ Κυα- [*](Cap. 9. Theodoreti Commentarius in Daniel 9, ρ. 1225 1237—1245. Pauca sunt ipsius Zonarae.)
203
ξάρης ὠνόμαστο καὶ Ἀσούηρος, Ἀστυάγους ὢν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ἥψατό τις ἀνὴρ ᾧ ὄνομα Γαβριήλ. ἥψατο δὲ αὐτοῦ
[*](D) ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, ἢ κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, ἢ ἐπὶ τοσαύτην ὥραν ἐφ’ ὅσην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ εἶπε τῷ Δανιήλ “νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν οὖσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι’ αἰνιγμάτων τὰ θεῖα δηλοῦται, ἔνα μὴ πάσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ’ ἐπιθυμιῶν ἐκλήθη ὁ Δανιὴλ ἢ ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, ἢ ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, ἢ ὅτι ἐπιθυμητὸς ἦν καὶ ἐπέραστος δι’ ἣν μετήρχετο ἀρετήν.
Εἶτα ἐπάγει ὁ ἄγγελος ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν [*](P) καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.“ ὁ μὲν προφήτης προσευχόμενος “ὁ λαός σου” πρὸς τὸν θεὸν ἔλεγε “καὶ ἡ πόλις σου·’ ὁ δὲ ἄγγελος πρὸς τὸν Δανιήλ φησιν “ὁ λαός σου καὶ ἡ πόλις σου, ὡς μὴ ἀξίου ὄντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. εὕρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ὅτε τὸν μόσχον ποιήσαντες οἱ Ἰσραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς ἔφη ὡσαύτως.
204
φησὶν οὖν ὁ ἄγγελος ὅτι καὶ ἡ Ἰερουσαλὴμ οἰκοδομηθήσεται
[*](C) καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ἔτη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀριθμόν· ἑκάστην δ᾿ ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτ’ ἔστιν ἕως τοῦ χρονίσαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν Ἰουδαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ἔτισαν, ἀλλ’ ἀνεκλήθησαν αὐθις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς ἔσχατον
[*](D) κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργάσαντο, οὐκέτι ἀνακλήσεως ἔτυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν ἄφεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· οὗτος γάρ ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώνιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ὅς ἐστι δικαιοσύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφραγίσαι ὅρασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς προφητείας δηλοῖ, ἦι ὅτι τὰ παρ’ ἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα ἤδη ἐκβέβηκεν, ἦι ὅτι τὸ τῆς προφητείας χάρισμα τοῖς Ἰουδαίοις ἐκλέλοιπεν, ἢ καὶ ἀμφότερα. ἐλθὼν γὰρ ὁ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέντοι καὶ ἔπαυσεν· οὐκέτι γὰρ παρ’ αὐτοῖς ἄρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, ἥτις αὐτός ἐστιν ὁ κύριος ἡμῶν καὶ σωτήρ.
205
ὁ μὲν γὰρ ἀπόστολος “ἐδόθη σοφία” φησιν ‘ἡμῖν θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφων “δικαιοσύνη ἐν αὐτῷ ἀποκαλύπτεται” λέγει. ὁ δὲ κύριος “αἰτεῖτε διδάσκει “τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ἣν αὐτὸς ἤγαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ ἅγιον ἀγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν.
[*](P) τίς γὰρ ἕτερος ἄγιος ἀγίων κληθείη ἂν εἰ μὴ ὁ κύριος ἡμῶν καὶ σωτήρ; ὃς ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς Ἠσαίας προανεφώνησε λέγων “πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ ὡς Δαβὶδ ἐμελῴδησεν εἰπών “ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου," καὶ ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ Πέτρος ἐδίδαξε περὶ τοῦ σωτῆρος γράψας ὡς “ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει,” σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς γραφάς, ποιῶν ἅπαντα καὶ πάσχων ὅσα δι’ ἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλλάσσων
[*](C) τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος.
Εἶτα ἐπάγει ὁ θεῖος ἀρχάγγελος “καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο.” ἤρξατο μὲν οὖν ὁ ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ ἔθνει τῶν Ἰουδαίων, ἀλλ’ ἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου [*](1 ὁ ἀπόστολος] 1 Cor. 1, 30. 3 ἀλλαχοῦ] Rom. 1, 11 Ἠσαίας] 61, 1. 13 Δαβὶδ] Ps. 44 (45) 8. 17 γράψας] Cautius exscribendus erat Theodoretus ρ. 1242, qui λέγων: verba Petri sunt concionaantis, Act. 10, 38.)
206
παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπετράπη δ' αὖθις τοῖς Ἰουδαίοις ἡ τούτου ἀνέγερσις
[*](D) ὅτε Δαρεῖος ὁ Ὑστάσπου ἐκράτησε τῆς βασιλείας Περσῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος ὁ καιρὸς εὑρίσκεται σώζων κατὰ] τὴν τοῦ ἀρχαγγέλου φωνήν, ἀλλ’ ὑπερβάλλων· εἰ δ’ ἐκ τῶν χρόνων τῆς Ἀρταξέρξου βασιλείας ὁ καιρὸς ἀριθμοῖτο, εὑρεθείη ἂν οὔτε περιττεύων οὔτ’ ἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, ὅτι τότε καὶ τῇ πόλει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων ἡ πόλις πεπλήρωτο, ὅτε Νεεμίας οἰνοχοεύων τῷ Ἀρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτραπῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελθὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν ναὸν ἀτελῆ ὄντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, δι’ οὗ μόνου ἄφεσις ἁμαρτημάτων ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προφητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρούμενον ἕως τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὅτε δηλαδὴ ὁ Νεεμίας παραχωρηθεὶς εἰς Ἱερουσαλὴμ ἐπανῆλθεν· ἃ προἰ·οῦσα καθ’ εἱρμὸν ἡ ἱστορία πλατύτερον διηγήσεται. ὃν δὲ ἄγιον εἶπεν ἀνωτέρω ἁγίων, τοῦτον αὖθις Χριστὸν ἡγούμενον
[*](P) εἴρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότοκος ἐκ νεκρῶν λέγεται, οὕτω καὶ ἡγούμενος προσηγόρευται. καὶ ὁ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς Ἰουδαίοις διαλεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς συνσιηγήσεται]
[*](23 lib. 4 cap. 5. 30 Πράξεσιν] 3, 15.) 207
ἐγράψατο. ὥσπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον εἴρηται κατὰ τὸ ἀνθρώπινον οὕτω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται.
Ἀπορήσειε δ᾿ ἄν τις ὅτου χάριν διῃρημένως, ἀλλ’ οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς [*](C) ἔτυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν Ἱεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς εἴρηται, γενομένης ἀριθμοῖντο οἶ χρόνοι μέχρις Ὑρκανοῦ ἀρχιερέως, ἐφ’ οὗ τὸ τῶν Ἀσαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὃς τό Νεεμίᾳ τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον ἔδωκε τῷ ταύτην τειχίσαντι, ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθεῖλεν Ἀλέξανδρος, ἑκατὸν ἔτη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως [*](D) τῆς τῶν Περσῶν βασιλείας, ἐν ἕκτῳ γενομένης ἔτει τῆς Ἀλεξάνδρου πρὸς τὴν Ἀσίαν στρατείας, μέχρις Ἰουλίου Καίσαρος Γαΐου, ὅς πρῶτος τῇ μοναρχίᾳ τῶν Ῥωμαίων ἐπικεχείρηκεν, ἔτη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας τοῦ Καίσαρος ἕως ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ Ἰωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο,ἔτη ἑβδομήκοντα τρίαὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἐξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ [*](2 Παῦλον] Col. 1, 15. Cap. 10. Theodoreti Commentarius in Daniel 9, p.)
208
ἀποτελοῦσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν Ἑβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ Ἑβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνια- κὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν ἀφ᾿ ἑκάστου ἐνιαυτοῦ ἡμέρας ἕνδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ἔτη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία Ἑβραϊκὰ συνίστανται ἔτη. Ἑβραίῳ δὲ τῷ Δανιὴλ ὁ ἄγγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ἔλεγεν ἔτη. ἄχρι μὲν οὖν τῆς τοῦ ἀρχιερέως Ὑρκανοῦ ἀναιρέσεως, ὃν ὁ βασιλεὺς ἀνεῖλεν Ἡρώδης, εἰρήσεται δὲ τὰ περὶ τού-
[*](P) του πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. ἔκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις, ἀλλ᾿ ἐνιαυσιαίας παρανόμως διδομένης ἢ βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ὃ καὶ ὁ Ἰώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν ὁ θεῖος ἀρχάγγελος ἔλεγε “καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν εἶχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ὂν
[*](C) ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε “καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τοῦτ᾿ ἔστιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι ἔσονται, ἀλλ᾿ ἀκρίτως ἢ διὰ χάριν ἢ διὰ χρήματα. τούτων δ᾿ οὕτω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι.
Ἡ μὲν οὖν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδο-
209
μαδὼν καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ἔτι μία περιλέλειπται, καὶ περὶ ἐκείνης εἴρηκεν ὁ ἀρχάγγελος ταῦτα “καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται D θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἐξήκοντα καὶ ἐννέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν οὕτως ὡς δι’ αὐτῆς ἀρθῆναι, τοῦτ’ ἔστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος οὕτως ἐπὶ τὸ πάθος ἦλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ ἔθυον ἔκτοτε οἱ Ἰουδαῖοι, ἐπεὶ καὶ ἔτι θύουσι, παρανόμως, ἀλλ’ ἀπρόσδεκτος ἦν τῷ θεῷ ἡ ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ ἄλλως δὲ τό “δυναμώσει διαθήκην πολλοῖς ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ
[*](P) τὰ τρία ἴτη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῆ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ἔργων ἐπιδείξει, οὕτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. εἶτα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνά-
210
στασιν καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ἄνοδον, ὣν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ
[*](C) αὐτοῦ μαθηταὶ ἐν Ἱερουσαλὴμ τὸ εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ ὄντως θεοῦ διεσπάρησαν εἰς τὰ ἔθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ Δανιὴλ ἔλεγε “δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία,” ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ’ ὃν πρότερον μὲν ἐν Ἰερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, εἶτα καὶ εἰς τὰ τῆς οἰκουμένης
[*](D) περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αὖθις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων ‘καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοὺ νόμου σκιᾶς. εἶτα ἐπάγει “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. τούτων γάρ, φησί, γινομένων τὸ πρὶν ἅγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· ἢ ὅτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ὃ ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αἳ τοῖς Ἰουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα ἢ ζῴου τινὸς κεκτῆσθαι ἢ καὶ σεβάζεσθαι. καὶ ὁ κύριος δέ ‘‘ὅταν ἴδητε” εἶπε τό βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς,” τῆς Ἰερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δ’ ἔφη ὁ κύριος “ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν
211
ἔρημος.” ταῦτα προδιδάσκων τὸν Δανιὴλ ὁ ἀρχάγ γελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. ἵνα δὲ μὴ νομίζηται τοῖς Ἱουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αὖθις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνε- γερθησομένου, οἶα καὶ ἄλλοτε πλειστάκις συμβέβηκαν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε “καὶ ἕως
[*](B) συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωστνν,” τοῦτ’ ἔστιν, ἕως συντελεσθῇ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ἔσται ὅτε οὐκέτι καιρὸς ἢ τὴν πόλιν ἀναστῆναι ἢ τὸν ναόν.
Ταῦθ’ ὁ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τε- θέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι’ αὐτῶν τῆς μελλούσης ἔσεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ’ οὓς ἀποτελεσθήσεται ἕκαστον αὐτῶν ἐδιδάσκετο· ἃ γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ’ [*](C) εἰκῇ φερόμενον καὶ ὡς ἔτυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται.
Ταῦτα μὲν οὑν οὕτως ἔχουσι καὶ τοῖς εὐσεβέσι
δοξάζονται· ἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν Ἰουδήθ, ἣ τὸν Ὀλοφἐρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς χαἰ τὸ ἔθνος ἅπαν διέσωσεν. ἔχει δ᾿ οὕτω τὰ κατ’ αὐτήν. ἐν ἔτει δωδεκάτῳ δεκάτῳ τῆς βασιλείας αὐτοῦ ὁ τῶν Ἀσσυρίων ἀρχηγὸς [*](1 210, 29–211, 1. Matth. 24, 15; 23, 18. Luc. 21 Cap. 11. ludith 17.)
212
Ναβουχοδονόσορ πρὸς Ἀρφαξάδ τὸν βασιλέα Μηδῶν
[*](D) ἤρατο πόλεμον, καὶ τὰ πέριξ ἔθνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ᾿ ἑτέρων καὶ τῶν Ἰουδαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμμαχῆσαί οἱ ἀπειπαμένων, ὁ Ναβουχοδονόσορ ἐξώργιστο, καὶ ὤμοσεν ἠ’ μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύσας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ Δαμάσκου Συρίας καὶ Ἰουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγαγεῖν. ἀντιταξάμενος οὖν πρὸς Ἀρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν ἄλλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν Ἐκβατάνων αὐτῶν, ἔνθα ἤσαν τῷ Ἀρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἐλῶν τε καὶ ἀν’ ἑλών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας δυνάμεως καλέσας Ὀλοφέρνην ἐνετεέλατό οἱ τὸν ὅρκον ὃν ὤμοσ’ ἐν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελησάντων συμμαχῆσαι αὐτῶ̣ ἐπιόντι κατὰ τῶν Μηδῶν ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν ὅσοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ᾿ ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρπαγὴν καὶ εἰς ὄλεθρον.
Ὁ μὲν οὖν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισατράπῃ αὐτοῦ ἐνετείλατο, Ὀλοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς ἔθνεσι καθ’ ὧν ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν ἄλλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς [*](B) Ἰσραηλίτας μέλλων στρατεύειν καὶ ὅπλα κατ’ αὐτῶν αἴρειν, οὐ γάρ προσῄεσαν αὐτῷ οὐδ’ ὑπέκυπτον, ἤρετο τίνες οὗτοι καὶ ὅτῳ θαρροῦντες ἀνθίστανται. καὶ εἶπεν αὐτῷ Ἀχιὼρ ὁ τῶν υἱῶν Ἄμμων ἀρχηγὸς τήν τε γενεαλογίαν αὐτῶν, καὶ ὅπως εἰς τὰς πόλεις
213
ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. εἶτα ἐπήγαγε νῦν οὑν σκεπτέον· καὶ εἰ μὲν εἰς τόν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ᾿ οὐ τοῦτο, παρελθέτω ὁ κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν ὁ θεὸς αὐτῶν καὶ ἡττηθῶμεν. ταῦτα τοῦ Ἀχιὼρ εἰπόντος ὁ Ὀλοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεδτηκόσιν αὐτῷ δῆσαι τὸν Ἀχιὼρ καὶ ἀπαγαγεῖν καὶ παραδοῦναι τοῖς υἱοῖς Ἰσραήλ, ἴνα σὺν ἐκείνοις ληφθεὶς
[*](C) κολασθῇ. οἶ δὲ συλλαβόντες τὸν ἄνδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν ἔβαλλον. κἀκεῖνοι τὸν Ἀχιὼρ δεδεμένον ἔρριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρεψαν. οἱ δὲ τῆς πόλεως ἄνδρες καταβάντες ἔλυσαν τὸν Ἀχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ὃς αὐτοῖς ἅπαντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς ἄμυναν. τῇ δ᾿ ἐξῆς Ὀλοφέρνης ἦγεν ἐπὶ Βαιτύλου τὴν στρατιάν, χιλιάδας οὖσαν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀποσκευῆς· καὶ ἐστρατοπεδεύσατο παρ’ αὐτῇ. εἶτα ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὰ ὕδατα προκαταλαβεῖν ὅθεν ὑδρεύοντο, ἵν ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν ἢ τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος
[*](D) τῆς στρατιὰς τοῖς ὕδασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ ὕδωρ, καὶ ἠθροίσθη πρὸς τοὺς ἄρχοντας ὁ λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ἔν ἢ δουλεύσωσιν ἐκείνοις νοῖς καὶ ζήσονται ἢ κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. Ὀζίας δὲ ὁ τῶν τῆς πόλεως πρόκριτος ἔτι εἶπεν, ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ
214
εἰ μὲν ἤξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δ’ οὔ, ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν.”
Ην δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ἧ ὄνομα καὶ ἡ γυνὴ χήρα, καὶ αὕτη σώφρων καὶ συνετὴ καὶ ὡραία τῇ ὄψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς ἄρχουσι, μετεπέμψατο τὸν Ὀζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως ἄρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν ὅτι εἶπον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ ἐν αὐταῖς ἥξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ἔλεγεν ἐξελεύσεσθαι μετὰ τῆς ἅβρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παρ’ αὐτῆς μελετώμενον, ἕως οὑ πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ εἶπον αὐτῇ “πορεύου.” καὶ οἱ μὲν ἀπῆλθον, ἡ δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. εἶτα ἀποθεμένη [*](P) τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ σῶμα περικλύσασα ὕδατι καὶ μύρῳ χρισαμένη, στολὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέθετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον ἔδωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οἶνον καὶ ἔλαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ ἄρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν Ἀσσυρίων προφυλακῇ κατεσχέθη καὶ ἤχθη πρὸς Ὀλοφἐρνην. ὁ δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ εἶπεν αὐτῇ “μὴ φοβοῦ· ἥκεις γὰρ εἰς σωτηρίαν.” ἔφη δὲ αὐτῷ ἡ γυνή δέξαι τοὺς [*](Cap. 12. Iudith 816.)
215
λόγους μου, κύριε, καὶ ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἤτω ἐν τῇ καρδίᾳ σου· ἔστι γὰρ ἀληθής ὅτι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, οὐ κατισχύσει ῥομφαία
[*](C) αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ τὸ ὕδωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευμένων ἅψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ὧν οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, ἄφεσιν ἐπὶ τούτοις αἰτούμενοι. κἂν οὕτω παρανομήσωσιν, οὐκ ἔσται σφίσιν ἄμυνα ἐκ θεοῦ, καὶ εἰς ὄλεθρον ἐκδοθήσονται. ἅπερ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ἴν ἐκφύγω τὸν ὄλεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ,
[*](D) καὶ ἄξω σε διὰ τῆς Ἰουδαίας ἕως Ἰερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς.” καὶ ἤρεσαν Ὀλοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ “οὐ φάγομαι” ἔφη “ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ’ ἐξ ὣν ἐπιφέρομαι τραφήσομαι.” καὶ εἶπεν αὐτῇ Ὀλοφέρνης “εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται; ἡ δέ ζῇ ἡ ψυχή σου, κύριέ μου” ἀνταπεκρίνατο, “ὅτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν ἂν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ ἃ ἐβουλεύσατο.” μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ Ὀλοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας οὕτως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν Ὀλοφέρνης, καὶ εἶπε
216
τῷ εὐνούχῳ Βαγώᾳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, “πεῖσον δὴ τὴν γυναῖκα τὴν Ἑβραίαν τοῦ ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες.” καὶ ὁ Βαγώας εἶπε πρὸς Ἰουδήθ “ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ᾿ ἡμῶν οἶνον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οἴκῳ Ναβουχοδονόσορ.” καὶ Ἰουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς Ὀλοφέρνην ἀνέπεσε, καὶ ἔφαγε καὶ ἔπιεν ἃ ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία Ὀλοφέρνου ἐξέστη καὶ πρὸς ἔρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ
[*](P) πότου παραταθέντος ἔπιεν ἐκεῖνος οἶνον σφόδρα πολὺν καὶ ἐμεθύσθη. καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ᾤχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν Ἰουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ἔξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν οὖν Ὀλο- φέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ ὕπνον θανάτου ὕπνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ
[*](C) εἰσελθοῦσα διηγήσατο ὅσα ἐθαυμάστωσεν δι᾿ αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν Ὀλοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους ἅμα πρωὶ ἐξελθεῖν· “ἰδόντες γάρ” φησίν “ὑμᾶς οἱ Ἀσσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκη-
217
νήν, καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἶς φυγήν, καὶ ὑμεῖς ἕψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν.’ ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα “καλέσατέ μοι” ἔφη “τὸν Ἀχιώρ·” καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ Ὀλοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ ἄνθρωπος, καί ἀνάγγειλόν μοι” ἔφη ‘ὅσα ἐποίησας.’ κἀκείνη
[*](D) πάντων ἐνώπιον διηγήσατο ἃ ὁ θεὸς πεποίηκε δι’ αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ Ἀχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν Ὀλοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ τἄλλα κατὰ τὴν συμβουλὴν Ἰουδὴθ πεποιήκασι. καὶ τοὺς Ἀσσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ Ἰουδὴθ ἡ σκηνὴ Ὀλοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, ἃ καὶ ἀνάθημα τῷ θεῷ ἐν Ἰερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. καὶ ᾖσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς Ἰσραήλ, καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ἔτη πέντε καὶ ἑκατόν.
Τὰ μὲν οὑν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις · ἐξῆς δ’ ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευ0́- [*](Cap. 13. Tobiae 1—6.)
218
μένος εἰς Ἰερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δε
[*](P) τῷ ’Ενεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλή, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἐνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο.
’Eνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν [*](C) Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλοῦ μένον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθ’ ἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δα- [*](D) ψιλές. λέγει οὖν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ “πορεύθητι, τέκνον, καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν.” ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων ‘‘εἶς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ. καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν
219
νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ἔθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οἷα κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ’ ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ὣν λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ· ἐπ’ αὐτῷ προσειληφυῖα καὶ ἔριφον, ἧκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος εἴη. ἡ δέ δῶρον εἶπέ “μοι δέδοται ἐπὶ τῷ μισθῷ.” καὶ ὃς ἐνέκειτο λέγων “εἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ. περιαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν ἄνδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα “ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἔφη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ᾔτει τὸν θεὸν ἀπαλλαγῆναι
[*](P) τοῦ ζῆν.
Καὶ κατ’ αὐτὴν τὴν ἡμέραν ἐν Ἐκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέρα ‘Ραγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ἄνδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τι ’Ασμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ’ ἔνα μὴ πένθος καὶ ὄνειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν ἢ οἰκτειρηθῆναι καὶ οὕτως αὖθις τὸ ὄνειδος ἐκφυγεῖν.
Εἰσηκούσθη οὖν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ
220
[*](C) ἀπεστάλη πρὸς τοῦ θεοῦ ‘Ραφαὴλ ὁ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβία μνηστεύσασθαι, καὶ δῆσαι τὸν Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ὥστε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ἴφη αὐτῷ ‘δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας· πορευθεὶς οὖν λάβε ταῦτα. καὶ ἔδωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ἄνθρωπον ὃς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ Ῥαφαὴλ ἐν εἴδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ
[*](D) εἰδέναι τὴν ὁδὸν καὶ τὸν οἶκον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ἄνθρωπον Ἀζαρίαν καλούμενον ἀπῄει. καὶ ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ δὲ ἄγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι εἶπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ ἧπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς.
Ὡς δ’ ἐπορεύοντο καὶ ἤγγιζον Ἐκβατάνοις, ἔφη Τωβίας ‘‘ἀδελφὲ Ἀζαρία, εἰς τί χρησιμεύσουσιν ἡμίν ἡ καρδία τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἡ χολή; ὁ δὲ ἀπεκρίνατο “ἡ καρδία καὶ τὸ ἧπαρ θυμιώμενα διώκουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, ἡ δὲ χολὴ ἐγχριομένη ὄμμασι λευκώματα ἔχουσι καθαίρει ταῦτα καὶ [*](Cap. 14. Tobiae 14.)
221
δίδωσι τὸ ὁρᾶν.” ἤδη δὲ τοῖς Ἐκβατάνοις προσήγγισαν, καί φησι τῷ τὼ βίᾳ ὁ ἄγγελος ‘‘σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουὴλ συγγενεῖ σου τυγχάνοντι, ᾧ θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα. ὁ δέ ‘‘ἀκήκοα” ἔφη τό κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, ὅτι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παρ’ αὐτοῦ.” καὶ ὁ ἄγγελος ‘ἄκουσόν μου φησί, “καὶ
[*](B) μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ἔλθῃς εἰς τὸν νυμφῶνα, ἄνθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ ἥπατος, καὶ φεύξεται τὸ δαιμόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθἐν, καὶ οὐκέτι ἐπανελεύσεται.” καὶ εἰσῆλθον εἰς τὸν οἶκον Ῥαγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία ὅτι υἷός ἐστι τοῦ Τωβίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας ὅτι πεπήρωται ὁ Τωβίτ, ἔκλαυσε καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. ὁ δὲ ἄγγελος ἔφη τῷ Ῥαγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον ἔγραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. ὁ δὲ ἀπιὼν ἔλαβεν ἄνθρακας,
[*](C) καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ἡ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαιμόνιον. ‘Ραγουὴλ δὲ μεθ’ ἡμέραν ἔστειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ ὁ Τωβίας. τῆς δὲ ἀναστρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν ὁ Ῥαγουὴλ τὸν θεόν. εἶπε δὲ πρὸς Τωβίαν “ἑορτάσωμεν τοὺς γάμους ἐφ’ ἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν.
222
καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ.” φησὶν οὖν ὁ Τωβίας πρὸς ῾Ραφαήλ “ἀδελφὲ Ἀζαρία, λάβε μοι
[*](D) τὸ χειρόγραφον καὶ πορεύθητι ἐν ῾Ράγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται.” καὶ ἀπῆλθεν ὁ ἄγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ἔλαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν.
Ἤδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν “ἐξαπόστειλόν με” τῷ ῾Ραγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ τῶν ὑπαρχόντων τῷ ῾Ραγουὴλ ἀπῄει. ἄρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ὁ ἄγγελος πρὸς αὐτόν “προδράμωμεν ἔμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ ἔγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα.” ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν καὶ ὡς ἔγνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτ “ἔρχεται ὁ υἱός σου,” καὶ προσδραμοῦσα κατεφίλησεν αὐτόν καὶ εἶπεν “εἶδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι.” Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ᾿ αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς [*](P) νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκη-
223
κοότες ὅσα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον. εἶπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ “δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ. ὁ δέ ‘‘πάτερ ἔφη, δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ὧν ἐνήνοχα.” καὶ εἶπε τῷ Ῥαφαήλ λάβε μοι, ἀδελφὲ Ἀζαρία, τὸ ἥμισυ πάντων ὧν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων. τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ ἄγγελος ἀπήγγειλεν ἅπαν τὸ μεγαλεῖον ὃ ἐποίησε μετ’ αὐτῶν ὁ θεός, καὶ εἶπεν εἶναι ὁ ‘Ραφαήλ, καὶ μὴ ἀφ’ ἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς
[*](C) εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ὅσα ἐποίσηε μετ’ αὐτῶν. “μυστήριον μὲν γὰρ βασιλέως ἔφη ‘‘κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως. οἱ δὲ ἀκούσαντες ταῦτα ἔπεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν εἶδον, καὶ ἀνθωμολογοῦντο τό θεῶ ἀνθ’ ὧν ἐποίησε μετ’ αὐτῶν θαυμασίων.
’Ην δὲ Τωβίτ, ὅτε τὴν ὅρασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ἔτη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ἦν μᾶλλον ἔκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ἔσχατον λέγει τῷ υἱῷ αὐτοῦ “τέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ ἄπελθε εἰς Μηδίαν· πέπεισμαι [*](D) γὰρ ὅτι ὅσα προεῖπεν Ἰωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ὅτι ‘Ιεροσόλυμα ἔρημα ἔσται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος.” καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος
224
ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ἔθαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ἔθαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ τὼ βίας ἐτῶν ἑκατὸν εἴκοσι καὶ ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας, καὶ ἤκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ ’Ασουήρου.
Τὸ μὲν οὑν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμενον μετῳκίσθη, καὶ ἔρημος ἡ ‘Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μηδῶν τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς ὁ προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δ’ ἂν εἴη καὶ [*](P) τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μηδῶν καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως.
Βασιλείαι καθ’ ἑαυτὰς ἦσαν ἡ τῶν Μηδῶν καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ’ οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ [*](Cap. 15. Xenophontis Cyropaediae 1, 2, paucis a Zonara praemissis.)
225
νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ’ ἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποίνητο,
[*](C) ὧν τὰ ὤνια καὶ οἶ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ἔνα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δ’ ἐφήβοις ἀφώριστο, τελείοις δ’ ἀνδράσι τὸ ἕτερον, τοῖς δ’ ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δ’ ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτ’ ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ἦσαν δ’ ἑκάστοις ἄρχοντες δώδεκα·
[*](D) εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δ’ ἂν ἔγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ οὓς δ’ ἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἶ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέροντες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἒξ ἐτῶν ἢ ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον)
226
ἐκ τούτου δ’ εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δ’ ἐπὶ θήραν ἐξῄει ὁ
[*](P) βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν ἢ θηρὸς ἕνεκα ἐπιμεῖναι ἢ ἄλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὑν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο
[*](C) ἄμφω. τοῦτο δ’ ἐποίουν ἴνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ὃ ἂν ἐθήρασαν, εἰ δ’ οὔ, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος ἢ τάχους ἔργα δημόσια. ἐπειδὰν δ ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴκοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο,
[*](D) τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαί ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι
227
διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν ἢ πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δ’ οἴκοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ’ ἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἶ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ’ ἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα ἢ κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον.
Ταῦτα μὲν τὰ ἰθὴ τῶν Περσῶν καὶ τὰ νόμιμα