Ἐπεὶ δ’ ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου βασιλικῇ ταινίᾳ, καὶ πρῶτον ἅπασι παρέσχε τὸ φιλοτίμημα τὰς εἰς τὸ δημόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως καὶ [*](D) χρεοκοπίαν τούτων θεσπίσματι μεγαλοπρεπῶς ἐργασάμενος. ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι , αἷς αὐτοῦ ’ς ἐκεῖνος ἐτίμησεν. ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο καὶ άνένδοτος ἦν. πάλιν οὖν ἑτέρα πρεσβεία καὶ ἐπὶ ταύτῃ τρίτη. ὁ δ’ ὑπερηφανεύετο , καὶ οὐδὲ κατὰ τὰ τῶν πρέσβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ’ ἀτίμως αὐτοὺς ἀπεπέμπετο. ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεύς, καὶ ἄκων πρὸς μάχην ἀπένευσε, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσσιμον, καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ τῶν Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος, κατὰ τοῦ Βρυεννίου ἐξέπεμψεν· ὃς τούτῳ συμβαλὼν κατά
229
τι χωρίον Καλαβρύην λεγόμενον διὰ τὸ κατάρρυτον εἶναι τὸν τόπον βρύσεσιν ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς, καὶ τῶν μὲν πεσόντων , τῶν δὲ φυγόντων, εἷλε μονωθέντα τὸν τυραννήσαντα, καὶ τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησε καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν. σιλεύουσαν. καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλους κατήντησεν ἐπανάστασις. ἐπανέστησαν δὲ καὶ οἶ Βάραγγοι κατὰ τοῦ βασιλέως , ἀνελεῖν αὐτὸν μελετήσαντες. ἀντιταξαμένης δ’ αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς , εἰς ἱκεσίαν ἐτράποντο , καὶ συγγνώ- μης ἐπέτυχον. τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου
[*](B) τελευτησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ Ζωή. ὁ δὲ ἢ τὴν βασιλίδα Εὐδοκίαν ἤθελεν ἀγαγέσθαι ἤ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλοῦ μένος. ἡ δέ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μοναχῶν. ἀχῶν. καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν , οὐδὲν ἧττον παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο· μοιχεία γὰρ ἦν ἀπηρυθριασμἐνη τὸ τολμηθέν. διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ’ αὐτοῖς τῆς ἱερω- σύνης ἐκπέπτωκεν. ὁ μέντοι προβεβασιλευκὼς Μιχαήλ,
[*](C) ὡς εἴρηται, τὴν τρίχα καρείς, ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο , καὶ ἅπαξ φοιτήσας ἐκεῖ ἐπανῆλθε, καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. μετὰ δὲ τὸ τὸν Βοτανειάτην τῆς βασιλείας ἐκπεπτωκέναι θνήσκων οὗτος ὁ Μιχαήλ, , πολλὰ δεηθείσης αὐτοῦ τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγγνώμην ἔνειμε ταύτῃ καὶ συγχώρησιν ἐπηύξατο ἐκ θεοῦ. ὁ
230
δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος, τοῦ Βρυεννίου γενόμενος ἐπὶ τῷ Δυρραχίῳ διάδοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεκυμόνησε, καὶ στρατιὰν ἀθροίσας σὺν αὐτῇ πρὸς Θεσσαλονίκην
[*](D) ἀνῄει. ἔνθα μαθὼν ὡς ὁ Βοτανειάτης βεβασιλεύκει, ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρᾳ δὲ τὰ τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμπετο Πατζινάκας. ὃ γνοὺς ὁ Βοτανειάτης χρυσόβουλλον αὐτῷ στέλλει γραφήν, ἅμα μὲν περιποιοῦσαν αὐτῷ ἐφ’ οἷς ἐτόλμησε τὸ ἀμέριμνον, ἅμα δὲ καὶ τιμὴν αὐτῷ νωβελισσίμου βραβεύουσαν· ἀλλ’ ἐκεῖνος ἄτεγκτος ἦν. ὅθεν καὶ κατ’ αὐτοῦ ὁ Κομνηνὀς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός, καὶ κατὰ Θεσσαλονίκην γενόμενος καὶ τῷ Βασιλακίῳ συμμίξας τοὺς περὶ ἐκεῖνον κατετροπώσατο, κἀκεῖνον εἰς τὴν τῆς Θεσσαλονίκης συμφυγόντα ἀκρόπολιν πολιορκίᾳ ἐζώγρησε, καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. καὶ ἄλλοι δὲ ἀντάραντες ᾖσαν χεῖρας τούτῳ τῷ βασιλεῖ, ἀλλ’ ἐκ τῶν περὶ τὸν Βρυέννιον συμβάντων καὶ τῶν περὶ τὸν Βασιλάκιον σωφρονισθέντες τὰ ὅπλα κατέθεντο. τῶν Τούρκων δὲ τὴν ἑῴαν κατατρεχόντων,στέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρατεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, ἐκεῖνον στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς προστησάμενος. ὁ δὲ πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς νεωτε- εὐθύς, καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρατιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. ἀλλὰ τοὺς μὲν τῶν στρατιωτῶν δώροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δ’ ἀξιωμάτων τιμαῖς ᾠκειώσατο, ἄλλους δ’ ἄλλως μετεχειρίσατο, καὶ παρ’ αὐτῶν συσχεθεὶς ὁ Κων-
231
σταντῖνος παρεδόθη τῷ βασιλεῖ. κείρεται τοίνυν ὁ
[*](B) νεανίας καὶ εἰς νῆσον περιορίζεται. λόγος δ’ ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. τοῦ πατριάρχου δὲ Ἀντιοχείας τοῦ Αἰμιλιανοῦ τὸν βίον μετηλλαχότος προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαυρὸς λεγόμενος. οὗτος τοίνυν ὁ βασιλεὺς τὸ μέν τι καὶ διὰ γῆρας βαθύ, τὸ δέ τι καὶ διὰ φυσικὴν χαύνωσιν , οὐ πάνυ τι τῆς τῶν πραγμάτων ἥπτετο διοικήσεως, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβόμενος ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν. ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ μὲν Βορίλος, ἅτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον ὡς ἐβούλοντο, καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι’ οὓς καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συνέβαινε, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον καὶ θρασύτερον. ὡς ἤδη δὲ εἴρηται, ὁ
[*](C) λογοθέτης Νικηφόρος προσχωρήσας τῷ Ῥουσελίῳ ὑπὸ δεσμοῖς παρ’ ἐκείνου τετήρητο. ἀλλ’ αἰφνίδιον θανὼν ὁ Ῥουσέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογοθέτου φαρμάκῳ ἀνῄρηται. διὸ καὶ παρὰ τῶν τῷ Ῥουσελίῳ προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς εἰς μίαν τῶν πρὸ τῆς βασιλίδος τῶν πόλεων κειμένων νήσων περιορίζεται. οἶ δέ γ’ ἑ περὶ τὸν βασιλέα δεδοικότες ὡς εἰ εἰς ὄψιν ἐλεύσεται τῷ βασιλεῖ, προσληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτιθέασι τῷ Βοτανειάτῃ ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην , καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσενεχθῆναι ταμείῳ. στέλλεται τοίνυν ὁ Στραβορωμανός, μέγας ἐταιρειάρχης τότε γενόμενος, ἐρωτήσων
[*](D) τὸν ἄνθρωπον ὅπῃ αὐτῷ τὰ χρήματα κέκρυπται. οἱ δὲ περὶ τὸν βασιλέα, οὓς καὶ δεδοικέναι
232
τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πείθουσι τὸν Στραβορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός. ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον, ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄνδρα οὕτω σφοδρῶς ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναποψύξαι, καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐν ἀπογράφοις, εἰ τὸν ἐτασμὸν διαφεύξοιτο. ὁ μὲν οὖν οὕτως ἀπό- λωλεν.
Οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ ὁ Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε. διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο, καὶ μᾶλλον παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον ὡς τυραννίδα μελετῶντας καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ παρεσάλευον. ἃ γνόντες οὗτοι, καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ πάλαι παρ’ ἑαυτοῖς τὸν τῆς βασιλείας τρέφοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάρρουν τὸ βούλευμα κοινωσάμενοι, ἐξῆλθον τῆς πόλεως, καὶ τὴν πόλιν Ἀδριανοῦ κατειληφότες εἰς ἑαυτοὺς τὸ στρατιωτικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο. καὶ ἀναγορεύεται βασιλεὺς ὁ Ἀλέξιος, τοῦ [*](P�) μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἶ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. οὕτως οὖν ἀναρρηθεὶς ὁ Ἀλέξιος καὶ τοῦ Ἰσαακίου μὴ πάνυ τι πρὸς τὴν ἀνάρρησιν δυσχεράναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοίμαστο. ὁ δὲ Βοτανειάτης τοῖς τεί- χεσιν ἐπέστησε φύλακας. ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυ-
233
οὗτοι λάθρᾳ τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου
[*](C) πάθους τοῦ σωτῆρος ἡμῶν οἶ μὲν περὶ τοὺς Κομνηνοὺς τῷ κατ’ ἀντικρὺ τοῦ παρὰ τῶν Νεμίτζων κατεχομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλλον κατὰ σύνθημα, οἶ δὲ ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ. ὡς δ’ ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει ἐβάλλοντο, μὴ οἷοί τε ὄντες καὶ πρὸς τοὺς ἐκτὸς ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐντὸς ἀπομάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν, καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατεμόντες πελέκεσιν ἄνετον τοῖς συνωμόταις
[*](D) παρέσχον τὴν εἴσοδον. ὅπερ ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον , σύγκλυδες ἄνθρωποι καὶ πολέμων οἱ πλείονες ἀδαεῖς ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροισθέντες καὶ πληθύος δημότιδος, οἶ μὲν κατιόντες ᾤχοντο , οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνίζοντες ἔφευγον. ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον οἶ περὶ τοὺς Κομνηνοὺς παρειλήφασι, καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέσχοντο, καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἶ εἰσελθόντες ὡρμήκασι, σύμμικτον πλῆθος ἐκ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρωβ συνεστηκός, οὐδὲν ἄμεινον πολεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. καὶ μέχρι γὰρ ἐκχύσεως αἱμάτων προυχώρησε τὸ κακόν, καὶ παρθένοι δὲ τῷ θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες
234
ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν , καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυλήθησαν, καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο , ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναιμάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτούς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγ;ύμνους τε καὶ πεζούς. καὶ ταῦτα καθ’ ὅλην τὴν ἡμέραν ἐπράττετο, καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει γινόμενον κοινόν τε καὶ πάνδημον, ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλαδελφίου ἢ καὶ προσωτέρω
[*](B) ἐπέδραμον. οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν , καὶ ἕως τοῦ Ταύρου γενόμενοι προσωτέρω ἀπιέναι οὐκ ἐπεθάρρουν. τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον. ἀλλὰ τὸ δόξαν ἤδη θεῷ μετατραπῆναι οὐκ ἦν. ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομηνηῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα, καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελ- θών, ἧς ἐκεῖνος μετὰ τὸν κατὰ τοὺς Ἀργυροῦς Ῥωμανόν ἐκεῖνον τὸν αὐτοκράτορα κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιένυται
[*](C) τὴν στολήν, τριβῶν ἴον κατὰ μονάζοντας ἐνδυσάμενος. δυσάμενος. ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοἴ, ταφεὶς παρ’ αὐτῇ.
Οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος τοῖς ἀνακτόροις προσπεφοιτήκασιν , ἀταλαιπώρως
235
τούτοις ἐπιβάντες καὶ ὁμαλῶς μετὰ πολλῆς τῆς λειότητος. τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια, τοιαῦτα
τὰ τῆς βασιλείας ἐπιβατήρια. ἤδη δ’ ἐν ἀσφαλεῖ γεγονότες οἱ Κομνηνοὶ καὶ τὴν μητέρα σφῶν καὶ τὰς ὁμευνέτιδας ἐκ τῆς μονῆς τοῦ Κανικλείου πρὸς τὰ βασίλεια μετεστείλαντο. ἐκείνων γὰρ ἐπικεχειρηκότων ἀποστασίᾳ, εὐθὺς αἶ γυναῖκες εἰς τὸ μέγα [*](D) τέμενος τῆς τοῦ θεοῦ λόγου Σοφίας προσπεφοιτήκασιν. ὅθεν παρὰ τοῦ Βοτανειάτου εἰς τὴν ῥηθεῖσαν μονὴν μετηνέχθησαν, ἔνα μὴ ἔχοιεν πρὸς τοὺς ἀποστατήσαντας διαπέμπεσθαι, οὐδὲν δ’ ἕτερον ἀνιαρὸν ἐκείναις ἐπήνεγκε. μήπω δὲ σχεδὸν τοὺς πόδας τῇ βασιλείᾳ ἐρείσαντες αὐτίκα πολλῶν τοῦ Βοτανεἰάτου πράξεων σχολὴν κατεψηφίσαντο, καὶ οὐδ’ ἐξότου ἦσαν ἐπικεχειρηκότες τῇ τυραννίδι τὴν ἀθέτησιν τοῖς παρ’ ἐκείνου πραχθεῖσιν ἐπήνεγκαν, ἀλλὰ καὶ τοῦτον ὑπερήλαντο τὸν καιρόν, καὶ πολλὰ τῶν ἐκείνῳ πεπραγμένων βασιλικῶς ἀνῃρήκασιν οὗτοι ῥήματι βραχυσυλλάβῳ τυραννικῶς. εἶτα ὁ μὲν Ἀλέξιος βασιλικὸν ἀναδεῖται διάδημα, τῷ δ’ Ἰσαακίῳ τὰ δευτερεῖα νενέμηνται τῆς τιμῆς, καινοῦ αὐτῷ ἐπιφημισθέντος ὀνόματος · σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. ἡ δὲ μήτηρ τούτων, παρασήμων μὴ μετασχοῦσα βασιλικῶν διὰ τὸ ἔνδυμα τὸ μοναχικὸν μήτε μὴν εὐφημίας καὶ ἀναρρήσεως, μόνου μετεῖχε τοῦ τῆς βασιλείας ὀνόματος, αὐτὴ δὲ τὴν τῶν πραγμάτων πᾶσαν διοίκησιν ἀνεζώσατο. οὕτω μὲν οὖν τὰ τῆς βασιλείας παρὰ 30 τῇ μητρὶ νενέμηντο καὶ ἀμφοῖν τοῖς ὁμαίμοσιν. ἤστην δὲ τῷ βασιλεῖ καὶ ἑτέρω διττὼ ἀδελφὼ νεωτέρω τὴν ἡλικίαν, ὧν τὸν μὲν πρωτοσέβαστον ἐτί-
236
μησε καὶ μέγαν δομέστικον, τὸν Ἀδριανόν, τὸν ἲκηφόρον δὲ σεβαστὸν καὶ τοῦ στόλου δρουγγάριον.
[*](B) εἶχε δὲ καὶ ἐπ’ ἀδελφαῖς κηδεστὰς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνίτην. τὸν μὲν οὖν Ταρωνίτην τῇ πρώτῃ συνεζευγμένον τῶν ἀδελφῶν πάνυ στεργομένῃ πρὸς τῆς μητρὸς καὶ πρὸς αὐτῶν τιμωμένῃ, πανυπερσέβαστον ὠνόμασαν , καὶ τοῦτο καινίσαντες τὸ ἀξίωμα. τὸν δέ γε Μελισσηνόν, ἀποστασίαν κἀκεῖνον κατὰ τοῦ Βοτανειάτου έν τῇ ἑῴᾳ φρονήσαντα καὶ ἔτι ταύτης ἐχόμενον , ἐπὶ συμβάσει τετιμήκασι Καίσαρα καὶ τὴν πόλιν αὐτῷ Θεσσαλονίκην εἰς κατοικίαν ἀπένειμαν, καὶ χορηγίαν χρημάτων καὶ τούτῳ καὶ πᾶσι τοῖς αὐτοῖς κατὰ γένος προσήκουσι τύχῃ τοιᾷδε καὶ ἀξιωμάτων ὄγκῳ τηλικῷδε ἀνάλογον προσαφώρισαν. ἐντεῦθεν τῶν ὒ
[*](C) βασιλείων προσόδων, μᾶλλον δ’ εἰπεῖν τῶν κοινῶν καὶ δημοσίων, οὕτω διανεμηθεισῶν τὸ βασιλικὸν ταμιεῖον ἢ τὸ κοινὸν πρυτανεῖον ἐστένωτο. καὶ ὁ κρατῶν σπανίζων χρημάτων τάς τ’ ἑ τοῖς ἀξιώμασιν ἀνηκούσας ἀνέκαθεν ἐτησίας δόσεις ἐξέκοψε καὶ τὰς τόν συγκλητικῶν οὐσίας προσαφῃρεῖτο. ἔστεψε δὲ καὶ τὴν κοινωνὸν αὐτῷ τοῦ βίου Εἰρήνην καὶ Αὐγο;νσταν ὠνόμασεν· ἡ δ’ ἦν ἐγγόνη τοῦ Καίσαρος Ἰωάννου τοῦ Δούκα. ἡ δὲ πρῴην βασίλισσα ἡ ἐξ Ἀλανῶν Μαρία σὺν τῷ ἰδίῳ υἱῷ Κωνσταντίνῳ, ὃν τῷ Δούκᾳ Μιχαὴλ ἐν τῆ πορφύρᾳ ἐγείνατο, στεφθένιτι παρὰ τοῦ οἰκείου πατρὸς ἔτι βρεφυλλίῳ τυγχάνοντι καὶ πεδίλοις φοινικοῖς ὑποδουμένῳ, τῶν
[*](D) ἀνακτόρων μεθίσταται καὶ εἰς τὰ ἐν τῇ μονῇ τῶν Μαγγάνων βασίλεια ἄπεισιν. ἤδη γὰρ εἰλήφει ταῦτα καὶ τὴν μονήν , ἀλλὰ μέντοι καὶ τὴν τοῦ Ἑβδόμου διὰ χρυσοσημἐντου τοῦ Βοτανειάτου γραφῆς, ἔνθα
237
διῆγε σὺν τῷ υἱῷ, βασιλικὴν ὑπηρεσίαν ἑαυτῇ καὶ τῷ υἱῷ ἀποτάξασα. ἔτι γὰρ ὁ παῖς αὐτῇ περιέκειτο τὰ τῆς βασιλείας γνωρίσματα καὶ εὐφημεῖτο μετὰ τὸν αὐτοκράτορα καὶ τὰς χρυσοβούλλους γραφὰς μετ’ ἐκεῖνον ὑπεσημαίνετο. μετὰ δέ τινα χρόνον καὶ ἡ μήτηρ αὐτοῦ μετημφιάσθη , μέλαν ἐνδῦσα χρῶμα κατὰ τοὺς μοναχούς, τὸ μὲν ἑκοῦσα, τὸ δέ τι τυράννου μένη, καὶ ὁ παῖς ἀφῃρέθη τὰ περιπόρφυρα πέδιλα καὶ μόνῳ τῷ Κομνηνῷ ἡ τῆς αὐταρχίας κλῆσις καὶ ἡ βασιλεία περιελέλειπτο. οὕτω μὲν οὖν ταῦτα. ὁ δὲ τῆς βασιλίδος τῶν πόλεων ἀρχιερα- τεύων ὁ θεσπέσιος ἐκεῖνος Κοσμᾶς, τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπε- γνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ ‘‘ὰ͂ρον’’ εἰπὼν ‘‘τὸ ψαλτήριον καὶ συνέπου μοι’’ τῆς ἐκκλησίας ὑπανεχώρησε, καὶ πολλὰ παρὰ τῶν κρατούντων παρακληθεὶς ὑποστρέψαι οὐχ ὑπενόστησεν, ἔτη πέντε καὶ μῆνας ἐννέα τὸν πιστὸν ποιμάνας λαόν. διὸ καὶ ἄλλον τινὰ ἀρχιερέα τῆ ἐκκλησίᾳ ἀντικατέστησαν, ἐκτομίαν τινὰ μοναχόν , κεκλημένον Εὐστράτιον, οὔτε λόγοις ὡμιληκότα οὔτε πραγμάτων ἐγγεγυμνασμένον μεταχειρίσεσιν, ἀφελῆ δὲ ἄνθρωπον καὶ ἡσυ- χίᾳ ἢ γωνίᾳ μᾶλλον προσήκοντα. ἤδη δὲ τρεῖς οὔτως ἐνιαυτοὺς τῷ θρόνῳ ἐνσεμνυνάμενος κατηνέχθη
[*](B) τῶν ἱερῶν ἀνακτόρων παρὰ τῶν κρατούντων· ἡ δ’ αἰτία οὐκ ἔγνωσται ἀκριβῶς. καὶ λοιπὸν λιοιπιενκεχείριστο πατριάρχης ἀνὴρ μοναχός, ὁ γραρμματκὸς ὀνομαζόμενος Νικόλαος, ἐν ἀσκήσει τὸν βίον διηνυκὼς καὶ οὐδὲ τῆς ἐν λόγοις παιδείας ἀμέθεκτος ὤν, κἂν μὴ κατακόρως ταύτης μετέσχηκεν.
Ἄρτι δὲ τῆς βασιλείας ἐπιβεβηκότι τῷ Κομνηνῷ ἠγγέλη ὁ Φράγγος Ῥομπέρτος εἰς τὴν Ἐπίδαμνον
238
διαπεραιούμενος , ἀνὴρ πανοῦργός τε καὶ πολεμικώτατος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε,
[*](C) καὶ γενόμενος κατὰ τὸ Δυρράχιον προσβάλλει τοῖς πολεμίοις, καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖ πεσόντων οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν ὑπεροχαῖς καὶ βασιλείου ’τύγχαν’ ὄντων ἐξ αἵματος, καὶ ἡ παρεμβολὴ ξύμπασα ἑάλω τοῖς πολεμίοις. ὁ μὲν οὖν βασιλεὺς ἡττημένος ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. οἱ δὲ βάρβαροι τῇ νίκῃ πεφυσημένοι ὁμόσε κατὰ πάντων ἐχώρουν, καὶ εἷλον τῶν πολισμάτων τινά, ὧν ἦσαν ἡ Καστορία τε καὶ ἡ Λάρισα. ὠνειροπόλουν δὲ καὶ αὐτὴν τὴν βασιλίδα τῶν πόλεων καταλήψεσθαι, ἀλλ’ ὁ βασιλεὺς καὶ πάλιν ἐκστρατεύει, καὶ ἀπελαύνει μὲν τῆς Καστορίας τοὺς αὐτὴν φρουροῦντας βαρβάρους, ἄπεισι δὲ κατὰ
[*](D) τοῦ Ῥομπέρτου καὶ στρατηγήματι τὴν ἐκείνου δεινότητα μέτεισι. τῷ γὰρ ἀδελφῷ Ἀδριανῷ τὸ σκήμα τὸ βασιλικὸν περιτίθησι, καὶ στράτευμα δοὺς αὐτῷ ἐναντίον τοῦ Ῥομπέρτου στῆναι διακελεύεται· εἰ δ’ ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχημασι σμένῳ βασιλεῖ ἐνετείλατο· ἐκεῖνος δὲ μετὰ τῆς λοιπὴς στρατιᾶς δι’ ὁδῶν ἀδήλων περιοδεύσας καὶ τῷ τῶν Φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τὰ ἐν αὐταῖς ἐληίσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ Ῥομπέρτου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κἀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο, ὡς ἀπροσμάχητος. χῆτος. ἐν τούτῳ δ’ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἡ φθορὰ τῶν ἐκεῖ, καὶ εὐθὺς παρκεῖο εῖτο καὶ τὰς χεῖρας καὶ τὴν ψυχὴν καὶ ἀπιὼν ᾤχετο.
239
ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὴν Κωνσταντίνου, μηνυθείσης ἐπιβουλῆς αὐτῷ, τούς τε ταύτης πρωτουργοὺς συνέσχεν ἐκ τῶν ταγματικῶν ὄντας ἀρχόντων πολλοὺς τῶν ἐγχωρίων καὶ τῆς συγκλήτου βουλῆς, ὡς τάχα συνίστορας τοὺς πλείους, ὥς φασιν, οὐδὲ πρὸς ἀλήθειαν, ἀλλ’ ἔνα σφᾶς γυμνώσῃ τῶν ὑπαρχόντων. ἡ μὲν οὖν τοῦ Ῥομπέρτου ἐπίθεσις πέπαυτο, ἑτέρωθεν δ’ αὖθις τῇ Ρωμαίων ἡγεμονίᾳ ἐχθροὶ ἐπανίστανται. οἶ γὰρ Τοῦσκοι τὴν ἑῴαν ὑφ’ ἑαυτοὺς ποιησάμενοι οὐδὲ τῶν νήσων ἀπέσχοντο. ἀλλ’ ὁ Τζαχᾶς, Τοῦρκος δὲ καὶ οὗτος οὐ τῶν ἐπιφανῶν, δεινὸς δὲ καὶ τὴν πονηρίαν πολύς, διὰ πλοιαρίων ὀλίγων ἀνωιστὶ τῇ νήσῳ Χίῳ προσορμισθεὶς κατέσχε ταύτην, καὶ στόλον ἐν αὐτῇ
[*](B) ναυπηγεῖ, δι’ οὗ τήν τε Λέσβον ἀνήρπασε καὶ τὴν Σάμον τήν τε Ῥόδον ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ πλείους ἄλλας τῶν νήσων. ἐξηλάθη δ’ αὖθις αὐτῶν, στόλου Ῥωμαϊκοῦ ἐπελθόντος ταῖς ἐκείνου τριήρεσι. καὶ ἡ νῆσος δ’ ἡ Κρήτη, πρὸς δὲ τῇ καὶ ἡ Κύπρος ἀποστασίαν ἐνόσησαν, τὴν μὲν τοῦ Καρικὴ κατεσχηκότος καὶ ἀντάραντος χεῖρα τῷ βασιλεῖ, τὴν Κύπρον δέ γε τοῦ Ῥαψομμάτου. ἀλλὰ καὶ αὗται τῇ Ῥωμαίων αὖθις οὐκ εἰς μακρὰν ἐπανεσώθησαν ἡλεμονίᾳ. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀποτροπαίους συλλογῆς χρημάτων ἐξεύρισκε, καὶ ὀφειλὰς ἀδίκους εἰσῆγον κατὰ τόν ἀνθρώπων οἶ ἐπ’ αὐτῷ τεταγμένοι, καὶ ἀφῃροῦντο
[*](C) τὰς οἰκείας οὐσίας οἱ μηδὲν δικαίως ὀφείλοντες. ἐντεῦθεν ἀπογραφεῖς πανταχοῦ τῶν ἐν ἀγροῖς καὶ ὁ χωρίοις διαφερουσῶν τοῖς ὑπηκόοις ἐστέλλοντο κτήσεων, καὶ τὰ καινὰ τῶν ὀνομάτων ἐπινενόητο, τὰ ὑπἐρτιμα λέγω καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοτε ἄλλοι
240
τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων εἰσήγοντο, καὶ ἱερὰ δ’ ἀφῄρηντο ἐκ θείων ναῶν. οὗτος ὁ βασιλεὺς καὶ τὸ νόμισμα κεκιβδηλευμένον παρὰ τῶν πρὸ αὐτοῦ εὑρηκὼς χάλκεον ἔθετο, ᾧ εἰς τὰ τῆς βασιλείας ἐκέχρητο ἀναλώματα, τοὺς δέ γε φόρους διὰ χρυσίνων δοκίμων εἰσ’ ἔπραττε, πῇ δέ γε καὶ δι’ ἑτέρων, χρυσίνων μὲν κἀκείνων, ἀλλ’ ἡμιχρύσων, ἔστι δ’
[*](D) οὗ καὶ διὰ τῶν χαλκέων ἐδασμοφόρει. ὅθεν χαλκοῦ δεόμενος πλείονος τοὺς ὀβολοὺς εἰς νόμισμα μετετύπωσε, καί τινα τῶν δημοσίων ἔργων, τῶν χαλκουρλγμάτων φημί, κατασπάσας εἰς στατῆρας συνέκοψε καὶ νέας δεκάτας ἐκαίνισεν. ἐγείνατο δὲ θυγάτριον ἡ Αὐγούστω τῷ βασιλεῖ, ὅπερ Ἄννα ὠνομάσθη διὰ τὴν πατρομήτορα, ἐφ’ ᾗ τὸν τῆς βασιλίσσης Μάριας υἱὸν Κωνσταντῖνον τῆς ἐξ Ἀλανῶν ὁ βασιλεὺς ἐμνηστεύσατο· ἐκείνου δ’ ἐπὶ τῇ μνηστείᾳ τὴν ζωὴν καταλύσαντος, ὡς ὡραία γάμου ἡ θυγάτηρ ἐγεγόνει τῷ ἄνακτι, νυμφίον ἕτερον ἐπ’ αὐτῷ εἰσῳκίσατο τὸν μείζω τῶν υἱῶν Νικηφόρου τοῦ Βρυεννίου, ὃν ὁ λόγος προέφηνε τῇ τυραννίδι ἐπιχειρήσαντα καὶ ἁλόντα καὶ πηρωθέντα τοὺς ὀφθαλμούς. τούτῳ τὴν θυγατέρα ταύτην κατεγγυή- σας τετίμηκε τὸν ἄνδρα πανυπερσέβαστον. δὲ τῷ βασιλεῖ καὶ υἱός, ὃν ἐν τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας παρὰ τοῦ πατριάρχου καταξιωθέντα τοῦ θείου βαπτίσματος καὶ Ἰωάννην κληθέντα αὐτίκα ὁ πατὴρ καὶ διαδήματι ταινιοῖ. γεγόνασι δὲ τῷ βασιλεῖ καὶ ἕτεροι δύο υἱοί, Ἀνδρόνικός τε καὶ Ἰσαάκιος, καὶ θυγατέρες ἕτεραι τρεῖς, Μαρία, Εὐδοκία, καὶ Θεοδώρα. τῇ μὲν οὖν Μαρίᾳ τὸν τοῦ Γαβρᾶ ἐκείνου Θεοδώρου τοῦ σεβαστοῦ καὶ μάρτυρος υἱὸν τὸν Γρηγόριον ἐμνηστεύσατο. εἶτα τὴν
241
μνηστείαν ταύτην λύσας, οὕτω δόξαν αὐτῷ, κἀκεῖνον ἀποπεμψάμενος ἕτερον μνηστῆρα τῇ θυγατρὶ ταύτῃ τὸν τοῦ Φορβηνοῦ υἱὸν τοῦ κατακαλῶν τὸν Νικηφόρον εἰσεποιήσατο. τῇ δ’ Εὐδοκίᾳ τὸν τοῦ
[*](B) Ἰασίτου Κωνσταντίνου παῖδα συνέζευξεν. ὃς τῇ τε συνεύνῳ οὐχ ὡς βασιλέως ἐκέχρητο θυγατρί, ἀλλ’ ἐκ τοῦ κρείττονος ὡμίλει ταύτῃ καὶ προσεφέρετο, καὶ τῇ βασιλίσσῃ δὲ πλειστάκις προσκεκρούκει καὶ πενθερᾷ, ἥπερ αὐτῷ προσοχθίσασα τὴν θυγατέρα νοσήσασαν εὐθὺς ἀποκείρει καὶ τὸν Ἰασίτην ἀπελαύνει τῶν βασιλείων. τῇ δέ γε τελευταίᾳ τῶν θυγατέρων συνῴκισεν ὁ πατὴρ νεανίαν τὸ μὲν εἶδος ἀγαλματίαν, τὸ δὲ γένος οὐ τῶν ἐπιφανῶν. γέγονε δ’ ἐπὶ τῆς βασιλείας τούτου κλόνος τῆς γῆς φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς μνήμης τοῦ ἐν θαύμασι περιωνύμου ἁγίου Νικολάου, ὑφ’ οὗ πολλαί
[*](C) τε οἰκίαι καὶ ναοὶ κατηρείπωντο καὶ στοαί, δι’ ὧν αἱ τῆς πόλεως ὠρόφωνται ἀτραποὶ καὶ πλεῖστοι ἐν τοῖς συμπτώμασι συνεχώσθησαν καὶ ἀπέθανον.
Κατὰ τούτους τοὺς χρόνους καὶ τοῦ τῶν Πατξινάκων ἔθνους ἡ συγκίνησις γέγονεν, ἐκ τῶν σφετέρων ἠθῶν μεταναστεύσαντος εἰς χώραν Ρωμαϊκὴν καὶ τὴν Θρᾴκην πᾶσαν καὶ τὴν Μακεδονίαν ληιζομένου. κατὰ τούτων ἐκστρατεύσας ὁ βασιλεύς, τῶν στρατιωτῶν ἀλαζονευομένων, αἰσχρῶς ἥττητο. εἶτ’ αὖθις ἄπεισι κατὰ τῶν βαρβάρων, ταπεινωθείσης τῆς στρατιᾶς καὶ τὸ πᾶν τῆς θείας ἐξαρτώσης ῥοπῆς, καὶ προσβάλλει τοῖς πολεμίοις. οἱ δὲ οὐδὲ τὴν [*](D) ἔφοδον ὑπομείναντες τὰ ὅπλα κατὰ γῆς ἐρρίπτουν καὶ οἰμωγαῖς τοὺς Ῥωμαίους ἐξεκαλοῦντο πρὸς ἔλεον. ὤλετο μὲν οὖν πολύ τι τοῦ Σκυθικοῦ, οἱ λοιποὶ δὲ σὺν ἐλαμβάνοντο καὶ ἦσαν ὑπὸ δεσμοῖς, καὶ εἰς δου-
242
λείαν οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ἀπεδίδοντο. ὁ δ’ αὐτοκράτωρ πλῆθος ἀπολεξάμενος σφριγώντων καὶ ῥωμαλέων Σκυθῶν εἰς τὸ τῶν Μογλένων θέμα τούτους σὺν γυναιξὶ καὶ τέκνοις κατῴκισε, καὶ τάγμα τούτους κατέστησεν ἰδιαίτατον, οἵ καὶ μέχρι τοῦ δεῦρο κατὰ διαδοχὰς· διαμένουσιν, εἰς ἐπίθετον σχόντες τὸν τό- πον, ἐν ᾧ κατῳκίσθησαν, καὶ Πατζινάκοι Μογλενῖται καλούμενοι. ἐπιβουλῆς δὲ μηνυθείσης αὐτῷ, πρωτουργοὺς ἐχούσης τὸν Οὐμπερτόπωλον καὶ τὸν Ἀριέβην, ὧν ὁ μὲν ἐκ Φράγγων εἷλκε τὸ γένος, ὁ δ’ Ἀριέβης ἐξ Ἀρμενίων, καὶ ἄμφω δὲ τῶν ἐπιφανεστέρων καὶ στρατηγίαις ἐφεστηκότων , ἐκεῖνοί τε συνεσχέθησαν καὶ ὅσοι συμμετεῖχον αὐτοῖς τοῦ βουλεύματος. τοὺς οὖν τῆς μελέτης ἐξάρχοντας δύο ἄνδρας δημεύσει καταδικάσας καὶ ἀτίμῳ θριάμβῳ καὶ ἐπὶ τούτοις ὑπερορίᾳ ἐν τούτοις περιώρισεν αὐτοῖς τὴν ποινήν· ὅτε καὶ τὸ τῶν Μανιχαίων τάγμα τῆς στρατείας ἀπήλασεν, ἐκθέσμως μέχρι τότε δὴ στρατευόμενον· στρατεύεσθαι γὰρ τοὺς Μανιχαίους ἀρχαῖος νόμος καθάπαξ ἀπείργει. αὖθις δ’ ἑτέρα κατὰ τοῦ βασιλέως τούτου συνέστη ἐπιβουλή, ἧς ἐξῆρχεν ὁ τοῦ βασιλεύσαντος ἐκείνου Διογενοῦς υἱὸς ὁ Νικηφόρος ὁ τῆς πορφύρας βλαστός, ἀνὴρ τὴν μὲν ἰσχὺν ἀπαράμιλλος, τὴν δὲ τῆς γνώμης ἕξιν καὶ τὴν τῆς ψυχῆς γενναιότητα οὐ κατὰ τὴν σωμα-
[*](B) τικὴν πλουτήσας ἰσχύν. οὗτος τὸ μὲν δρᾶμα συνθέμενος, τὴν δὲ πρᾶξιν ὑπερτιθέμενος, ἔλαθε παθὼν ἢ δράσας ὡς ἐβουλεύσατο. ἑάλω γάρ, καὶ ἐτασμῶν ἀνάγκαις παραδοθείς, ἵν’ ἐκκαλύψῃ τοὺς συνωμότας, τέλος ἐξεκόπη τὰ ὄμματα καὶ τὴν περιουσίαν ἀφῄρητο. εἶτα τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων συγκινηθὲν ἀνῄει πρὸς τὴν βασι-
243
λίδα των πόλεων, ώς έκ ταύτης είς την εωαν δια- περαιωθησόμενον' ων τὴν συνγκίνηβιν θεοσηαία τις προεμήννσεν. ακριδών γαρ άπειρον τι πλήθος, έκ της 'Εσπέρας την γένεαιν έσχηκός καΐ τοσούτον ως νέφεαιν ιπτάμενου άπεικάζεβθαι καὶ σνσκιάξειν τὸν ηλιον, δια της μεγίστης των πόλεων και των ταύτης ορίων την πτήσιν ποιούμενου προς την εωαν ωρμητο, κάκεΐβε κατε'πανε. περαιωθέντες ονν και τή κατά
[*](C) Βιθυνίαν προσβαλόντες Νίκαια, παρά των Τούρ- κων κατεχόμενη, οὖν χρόνω μεν καϊ φθορά πολλή εκατέρωθεν, τέως μέντοι την πάλιν ·ηρήκασι. καϊ ταύτην μεν πολλών άπέδοντο χρημάτων τω βαΰιλεϊ, οί δ' είς τό πρόσω προνχώρονν. καϊ ο[ μεν την προς τω Ὀρόντη εἶλον σύν μόχθω και φάνω πολλώ Ἀντιόχειαν, οί δε της Ιεροσολύμων μεγάλοις άγώ- αιν έκράτήσαν πόλεως, άλλ' οντω μεν τά τον ἔθνονς έσχον των Φράγγων αυντετμημένως ειπείν, αἵρεσις δέ τις κατά τους χρόνους τούτους άναπέφηνε μυ- σαρά η των Βογομίλων. της δε τοιαύτης αίρέαεως κήρυξ ην καϊ μέγας διδάσκαλος και προβολεύς των παρ' αὐτοῖς ἀποστόλων Βασίλειος τις λεγόμενος
[*](D) ιατρός, σχημα μίν περικείμενος μοναχού, αυτόν δ᾿ εκείνον ενδεδυμένος τον σατανάν, ος εν έτεσι μεν πεντεχαίδεκα τά της πλάνης μαθών ολέθρια δόγματα, έν δε δυσὶ καὶ τῇ πεντήκοντα διδάξας αυτά, πάσαν σχεδόν την οίκονμένην της οίκείας λύμης ένέπλη- οεν. είτα και τ ή τών πόλεων βαβιλίδι έπεχωρίασε ν, άλλ' έάλω ίπ' αυτοφώρω ὁ τῆς αληθείας έχθρός. γνονς γάρ την εκείνον άσέβειαν ό κρατών υπεκρίθη πίοτιν έχειν εις έκεϊνον τον κακοδαίμονα, καϊ διδά- σκαλου έκάλει καϊ σωτήρα πλανωμένων ψνχών. τού- τοις ονν και πλείοσιν άλλοις μόλις μεν καὶ σὺν χρόνω,
244
ἴσχυσε δέ ποτε πεῖσαι τὸν ὀλέθριον ἐκεῖνον ἐξεμέσαι τὸν ἰὸν τῆς πονηρίας αὐτοῦ. ἐπεὶ δ’ ἦν ἐντὸς ἀρκύων τὸ θήραμα, ἐδημοσίευσε μὲν τὴν ἐκείνου διδασκαλίαν καὶ τὰ δόγματα ἐξεφαύλισε, κοινῇ δὲ ψήφῳ πυρὸς αὐτὸν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ παρανάλωμα ἔθετο. αὖθις δ’ ἐπανάστασις ἑτέρα κατὰ τοῦ αὐτοκράτορος γέγονε, καὶ ὁ ταύτην συστησάμενος υἱὸν ἔλεγεν ἑαυτὸν εἶναι τοῦ βασιλεύσαντος Διογενοῦς, ὃς Κομάνων πλῆθος προσεταιρισάμενος εἰς τἀπὶ Θρᾴκης τε χωρία γενόμενος καὶ τὴν χώραν κεραίζων καὶ ληιζόμενος ἀπῄτει τοὺς ἐν ταῖς πόλεσι δέχεσθαί τε αὐτὸν καὶ ἀξιοῦν βασιλικῆς ἀναρρήσεως. εἶτα εἴς τι πολίχνιον τῶν Θρᾳκικῶν ἀπελθών, ἀπατηθείς τε παρὰ τῶν ἐν αὐτῷ καὶ ἀναρρηθείς, εἰσελθών τε μετ’ ὀλίγων ἐντός, συνε- σχέθη καὶ ἐξεκόπη τοὺς ὀφθαλμούς. καὶ οὕτως ἡ
[*](B) ἐπιχειρηθεῖσα παρ’ αὐτοῦ τυραννὶς διελέλυτο, τῶν Κομάνων, ὅσοι μὴ διεφθάρησαν, εἰς τὰ ἤθη παλινοστησάντων τὰ σφέτερα.
Οὗτος ὁ βασιλεύς, τοῦ ὀρφανοτροφείου ἐσχολακότος, ἀλλὰ μὴν καὶ ἄλλων γηροκομείων πολλῶν, τὰς πάντων κτήσεις τῷ ὀρφανοτροφείῳ προσνείμας καὶ αὐτὸς ἑτέρας προσαφορίσας, ἀνεκαίνισέ τε αὐτὸ καὶ ἀνενέωσε πολλοῖς ἀναλώμασι καὶ πλῆθος γηροκομουμένων αὐτῷ ἐγκατέστησεν. ἀλλὰ μὴν καὶ μοναζόντων καὶ μοναζουσῶν ἐν αὐτῷ ἐδείματο καταγώγια· πρὸς δὲ τοῖς καὶ διδασκαλεῖον γραμματικῶν, ἵν᾿ἐν αὐτῷ διδάσκοιντο παῖδες ὀρφανοὶ ἢ γονέων ἀπόρων, διδασκάλους ἐντάξας αὐτῷ καὶ παιδαγωγοὺς καὶ σιτήσεις ἀποτάξας τοῖς διδάσκουσί τε καὶ τοῖς μανθάνουσι. καὶ τὰ μὲν οὕτως ἔσχε καὶ μέχρι [*](C) τοῦδε διατετήρηται. ἄλλο δ’ αὖθις κατὰ τοῦ αὐτο-
245
κράτορος συνεστήσαντό τινες διαβούλιον, οὑ κορυφαῖος μὲν ἦν ὁ Ἀνεμᾶς Μιχαὴλ, συνίστορες δὲ πολλοὶ τῶν τὰ πρῶτα πραττομένων ἐν τῇ μοίρᾳ τῇ στρατιώτιδι. ἀλλὰ μήπω τῷ ἔργῳ ἐπιχειρήσαντες ἐγνώσθησάν τε καὶ συνελήφθησαν, καὶ τοῖς μὲν συνωμόταις ψίλωσις ἐπήχθη τῶν τριχῶν καὶ τοῦ πώγωνος, οὐ ξυρῷ, ἀλλὰ δρώπακι. τῷ δ’ Ἀνεμᾷ ἄψαυστος μὲν ἡ κεφαλὴ καὶ ὁ πώγων τετήρητο, πή- ρωσις δὲ τῶν ὀφθαλμῶν αὐτοῦ κατεψήφιστο. ἔτι δὲ θριαμβευομένων αὐτῶν ἐπικαταλαμβάνει βασίλειον θέσπισμα, τῆς ποινῆς τὸν Ἀνεμᾶν ἐξαιρούμενον καί οἱ συγχωροῦν τῶν ὀμμάτων τὴν ἐκκοπήν. ἀφαιρεθέντες δὲ τὰς οὐσίας ὑπερορίαν ἄλλος ἀλλαχόθι κατεδικάσθησαν. ἡ μήτηρ δὲ τοῦ αὐτοκράτορος τούτου του τῶν τῆς βασιλείας πραγμάτων ἀναδεξαμένη, ὡς
[*](D) εἴρηται, τὴν διοίκησιν, μέχρι πολλοῦ ταύτην μετεχειρίζετο, ὅθεν καὶ τὰ πρὸς κάκωσιν τῶν ὑπηκόων τότε γινόμενα ἐκείνῃ οἱ πλείονες ἐπεγράφοντο. ἤχθετο μὲν οὖν ὁ βασιλεὺς ὡς ἐν μόνῳ σχεδὸν τῆς βασιλείας ἀπολαύων ὀνόματι, ᾐδεῖτο δὲ τὴν μητέρα καὶ ἀκούσης ἐκείνης ἀφελέσθαι τὴν ἐξουσίαν οὐκ ἤθελεν. ἐπεὶ δ’ ἐκείνῃ συνῆκεν ἀχθόμενον τὸν υἱόν, πτοηθεῖσα μὴ βιασθείη καὶ ἀθέλητον δόξῃ ποιήσασθαι τὴν μετάστασιν, παρακεχωρήκει πάντων τῷ υἱῷ τε καὶ αὐτοκράτορι καὶ τῶν βασιλείων ὑπανεχώρησε, τὴν τοῦ Παντεπόπτου μονήν, ἣν ἐκείνη ἐδείματο, κατοικίαν ποιησαμένη, παρ’ ᾗ καί τινας ἐνιαυτοὺς παροικήσασα ἐντίμως τε καὶ βασιλικῶς, ἐς γῆράς τε βαθὺ καταντήσασα, μετήλλαξε τὴν ζωήν. ἴνα δ’ ἐνιαυτὸν καὶ μικρόν τι πρὸς ὁ σεβαστοκράτωρ ἐπιβιοὺς τῇ μητρὶ κἀκεῖνος ἀπέτισε τὸ χρεών, κειράμενος τὴν τρίχα καὶ μεταμφιασάμενος κατὰ
246
μοναχούς, ὡς ἔγνω ἐπιλείπειν αὐτῷ τὸ βιώσιμον. ἀπεβίω δ’ ἐπὶ παισὶ πολλοῖς, οὕς, ἐπεὶ καὶ ἡ μήτηρ αὐτῶν οὐδ’ ὅλον ἐνιαυτὸν ἐπιζήσασα τῷ ἀνδρὶ μετέστη τῶν γεηρῶν, ὁ βασιλεὺς προσελάβετο, καὶ τοὺς μὲν ἄρρενας συνῴκισε γυναιξί, τὰς δέ γε θηλείας ἀνδράσιν ἐξέδοτο καὶ ἔστεργε καὶ εὐηργέτει τοὺς ἀδελφόπαιδας. πρὸς δὲ τὴν κοινωνὸν τοῦ βίου ὁ βασιλεὺς οὗτος οὔτ’ ἀποστρόφως εἶχε τὸ πρότερον
[*](B) οὔτε λίαν ἐκείνῃ προσέκειτο, ἀφροδισίων δ’ ἡττώμενος οὐ πάνυ τὰ ἐς εὐνὴν ἐτύγχανε δίκαιος, ὅθεν καὶ βέλεσιν ἡ Αὐγούστω ζηλοτυπίας ἐβέβλητο. ἐπεὶ δ’ ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ πυρφόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε πρὸς τὴν Αὐγούστων τρέψας τὸν ἔρωτα ὅλος ἢν τῆς πρὸς ἐκείνην στοργῆς, καὶ ἤθελεν εἶναι σχεδὸν αὐτῆς ἀδιάσπαστος. τοιαύτη μὲν οὖν τῇ βασιλίσσῃ ἐσύστερον ἡ διάθεσις, καὶ μεγάλα τότε ἠδύνατο, καὶ εἶχεν οὕτω μέχρις ἂν ἔρρωτο τὸ σῶμα τῷ βασιλεῖ. ἐπεὶ δ’ ἐκεῖνος τοὺς πόδας ἤλγει καὶ τὰς βάσεις ἐβέβλαπτο καὶ περὶ τὰ ἄρθρα τούτῳ μοχθηρᾶς ὕλης συνερρυήκεσαν ῥεύματα
[*](C) μάτα καὶ ἦν ἐντεῦθεν κλινοπετής, κατῆρχεν ἡ βασιλίς, καὶ τῷ ταύτης ἦν ὡς ἐπίπαν τιθέμενος ὁ αὐτοκράτωρ θελήματι, καὶ πᾶσα ἡ ἐξουσία καὶ ἡ τῆς βασιλείας διοίκησις ἀνατεθῆναι αὐτῇ μετὰ παρέλευσιν τοῦ ἀνδρὸς μεμελέτητο, ὡς καὶ τὸν υἱὸν καὶ βασιλέα ὑποκεῖσθαι αὐτῇ. τῷ δὲ τὸ σκέμμα οὐκ ἀνεκτὸν ἐς ἄνδρας ἤδη τελοῦντι καὶ γυναικὶ πρὸ πολλοῦ συναφθέντι τοῦ ἔθνους τῶν Οὔγγρων ἀρχηγοῦ θυγατρὶ καὶ παίδων γεγονότι πατρί. ἐδε- δοίκει γὰρ περὶ τῇ ἀρχῇ ἤ καὶ περὶ αὐτῇ τῇ ζωῇ, ὁρῶν τὴν μητέρα πολλὴν περὶ τὴν πρεσβυτέραν τῶν θυγατέρων ἐνδεικνυμένην σχέσιν καὶ περὶ τὸν ἐπ’
247
αὐτῇ κηδεστὴν τὸν Βρυέννιον. ὅθεν μετῄει τὸ συγενές, ἀλλὰ μέντοι καὶ ξύμπαντας, καὶ τὰ καθ’ ἐαυτὸν
[*](D) πρὸς ἕκαστον λαθραίως ἀποκλαιό μένος ἀνεμίμνησκε τῶν ὅρκων τοὺς ἄνδρας, οὑς οἶ πλείονες αὐτῶν ἦσαν ὀμωμοκότες, ὡς οὐχ ἕτερον ἂν παρὰ τοῦτον μετὰ τὸν πατέρα δέξαιντο αὐτοκράτορα. οἱ δ’ αὐτὸν ἐπεθάρρυνον, καὶ ἐπαρῆξαί οἱ καιροῦ καλοῦντος προθυμότατα ἐπηγγέλλοντο, ὅρκοις ἐμπεδοῦντες τὰς ὑποσχέσεις. ταῦτα δὲ τὴν βασιλίδα οὐκ ἐλελήθεισαν, δι’ ἃ καὶ προσώχθισε τῷ υἱῷ. ἐντεῦθεν παντί που καθάπαξ προσιέναι οἱ ἀπείρητο, καὶ πάντοθεν σκοποί τε καὶ κατοπτῆρες ἦσαν αὐτοῦ. ὁ δὲ καὶ οὕτως οὐκ ἐπαύετο πρὸς ἑαυτὸν σχεδὸν τοὺς σύμπαντας ἐφελκόμενος, τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν προσκειμένων αὐτῷ. πρόσ’ ἔκειτο δ’ αὐτῷ καὶ τῶν ἀδελφῶν ὁ νεώτερος· θάτερος δέ γε, δηλαδὴ ὁ Ἀνδρόνικος, τῷ συγγόνῳ καὶ βασιλεῖ ἠναντίωτο. ἤδη γὰρ καὶ οὗτοι ἀνδρωθέντες γυναιξὶ συνεζεύχθησαν. καὶ ὁ μὲν Ἀνδρόνικος σεβαστοκράτωρ τετίμητο, ὁ δ’ Ἰσαάκιος καὶ ὁ Βρυέννιος Καίσαρες, ὁ δ’ ἐπὶ τῇ δευτέρᾳ τῶν θυγατέρων τοῦ βασιλέως ὁ Φορβηνὸς πανυπερσέβαστος. εἶχον μὲν οὖν οὕτω ταῦτα, εἰ καὶ προδραμὼν ὁ λόγος τὰ ὕστερον διηγήσατο.
Εἷς δὲ τῶν εἰς τὴν ἑῴαν διαβάντων Λατίνων καὶ ὁ τοῦ Ῥομπέρτου ἐκείνου, οὗπερ ἤδη ἡ ἱστορία ἐμνήσθη, ὑπῆρχεν υἱός, Βαὶ·μοῦνδος ὀνομαζόμενος, ὃς ἐκ τῶν ἐσπερίων μετὰ τῶν ὑπ’ αὐτὸν ἀνιὼν δούλωσίν τε τῷ βασιλεῖ ἐπηγγείλατο καὶ συνθήκας [*](B) θέμενος πρὸς αὐτὸν ὅρκοις αὐτὰς ἐμπεπέδωκε, καὶ χρήματα λαβὼν σχεδὸν ὑπὲρ ἀριθμὸν τῇ κατὰ Κοίλην Συρίαν Ἀντιοχείᾳ ἐπιδεδήμηκε καὶ ταύτην πο-
248
λιορκίᾳ ἐλῶν οὐ μόνον τῶν ὡμολογημένων παραβάτης ἐγένετο, ἀλλὰ καὶ πόλεμον κατὰ ῾Ρωμαίων ἄρααθαι μεμελέτηκεν. ἐπανιέναι δὲ φροντίζων ἐκ τῶν ἑῴων εἰς τὰ ἑσπέρια ἐδεδίει μὴ ἐν τῇ ἐπανόδῳ χώρας ῾Ρωμαϊκὰς διιὼν κατασχεθείη παρά του τῶν χωρῶν ρῶν ἐκείνων τὰς ἀρχὰς ἐμπεπιστ εὑ μένων καὶ ἀπαχθείη δεσμώτης, ὡς παραβάτης ὧν ἔθετο συνθηκῶν. τί γοῦν μηχανᾶται; ἑαυτοῦ καταψεύδεται θάνατον, καὶ λάρνακι ἐμβεβήκει, ἐντειλάμενος τοῖς θεράπουσι
[*](C) λέγειν ὡς ἐτεθνήκει καὶ ὁ νεκρὸς ἐκείνου κομίζεται οἴκαδε. οὕτω λαθὼν εἰς τὴν χώραν αὐτοῦ διασέσωστο· ἔνθα πολλὰ κατειπὼν τοῦ βασιλέως πολλοὺς τῶν ὁμοεθνῶν ἆραι κατὰ Ῥωμαίων ὅπλα ἠρέθισεν, ὧν στραταρχῶν ἐκεῖνος διεπεραιώθη πρὸς τὴν Ἐπίδαμνον, καὶ πολλὴν ἔθετο σπουδὴν ἐκπορθῆσαι τὸ ἄστυ αὐτῆς. χρόνον δὲ διατρίψας ἐν τῇ πολιορκίᾳ μακρόν, καὶ κακώσας μὲν τοὺς ἐν τῇ πόλει, οὐ μείω δὲ καὶ αὐτὸς κακωθείς, ἀπέγνω μὲν τοῦ Δυρραχίου τὴν ἅλωσιν, προέβη δ’ εἰς ἕτερα, ἀλλὰ κἀκείνων διήμαρτεν· ὅθεν διαπρεσβεύεται πρὸς τὸν αὐτοκράτορα, συμβάσεις ζητῶν. ὁ δὲ τῇ Θεσσαλονίκῃ ἦν ἐνδη-
[*](D) μῶν, καὶ ἀπάρας ἐκεῖθεν κατὰ τὴν Εὐρωπαίαν Κολώνειαν τὸν χάρακα ἔθετο, ἔνθα καὶ προσωμίλησε τῷ βαρβάρῳ, καὶ τὰς συνθήκας τῶν σπονδῶν ἐποιή- σατο. ἡ μὲν οὖν τοῦ Βαϊμούνδου μάχη οὕτω πως διελέλυτο. ὁ δὲ πατριάρχης Νικόλαος ἐπὶ εἴκοσι πρὸς ἑπτὰ ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύνας καὶ ἐς γῆρας ἐλάσας βαθύ, νοσήσας ἀπεβίω· οὗ τὴν ἐκφορὰν μεγαλοπρεπῶς ὁ αὐτοκράτωρ ἐτίμησεν, εἶτα ἕτερον εἰς τὸν θρόνον τὸν πατριαρχικὸν ἐγκαθίδρυσεν, ἔνα μὲν τοῦ κλήρου τῆς ἐκκλησίας, τοῦ τῶν διακόνων δέ γε βαθμοῦ καὶ τοῖς πατριαρχικοῖς συν-
249
ταττόμενον ἄρχουσιν, ἀδελφιδοῦν δὲ τοῦ τῆς ἐν Χαλκηδόνι τότε προεδρεύοντος ἐκκλησίας, λόγοις ἐντεθραμμένον τοῖς τε θύραθεν καὶ τοῖς καθ’ ἡμᾶς, αὐτὸς ὁ βασιλεὺς τῇ ἐκκλησίᾳ ἐπιδεδημηκὼς καὶ αὐτὸν ἐν ταύτῃ προχειρισάμενος. μετὰ δέ τινα χρόνον νοσεῖ ὁ κρατῶν, καὶ οὕτως ἡ νόσος ἐκείνου κατίσχυσεν ὡς ἐκλελοιπέναι δοκεῖν. ἐν τούτῳ δὲ τοῦ σωτηρίου τοῦ σωτῆρος ἡμῶν ἐκτυπώματος, ὃ ἐν τῇ Χαλκῇ ἀνεστήλωται, τὸ θεῖον πέπλον, ὃ πρὸ τῆς 10 εἰκόνος ᾐώρηται, κομισθὲν ἐφηπλώθη τῇ κλίνῃ ἐφ’ ἧς ὁ κάμνων κατέκειτο, καὶ αὐτοῦ τὸ σῶμα περιεκάλψε, καὶ ἡ τῆς νόσου σφοδρότης ὑπεδίδου εὐθύς. ὁ δὲ κεκίνητό τε καὶ ἀνεκάθισε καὶ ἐφώνησε καὶ ᾔτησεν ὕδωρ κατὰ χειρὸς καὶ τροφῆς ἀπεγεύσατο, 15 καὶ ὁ μὲν ἀνερρώννυτο, ἡ δὲ νόσος ὑπέληγε. τοῖς δὲ πολλοῖς ἄπιστος ἦν ἡ ἀνάρρωσις. ἔνα γοῦν
[*](B) πληροφορηθῶσι περὶ ταύτης οἱ ἀμφιβάλλοντες, ἔφιππος μετ’ ὀλίγον διῆλθε τὴν ἀγοράν. ἀλλ’ οὕτω μὲν τῆς νόσου ὁ αὐτοκράτωρ ἀπήλλακτο. αὖθις δὲ τὸν ἀστυπολοῦντα λαὸν δέος ὑπεισῄει ἀναίτιον· φήμη γὰρ περιῄει ἁπανταχοῦ τεθνάναι μέλλειν κατὰ τὸ μέγα σάββατον τοῦ ἐνιαυτοῦ ἐκείνου τὸν αὐτοκράτορα, καὶ οὐ τοῦ δημώδους μόνον πλήθους ἡ φήμη κατεκράτησεν αὕτη, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν περὶ τὸν κρατοῦντα, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως διέσεισε τὴν ψυχήν, καὶ ταῦτα μηδὲ νοσοῦντος μηδέ τι τὸ ἐνοχλοῦν ἔχοντος. ἐπιστάσης δὲ τῆς λεγομένης ἡμέρας ἠλέγχθη τὸ φημιζόμενον μάταιον καὶ τῶν
[*](C) πονηρῶν προσδοκιῶν ἀπηλλάγησαν ξύμπαντες.
Οὐ πολὺς ἐπὶ τούτοις παρῆλθε καιρὸς καὶ τῆς Βυζαντίδος ὁ αὐτοκράτωρ ἀποδημεῖ, καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, καὶ ταῦτα καθ’ ὥραν χει-
250
μέριον, καὶ σκηνοῖ κατὰ τὴν Θρᾳκῴαν Χερρόνησον. τοῦ δὲ χειμῶνος παρελθόντος καὶ τοῦ ἔαρος ἀναλάμψαντος, ἤδη καὶ τὸ θέρος ἐφίστατο, κἀκεῖθεν ὁ κρατῶν οὐ μεθίστατο, ἕως νόσος τῇ βασιλίσσῃ ἐνέσκηψε· τότε δὲ προεπέμφθη μὲν ἡ Αὐγούστα τριήρει βασιλικῇ, ὁ βασιλεὺς δ’ ἔτι ἔμενε διάγων ἐκεῖ καὶ τοὺς στρατιωτικοὺς καταλόγους ἐπισκεπτόμενος, μέχρις ἂν ἐμεμαθήκει ὡς ἡ βασιλὶς κατηντήκει πρὸς
[*](D) τὰ βασίλεια. εἶτ’ ἐκεῖθεν ἀπάρας διὰ μιᾶς ἡμέρας κατειλήφει τὴν μεγαλόπολιν. καὶ ἡ μὲν ἀνερρώννυτο, ὁ δὲ τῶν διοικήσεων εἴχετο, ὡς τὰ πολλὰ κατὰ τὸ Φιλοπάτιον ποιούμενος τὰς διατριβάς. καί οἱ τοιοῦτόν τι ἐπιτετήδευτο· τεταγμένας ἡμέρας ὡρίσατο, καθ’ ἃς ἐκεῖσε δημοσίᾳ προυκάθητο ἀφορῶν πρὸς πεδιάδα πλατεῖαν. τῷ βουλομένῳ δὲ ἡ εἰς ἐκεῖνον πάροδος συγκεχώρητο, καὶ ἕκαστος τῶν δεομένων ἐπανετείνετο δεητήριον διδακτικὸν ὅτου δέοιτο. καὶ ταῦτα ἐνώπιον αὐτοῦ τιθέμενα ἐπέταττε τοῖς ὑπογραμματεύουσιν ἐπιέναι καὶ γνωρίζειν αὐτῷ τὰς ἑκάστων αἰτήσεις, καὶ αὐτίκα τὴν ἐφ’ ἑκάστῳ ἀντιγραφὴν προσέταττε γίνεσθαι καὶ βεβαιουμένην τοῖς δεομένοις παρέχεσθαι. καὶ τοῦτ’ ἐπὶ χρόνον ἱκανὸν ἐτηρεῖτο τῷ αὐτοκράτορι. εἶτ’ αὖθις ἀποδημεῖ τῆς Βυζαντίδος, φθίνοντος ἤδη τοῦ μετοπώρου. συνῆν δὲ ἐκείνῳ καὶ ἡ βασίλισσα καὶ ἡ γυναικωνῖτις συνείπετο, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους τοῦ Παπυκίου κατασκηνοῖ, ἔνθα τὸ τῆς ὥρας χειμέριον διαγαγὼν παγγενῆ. ἄρτι ἠργμένου τοῦ ἔαρος ἐκεῖθεν ἀπάρας τὴν Φιλιππούπολιν κατέλαβε. περὶ ταύτης οὖν τὰ ὅρια ὁ βασιλεὺς Ἀλέξιος σκηνωσάμενος ἐκεῖ τὸν ἐαρινόν τε καιρὸν καὶ τὸν θέρειον, ἤδη δὲ καὶ πολὺ τοῦ μετοπώρου διέτριβε, καὶ ἦν ἔργον
251
αὐτῷ τῆς ἐκεῖσε διατριβῆς ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιανοὺς ἡ δημώδης ὀνομάζει φωνή· πολὺ γὰρ τοῦτο τὸ γένος ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ ξιμισκῆ μεταγαγόντος ἐκ τῆς ἑῴας αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαντος· οἷς διαλεγόμενος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκεν. ἤδη δὲ μεσοῦντος τοῦ μετπώρου ἐπανῆλθεν εἰς τὰ βασίλεια. τῆς δὲ βασιλίσσης μέγα δεδυνημένης, καὶ τῷ κηδεστῇ τῷ βρυεννίῳ
[*](B) τῷ Καίσαρι πολλή τις ἦν ἰσχὺς καὶ δι’ ἐκείνου πᾶν ἐν τοῖς ἀνακτόροις οἰκονομούμενον ἐκπεφώνητο. διὸ καὶ πάντες ἐκείνῳ προσῄεσαν καὶ δικάζειν αὐτῷ ἐπετέτραπτο καὶ βασιλικῶς ἐθεμίστευεν. ἦν γὰρ καὶ λόγοις προσκείμενος ὁ ἀνήρ, καὶ ἡ σύνοικος δέ οἱ οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον ἐκείνου, τῆς ἐν λόγοις παιδείας ἀντείχετο καὶ τὴν γλῶτταν εἶχεν ἀκριβῶς ἀττικίζουσαν καὶ τὸν νοῦν πρὸς ὕψος θεωρημάτων ὀξύτατον. ταῦτα δ’ αὐτῇ προσεγένετο φύσεως ὀξύτητι καὶ σπουδῇ. προσετετήκει γὰρ ταῖς βίβλοις καὶ λογίοις ἀνδράσι καὶ οὐ παρέργως ὡμίλει αὐτοῖς. οὕτω δ’ ὡς εἴρηται τῷ Καίσαρι τῶν πραγμάτων
[*](C) συνενεχθέντων, διὰ πάσης ἦν γλώττης ᾀδόμενος ὁ ἀνήρ. ταῦτα δὲ τῷ βασιλέως υἱῷ τε καὶ βασιλεῖ πολλὴν τὴν ἀθυμίαν ἐνέσταζον καὶ εἰς ἀγωνίαν ἐνέβαλλον· ὁ δὲ καὶ οὕτως ἔχων ἐκαρτέρει. ἀλλὰ τὰ μὲν περὶ τούτων προϊὼν ὁ λόγος ἐκθήσεται, ἄρτι δὲ διηγησάσθω ἃ παραλέλοιπε. πολλοὶ κατὰ τοὺς τῆς αὐταρχίας χρόνους τοῦ βασιλέως τούτου γεγόνασιν ἐμπρησμοὶ ἐν διαφόροις τῆς πόλεως μέρεσι, καὶ πολλὰ ταύτης κατενεμήθη τὸ πῦρ καὶ ἠρείπωσεν. ἔπνευσε δέ ποτε τούτου κρατοῦντος καὶ ἄνεμος σφοδρός τε καὶ βιαιότατος ὥρας οὔσης ἐαρινῆς, ὑφ’
252
οὗ πολλά τε ἄλλα συνέβη συμπτώματα καὶ ἡ ἐν τῷ κυκλοτερεῖ καὶ μεγίστῳ πορφυρέῳ κίονι τῷ κατὰ τὸ
[*](D) λεγόμενον Πλακωτὸν ἑστῶτι ἱδρυμένη στήλη κατήνεκτο καὶ πολλοὺς ἀνεῖλε τῶν παρατυχόντων ἐκεῖ. ἦν δὲ τὸ ἄγαλμα μεγέθει μὲν πάμμεγα, κάλλει δὲ θαυμάσιον, ὃ καὶ πεσὸν συντέθραυστό τε καὶ εἰς πολλὰ διετέτμητο. καὶ ὑετὸς δ’ ἐν ἄλλῳ χρόνῳ κατερράγη σφοδρότατος, κατ’ αὐτὴν τὴν ἡμέραν τῆς μνήμης τῶν κορυφαίων τοῦ Χριστοῦ μαθητῶν Πέτρου καὶ Παύλου, ὃς περὶ δείλην ὀψίαν ἠργμένος διήρκεσεν ἄχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας ἀνένδοτος γεγονώς. ὅτε πολλαί τε τῇ φορᾷ τῶν ὑδάτων οἰκίαι κατέπεσον, καὶ αἶ κοιλάδες ὑδάτων πλησθεῖσαι οὐδὲν διέφερον θαλασσῶν, καὶ ἀνθρώπων οὐκ ὀλίγων καὶ ζῴων πολλῶν συμβεβήκει ἀπώλεια. ταῦτα μὲν οὕτω συνήνεκτο.
Ἀπηγγέλη δέ ποτε τῷ βασιλεῖ Τούρκων ἀθροίζεσθαι στρατιάν, βουλομένην ἐπελθεῖν ταῖς ὑπὸ Ῥωμαίους χώραις καὶ ταύτας ληίσασθαι. ἔτυχε δὲ τότε τοὺς πόδας ἀλγῶν, τοῦ ῥεύματος σφοδρότερον ἐπιρρεύσαντος καὶ περιωδυνίαις αὐτὸν καὶ ἀλγηδόσιν ὀξυτάταις πιέζοντος. ἐπεὶ γοῦν οὐκ εἶχε δι’ ἑαυτοῦ κατὰ τῶν βαρβάρων στρατεύσασθαι, φάλαγγα κατ’ αὐτῶν ἐκπέμπει στρατιωτῶν, φαλαγγάρχην ἐπιστήσας αὐτοῖς τὸν Καμμύτξην Εὐστάθιον, ἄνδρα τοῖς πρώτοις τεταγμένον τῶν στρατηγῶν. ὁ δὲ οὐκ ἐλαχίστῃ τῶν πολεμίων μοίρᾳ περιτυχὼν προσβάλλει τούτοις, ἡττήθη δὲ προσβαλών, καὶ αὐτὸς μὲν ἑάλω, οἶ δ’ ὑπ’ αὐτὸν οἱ μὲν ἔπεσον, οἱ δὲ φυγόντες ἐσώθησαν. ὡς δὲ ταῦτα τῷ βασιλεῖ κατηγγέλθησαν, [*](P�) οὐκέτι καθεκτὸς ἦν ἐκεῖνος, ἀλλ’ ἔξεισι, καὶ Τούρκοις μὲν ἐνέτυχεν οὐδαμοῦ, μαθόντες γὰρ τὴν κατ’
253
αὐτῶν τοῦ βασιλέως ὁρμὴν τοῖς ἵπποις ἐνδόντες τοὺ ’ς χαλινοὺς ἔφυγον ἀμεταστρεπτί, ἴσχυσε δὲ καὶ ὁ Καμμύτξης τὰς χεῖρας αὐτῶν ἐκφυγεῖν, τοὺς αὐτὸν φρουροῦντας μεγάλαις ὑποσχέσεσι πείσας συναποδρᾶναι αὐτῷ καὶ προσεληλυθέναι τῷ βασιλεῖ. καὶ ὁ μὲν πρὸς τὸν αὐτοκράτορα ἦλθε προσάγων καὶ τοὺς αὐτοῦ φύλακας αὐτομόλους. ὁ δὲ κρατῶν ἐκεῖνον μὲν ἡδέως εἶδε, τοὺς δ’ ἐκεῖνον λελυκότας ἐδεξιώσατο χρήμασι, καὶ ἐπανῆλθεν εἰς τὸ βυξάντιον. οὐ πολὺς παρερρύη καιρὸς καὶ ἔξεισιν αὖθις κατὰ τῶν βαρβάρων τούτων ὁ αὐτοκράτωρ, καὶ ἄπεισιν εἰς τὸ Φιλομήλιον· εὗρε δὲ τὸ ἄστυ τοῦτο κενὸν ὁπλιτῶν· πάντες γὰρ τὴν τοῦ αὐτοκράτορος ἐγνωκότες κατ’ αὐτῶν ἔφοδον τὰ μὲν φίλτατα
[*](C) μετέθεντο, ἐκεῖνοι δ’ ἀνεχώρησαν. τὸ μὲν οὖν ἄστυ ἀπόνως ἐλήφθη. ἀλλὰ μέντοι καί τινα φρούρια καὶ σπήλαια, ἃ καταφύγια τοῖς ἐγχωρίοις ὠνό- μασται, παρὰ τῶν κατεχόντων αὐτὰ τῷ βασιλεῖ παρεδόθησαν, καὶ οἱ ἐν αὐτοῖς μετφοικίσθησαν, τοῦτο συμφέρον τοῦ αὐτοκράτορος κρίναντος. οὓς μεθ’ ἑαυτοῦ λαβὼν ἐκεῖνος ἐπανῄει, ἐπεὶ μὴ πολεμίοις ἐνέτυχε. τῶν δὲ μετοικιζομένων ὅσοι μὲν ἀκμάξοντες ἦσαν ἢ καὶ νεάζοντες, δι’ ἑαυτῶν τὴν πορείαν πεποίηντο. οἷς δὲ τὸ γῆρας βραδεῖς ἐτίθει τοὺς πόδας εἰς βάδισιν, τούτοις παρεῖχεν ὁ κρατῶν ὑποξύγια. εἰ δέ τινες ἢ νόσοις ἢ πάθεσιν ἄλλοις εἶχον παρειμένα τὰ σώματα ἢ γήρᾳ μακροχρονίῳ τε καὶ λυγρῷ, τούτους ἀσπίσιν ἐπετίθει μακραῖς, καὶ τὰς
[*](D) ἀσπίδας νέους φέρειν ἐπέταττε σθεναρούς, δεδυνημένους ἀχθοφορεῖν, αὐτὸς δὲ περιιών, εἴ τινα τῶν οὕτω κομιζομένων ἢ δίψει κάμνοντα εὕρισκεν ἢ τροφῆς ὀρεγόμενον ἢ ἄλλως ταλαιπωροῦ μένον, ὡς
254
ἐνὸν ἀνεκτᾶτο τὸν κάμνοντα. οὕτω δὲ ὁδοιπορήσαντί τε καὶ καταλύσαντι καὶ Τοῦρκοι πρὸς ἐσπέραν ἀνεφάνησαν, σπονδὰς πρὸς Ῥωμαίους λέγοντες ἐθέλειν θέσθαι τὸν σφέτερον ἀρχηγόν. τοῦτο δὲ οὐδὲ τῷ βασιλεῖ ἔδοξεν ἀποθύμιον. ἔωθεν οὖν ἧκεν 5 ὁ τῶν βαρβάρων κρατῶν· ὁ δὲ ἦν οὐ σατράπης, ἀλλ’ ἐκ τοῦ γένους τοῦ σουλτανικοῦ καταγόμενος καὶ Σουλτὰν ὑπὸ τῶν οἰκείων ὀνομαζόμενος, ὃς ἐφίππῳ τῷ βασιλεῖ ἐντυχὼν πόρρωθεν αὐτὸς ἀποβὰς τοῦ ἵππου καὶ πεζὸς προσεληλυθώς, καὶ οὕτω τὴν προσκύνησιν αὐτοῦ ἀφοσιωσάμενος συνθήκας τε ἔθετο καὶ χρήμασι πολλοῖς φιλοτιμηθεὶς ἐκεῖνός τε καὶ ὅσοι σὺν αὐτῷ ἐληλύθασιν, ὁ μὲν ἐπανῄει πρὸς τὰ ἤθη τὰ ἑαυτοῦ, ὁ δ’ αὐτοκράτωρ ἐπανῆλθεν εἰς τὰ βασίλεια. ἐντεῦθεν ηὔξητο τὸ τῶν ποδῶν ἄλγος 10 αὐτῷ καὶ ἦν κλινήρης ὡς τὰ πολλά, κατῆρχε δ’ ἡ βασιλὶς καὶ ἦν ἐπίδοξος τὴν αὐταρχίαν σφετερίσασθαι. ὁ δὲ ταύτης υἱὸς καὶ βασιλεὺς οὐκ ἠρέμει, παντοίως πρὸς τὴν δοκοῦσαν τῆς μητρὸς ἐπιχείρησιν ἀντιστρατευόμενος.