Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Διάδοχον δ’ ἔσχε τῆς βασιλείας τὸν υἱὸν Ῥοβοάμ. [*](C) καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ὃς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι εἶπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας οὑν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων (??) τί ἂν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδ’ ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οἵπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον [*](D) αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ὄγκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ὃς τούτοις προσέθετο, καὶ ἐπεὶ τό πλῆθος αὖθις συνεληλύθει “εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου” ἔφη, τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθ’ ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε. τούτων τὸ πλῆθος ἀκοῦσαν τίς ἡμῖν μερὶς ἐν Δαβίδ;” ἐξεβόησαν, καὶ ἀποδυσ- πετήσαντες ἀπῄεσαν. πέμψαντος δὲ Ῥοβοὰμ τῶν οἰκείων ἕνα διαλεχθῆναι αὐτοῖς καὶ πραύναι, ἔκτειναν ὑπ’ ὀρκῆς τὸν ἄνδρα λιθολευστήσαντες. Ῥοβοὰμ δὲ δείσας εἰς Ἱεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς Ἰούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἶ [*](Cap. 11. Iosephi Ant. 8, 8 et 9. Regum 3, 12 et 13. Paralip. 2, 10.)

128
δέ γε λοιπαί, ἤδη τοῦ Ἱεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν εἵλοντο βασιλέα. Ῥοβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς Ἰσραηλίταις καὶ τῷ Ἱεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία.

Καὶ Ἱεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς Ἱεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ [*](P) ἔθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ’ ἑτέραν ἐν Δάν. καὶ ἐκκλησιάσας τὸ πλῆθος πανταχοῦ ὁ θεός ἐστιν’ εἶπεν, “ὠ ἄνδρες, ἀλλ’ οὐ μόνον ἐν Ἱεροσολύμοις. ἰδοὺ οὖν δύο δαμάλεις πεποίηκα εἰς ὄνομα τοῦ θεοῦ, καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς Ἱεροσόλυμα. ἀπερχόμενοι δ’ εἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω.” τούτοις ἐξαπατηθεὶς ὁ λαὸς τά τε πάτρια παραβέβηκε καὶ παρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδοθῆναι τοῖς ἀλλοφύλοις τὸν Ἱσραήλ. ποιήσας δὲ ἱερεῖς ὁ Ἱεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἶ ἱερεῖς. καὶ ἤδη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς [*](C) ἐκ θεοῦ καὶ εἶπε ‘‘τάδε λέγει κύριος. θυσιαστήριον, ἐκ Δαβὶδ ἔσται τις Ἰωσίας καλούμενος, ὅς θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ἵνα δὲ δῆλον εἴη ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἡ ἐπ’ αὐτὸ πιότης χεθήσεται κατὰ γῆς.’ καὶ αὐτίκα τό τε θυσιαστήριον διερράγη καὶ ἡ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα Ἱεροβοάμ, συσχεθῆναι τὸν προφήτην ἐγκελευόμενος. ἡ δὲ ξηρανθεῖσα ἀκίνητος ἔμεινε.

129
δεηθεὶς γοῦν Ἱεροβοὰμ τοῦ προφήτου ἔσχεν αὖθις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συνδειπνῆσαι αὐτῷ. ὁ δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι ἄρτον ἐν τῆ πόλει ἐκείνῃ φαγεῖν ἢ ὕδωρ πιεῖν ἢ ὑποστρέψαι δι’ ἧς ὁδοῦ εἰς τὴν πόλιν [*](D) ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφήτης δέ τις ἦν ἐν τῇ πόλει ἐκείνη τὸν Ἱεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. οὗτος μαθὼν ὅσα ὁ τοῦ θεοῦ προφήτης καὶ εἴρηκε καὶ πεποίηκε καὶ ὡς ἄπεισι, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παρ’ αὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπαναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, “ἀλλὰ κἀγὼ προφήτης εἰμί” ὁ πονηρὸς ἐκεῖνος εἶπεν ἀνήρ, “καὶ ἥκω κατ’ ἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τραπέζης μοι κοινωνήσοντα.” ἐπίστευσεν ὁ προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξενισθέντι δ᾿ ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθ’ ὣν οὐκ ἐτήρησε τὰ ἐνταλθἐντα αὐτῷ ἀναιρεθήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέφοντα λέων αὐτὸν ἔκτεινε καὶ παρακαθήμενος ἐφύλαττε τὸν νεκρόν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ ἔθαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνετείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα θανόντος· τί τοῦτο μηχανησάμενος; ἕν ὅτε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καί· ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν ὕβριν, εἰ τῷ ἀνθρώπῳ [*](P) τοῦ θεοῦ συγκατατεθῇ.

Ταῦτα μὲν οὖν οὕτως ἐγένετο· Ἱεροβοὰμ δὲ τῆς [*](Cap. 12. Iosephi Ant. 8, 9—12. Regum 3, 13—16. Paralip. 2, 12—17.)

130
αὐτῆς εἴχετο ἀσεβείας, ἡ καὶ ἐπεδίδου καθ’ ἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ὤνιον. καὶ εἰς ἁμαρτίαν ἡ πρᾶξις αὕτη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφανισμὸν τοῦ οἴκου αὐτοῦ γέγονε καὶ εἰς ὄλεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ὰμαρτία λελόγιστο, τί ἄν τις εἴποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν ὄντως ἱερωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τε- λεστικήν;

[*](C)

Ἐνόσησε δὲ Ἀβιὰ ὁ υἱὸς Ἱεροβοάμ· καὶ ἔστειλε τὴν γυναῖκα αὐτοῦ ὁ βασιλεὺς πρὸς Ἀχιὰ τὸν προφήτην, εἰ ζήσεται ἐρωτήσουσαν. ἡ δὲ ἰδιωτικὴν μεταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ ὁ προφήτης τὸ δρᾶμα γνοὺς “μὴ κρύπτε σαυτήν, γύναι Ἱεροβοάμ” ἔφη, ἄπιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ ὅτι, ἐπεὶ καταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐ- τὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. ὅτι δέ σοι ἀσεβήσαντι καὶ τὸ πλῆθος ἐπηκολούθῃσεν, οὐδ’ ἐκεῖνο μέ- νεῖ ἀτιμώρητον. σὺ δὲ ἄπιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ὃς καὶ ταφήσεται θρηνη- [*](D) θείς· μόνος γὰρ ἐξ Ἱεροβοὰμ οὗτος ἦν ἀγαθός. ἀπελθοῦσα δὲ ἡ γυνὴ τὸν μὲν παῖδα εὗρε θανόντα, τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. ὁ δ’ οὐδὲν ἐν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος.

Ῥοβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν Ἱερουσαλὴμ οἱ παρὰ τοῖς Ἰσραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ ὅσοι τοῦ πλήθους ἦσαν συνιέντες τὸ ἀγαθόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς Ἱεροσόλυμα παραγίνονται· κἀντεῦθεν ἡ βασιλεία τοῦ Ῥοβοὰμ ηὔξητο. ὁ δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς ὁ

131
οἶκος Ἰούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ ὁ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ἔτει πέμπτῳ τῆς βασιλείας τοῦ Ῥοβοάμ. συγκλείσας δὲ αὐτὸν Ῥο- βοὰμ ἐν τῆ̣ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦναι σωτηρίαν αὐτοῖς, καὶ ἃ ἥμαρτον εἰς θεὸν ἐξωμολογοῦντο. παρακληθεὶς δὲ ὁ θεὸς οὐκ ἀπολέσειν αὐτούς, ἀλλὰ δώσειν εἶπεν ὑποχειρίους τοῖς δεξαμένου τοίνυν ἐν τῇ πόλει Ῥοβοὰμ τὸν Αίγύπτιον ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ ὅπλα ἃ ἐποίησε Σολομὼν καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ὁ Δαβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ Ῥοβοὰμ ζήσας ἔτη πεντήκοντα καὶ ἑπτά, [*](P) ἐξ ὧν ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν Ἀβίου. καθ’ οὗ Ἱεροβοὰμ ἀεὶ καὶ τῷ Ῥοβοὰμ πολεμῶν. Ἀβιοὺ δὲ οὐκ ἔπτηξε τὴν ἔφοδον, ἀλλ’ ἀντιτάξας αὐτῷ τοὺς οἰκείους νίκην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν Ἱερο- βοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ Ἀβίου βασιλεύσας ἐν Ιερουσαλὴμ ἔτη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν Ἀσὰ ὁ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ Δαβὶδ τὸν οἰκεῖον προπάτορα.

Τέθνηκε δὲ καὶ Ἱεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ἔτη δύο καὶ εἴκοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ ὁ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. [*](C) ὃς πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπεβουλεύθη παρὰ Βαασὰν υἱοῦ Ἀχιά, καὶ τέθνηκε δύο ἄρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ Ἱεροβοὰμ ἐξωλόθρευσε. καὶ οὗτος δὲ ὡς Ἱεροβοὰμ παρα-

132
νόμησε καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ ὁ θεὸς διὰ Ἰνοὺ τοῦ προφήτου διαφθερεῖν τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἱεροβοάμ. τέθνηκε δὲ καὶ οὗτος, ἐπὶ τὸν Ἰσραὴλ βασιλεύσας ἔτη ἐπὶ τέσσαρσιν εἴκοσι. καὶ Ἠλὰ ὁ υἱὸς αὐτοῦ γέγονε [*](D) τῆς πατρικῆς βασιλείας διάδοχος. ὅν Ζαμβρὴ ὁ ἄρχων τῆς ἵππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος ἅπαν τοῦ Βαασὰν ἐξωλόθρευσεν. ἡ δὲ τῶν Ἰσραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ὅτι Ζαμβρὴ κτείνας τὸν Ἠλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρἠν ἐν τῇ παρεμβολὴ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ’ αὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτά ἡμέρας τὴν ἀρχὴν κατασχών. εἶτα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τό δ᾿ ἕτερον τὸν Θαμνί. ἀλλ’ ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ὁ ὃς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ἔπειτα δ’ ἐν Μαρεώνῃ τῷ ὄρει, ἐν ᾧ πόλιν ἐδομήσατο ἣ Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ὅρος καλέσαντος εἰς ὄνομα Σεμηρών, ἀφ’ οὑ τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. ἠ’ δὲ βασιλεία περιῆλθεν εἰς Ἀχαὰβ τὸν υἱὸν αὐτοῦ.

Οἶ’ μὲν οὖν τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ’ ἄλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, Ἀσὰ δὲ ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς θεοφιλὴς ἦν. οὗ τῷ δεκάτῳ τῆς βασιλείας ἔτει ὁ βασιλεὺς

133
Αἰθιόπων στρατεύει κατ’ αὐτοῦ μετὰ βαρείας δυνάμεως. [*](B) ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων νῶν διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης Ἀζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν εἶναι αὐτῷ δοτῆρα εἶπε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. Ἀσὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ’ ἐνὶ τεσσαράκοντα, Ἰωσαφὰτ οἰκείω [*](C) υἱῷ τὴν ἡγεμονίαν καταλιπών.

Αχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμ(??)ν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς Ἰεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, ἣ τοῦ βασιλέως μὲν Τυροῦ καὶ Σιδῶνος θυγάτηρ ἠν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αὕτη ναὸν οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ ἄλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. Ἠλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, εἶπε πρὸς Ἀχαάβ “ζῇ κύριος, εἰ ἔσται ὑετός εἰ μὴ διὰ λόγου [*](D) μου. καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ’ ἐντολὴν τοῦ θεοῦ· ἔνθα παρὰ κοράκων ἐτρέφετο ἄρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. οὗ ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν οὖσαν μεταξὺ [*](Cap. 13. Iosephi Amt/ 8, 13. Regum 3, 16—20.)

134
Σιδῶνος καὶ Τυροῦ τῷ θεῷ πειθόμενος ἄπεισι. καὶ πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, ὕδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ’ ἐπορεύετο ἡ γυνή, καὶ ἄρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ἧς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν ἄλευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδ’ ἔλαιον ἐκ τῆς ληκύθου, ἕως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφήτην παρ’ αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ἔτρεφεν ἕως ὁ λιμος παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ᾔτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ἔνθα ᾤκει ἀνήνεγκε καὶ ἔθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τόν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ [*](P) ἀνέζησε. καὶ ἔδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ᾿ ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ Ἠλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν Ἀχαὰβ ὡς ἔσται ὑετός. ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χόραν ἄπασαν κεκραταίωτο. Ἀχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ Ἀβδιοὺ ἄνδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ εὕροι τοῖς ἵπποις χιλόν. καὶ ὁ μὲν ἄλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ Ἀβδιού, ἐρευνῶντες ποῦ ἂν εὕροιεν χόρτον ἐν πηγαῖς ἢ χειμάρροις. συναντᾷ τοίνυν τῷ Ἀβδιοὺ ὁ Ἠλίας καὶ ᾔτει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ Ἀχαὰβ αὐτὸν ἔλεγεν, ἴν ἀνέλῃ, εἰ εὕροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ἔλεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν
135
καὶ σώζειν οὕτω, τοὺς ἄλλους πάντας τῆς Ἰεζάβελ [*](C) ἀνῃρηκυίας. ὁ δὲ ὤμοσε κατ’ ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ Ἀχαάβ. ἀπῆλθεν οὖν Ἀβδίου καὶ ἀπήγγειλε περὶ τοῦ Ἠλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ἤρετο ὁ διαστρέφων τὸν Ἰσραήλ. Ἠλίας δέ “σὺ μᾶλλον“ εἶπε “καὶ ὁ οἶκος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ’ ἄθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός.” πάντων δὲ συνελθόντων εἶπεν Ἠλίας ὡς “ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ ψευδοπροφῆται σφόδρα πολλοί. δότε οὖν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς ἅπασιν ἕτερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ [*](D) θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ἕκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ’ οὗ ἂν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής.” ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν οὕτως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις ἄνευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς ὁ θεὸς ἤ τις ἀσχολία αὐτῶ ἐστιν. ὡς δ᾿ οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προφήτης δώδεκα λίθους λαβὼν καθ’ ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ὤρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεία ἐπενεγκὼν ὕδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ὥστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, γαῖ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν
136
θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ ὕδωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ’ ἐκπλαγεὶς ἔπεσεν ἐπὶ τὴν γῆν, ἴνα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. εἶπε δὲ τῷ βασιλεῖ ὡς ὕσει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ [*](P) τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ὄμβρος. ἀπειλησάσης δὲ τῆς Ἰεζάβελ ἀνελεῖν τὸν Ἠλίαν, φοβηθεὶς ἐκεῖνος ἔφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην ἄρτον ἐκεῖ καὶ ὕδωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αὖθις ὁ ἄγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ὄρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ἤκουσε “τί παραγέγονας ἐνταῦθα; ὁ δὲ ἔφη [*](C) “ὅτι ζηλώσας ἔκτεινα τοὺς προφήτας τῆς Ἰεζάβελ, ἡ δὲ ζητεῖ με κτανεῖν.” ὁ δὲ χρηματίζων εἶπεν αὖθις αὐτῷ ‘‘ἔξελθε αὔριον καὶ στῆθι ἐνώπιον κυρίου.” καὶ ἐποίησεν οὕτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. εἶτα λεπτῆς γενομένης αὔρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν Ἀζαήλ, καὶ τὸν Ἰηοὺ βασιλέα τῷ Ἰσραήλ, καὶ τὸν Ἐλισσαιὲ εἰς προφήτην ἀνθ’ ἑαυτοῦ, οἲ τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ Ἠλίας ὡς ἐκελεύσθη εὗρε τὸν Ἐλισσαῖον ἀροτριοῦντα, καὶ [*](D) ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιω- θείς.

137

Ἀμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως Ἀχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλήσαι αὐτὸν τῷ βασιλεῖ ἢ ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ Ἰεζάβελ τῆς λύπης τὸ αἴτιον γραφὴν ἐποιήσατο ὡς ἐξ Ἀχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ᾗ κατῴκει ὁ Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, τοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ἔστειλε πρὸς τοὺς ἄνδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ’ Ἰεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ Ἀχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ Ἠλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς Ἀχαὰβ λέγων “ὅτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ἔνθα οἱ κύνες τὸ ἐκείνου ἔλειξαν αἷμα, ἐκεῖ καὶ τὸ σὸν αἷμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἶ πόρναι λούσονται ἐν τῷ αἵματί σου, καὶ ἅπαν τὸ γένος σου ἐξολοθρευθήσεται.” Ἀχαὰβ δ’ ἐπὶ τούτοις κατανυγεὶς ἔκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ [*](P) ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταύτα τελέσειν.

Ο δὲ τοῦ Ἄδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευ- [*](Cap. 14. Iosephi Ant. 8, 13—15. Regum 3, 21 et Paralip. 2, 17 et 18.)

138
σεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ἔπεμψε πρὸς Ἀχαὰβ λέγων ὅτι “ὁ πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. ἂν δ’ ὅσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι.” Αχαὰβ δέ κἀγώ ἔφη καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν. καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ὅσα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ [*](C) τοῖς πρέσβεσι τῶν πολεμίων εἶπε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ Ἀχαὰβ φήσαντος παραδιδόναι τόν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ εὗρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν ὁ Ἀχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἶ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς [*](D) ἀνεῖλον. ἑπομένη δ’ ὄπισθεν τῶν παίδων ἡ πᾶσα δύναμις τοῦ Ἰσραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ἔτρεψεν, ὡς καὶ τόν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως Ἀχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμά- ρειαν. ὁ δὲ προφήτης αὖθις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. ἤδη δὲ ἐπιστάντος τοῦ ἔαρος ἐπεστράτευσεν αὖθις ὁ Σύρος κατὰ τοῦ Ἰσραήλ, καὶ ἐν
139
πεδίῳ ἐσκήνωσεν. εἶπον γὰρ αὐτῷ οἷ περὶ αὐτὸν ἐν ὄρεσι τὸν θεὸν τῶν Ἑβραίων τὴν δύναμιν ἔχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου Ἀχαάβ, ἴνα, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν ἄλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ’ ἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ Ἀχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Ἄφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Ἄδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἶ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ Ἀχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ’ ἅρματος ὀχουμένῳ τῷ Ἀχαάβ. ὁ δὲ ἐπὶ τὸ ἄρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. εἶτα ἐπὶ συνθήκαις [*](P) ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ἔργον ἡ πρόρρησις. εἶθ’ ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ’ ἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ Ἀχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δ’ ἐκείνου τὸν ταξιάρχην αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον εἶναι τοῦτο εἶπεν ὁ Αχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας ἦν. καὶ ἔφη τῷ Ἀχαάβ “ἐπεὶ τὸν βασιλέα Συρίας ἄνδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, [*](C) αὐτὸς ἀντ’ ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου. ἐλυπήθη τούτων ἀκούσας ὁ Ἀχαάβ.
140
ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, εἶτα βουληθεὶς τὴν πόλιν Ῥεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς Ἱερουσαλὴμ τὸν Ἰωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. Ἀχαᾶβ δὲ τοὺς ἑαυτοῦ συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ἤρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς Ἰωσαφὰτ [*](D) προφήτην ἐζήτησε τοῦ κυρίου. Ἀχαὰβ δὲ εἶναι μὲν ἔφη, προσωχθικέναι δ᾿ ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ ὁ Ιωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα ὁ’ Ἀχαὰβ εἰ μαχήσεται ἢ μή. ὁ δέ “ἑώρακα τὸν Ἰσραήλ” ἔφη “διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ἀποίμαντον. ὁ δὲ κύριος εἶπέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν Ῥεμμάθ.” ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ Ἀχαὰβ πρὸς Ἰωσαφὰτ ἔφη ‘οὐκ εἶπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;” Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ ἔφη αὐτῷ “μετ᾿ ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος.” ὁ δὲ βασιλεὺς Ἀχαὰβ καθειρχθῆναι αὐτὸν καὶ μέχρις ἂν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας ‘‘ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ” εἶπεν, “οὐκ ἐλάλησε κύριος ἐν ἐμοί.” ἤδη δὲ πορευθέντων τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν ἄλλων ἀλλ’ ἢ μόνῳ τῷ Ἀχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἶ τῶν Σύρων στρατάρχαι τὸν Ἰωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν εἶναι τὸν Ἀχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ’ ἔγνωσαν μὴ ὄντα τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀνεχώρησαν. εἷς
141
δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν Ἀχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ ἄρμα [*](P) τῆς μάχης ἐξαγαγεῖν καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν Ἀχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ ἄρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οἴ τε κύνες τὸ αἷμα ἔλειξαν, αἵ τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς Ἠλίας προείρηκεν. ἀπέθανε δὲ Ἀχαὰβ ὅπου ὁ Μιχαίας προηγόρευσε, τὸν ὄλεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ἔτη δύο καὶ εἴκοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ Ὀχοζίας μετ’ ἐκεῖνον παρέλαβεν.

Ἰωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱερουσαλὴμ ἀπὸ τῆς πρὸς Αχαὰβ συμμαχίας ἐπανελθόντι Ἰηοὺ ὁ προφήτης ἐπενεκάλει ὅτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι [*](C) δ’ αὐτὸν ἔλεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ἔργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. εἶτα τὴν ὑπ’ αὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ Ἀμμανιτῶν προσλαβομένων καὶ Ἄραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν εἶπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμί- ξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ’ ὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. ἴωθεν δ’ ἐξελθὼν μετὰ τῆς στρατιᾶς [*](D) ὁ βασιλεὺς τῇ μὲν ἵστασθαι ἐνετέλλετο, τοὺς ἱε- [*](Cap. 15. Iosephi Ant. 9, 1—4. Regum 4, 1—3. 2, 20 et 21.)

142
’ρεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ἅδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ’ ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. Ἰωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιά τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ἔχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν.

Οχοζίας δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, οὓς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν Ἀκκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ἔπεμψεν ἐρωτῶν ἑέ ἀναρρωσθήσεται. Ἠλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ Ἰσραὴλ μὴ ὄντος θεοῦ, ὅτι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ ἄνδρες ἐπανελθόντες εἶπον ἃ ἤκουσαν. Ὀχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς εἴη ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ εἶδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν εἶναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς Ἠλίας ἦν. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς [*](P) ὑπ’ αὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ ὁ σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους εὑρὼν αὐτὸν ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ Ἠλιοὺ πῦρ οὐραυόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ ὁ βασιλεὺς ἕτερον ἔστειλε πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αὖθις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπ’ αὐτόν. ὃς ἐπὶ τὸν προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο

143
τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων ἄκων ἥκειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελθεῖν πρὸς τὸν βασιλέα. Ἠλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν ἐκ τοῦ ὄρους, καὶ ἀπελθὼν τῷ βασιλεῖ ἔφη “ἐπεὶ [*](C) πρὸς ἀλλότριον θεὸν ἔστειλας ζητῶν εἰ ζήσεις, ἴσθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ. ἀπέθανεν οὖν Ὀχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρησιν, τῷ ἀδελφῷ Ἰωρὰμ τὴν βασιλείαν καταλιπών. ὃς τὰς μὲν στήλας τοῦ Βάαλ, ἃς ἔστησεν Ἀχαὰβ ὁ πατὴρ αὐτοῦ, συνέτριψε, τἄλλα δὲ ἀσεβὴς καὶ πονηρὸς ἦν καὶ τοῖς γονεῦσι προσεοικώς.

Ηλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ Ελισσαιέ. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην τῇ μηλωτῇ αὐτοῦ τὸ ὕδωρ ἐπάταξε, καὶ διῃρέθη τὸ ὕδωρ, καὶ διῆλθον ἄμφω ἐπὶ ξηρὰς. εἶτα “αἴτησαι” εἶπε Ελισσαιέ “τί ποιήσω σοι.” ὁ δὲ διπλῆν τὴν ἐν αὐτῷ [*](D) τοῦ πνεύματος χάριν γενέσθαι ᾔτησεν ἐπ’ αὐτόν. Ηλίας δὲ φορτικὸν εἶπεν εἶναι τὸ αἴτημα, “πλὴν εἰ ὄψει με ἀναλαμβανόμενον, γενήσεταί σοι.” ἔτι δὲ λαλούντων αὐτῶν ἅρμα ἔμπυρον σὺν ἵπποις ὁμοίοις ἐπέστη καὶ ἥρπασε τὸν Ἠλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ Ἐλισσαιέ. καὶ ὃς λαβὼν αὐτὴν μηκέτι τὸν Ἠλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ἔλαβε τὴν χάριν ὡς ᾔτησε, καὶ ἐπάταξε τὸ ὕδωρ τῇ μηλωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ εἶπε “ποῦ ὁ θεὸς Ἠλίου; καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ ὕδωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν πεντήκοντα εἶπον “ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισσαιέ,” καὶ ἠκολούθησαν αὐτό. καὶ ἐζήτουν πορευθῆναι, ἐρευνήσοντες μήποτε ἦρε τὸν Ἠλίαν

144
πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐφ᾿ ἓν τῶν ὀρέων ἢ τῶν βουνῶν· Ἐλισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμένων δ᾿ ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντήκοντα ἄνδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον. Ἐλισσαιὲ δὲ ἐν Ἱεριχῷ ἦν. καὶ ἦλθον οἱ ἄνδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ᾿ [*](P) αὐτοῦ τὰ ὕδατα τοῦ τόπου ἐκείνου πονηρὰ ὄντα καὶ ἀτεκνοῦντα. ὁ δὲ ἐν ἀγγείῳ καινῷ ἅλας αὐτῷ κομισθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν ὑδάτων καθῆκεν ἅλας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ ὕδατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου Ἐλισσαιὲ παιδάρια μικρὰ κατέπαιζον αὐτοῦ βοῶντα “ἀνάβαινε, φαλακρέ.” ἀλγήσας δ᾿ ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον ἄρκτοι ἀπὸ τοῦ ὄρους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα.

Ἰωρὰμ δὲ ὁ υἱὸς Ἀχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκστρατεύειν, Ἰωσαφὰτ τὸν βασιλέα τῆς Ἰουδαίας ἠξίου συμμαχῆσαι αὐτῷ. ὁ δὲ καὶ τὸν Ἰδουμαίων βασιλέα [*](C) ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ᾿ οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄεσαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ ὕδωρ ἐπέλειψε τοῖς στρατεύμασιν. ἦλθον οὖν πρὸς Ἐλισσαιὲ οἱ τρεῖς βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. ὁ δὲ τῷ Ἰωρὰμ ἔφη “πρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου ἄπιθι προφήτας,” καὶ ὤμοσε μὴ ἂν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ Ἰωσαφάτ. εἶτα ψάλλοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ᾿ ἐκείνου πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον· “ὄψεσθε γάρ” ἔφη “πλήρη τὸν χείμαρρον οὔτε πνεύματος

145
πνεύσαντος οὔθ’ ὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε. καὶ ὁ μὲν οὕτως [*](D) προείρηκεν· ἕωθεν δὲ τῇ ἐπαύριον ὁ χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης ἅπαν τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ ὕδωρ ἐκάλυψεν. ἀνατείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς ὕδασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ οὖν Μωαβῖται ἐν τοῖς ὄρεσιν ἐστρατοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αἷμα τὸ ὕδωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ὥρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περιστάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἔφυγον. οἶ δὲ Ἰσραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβαλον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρήμωσαν. ὁ βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελθών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀναγαγὼν ἐξ ἀπογνώσεως ἔθυσε καὶ ὡλοκαύτωσε τῷ θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ἔλυσαν τὴν πολιορκίαν. Ἰωσαφὰτ δὲ ἐπανελθὼν εἰς Ἱεροσόλυμα τελευτᾷ, ζήσας μὲν ἔτη ἑξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων πέντε καὶ εἴκοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, Ἰωρὰμ κεκλημένον ὁμωνύμως τῷ Ἰσραηλιτῶν βασιλεῖ μητραδέλφῳ ὄντι αὐτοῦ.