Ὁ δέ γ’ ἑ Σφενδοσθλάβος ἔτι ἅπαξ Ῥωμαίοις παρᾐνει [*](B) μαχέσασθαι, καὶ ἤ περιγενέσθαι τε καὶ σωθήσεσθαι ἢ προτιμῆσαι θάνατον εὐκλεᾶ ζωῆς δυστυχοῦς. ταῦτα ὁ μὲν εἶπε , τὸ δὲ πλῆθος ἐπῄνεσε, καὶ τῇ ἑξῆς θανατῶντες τοῖς Ῥωμαίοις προσπλέκονται, καὶ μέχρι πολλοῦ ποτὲ μὲν οἱ Ῥωμαῖοι περιεγίνοντο τῶν Σκυθῶν, ποτὲ δὲ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὡς δ’ ἐφράσατο τὴν τοῦ τόπου στενοχωρίαν ὁ βασιλεὺς τοῖς ἐναντίοις εἶναι πρὸς λυσιτέλειαν, μὴ οἵων τε ὄντων τῶν Ῥωμαίων ἐπιέναι αὐτοῖς ἀθρόων, τοῖς στρατηγοῖς ὑπέθετο τὰ τάγματα πρὸς τὸ πεδίον ἡρέμα ὑπάγειν χωροῦντα κατὰ βραχύ τοῦτο γενόμενον τοῖς βαρβάροις δειλίας τῶν Ῥωμαίων καὶ [*](C) φυγῆς παρέσχετο δόκησιν , καὶ εἴποντο ἀλαλάξαντες. ὡς δὲ πρὸς εὐρύτερον πεδίον ἐγένοντο, σύνθημα τοῖς Ῥωμαίοις ὁ βασιλεὺς ἐπιστροφῆς δέδωκε, καὶ ἀναστρέψαντες προσβάλλουσι τοῖς βαρβάροις, καὶ γίνεται φρικώδης ὁ πόλεμος. ὁ βασιλεὺς δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρὸν μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων ἀποκλεῖσαι τὴν πρὸς τὴν πόλιν εἴσοδον τοῖς βαρβάροις ἐκπέπομφεν. ἡ δὲ μάχη μέχρι πολλοῦ ἰσόρροπος ἢν. λέγεται δὲ θειοτέρας ἐπικουρίας τότε τοὺς Ῥωμαίους τυχεῖν. θύελλα γὰρ κατὰ πρόσωπον τοῖς Σκύθαις προσέβαλλε καί τις ἔφιππος ὡρᾶτο πολλοῖς τῶν Ῥωμαίων ὑπεραγωνιξόμενος καὶ συγκλονῶν τῶν βαρβάρων τὰς φάλαγγας. [*](D) ἦ ’ν δὲ κατὰ τὴν ἡμέραν τῆς μάχης ἐκείνης ἡ τοῦ στρατηλάτου Θεοδώρου τοῦ περιωνύμου ἐν μάρτυσι τελουμένη μνήμη τρέπονται οὑν οἱ Σκύθαι, καὶ πρὸς τὴν πόλιν ὡρμήκεσαν · ἀλλ’ ἦν ἐκείνη αὐτοῖς οὐκ εἰσιτητή, ἤδη γὰρ παρὰ τοῦ Σκληροῦ ἀπεκέκλειστο ἡ εἰς ταύτην εἰσέλευσις, καὶ λοιπὸν
101
ἐπὶ τὰ ταύτης προάστεια διεσκίδναντο καὶ καταλαμβανόμενοι διεφθείροντο καὶ ὑπ’ ἀλλήλων ἀπώλλυντο συνωθούμενοί τε καὶ συμπατούμενοι, ὡς δυσαρίθμους τοὺς ἀνῃρημένους εἶναι. οἶ δὲ περιλειφθέντες τραυματίαι γεγόνασι ξύμπαντες. ἐγνώσθη δὲ ὅτι ὁ στρατηλάτης Θεόδωρος ἦν, ὃς τοῖς Ῥωμαίοις τότε κατὰ τῶν βαρβάρων ἐπεκούρησέ τε καὶ συνεμάχησεν. ἐντεῦθεν γύναιόν τι εὐλαβείᾳ συνεξηκὸς καὶ σεμνότητι κατὰ τὸ Βυζάντιον μιᾷ πρὸ τῆς μάχης ταύτης ἡμέρᾳ ἔδοξε καθ’ ὕπνους τὴν ἁγίαν θεοτόκον ὁρᾶν προιοῦσαν καὶ προπεμπομένην ὑπό πολλῶν, ἀκοῦσαί τε τῆς θεομήτορος λεγούσης πρὸς ἕνα τῶν προιόντων αὐτῆς ‘‘κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης ἀγῶνας ἔχει βαρεῖς· σπεῦσον οὖν, αὐτῷ ἐπικούρησον.” ἐξέφηνεν οὖν τισιν ἡ γυνὴ τὸ ἐνύπνιον. οἱ δὲ τὴν ἡμέραν ἐσημειώσαντο, καὶ ἤν ἡ πρὸ τῆς τελευταίας μάχης. τὸν μάρτυρα δ’ ὁ βασιλεὺς τῆς βοηθείας ἀνταμειβόμενος ναὸν αὐτῷ κατὰ τὴν Εὐχάνειαν ἢ Εὐχάϊτα περικαλλῆ ἐδομήσατο, τὸν πρῴην καταβαλών , ἐν ᾧ τὸ πολύαθλον ἐκείνου σῶμα κατέθετο, καὶ τὴν πόλιν ἀντὶ τῆς προτέρας αὐτῆς κλήσεως Θεοδωρόπολιν ἐπωνόμασεν. ὁ δὲ βάρβαρος Σφενδοσθλάβος πάντοθεν ἀπογνοὺς διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, συγγνώμην αἰτῶν καὶ εἰς τὰ οἰκεῖα ἐπανελθεῖν ἐξαιτούμενος
[*](B) καὶ τοῖς συμμάχοις Ῥωμαίων συντάττεσθαι καὶ τὸν βουλόμενον Σκύθην ἰέναι πρὸς τὰ Ῥωμαίων ἤθη καὶ ἐν αὐτοῖς ἐμπορεύεσθαι. καὶ ὁ βασιλεὺς τὰς αἰτήσεις προσήκατο καὶ πάσας ἐπλήρωσεν· εἶτα καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἀφίκετο πρὸς τὸν αὐτοκράτορα καὶ αὐτῷ συνωμίλησεν, ᾐτήσατό τ’ ἑ τοῖς Πατξινάκαις δηλῶσαι μὴ κωλῦσαι τοῖς Ῥὼς οἴκαδε
102
ἀπιοῦσι διὰ τῆς σφετέρας χώρας τὴν δίοδον. καὶ ὁ βασιλεὺς τοῦτ’ ἐκείνους ποιῆσαι ἠξίωσε καὶ συμμάχους ἔχειν αὐτούς, μηδὲ διαβαίνειν τὸν Ἴστρον καὶ τὴν Βουλγαρίαν ληίζεσθαι. οἱ δὲ τοῖς μὲν ἄλ-
[*](C) λοις συνέθεντο, πρὸς δὲ τὴν δίοδον τῶν ῾Ρὼς ἀπηγόρευσαν.
Τοιούτῳ δὲ τέλει τοῦ πρὸς τοὺς ῾Ρὼς πολέμου καταλυθέντος ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε, καὶ ὑπεδέχθη λαμπρῶς ὑφ’ ὅλου τοῦ πολιτεύματος. ὅ τε γὰρ πατριάρχης προυπηντήκει αὐτῷ μετὰ τοῦ κλήρου παντὸς καὶ οἱ τῆς γερουσίας καὶ οἱ τοῦ δήμου, στεφάνους προσάγοντες καὶ τέθριππον ἅρμα, οἱ δ’ ἵπποι τούτου λευκοί, ἐδέοντό τε τοῦ ἅρματος ἐπιβεβηκότα τελέσαι τὸν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους ἐδέξατο, ἵππῳ τε κέλητι καὶ τούτῳ λευκῷ ἐθριάμβευσε, τῷ δέ γε τεθρίππῳ τὰς βασιλικὰς στολὰς τῶν Βουλγάρων βασιλέων ἐπέθετο, [*](D) καὶ τούτων ἄνωθεν εἰκόνα τῆς θεομήτορος, καὶ προῄει τὸ ἅρμα. κατὰ δὲ τὴν Πλακωτὴν λεγομένην γενόμενος ἀγορὰν ἀπέδυσε τόν Βορίσην τὰ τῆς παρὰ τοῖς Βουλγάροις βασιλείας παράσημα καἰ τῷ τῶν μαγίστρων ἐτίμησεν ἀξιώματι. ὁ μέντοι Σφενδοσθλάβος μετὰ τῶν ῾Ρὼς ἐπ’ οἴκου ἀναζευγνὺς λόχοις περιπίπτει τῶν Πατξινάκων, καὶ πάντες ἀθρόοι ἀπώλοντο. οὗτος ὁ βασιλεὺς τὸν ἐν τῇ Χαλκῇ ναόν τοῦ σωτῆρος Χριστοῦ μεγαλοπρεπῶς ἐδομήσατο. τοῦ δὲ πατριάρχου Βασιλείου ἐπί τισι κατηγορηθέντος ἐγκλήμασι, καὶ καθαιρεθέντος συνοδικῶς μετὰ τέσσαρας ἐνιαυτοὺς τῆς αὐτοῦ προχειρίσεως, ἐχειροτονήθη πατριάρχης ὁ Στουδίτης Ἀντώνιος. ὅτι δὲ αἱ προσκτηθεῖσαι ῾Ρωμαίοις πόλεις κατὰ τὴν ἕω πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὸν τῆς δουλείας ζυγὸν
103
ἀπεσείσαντο καὶ τοὺς δεσμοὺς διέρρηξαν τῆς τῶν ῾Ρωμαίων ἀρχῆς, ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ οὓς μὲν ἀπραγμόνως ὑποκύψαντας αὖθις, οὓς δὲ σιδήρῳ καὶ ἀνάγκῃ πολλῇ τῷ ζυγῷ τῆς τῶν ῾Ρωμαίων ἀρχῆς ὑπηγάγετο. ἀναζευγνὺς δ’ ἐκεῖθεν, καὶ γενόμενος κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸ Ποδανδόν, ὁρῶν τε κἀνταῦθα καὶ ἐν ἄλλαις χώραις πολλαῖς χωρία πολυάνθρωπά τε καὶ πάμφορα, ἠρώτα οὗ εἶεν. καὶ μανθάνων ὅτι τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου, τὰ μὲν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Φώκα, τὰ δὲ παρ’ αὐτοῦ δομεστίκου τυγχάνοντος τῶν σχολῶν, τὰ δὲ παρ’ ἑτέρων προσκτηθέντα τῇ βασιλείᾳ καὶ δωρηθέντα αὐτῷ, ἤλγησέ τε
[*](B) καὶ δεινὸν εἶπεν εἰ τῶν δημοσίων κτημάτων καὶ ἐφ’ οἷς πολλοὶ μὲν ἔπεσον ἀγαθοὶ ἄνδρες, πολλοὶ δὲ ἐκακουχήθησαν, εἷς ἐκτομίας καταπολαύει. ταῦτα παρά του τῷ παρακοιμωμένῳ iκαταγγελθέντα πρὸς ἐπιβουλὴν τοῦ βασιλέως αὐτὸν ἀνηρέθισαν, καί τι δηλητήριον κερασάμενος φάρμακον, οὐ δραστήριον οὐδ’ ὠκύμορον, ἀβληχρὸν δὲ καὶ χρόνῳ τὸν πεπωκότα κατεργαζόμενον, καὶ ὑπελθὼν δώροις τὸν οἰνοχοεύειν εἰωθότα τῷ βασιλεῖ, ἐγχεῖ τοῦτο τοῦ κρατοῦντος τῇ κύλικι, ὅ ποθὲν κατὰ βραχὺ τὴν τοῦ πιόντος ἐσίνετο δύναμιν καὶ διέφθειρε τὴν ἕξιν τοῦ σώματος, ἕως συνήλασε καὶ εἰς τὸν μόρον τὸν αὐτοκράτορα. οὕτως οὖν τῶν τῇδε μεταστὰς ὁ Τζιμισκῆς Ἰωάννης καταλείπει τὴν βασιλείαν τοῖς κληρονόμοις αὐτῆς
[*](C) τῷ Βασιλείῳ δηλαδὴ καὶ τφ͂ Κωνσταντίνῳ τοῖς υἱέσι τοῦ ῾Ρωμανοῦ, βασιλεύσας ἔξ πρὸς τῷ ἡμίσει ἐνιαυτούς. ὃ δέ γε μικροῦ διέλαθεν ἄν, ἥκω διηγησόμενος. ὅπως μὲν οὖν ὁ κουροπαλάτης Λέων ὁ Φωκᾶς καὶ ὁ ἐκείνου υἱὸς ὁ Νικηφόρος κατακρι-
104
θέντες ἐκτύφλωσιν οὐκ ἐστερήθησαν τοῦ φωτός, λάθρᾳ τοῦτο τοῦ βασιλέως περὶ αὐτῶν ἐπισκήψαντος, ἤδη ἱστόρηται. ἔχοντες δ’ ἔτι τὰ ἑαυτῶν ἀλώβητα ὄμματα οὐκ ἠγάπων σωζόμενοι, ἀλλὰ τῇ βασιλείᾳ καὶ πάλιν ἐπιθέσθαι διεμελέτων, πολλοὺς τῶν περὶ τὴν πόλιν καὶ τὰ βασίλεια ἑαυτοῖς ὁμοφρονοῦντας κτησάμενοι. ἀΠ’ ἐφωράθησάν τ’ ἑ καὶ συνεσχέθησαν, ἑνὸς τῶν συνωμοτῶν τὸ μελέτημα συνεσχέθηλαντος,
[*](D) οὐκέτι γοῦν φιλανθρωπίας ἠξίωντο , ἀλλ’ ἀσυμπαθῶς τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν, καὶ τοῦτο τέλος αὐτοῖς τῆς εὐτυχίας καὶ τοῦ περὶ τὴν βασιλείαν ἐγένετο ἔρωτος.
Ἁποκατέστη τοίνυν τὸ τῶν Ῥωμαίων σκῆπτρον τοῖς τούτῳ κατὰ γένος προσήκουσι, τῷ Βασιλείῳ καὶ τῷ Κωνσταντίνῳ φημί, ὧν ὁ μὲν εἰκοστὸν ἤνυε τῆς ἡλικίας ἐνιαυτόν, ὁ δέ γε Κωνσταντῖνος ἑπτακαιδέκατον. ἀλλ’ οὗτοι μὲν τὰ τῆς βασιλείας περιέκειντο σύμβολα, τὴν δ’ ἐξουσίαν ὁ πρόεδρος Βασίλειος περιέξωστο ἀτεχνῶς. ἠνείχετο δὲ ὁ Βασίλειος μήπω πεποιθὼς ἑαυτῷ, καὶ οἶον παιδοτρίβῃ τῷ παρακοιμωμένῳ προσεῖχε καὶ ἑαυτὸν ἐρρύθμιζε πρὸς τὴν ἐκείνου τῶν δημοσίων πραγμάτων μεταχείρισιν καὶ διοίκησιν, ὡς ἂν καιροῦ καλοῦντος οὕτω καὶ αὐτὸς τὰ περὶ τοὺς στρατιωτικοὺς καταλόγους καὶ τὰ τῆς πολιτικῆς εὐνομίας μεταχειρίσηται. ἦν γὰρ τὸ ἦθος ἐγρηγορὼς καὶ δραστήριος, ἀλλ’ οὐκ ἀνειμένος κατὰ τὸν ἀδελφὸν καὶ περὶ τὸν ἀργὸν βίον ἐσχολακώς. ἄρτι γοῦν εἰς τοὺς ὁμαίμονας τούτους περιέστη περιέστη τὸ κράτος καὶ αὐτίκα ἐκ τῆς ὑπερορίας τὴν τούτους κατάγει τεκοῦσαν ὁ πρόεδρος καὶ τοῖς υἱοῖς ἀποδίδωσιν. ὑποπτεύων δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρόν, στρατηλάτην ὄντα καὶ πάσας
105
ὑφ’ ἑαυτὸν ἔχοντα τὰς ἑῴας δυνάμεις, ἀφαιρεῖται μὲν αὐτοῦ τὴν τοῦ στρατηλάτου ἀρχήν, δοῦκα δὲ Μεσοποταμίας αὐτὸν προχειρίζεται. τοῦτο σφόδρα ἠνίασε τὸν Σκληρόν, καὶ ἄλλως ἀεὶ τρέφοντα παρ’ ἑαυτῷ τῆς βασιλείας τὸν ἔρωτα πρὸς ἀποστασίαν ἠρέθισε. καταλαβὼν οὖν τὴν ἀρχὴν εἰς ἣν προεβέβλητο
[*](B) πολλοῖς ἀνεκάλυψε τὸ ἀπόρρητον. φιλούμενος δὲ διὰ τὰς ἀριστείας ὑπὸ παντὸς τοῦ στρατεύματος πειθηνίους εἶχε σχεδὸν ἅπαντας. ὅτι δ’ ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων ὁ παῖς αὐτοῦ ῾Ρωμανός, ἔσπευσε σχεῖν κἀκεῖνον παρ’ ἑαυτῷ, καὶ στείλας λάθρᾳ τινὰ ἠδυνήθη καὶ τὸν υἱὸν λαθόντα ὑπαγαγέσθαι, καὶ αὐτίκα τῇ τυραννίδι ἐπικεχείρηκε, ταινίᾳ τε βασιλείῳ τὴν κεφαλὴν ἀναδεῖται καὶ φοινικοῖς πεδίλοις τοὺς πόδας ὑποδεῖται, καὶ εὐφημεῖται ὡς βασιλεύς, καὶ χρήματα συλλέξαι ποιεῖται σπουδήν, καὶ συμμάχους προσειλήφει, τόν τε τῆς Ἀμίδης ἀμηρᾶν, οὕτω γὰρ τὸ Ἐμὲτ καλεῖται, καὶ
[*](C) τὸν τῆς Μαρτυρουπόλεως, ἡ δὲ Μιεφερκεὶμ ὀνομάζεται, ἀλλὰ μέντοι καὶ Ἄραβας. τούτους οὖν συμπαραλαβὼν ἠπείγετο πρὸς τὴν Κωνσταντίνου, ἐλπίσι χρησταῖς αἰωρούμενος, ἃς καὶ ἄλλοθεν ἔθαλπε, μᾶλλον μέντοι ἐξ ὀνείρου τινὸς μοναχοῦ ἀρετὴν μετιόντος. ἔδοξε γὰρ ἐκεῖνος ὁρᾶν τὸν Σκληρὸν γυναικί τινι ἐφ’ ὑψηλῆς καθημένῃ περιωπῆς προσελθειν, τὴν δὲ μάστιγα αὐτῷ ἐγχειρίσαι βασιλικήν. ἡ μάστιξ δ’, ὡς ἔοικεν, ἦν σύμβολον τῆς θείας ὀργῆς καὶ τῆς ἐκ τῶν ἐμφυλίων πολέμων τῶν ῾Ρωμαίων φθορὰς, ἣν ὁ Σκληρὸς δηλοῦν τὴν βασιλείαν ἐνόμιζε, πρὸς τὴν οἰκείαν ἔφεσιν κρίνων τὸ ὅραμα. τῆς δὲ περὶ τῆς τυραννίδος τοῦ Σκληροῦ
[*](D) φήμης φθασάσης πρὸς τοὺς κρατοῦντας ἡτοι-
106
μάζετο τὸ περιλειφθὲν στρατιωτικὸν ἀντικαταστῆναι τῷ ἀποστάτῃ. ἐν τοσούτῳ δὲ στέλλεται πρὸς ἐκεῖνον ὁ Νικομηδείας ἀρχιερεὺς πρεσβεύσων, καὶ πολλὰ μὲν ἐπαγωγὰ πρὸς εἰρήνην διειλέχθη αὐτῷ, ἀλλ’ οὐκ ἔπεισε. δείξας γὰρ αὐτῷ ὁ Σκληρὸς τὸ κοκκοβαφὲς πέδιλον ἀδύνατον εἶπε τὸν ἅπαξ τοῦτο ὑποδησάμενον ῥᾷον ἀποβαλεῖν. ἱͅταύτην τὴν ἀπόκρισιν ὡς ἔγνων οἱ περὶ τὰ βασίλεια, ἐξ ἀνάγκης πρὸς μάχην ὡρμήκεσαν. ἦν δὲ τῆς βασιλικῆς δυνάμεως στρατοπεδάρχης ὁ ἐκτομίας Πέτρος ὁ τοῦ Φώκα, οὗ καὶ πρῴην ἐμνήσθημεν. ὡς γοῦν ἀλλήλοις ἀντεστρατοπεδεύσαντο τὰ στρατεύματα παρὰ Λιπάραν, ἣ καὶ Λυκανδὀν ὠνομάζετο, καὶ πρὸς ἄλληλα συνερράγησαν, ἐπὶ μέν τινα καιρὸν ἀντεῖχον οἱ βασιλικοὶ γενναίως, ἔπειτα τρέπονται καὶ ἀναιροῦνται πολλοί, καὶ τὸ στρατόπεδον ὑπὸ τοὺς ἐναντίους γενόμενον διαρπάζεται. εἶτα καὶ τὴν Τζαμανδὸν πολυπληθῆ πόλιν ἐκ προσελεύσεως τῶν οἰκούντων αὐτὴν εἰληφὼς χρημάτων ἐσμὸν ἐξ αὐτῆς συνηθροίκει. οὕτω δὲ περιγενόμενος τοῦ στρατεύματος τοῦ βασιλικοῦ πολλοὺς ἐκ τούτου πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἀπεγνωκότας ἤδη τὰς σωζούσας ἐλπίδας περὶ τοῖς βασιλεῦσι, καὶ αὐτῷ προσερρύησαν οὐ τῶν ἀνωνύμων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν περιωνύμων πολλοί. ὡς δὲ ταῦτα τῷ παρακοιμωμένῳ ἠγγέλθησαν, στέλλεται αὖθις Λέων ὁ πρωτοβεστιάτιος, ἄκρατον ἐξουσίαν ἐμπιστευθεὶς καὶ πάντα πράττειν ὅσα καὶ βασιλεῦσιν ἀνεῖται ἄδειαν εἰληφώς, εἶπεν ἄν τις τῇ Λατίνων φωνῇ τόν ἄνδρα
[*](B) δικτάτωρα, καὶ συνελθὼν τῷ στρατοπεδάρχῃ ὁ πρωτοβεστιάριος 30 ἐπειράθη μὲν ὑποσχέσεσι καὶ τιμαῖς τοὺς περὶ τὸν Σκληρὸν ἐπισπάσασθαι· ὡς δ’ ἀνη-
107
νύτοις ἔγνω ἐπιχειρεῖν, παρελάσας νυκτὸς τὸν Σκλη- ρὸν ἐχώρει πρὸς τὴν Ἀνατολήν. ἐντεῦθεν δέος τοὺς περὶ τὸν Σκληρὸν εἶλε περὶ τῶν φιλτάτων αὐτῶν, καὶ τὸν ἀποστάτην καταλιμπάνοντες τῷ πρωτοβεστιαρίῳ προσῄεσαν. κὰκ τούτου δείσας ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτξην(??) προσκεχωρηκότα αὐτῷ καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετὰ στρατιᾶς ἔπεμψε κατὰ τοῦ πρωτοβεστιαρίου. οἳ προσβαλόντες ἐκείνῳ ἡττήθησαν. ὡς δ’ ἐγνώσθη τῷ Σκληρῷ ἡ τῶν πεμφθέντων ἧττα, αὐτὸς σὺν παντὶ τῷ ὑπ’ αὐτὸν στρατεύματι κατὰ τοῦ πρωτοβεστιαρίου χωρεῖ, καὶ συρρήγνυται τῇ μετ’
[*](C) αὐτοῦ στρατιᾷ καὶ νικᾷ. καὶ ὁ μὲν στρατοπεδάρχης Πέτρος ἂν ᾖ ρητο, ὁ δὲ πρωτοβεστιάριος ἑαλώκει. αὕτη ἡ νίκη ἐπὶ μέγα μὲν ἦρε τὰ τοῦ Σκληροῦ, τὰ δὲ τῶν βασιλέων εἰς ἀπόγνωσιν ἤνεγκε, καὶ μᾶλλον ὅτι καὶ ἐθαλασσοκράτει ὁ ἀποστάτης. στόλον οὖν ὁ παρακοιμώμενος ἑτοιμάσας ἐκπέμπει κατὰ τοῦ στόλου τοῦ ἀποστάτου, καὶ ναυμαχίας γενομένης ὁ στόλος ὁ τοῦ Σκληροῦ κατεναυμαχήθη καὶ διεσκέδαστο. ὡς οὖν ἠρέμει τὰ κατὰ τὴν θάλασσαν, τὰ κατὰ τὴν ἤπειρον ὁ παρακοιμώμενος διετίθετο, καὶ τὸν Ἐρωτικὸν εἰς Νικαίαν ἔπεμψε τὴν τῆς Βιθυνίας μητρόπολιν, ταύτην φρουρήσοντα, ᾗ προσβαλὼν ὁ Σκληρὸς ἀπεκρούσθη, καὶ λιμῷ τοὺς ἐν αὐτῇ προδοῦναι ταύτην ἠλπίκει, καὶ μέντοι ἐχρονοτριβήθη
[*](D) ἐκεῖ, σιτοδείᾳ τοὺς ἔνδον πιέζεσθαι παρεσκεύασεν ἔγνω γοῦν ὁ Ἐρωτικὸς ἀπάτῃ καταστρατηγῆσαι στρατηγῆσαι τὸν ἐναντίον, καὶ τοὺς σιτῶνας ψάμμου ἐπλήρωσε, καὶ τὴν ψάμμον σίτῳ ἐπέχρωσεν, ὡς δοκεῖν τὸν ὄγκον ἅπαντα σῖτον εἶναι. ἔχων οὖν τινας ἁλωτοὺς ἐκ τοῦ στρατοπέδου τῶν ἐναντίων, αὐτοῖς
108
τοὺς σιτῶνας οὐδ’ ἡμιδεεῖς ὄντας ὑπέδειξε, καὶ δι’ αὐτῶν ἐδήλωσε τῷ Σκληρῷ μὴ δεδιέναι τὴν πολιορκίαν τήν ἐκ λιμοῦ. ‘’εἰ δέ μοι” ἔφη ‘‘πίστεις δοίης μεθ’ ὧν βούλομαι παραχωρῆσαί μοι ἀπελ- θεῖν, ὑπεκστήσομαί σοι τῆς πόλεως τὰ σὰ φρονῶν.” περιχαρῶς τούτων ἤκουσεν ὁ Σκληρὸς καὶ πίστεις αὐτῷ παρέσχε, κἀκεῖνος τούς τ’ ἑ πλείους τῆς πόλεως καὶ τοὺς σὺν αὐτῷ στρατιώτας παρειληφὼς τῆς πόλεως ἔξεισι, καὶ πρὸς τὴν μεγαλόπολιν ἄπεισι, καὶ ὁ Σκληρὸς εἴσεισιν εἰς τὴν Νικαίαν, καὶ τότε ἔγνω καταστρατηγηθείς. ὁ δέ γε παρακοιμώμενος, τοῦ Σκληροῦ ἐκεῖθεν ἀπάραντος καὶ τῇ βασιλευούσῃ τῶν πόλεων πλησιάζοντος, ἀμηχανῶν ἦν. γνωσιμαχήσας οὖν τὸν Φωκᾶν Βάρδαν ἐκ τῆς ὑπερορίας ἀνεκαλέσατο, καὶ ὅρκοις αὐτὸν φρικώδεσιν ἐνδησάμενος καὶ παλαμναιοτάταις ἀραῖς μὴ ἄν ποτε τῇ βασιλείᾳ ἐπιθέσθαι μηδὲ κατὰ τῶν βασιλευόντων βουλεύσασθαι, ταῖς περιλοίποις δυνάμεσι τὸν ἄνδρα ἐφίστησι, μάγιστρόν τε τιμήσας καὶ χρήματα δαψιλῆ παρασχόμενος καὶ τὴν κατὰ τοῦ Σκληροῦ ἑ μάχην αὐτῷ ἀναθέμενος. ἄπεισιν οὖν ὁ Φωκᾶς. ὁ Σκληρὸς δὲ τοῦτο μαθὼν τότ’ ἔγνω μέλλων μαχέσασθαι
[*](B) πρὸς ἀνταγωνιστὴν ἀξιόμαχον, καὶ ἄρας ἀπῄει, καὶ περὶ τὸ Ἀμόριον συμπλέκεται τῷ Φωκᾷ, καὶ γίνεται μάχη τῶν στρατευμάτων, καὶ ἤσαν ὑπερτεροῦντες οἶ τοῦ Σκληροῦ, οἱ δὲ περὶ τὸν Φωκᾶν τὰ νῶτα ἔτρεψαν. καὶ οὕτω μὲν τὰ τῆς μάχης ταύτης συμβέβηκε. τῇ δ’ ἑξῆς οἱ τῶν στρατευμάτων ἐξάρχοντες αὐτοὶ πρὸς ἀλλήλους μαχέσασθαι εἴλοντο καὶ τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ παντὸς ἀναδέξασθαι. ἐπῆλθον 3 οὖν ἀλλήλοις, καὶ πρῶτος ἔφθη παίσας τὸν Φωκᾶν Σκληρός, ὡς μὲν ἔ ἔνιοι λέγουσι, κορύνη κατὰ
109
τῆς κεφαλῆς, ὡς δ’ ἕτεροι, ξίφος ἐπανετείνετο κατ’ αὐτοῦ, τοῦ δὲ κλιθέντος πρὸς θάτερον μέρος καὶ τὴν πληγὴν ἐκκλίναντος, ἔφθασε τὸ τοῦ ξίφους ἄκρον τὸ οὖς ἐκτεμεῖν τοῦ ἵππου τοῦ τοῦ Φώκα. ὁ
[*](C) δέ γε Φωκᾶς ἀντέπληξε τὸν Σκληρὸν κορύνῃ κατὰ τῆς κεφαλῆς, καὶ ὁ πληγεὶς σκοτοδινιάσας τῷ τοῦ ἵππου τραχήλῳ ἐπέπεσεν, ὃν οἱ περὶ αὐτὸν κακῶς ἔχοντα θεασάμενοι καὶ τῷ ἐκ τῆς πληγῆς αἵματι πεφυρμένον, περιστάντες συνέσχον καὶ ἀπήγαγον εἰς ἴ’ πηγήν , ἀνακτησόμενοί τε λειποψυχοῦντα τὸν ἄνδρα τῶ ὕδατι καὶ τὸ καταρρεῦσαν τοῦ αἵματος ἀπορρύψοντες, καὶ τοῦ ἵππου ἐκεῖνον ἀποβιβάσαντες ἐποίουν τὰ εἰρημένα. ἐν τούτῳ δ’ ὁ ἵππος ὁ τοῦ Σκληροῦ τὸν κατέχοντα ἐκφυγὼν καὶ ἀποσκιρτήσας ἐπιβάτου χωρὶς ἐκρόαινεν ἀνὰ τὸ στρατόπεδον αἵματι τὴν χαίτην διάβροχος, ὃν ἰδόντα τὰ τοῦ Σκληροῦ στρατεύματα, ἐπίσημος γὰρ ἦν ὁ ἵππος, κεκλημένος Αἰγύπτιος,
[*](D) καὶ οἰηθέντα πεσεῖν τὸν ἑαυτῶν ἡγεμόνα, ἀκρατῶς ὡρμήκεσαν πρὸς φυγήν. κατανοήσας δὲ τὸ γινόμενον ὁ Φωκᾶς ἔπεισι τοῖς φεύγουσι τοὺς οἰκείους παραθαρρύνας , καὶ πολλοὶ μὲν ἀνῄρηντο ὑπὸ τῶν ἀντιπολέμων, πολλοὶ δὲ καὶ ἡλίσκοντο, πλείους δ’ ὑέ ἀλλήλων ἐκτείνοντο συμπατούμενοι. ἐντεῦθεν ἐντεῦθεν ὁ Σκληρὸς ἐξαπορηθεὶς μετὰ τῶν περιλειφθέντων καταφεύγει πρὸς Χοσρόην τὸν Βαβυλώνιον. τοῦτο μαθὼν ὁ βασιλεὺς ἔπεμψε πρὸς Χοσρόην, ἀξιῶν μὴ προσδέξασθαι τὸν τυραννήσαντα καὶ κατὰ τοῦ οἰκείου δεσπότου γενόμενον, ἵνα μὴ καὶ καθ’ ἑαυτοῦ ὑπόδειγμα δοίη οὐκ ἀγαθόν. ἔφερε δ’ ὁ πεμφθεὶς καὶ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ ἔγγραφα τῇ βασιλικῇ βεβαιωθέντα χειρί, ἀμνηστίαν αὐτοῖς τῶν πεπραγμένων
110
εύοντα, εἰ ἀποσταῖεν τῆς ἐγχειρήσεως καὶ τῷ βασιλεῖ ὑποκύψαιεν. ταῦτα τὰ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ ἐκείνου βασίλεια γράμματα ὡς ἔγνω ὁ Βαβυλώνιος, αὐτόν τε τὸν τὴν πρεσβείαν πληροῦντα καὶ τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ στρατιώτας καθείργνυσιν. ἐνταῦθα μὲν οὖν τότε τὰ τῆς ἀποστασίας ἔληξε τῷ Σκληρῷ.
Ἀντωνίου δὲ τοῦ πατριάρχου τὴν ἱερωσύνην ἀπειπαμένου, ἣν ἐπὶ ἔτη ἥνυσεν ἔξ. καὶ μετὰ μικρὸν τελευτήσαντος τέσσαρσι πρὸς τῷ ἡμίσεί ἐνιαυτοὺς ἀρχιερέως ἡ ἐκκλησία ἐχήρευεν, εἶτα ὁ Χρυσοβέργης Νικόλαος προκεχείριστο. τὰ δὲ Βουλγάρων αὖθις κεκίνητο· ὡς γὰρ ἡ τοῦ Τζιμισκῆ καγήγγελτο τελευτή, τέσσαρσιν ἀδελφοῖς ἀνατιθέασι τὴν σφετέραν ἀρχήν, Δαβέδ, Μωυσῇ, Ἀαρών τε καὶ Σαμουὴλ, οἳ κομητόπωλοι ὠνομάζοντο, ὅτι υἱοὶ γεγόνασιν ἑνὸς τῶν παρ’ αὐτοῖς ἐπισήμων καὶ λε- [*](B) γομἐνων κομήτων. οἱ γὰρ ἐκ τοῦ βασιλείου γένους σφίσιν ἐπιλελοίπασι, μόνου περιλειφθέντος ἑνὸς τῶν παίδων τοῦ Πέτρου, φημὶ δῆτα τοῦ ῾Ρωμανοῦ , ὃς ἐκτομίας ἦν, τῶν δὲ τεσσάρων συγγόνων τῶν κομητοπώλων ὁ μὲν Δαβὶδ τάχιστα τὴν ζωὴν ἐξεμέτρησεν, ὁ δέ γε Μωυσῆς τὰς Σέρρας πολιορκῶν λίθῳ βάλλεται, καὶ θνήσκει εὐθύς. τὸν δ’ Ἀαρὼν παγγενῆ τοῦ βίου ἐξήγαγεν ὁ ἀδελφὸς Σαμουὴλ, ἢ τὴν ἀρχὴν ἑαυτῷ μόνῳ περιποιούμενον ἢ τὰ ῾Ρωμαίων αἱρούμενον, λέγεται γὰρ καὶ ἀμφότερα, ἑνὸς μόνου τῶν παίδων ἐκείνου περισωθέντος, ὃς Σφεν- [*](C) δοσθλάβος καὶ Ἰωάννης διωνύμως ἐκέκλητο. καὶ ἡ τῆς Βουλγαρίας ἀρχὴ εἰς μόνον περιέστη τὸν Σαμουήλ, ὃς τῶν ῾Ρωμαϊκῶν στρατευμάτων τοῖς ἐμφυλίοις ἀσχολουμένων ἄδειαν εὑρηκός τὰ τῆς ῾Ρω-
111
μαϊκῆς ἡγεμονίας ἑσπέρια ξύμπαντα περιῄει, οὐ ληιζόμενος μόνον, ἀλλὰ καὶ τὰς χώρας ἄμα καὶ τὰς πόλεις περιποιοῦ μένος ἑαυτῷ. ἐπεὶ δέ, ὡς ἱστόρηται, τὴν τοῦ Σκληροῦ τυραννίδα ὁ βασιλεὺς ἀπεσείσατο, ὤργα πρὸς ἄμυναν τοῦ βαρβάρου, καὶ δι’ ἑαυτοῦ ἔδοξεν αὐτῷ τὴν ἐκστρατείαν ποιήσασθαι. ἔξεισιν οὖν μήτε τῷ μαγίστρῳ Βάρδᾳ τῷ Φωκᾷ, καίτοι δομεστίκῳ ὄντι τῶν σχολῶν τῆς ἀνατολῆς, περὶ τῆς πράξεως κοινωσάμενος μήτε μὴν ἑτέρῳ τῶν ἑῴων στραταρχούντων δυνάμεων. ἤδη δὲ πρὸς τὰ τὰ Βουλγάρων εἰσιὼν τὸν μάγιστρον Λέοντα τὸν
[*](D) Μελισσηνὸν κατόπιν ἐκέλευσεν εἶναι καὶ τὰς δυσχωρίας τηρεῖν· αὐτὸς δ’ εἰσελθὼν τῇ πολιορκίᾳ τῆς Σαρδικῆς, αὕτη δ’ ἐστὶν ἡ Τριαδίτξα, ἐπιχειρεῖν ἡτοιμάξετο. τῶν δυτικῶν δὲ ταγμάτων δομέστικος ὢν ὁ Κοντοστέφανος Στέφανος, καὶ λογισάμενος ὡς εἰ εὐτυχηθείη τὰ τῆς στρατείας τῷ βασιλεῖ, οὐκ ἄν ποτε παύσαιτο δι’ ἑαυτοῦ τοὺς πολέμους διατιθέμενος, καὶ οὔτ’ αὐτὸς οὔθ’ οἶ λοιποὶ στρατιάρχαι ὢ ἔτι αὐτῷ λόγου πολλοῦ νομισθήσονται ἄξιοι, σφῆλαί οἶ διεμελέτησε τὴν ἐπιχείρησιν καὶ τὴν ὁρμὴν ἀνακόψαι. προσελθὼν οὖν φησι τὸν Μελισσηνὸν τυραννίδι ἐπιχειρεῖν καὶ ἀπιέναι σὺν ταχυτῆτι πρὸς τὸ Βυζάντιον τὴν βασιλείαν καθέξοντα, καὶ ἠξίου μὴ μέλλειν, ἀναζευγνύειν δὲ καὶ μὴ ὑπερτίθεσθαι. τοῦτο τὸν βασιλέα ἐτάραξε καὶ ἐπάνοδον ἐσήμανε τῷ λαῷ. ὁ δέ γ’ ἑ Σαμουὴλ ταῖς τῶν ὀρέων ἐμφιλοχωρῶν κορυφαῖς, οὐ γὰρ ἐθάρρει κατὰ συστάδην μαχέσασθαι, καὶ τὴν ἀθρόαν ἀναζυγὴν ἰδών, δειλίαν ἔκρινε τὸ πραττόμενον , καὶ ἔπεισι τοῖς Ῥωμαίοις, καὶ τῷ ἀνελπίστῳ ἅπαντας κατεθρόησε καὶ εἰς φυγὴν ἔτρεψε, καὶ τῆς τ’ ἑ παρεμβολῆς ἐκράτησε
112
καὶ τῆς σκηνῆς τῆς βασιλικῆς καὶ τῶν παρασήμων τῆς βασιλείας. ὁ δὲ βασιλεὺς μόλις εἰς Φιλιππούπολιν διασέσωστο, κἀκεῖ τὸν Μελισσηνὀν εὑρηκὼς κατὰ τοῦ Κοντοστεφάνου ἐξώργιστο καὶ ὕβρεις κατέχεε τοῦ ἀνδρός. ὁ δὲ δυσανασχετῶν ἐτραχύνετο, καὶ ἀναζέσας ὁ βασιλεὺς τῷ θυμῷ ἀνέθορέ τε τοῦ θρόνου καὶ τῆς κόμης τοῦ Κοντοστεφάνου δραξάμενος καὶ τοῦ πώγωνος προσήραξε τὸν ἄνδρα τῇ
[*](B) γῇ. ἐντεῦθεν οἱ τῶν δυνάμεων τῶν Ῥωμαϊκῶν προεξάρχοντες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς, ὅτι αὐτῷ αἱ ἐλπίδες ὑπέρρεον καὶ τὸ τῆς παροιμίας ἐπὶ τὰ Μανδραβόλου ἐχώρουν, οἱ δὲ ὅτι ὑπερηφάνως αὐτοῖς προσεφέρετο καἰ οὐκ ἐκοινώνει σφίσι τῶν βουλευμάτων, οἱ δὲ δι’ ἕτερ’ ἄττα, ἐν τῷ Χαρσιανῷ συναθροίζονται, καὶ τῷ Φωκᾲ Βάρδᾳ διάδημα περέθεντο καὶ τῆς βασιλείας ἠξίωσαν. καὶ οἱ μὲν τὰ τῆς ἀποστασίας, ὡς αὐτοῖς ἐδόκει, εὑ διετίθεντο. ὁ δέ γε Σκληρὸς ἐν Βαβυλῶνι φρουρούμενος ἀνελπίστως ἐξάγεται τῆς φρουρᾶς. τῆς γὰρ τῶν Περσῶν ἀρχῆς καταλυθείσης ὑπὸ Σαρακηνῶν, ἀνήρ τις Πέρσης, Ἰναργος ὄνομα, λόγοις παρακινήσας τὸ
[*](C) Περσικὸν πείθει ἀποστατῆσαι τῆς τῶν Σαρακηνῶν δουλείας καὶ ὅπλα ἄρασθαι κατ’ αὐτῶν, αὐτοῦ τοῦ Ἰνάργου στρατηγοῦντος αὐτῶν. πολλάκις μὲν οὖν ὁ Χοσρόης τοῖς Πέρσαις ἀντηγωνίσατο, τοσαυτάκις δ’ ἡττήθη ὁσάκις σφίσι προσέμιξε, καὶ ἀπογνοὺς πρὸς τοὺς ἐμφρούρους καταφεύγει Ῥωμαίους καὶ ἀνίησι μὲν αὐτοὺς τῆς εἱρκτῆς, διαλέγεται δὲ τῷ Σκληρῷ περὶ τοῦ πολέμου καὶ μὴ μνησικακῆσαι τῆς κακώσεως αὐτῷ ἀξιοῖ. ὁ δὲ πρότερον μὲν παρῃτεῖτο τεῖτο τὸν πόλεμον, εἶτ’ ἐγκειμένου τοῦ Βαβυλωνίου κατανεύει μέν, σὺν μόνοις δὲ τοῖς ῾Ρωμαίοις ὑπέσ-
113
χετο τὸν πόλεμον ὑπελθεῖν. καὶ ἠρευνῶντο τοίνυν τὰ δεσμωτήρια, καὶ ὅσοι εὕρηντο ἐν αὐτοῖς Ῥωμαῖοι, ἐξήγοντο καὶ ὡπλίζοντο ἴ’ καὶ ὡσεὶ τρισχίλιοι
[*](D) συνηθροίσθησαν, οὓς παρειληφὼς ἐχώρησε κατὰ τῶν Περσῶν, καὶ συμβαλὼν νικᾷ· ἀναζεῦξαι δὲ πρὸς τὸν Χοσρόην οὐκέτ’ ἔκρινεν οὔτ’ αὐτὸς οὔθ’ οἱ μετ’ αὐτοῦ· ἐδεδοίκεσαν γὰρ μὴ καὶ αὖθις αὐτοὺς καθείρξει ὁ βάρβαρος, καὶ μᾶλλον ὅτι ἐν πείρᾳ γέγονε τῆς αὐτῶν γενναιότητος. εἴχοντο γοῦν τῆς ὢ φυγῆς, καὶ ὁ Χοσρόης πλῆθος εἰς αὐτῶν ἐπιδίωξιν ἔστειλε, καὶ οἱ σταλέντες κατειληφότες τοὺς φεύγοντας, ἐκείνων ὑπάρχοντες πολλαπλάσιοι, μείους τῶν φευγόντων ἀποδρᾶναι δεδύνηντο , τῶν ἄλλων ἐκεῖ πεσόντων καὶ Ῥωμαϊκαῖς δαμέντων χερσίν.
Ὁ μὲν οὖν Σκληρὸς καὶ οἶ σὺν αὐτῷ εἰς τὰ Ῥωμαίων ἐπανεληλύθεσαν ὅρια. μαθὼν δὲ καὶ τὸν Φωκᾶν ἤδη βασιλειῶντα καὶ τυραννίδος ἁρξάμενον, ἀπονενεύκει πρὸς τὸν Φωκᾶν, κοινωνὸς ἀξιῶν εἶναι καὶ τοῦ πολέμου καὶ τῆς βασιλείας αὐτῆς. ὁ δὲ τὴν κοινοπραγίαν ἐδέξατο, καὶ εἰ τῶν ἐφέσεων τύχοιεν, ἑαυτῷ μὲν τὴν βασιλίδα τῶν πόλεων ἀπένεμε καὶ τῶν πλειόνων ἐθνῶν καὶ χωρῶν τὸ κράτος, τῷ δὲ Σκληρῷ προσεκλήρου τὴν Ἀντιόχειαν τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν , καὶ τὰς συνθήκας ὅρκοις καθ’ ἱερῶν ἐμπεπέδωκεν. ἐπὶ τούτοις τεθαρρηκὼς ὁ Σκληρὸς πρόσεισι τῷ Φωκᾷ. ὁ δ’ ἐντὸς ἀρκύων τοῦτον λαβὼν ἀφαιρεῖται μὲν αὐτοῦ τὸ σχῆμα δὴ τὸ βασίλειον ἴ’ καθείργνυσι δὲ καὶ φρουρὰν ’ρᾶν αὐτῷ περιίστησιν. ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν σὺν ἐκείνῳ στρατιὰν ποιησάμενος τοῦ τυραννεύειν εἴχετο [*](B) κραταιότερον. ὁ μέντοι Σκληρὸς προμηθευό-
114
μένος ἑαυτῷ πρὸς τὸ μέλλον ἐξ ἀποτυχίας σωτηρίαν τινά, πρό τοῦ κατασχεθῆναι πρὸς τοῦ ὦκά τὸν ὒ ἰὸν Ῥωμανὸν λάθρᾳ φυγεῖν παρεσκεύασεν, ὡς αὐτομολοῦντα τῷ βασιλεῖ, ὃς καὶ περιχαρῶς παρὰ τοῦ κρατοῦντος ἐδέχθη καὶ μάγιστρος ἐτιμήθη εὐθύς. ὁ Φωκᾶς δὲ ἀπόμοιράν τινα τῆς στρατιᾶς ὑπὸ τὸν πατρίκιον τάξας τὸν Δελφινᾶν εἰς τὴν ἀντικρὺ τῆς βασιλίδος ἐκπέμπει Χρυσόπολιν , αὐτὸς δὲ σὺν τῇ λοιπῇ δυνάμει ἀφίκετο πρὸς τὴν Ἄβυδον. τῷ μέντοι Δελφινᾷ ἐστρατοπεδευκότι κατὰ χρυσόπολιν λῖν αἰφνίδιον ἐπῆλθεν ὁ βασιλεὺς μετὰ λαοῦ Ῥωσικοῦ, κῆδος γὰρ πρὸς Βλαδιμηρὸν τὸν ἄρχοντα
[*](C) τούτων ἐπὶ Ἄννῃ τῇ ἀδελφῇ αὐτοῦ θέμενος συμμαχικὸν ἐκεῖθεν ἐδέξατο, καὶ ῥᾷον τῶν ἐναντίων ἐκράτησε , καὶ αὐτὸν τὸν Δελφινᾶν χειρωσάμενος ἁνεσκολόπισεν. εἶτα πρὸς τὴν Ἄβυδον ἄπεισι μετὰ τοῦ ἀδελφοῦ Κωνσταντίνου. καὶ ἤδη ἀντιμέτωπα ἔστησαν τὰ ἐναντία στρατεύματα, καὶ τοῦ μὲν οἰκείου προετέτακτο ὁ Φωκᾶς, τὸ δ’ ἀντίμαχον ὁ βασιλεὺς Βασίλειος ἔφιππος περιιὼν παρεθάρρυνεν, ὃν ὁ Φωκᾶς θεασάμενος κατ’ αὐτοῦ τὸν ἵππον ἐλαύνει, ὅλην ἐκείνῳ τὴν ἡνίαν ἐνδεδωκώς, κρίνας, ὡς εἰ ἐκεῖνον καταβαλεῖ, ἔσται τὸν ἀγῶνα νενικηκός. ἀλλ’ οὔπω τῶν οἰκείων προεληλύθει πολύ, καὶ οἶ μὲν αὐτὸν ἐκκυλισθῆναι τοῦ ἵππου φασίν, οἶ δὲ
[*](D) εἴς τινα λόφον ἐκκλῖναι , καὶ ἀποβάντα τοῦ ἵππου ἐκταθῆναι κατὰ γῆς καὶ εὐθὺς αὐτὸν τὸ πνεῦμα λιπεῖν. οἱ μὲν οὖν πληγῆναι παρά του καιρίαν τὸν ἄνδρα ἔλεγον. καὶ ὁ βασιλεὺς δὲ Κωνσταντῖνος ἑαυτῷ τὴν ἀναίρεσιν ἐκείνου ἐπεφήμιζε · τοῦτο δ’ ἦν λόγος ἄλλως· οὐδὲ γὰρ τετρωμένον αὐτοῦ τὸ σῶμα εὕρητο οὐδαμῇ. οἱ δὲ φαρμάκῳ δηλητηρίῳ
115
ἐδόξαζον κατεργασθῆναι αὐτόν, ὃ καὶ μᾶλλον ἔδοξε πιθανώτερον· τό γέ τοι φάρμακον ἡτοιμάσατο μὲν ὁ Βασίλειος, προσέφερε δὲ τῷ Φωκᾷ ὁ τούτῳ οἰνοχοεύων, παρὰ τοῦ βασιλέως ὑποκλαπείς. πεσόντος δὲ τοῦ Βάρδα τὸ μετ’ αὐτοῦ στράτευμα διεσκέδαστο, καὶ οἶ μὲν ἐκτείνοντο καταλαρβανόμενοι, οἱ δ’ ἐζωγροῦντο, καὶ συσχεθέντες κατὰ τὸ δόξαν τῷ βασιλεῖ ἐκολάσθησαν. ὁ δὲ ἀλλοιότερος ἦν ἡ τὸ πρότερον. σοβαρός τε γὰρ ἐγεγόνει καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πάντας ὑπώπτευε , καὶ τὴν ὀργὴν ἐτύγχανεν ἀπαραίτητος, καὶ οὐ τοῖς ἄλλοις μόνον τὸ σοβαρὸν ἐπεδείκνυτο, ἀλλὰ μὴν καὶ τῷ παρακοιμωμένῳ αὐτῶι ἤχθετό τε τἀνδρὶ καὶ εἰς ἑαυτὸν ἔσπευδε μετενεγκεῖν τὴν τῶν πραγμάτων διοίκησιν, καὶ μέντοι καὶ μεθίστησι τῆς τῶν κοινῶν οίκονομίας αὐτόν, οἴκοι μένειν ἀπρόιτον ἐπιστείλας αὐτῷ, εἶτα μετὰ μικρὸν καὶ ὑπερόριον τίθησι καὶ τῶν ἐκείνῳ πεπραγμένων ἕκαστον ἀνακρίνων ἀπραξίαν τῶν πλειόνων κατεψηφίζετο καὶ τοῦ παρ’ ἐκείνου δομηθέντος σεμνείου τὰ πλείω ὑφείλετο , καὶ οὐκ
[*](B) ἀγρῶν ἥψατο μόνον ἢ χωρίων καὶ οἰκιῶν, ἀλλὰ καὶ ἀναθημάτων τε καὶ πλακῶν καὶ κιόνων πολυτελῶν. ὅθεν ἐκεῖνος διὰ ταῦτα νέφει περισχεθεὶς ἀθυμίας παρεῖτο τὰ μέλη καὶ ἔμπνους ὦπτο νεκρός, καὶ βραχύ τι διαλιπὼν οἰκτρῶς τὸν βίον ἐξέλιπεν. ὁ δὲ τότε πρῶτον γέγονεν αὐτοκράτωρ ὡς ἀληθῶς, καὶ γνοὺς πηλίκων δεῖται φροντίδων ἡ τῆς βασιλείας διοίκησις τῆς τε βασιλικῆς ἁβρότητος κατεφρόνησε καὶ τῶν λαμπρῶν ἐπιβλημάτων ἀπέσχετο καὶ γλυκυθυμίαν ἅπασαν ἀπεσείσατο, καίτοι πρῴην μὴ οὕτω βιούς, ἀλλὰ καὶ ἐρώτων ἡττώμενος καὶ κώμοις καὶ τρυφαῖς ἑαυτὸν ἐκδιδοὺς καὶ βασιλείοις περιττότη-
116
σιν ἐνηδόμενος. ἑαυτῷ δὲ μόνῳ προσκληρώσας τὴν ἐξουσίαν τοῦ ὀνόματος μόνου τῆς βασιλείας καὶ τοῦ ἐπισήμου χρώματος μετεδίδου τῷ ἀδελφῷ, καί τινα δορυφορίαν ἐκείνῳ ἀπέταξε, βραχεῖαν μέντοι καὶ
[*](C) οὐχ ὑπέρογκον. ὁ δὲ ἔφερε καὶ οὐκ ἠμφισβήτει τῷ ἀδελφῷ, ἤθους ἀνειμένου τυχών, οἶμαι, καὶ χαίρων ὑγροτέρᾳ ζωῇ καὶ διαγωγῇ τρυφερᾷ , καὶ θήραις καὶ ἡλικιωτῶν συνουσίαις οἶς συνετρέφετο. τὼ μὲν οὖν ἀδελφὼ καὶ ἄμφω εἰχέτην οὕτως. ὁ δέ γε Σκληρὸς τοῦ Φώκα θανόντος λυθεὶς τῆς εἱρκτῆς εἴχετο καὶ αὖθις τοῦ πρὶν ἐγχειρήματος καὶ τυραννεῖν καὶ πάλιν οὐκ ἀνεβάλλετο. ὁ δὲ βασιλεὺς γράμμασι πρὸς αὐτὸν ἐγχαραχθεῖσι παρῄνει τὸν ἄνδρα παύσασθαι τῆς ἀπονοίας ποτὲ καὶ μὴ ἀεὶ βούλεσθαι αἴτιον εἶναι πολέμων ὁμογενέσι καὶ τὴν γῆν αἔμασι χραίνειν, καὶ
[*](D) τούτοις χριστιανῶν. ὁ δὲ τῷ τε γήρᾳ τρυχόμενος ἤδη καὶ πρὸς τὸ μέλλον ἰλιγγιάσας σπένδεται καὶ πρόσεισι τῷ κρατοῦντι. κἀκεῖνος ὑπὸ σκηνὴν καθῆστο βασίλειον, καὶ ὁ Σκληρὸς βάδην ᾔει πρὸς τὴν σκηνήν, ὑπερειδόμενος ἑκατέρωθεν , τὸ μέν τι διὰ τὸ γῆρας, τὸ δὲ διὰ τὸν ὄγκον τοῦ σώματος· ἦν γὰρ εὐμεγέθης· ὅτε καὶ τὸ ᾀδόμενον εἰπεῖν ὁ βασιλεὺς Βασίλειος λέγεται “ὃν ἐδεδοίκειν προσάγεταί μοι χειραγωγοτ’́μενος.” οἱ δὲ ἀορασίᾳ πληγῆναί φασι τὸν Σκληρὸν ἐν τῷ ἀπιέναι πρὸς τὸν αὐτοκράτορα, καὶ διὰ τοῦτο χειραγωγεῖσθαι. έγγίσαντος δὲ τοῦ 223ἀνδρὸς τῇ σκηνῇ, κατανοήσας ὁ βασιλεὺς ἔτι τοὺς πόδας αὐτοῦ ὑποδουμένους ὑποδήμασι φοινικοῖς, τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας γνωρίσματα ὁ Σκληρὸς ἀπεδύσατο, τὰ δέ γε πέδιλα οὐκ ἀπέθετο, ἢ γὰρ λάθετ᾿ ἢ οὐκ ἐνόησεν, ἀπέστρεψε τὰς ὄψεις εὐθύς, μὴ ἄλλως αὐτῷ ἐντυχεῖν ἀνεχόμενος εἰ μὴ ἐν ἰδιώ-
117
του στολῇ. ὁ δὲ πρὸ τῆς σκηνῆς ἀπορρίψας τὰ ἐπίφθονα πέδιλα οὕτως ὑπέδυ αὐτήν, καὶ ὁ βασιλεὺς ἐξανέστη καὶ τὸν ἄνδρα ἐδεξιώσατο, καὶ ὡμιλησάτην ἀλλήλοιν καὶ ἐκοινωνησάτην τραπέζης καὶ ἐπιέτην ἐκ τῆς αὐτῆς κύλικος. τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ τοῦ Σκληροῦ τυραννὶς καταλέλυτο, αὐτοῦ μὲν κουροπαλάτου τιμηθέντος, τῶν δὲ συναραμένων αὐτῷ παραχωρηθέντων ἔχειν ὃ ἂν ἕκαστος
[*](B) ἐξ ἐκείνου τυραννοῦντος εἰλήφει, εἴτ’ ἐν ἀξίαις ἦν εἴτ’ ἐν ἀρχαῖς εἴτε μέντοι ἐν κτήσεσιν. ὁ δὲ βασιλεὺς τὰς τῶν ἀποστασιῶν φροντίδας Θεσσαλονίκην νος ἐπὶ τὴν Θρᾴκην ἐξῄει, καὶ εἰς Θεσσαλονίκην ἐφοίτησε, τῷ περιωνύμῳ μάρτυρι ἀνθομολογούμενος καταλείψας δ’ ἐκεῖ στρατάρχην τῶν ἐπισήμων μετὰ βαρείας δυνάμεως, ἵνα κωλύῃ τὰς τοῦ Σαμουὴλ ἐκδρομάς, ἐπάνεισι πρὸς τὴν Βύζαντος, καὶ εἰς Ἰβηρίαν ἀπῄει, κληρονόμος καταλειφθεὶς παρὰ τοῦ κουροπαλάτου Δαβὶδ θανόντος τῆς ἐκείνῳ διαφερούσης ἀρχῆς. ἔνθαπερ γεγονὼς καὶ τῆς καταλειφθείσης αὐτῷ χώρας ἐπιλαβόμενος, καὶ τὸν τοῦ Δαβὶδ ἀδελφὸν τὸν Γεώργιον τῆς ἐνδοτέρας Ἰβηρίας ἡγεμονεύοντα παρασκευάσας ἡσυχίαν ἄγειν καὶ τοῖς
[*](C) ἰδίοις ἀρκεῖσθαι καὶ ὅμηρον τὸν ἐκείνου παῖδα λαβών, ἐπὶ Φοινίκην ἐχώρησε, καὶ τόν τε τῆς Τριπόλεως ἄρχοντα καὶ τὸν τῆς Δαμάσκου καὶ τὸν τῆς Τύρου καὶ Βηρυτοῦ, κατὰ συνθήκας τῇ πρὸς τῇ Δάφνῃ Ἀντιοχείᾳ ἐπιόντας καὶ κακοῦντας τὰ ὑπ’ αὐτήν, ἀνέστειλε καὶ δούλωσιν Ῥωμαίοις τηρεῖν ἀνέπεισε, καὶ ὁμήρους κἀκ τούτων λαβὼν ἐπανέζευξεν. ἀλλὰ ταῦτα μὲν εἶχον οὕτω.
Τοῦ δὲ πατριάρχου Νικολάου τοῦ Χρυσοβἐργη ἐπ’ ἔτεσι δυοκαίδεκα καὶ μησὶν ὀκτὼ τῇ ἀρχιερω-
118
σύνῃ ἐνδιαπρέψαντος, εἶτα τὸν βίον ἐκλελοιπότος, ὁ μάγιστρος Σισίννιος, ἀνὴρ λόγοις ἐντεθραμμένος,
[*](D) προχειρίζεται πατριάρχης. καὶ τούτου δὲ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύναντος καὶ θανόντος, Σέργιος κεχειροτόνητο πατριάρχης, ὃς καθηγεῖτο μὲν τῆς τοῦ Μανουὴλ μονῆς , τῷ πατριάρχῃ δὲ Φωτίῳ κατὰ γένος προσήκων ἐτύγχανε. τοῦ Σαμουὴλ δὲ τοῦ τῶν Βουλγάρων ἐξάρχοντος οὐ τὰ Θρᾳκῶν οὐδὲ τὰ κατὰ Μακεδονίαν μόνα ληιζομένου , ἀλλὰ καὶ τὴν Ἑλλάδα καὶ αὐτὴν δέ γε τὴν Πελοπόννησον, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ἐκπέμπει ὁ βασιλεύς, τῆς δύσεως ἄρχοντα, ὃς παρὰ τῷ Σπερχειῷ ποταμῷ τοῦ Σαμουὴλ κατεσκηνωμένου παρὰ τῇ ἄντικρυς ἠπείρῳ ηὐλίσατο. ὅτι δ’ ὗσε τότε πολλὰ καὶ ὁ ποταμὸς ἐντεῦθεν ἄπλωτος ἦν , ἀνέλπιστος ἐδόκει τῷ Σαμουὴλ ἡ τῶν Ῥωμαίων ἐπέλευσις. ὁ Οὐρανὸς δὲ νυκτὸς ἀνερευνήσας, καὶ κατά τινα τόπον βατὸν ’ν κατανοήσας τὸν ποταμόν, διαβαίνει τοῦτον ἡσύχως μετὰ τῆς στρατιᾶς, καὶ ἀφροντιστοῦσιν ἐμβάλλει τοῖς περὶ τὸν Σαμουήλ, καὶ τῷ ἀδοκήτῳ καταπλαγέντες οἱ βάρβαροι ἔπιπτον μηδὲ χεῖρας ἀνταίροντες, καὶ τῷ Σαμουὴλ δὲ καὶ τῷ ἐκείνου υἱῷ Ῥωμανῷ πληγαὶ ἐπηνέχθησαν, καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συνανεμίχθησαν σώμασι, καὶ οὕτω λαθόντες διέφυγον. εἶτα καὶ ὁ βασιλεὺς ἐξεστράτευσε στράτευσε κατὰ τῶν Βουλγάρων, , καὶ τῶν ἐν Σαρδικῇ φρουρίων καταστρεψάμενος ἔνια ἐπανῆλθεν εἰς Μοσυνούπολιν. εἷλε δὲ καὶ τὴν μεγάλην Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν διὰ στρατηγῶν. καὶ ἡ Βέρροια δὲ παρεδόθη αὐτῷ παρὰ τοῦ Δοβρομηροῦ, προσχωρήσαντος τοῖς Ῥωμαίοις. τὰ μέντοι Σέρβια πολιορκίᾳ ἑάλω καὶ ὁ τὴν αὐτῶν
119
φυλακὴν ἐμπεπιστευμένος Νικόλαος, ὃν Νικολίτξαν ὡς βραχὺν τὴν ἡλικίαν ὠνόμαζον, ὃς καίτοι πατρίκιος τιμηθεὶς ἀπέδρα πάλιν καὶ πρὸς τὸν Σαμουὴλ ἀπελήλυθεν. εἶτ' αὖθις κατὰ Βιδίνης ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ τὴν πόλιν αἱρεῖ. ἐν ὅσῳ δὲ ταύτην ἐπολιόρκει ὁ βασιλεύς, ἔπεισιν ὁ Σαμουὴλ τῇ Ἁδριανουπόλει ἀθρόον, καὶ πανηγύρεως ἐκτὸς τελουμένης τάς τε ἐμπορίας λείαν πεποίητο καὶ αἰχμαλώτων πλῆθος λαβὼν ὑπενόστησε. τὴν Βιδίνην δὲ ὑφ’ ἑαυτὸν ὁ βασιλεὺς ποιησάμενος καὶ ἐπανερχόμενος
[*](C) κατέλαβε παρὰ τῷ Ἀξιῷ ποταμῷ τὸν Σαμουὴλ αὐλιξόμενον. ὁ Βαρδάριος οὕτω παρὰ τοῖς παλαιοῖς ἀνομάξετο. πολλοῦ δὲ τοῦ ποταμοῦ ῥέον τος ἀμελῶς οἱ βάρβαροι κατεσκήνωντο· οὐ γὰρ ἄν ποτε δυνηθῆναι διαβῆναι τὸν ποταμὸν ἤλπιζον τὸ Ῥωμαϊκὸν σύνταγμα. πόρου δὲ γνωσθέντος δι’ αὐτοῦ ὁ βασιλεὺς διέβη καὶ τὸ στρατόπεδον , καὶ πολλοὶ μὲν τῶν Βουλγάρων ἀπώλοντο, ὁ δὲ Σαμουὴλ διέδρα, τῆς τούτου σκηνῆς καὶ τῆς παρεμβολῆς ἀπάσης σὴς διαρπαγείσης. καὶ τὴν πόλιν δὲ τῶν Σκοπίων ὁ βασιλεὺς παρειλήφει, δοθεῖσαν αὐτῷ παρὰ Ῥωμανοῦ τοῦ τοῦ υἱοῦ Πέτρου τοῦ ἄρξαντος τῶν Βουλγάρων, ᾧ ἡ ταύτης φυλακὴ παρὰ τοῦ Σαμουὴλ ἐμπεπί- στευτο. εἶτα εἰς τὴν Κωνσταντίνου ἐπανελθὼν
[*](D) ἐδογμάτισε τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας λείας εἰσπράττεσθαι ἐκ τῶν δυνατῶν · τοῦτο δ’ ἐκλήθη ἀλληλέγγυον. πολλῶν δὲ περὶ τούτου δεηθέντων καὶ αὐτοῦ τοῦ πατριάρχου Σεργίου, ὡς ἂν ἡ ἄδικος αὕτη σχολάσῃ καὶ παράλογος εἴσπραξις, ἦν ὁ βασιλεὺς ἀμετάπειστος. τῷ χρόνῳ γὰρ καὶ ταῖς νίκαις ἁπάντων κατεπαρθεὶς ὑπεροπτικὸς πρὸς πάντας ἐδείκνυτο, ἐδείκνυτο, καὶ οὐκ εὐνοεῖν αὐτῷ, φοβεῖσθαι δ’
120
ἐβούλετο τὸ ὑπήκοον, καὶ τό τε στρατιωτικὸν τό τε πολιτικὸν οὐ πρὸς τὸ κρατῆσαν ἔθος, ὃ καὶ νόμον δοκεῖν τοῖς νομοθέταις τεθέσπισται, διεξάγειν ἤθελεν, ἀλλὰ πρὸς τὴν οἰκείαν κρίσιν καὶ τὸ θέλημα ἑαυτοῦ. διὸ οὐδὲ τῶν λογίων ἀνδρῶν ἐπεστρέφετο, ἀλλὰ καὶ τοὺς λόγους ἥγητο περιττόν τι χρῆμα καὶ οὐκ ὀνήσιμον· ὅθεν ἄνδρας ἀπολεξάμενος ἑαυτῷ οὔτε τῷ γένει οὔτε μέντοι ἐν λόγῳ τὸ ἐπίσημον ἔχοντας ἐκείνοις τάς τε βασιλείους ἐπιστολὰς ἐνεχείρισε καὶ ἐκοινώνει τῶν βουλευμάτων, καὶ αὐτὸς ἐκείνοις ἀφελῶς τὰς γραφὰς ὡς ἔτυχεν ὑπηγόρευεν. ἀλλὰ καὶ τοῖς ταμείοις ἀποφράξας τὰς διεξόδους χρημάτων ταῦτα πλήρη πεποίηκε. φασὶ γοῦν ἐς εἴκοσι μυριάδας ταλάντων χρυσοῦ ἐναποτεθησαυρίσθαι αὐτῷ. τὸν γὰρ ἄλλον χρηματισμὸν οὐκ ἄν τις ὑπ’ ἀριθμὸν δύναιτο ἀγαγεῖν, ὁ ’ς τῶν ταμείων αὐτῷ πληρωθέντων ὑπὸ γῆν τὰ λοιπὰ ἐθησαύρισεν, ἕλικας
[*](B) κἀς ὀρύξας λαβυρινθώδεις. καὶ ὑπερχειλῆ μὲν ἦσαν λίθων πολυτελῶν, τῶν τε ἄλλων καὶ τῶν λευκῶν, οἷς ἰδιάζουσα κλῆσις οἶ μάργαροι, τὰ κιβώτια. τῷ δὲ εἰς χρῆσιν οὐκ ἦσαν, ἀλλὰ βραχεῖς τινες αὐτῷ τὴν πορφύραν ἐκόσμουν, ἔν’ ἔχοι τοὐπίσημον ᾗπερ ἐν προόδοις ἐκέχρητο, καὶ ὅτ’ ἐχρημάτιζε πρέσβεσι καὶ ὅτε τινὰ ἄλλην δημοτελῆ ἐτέλει πανήγυριν. οἱ δ’ ἄλλοι τοῖς ταμείοις ἐναποκείμενοι ἄχθος ἦσαν ἐτώσιον. ἦν δ’ ἐν μὲν πολέμων καιροῖς ποικίλος τις καὶ τὴν γνώμην πρὸς τοὺς ὑπὸ χεῖρα πολυειδής, ἐν δ’ ἠρεμίαις καὶ εἰρηνικαῖς καταστάσεσιν ἀρχικώτερος καὶ τὰς ὀργὰς ἐταμίευε καὶ ταύτας συνέχων παρ’ ἑαυτῷ ἐδημοσίευεν ἐν καιροῖς καὶ ἀνταπεδίδου τοῖς ἁμαρτήσασιν. ὢν δὲ τὴν γνώμην στερρὸς οὐ ῥᾳδίως ἠλλοίου τὰ δόξαντα. διὸ καὶ πρὸς οὓς
121
ἂν ἔτυχε μήνιμά τι τρέφων, οὐ ταχὺ μετήλλαττε τὸ ἦθος αὐτοῖς. ἀλλὰ ταῦτα μὲν παραστατικὰ τοῦ ἤθους τούτου τοῦ αὐτοκράτορος , ἡ δ’ ἱστορία ἐχέσθω τῶν ἐπ’ αὐτοῦ πεπραγμένων καὶ διηγείσθω τὰ ἐφεξῆς.
Ὁ τῆς Αἰγύπτου κατάρχων τὰς πρὸς Ῥωμαίους λύσας σπονδὰς τόν τε έν Ἱεροσολύμοις ναόν , ἐν ᾧ τὸ τοῦ κυρίου μνῆμα, κατηρείπωσε καὶ τὰ ἐκεῖ μοωαστήρια. ὁ δὲ βασιλεὺς συνεχῶς τῇ Βουλγαρίᾳ προσβάλλων ἐκάκου ταύτην καὶ ἐκεράιζε. μὴ δυνάμενος δέ γ’ ἑ ὁ Σαμουήλ ἀντιπαρατάξασθαι τῷ τῶν Ῥωμαίων στρατεύματι, τάφροις τὰς εἰσόδους ἀποκλεῖσαι αὐτῷ ἐπεχείρησε, τὰς δυσχωρίας ἀποφράξας οἰκοδομαῖς καὶ φύλακας ἐπιστήσας αὐταῖς. ἧκεν [*](D) οὖ ’ν ὁ βασιλεὺς αὖθις, καὶ ἐβιάσατο μὲν τὴν πάροδον, ἀπεκρούσθη δὲ τῶν φυλάκων ἀνθισταμένων ἐρρωμενέστερον, πλὴν οὐκ ἀπέστη τῆς ἐγχειρήσεως, ἀλλ’ αὐτὸς μὲν προσέμενεν ἔτι πειρώμενος τοῦ ἐρύματος, ἐκπέπομφε δὲ τῶν στρατηγῶν ἕνα μετὰ τοῦ ὑπ’ αὐτὸν τάγματος ἑτέρωθέν ποθεν, εἰ δύναιτο περιελθεῖν καὶ μηχανήσασθαί τι πρὸς τὴν διέλευσιν. ὁ δὲ δι’ ὀρῶν καὶ δυσχωριῶν πολλῶν διελθὼν καὶ τοὺς Βουλγάρους λαθὼν ἐμπίπτει κατὰ νώτου τοῖς τοῦ ἐρύματος φύλαξιν, οἱ τῷ ἀθρόῳ περιδεεῖς γεγονότες οὐκέτι τῆς φυλακῆς ἐφρόντιζον τοῦ φραγμοῦ, ἀλλ’ ὅπως αὐτοὶ τὸν ὄλεθρον φυλάξωνται περὶ πλείστου ἐτίθεντο. τότε δὴ ἀδείας τὸ Ῥωμαϊκὸν δραξάμενον στράτευμα ῥήγνυσι τὸν φραγμόν, καὶ δίεισι καὶ διώκει, καὶ πολλοὺς μὲν ἀναιρεῖ, πλείονας δέ γε ζωγρεῖ μόλις διαδράντος τοῦ Σαμουήλ. ὅ γε μὴν βασιλεὺς τοῖς δοριαλώτοις εἰς πεντεκαίδεκα χιλιάδας ἀριθμοῦ μένοις ἐξέκοψε πᾶσι τὰ ὄμματα, ἐφ’ ἑκάστῃ
122
ἑκατοστύι ἕνα καταλιπὼν ἑτερόφθαλμον , ἴν’ εἴη τούτοις χειραγωγός , καὶ οὕτως αὐτοὺς ἀπιέναι κελεύει πρὸς τὸν σφέτερον ἀρχηγόν. οὑς ἐκεῖνος ἰδὼν καὶ τὸ πάθος μὴ ἐνεγκόν, ἰλιγγιᾷ τ’ ὁ καὶ εἰς γῆν λειποθυμῶν καταβάλλεται, μικρὸν δέ τι ἀν’ ἐνεγκὼν χαρδιωγμω περιπίπτει καί θνήσκει. η δε των Βουλ- γάρων ηγεμονία τω υ φ αυτού τω Γαβριήλ τω χαί Ρωμανω περιήλθεν, ο ν ούπω ένιαντόν αρξαντα ό νιος τού πατραδέλφον αυτού Ααρών ό Β λάδια Σλά- βος 'Ιωάννης, διώνυμος γαρ χαϊ ούτος ην, άπέχτεινε.
[*](P�) διελθών δε τό έν ταΐς δυΰχωρίαις έρνμα ό αυτοκρά- τωρ, ώς είρηται, άλλα τε φρούρια ε'χειρώΰατο έρυ- μνά και τους εν αντοίς Βουλγάρους, χαϊ ηχεν εις Μοσυνούπολιν, οπον αν τ ω η τού Σαμουήλ τελεντη άπηγγελη. άρας ονν αντίκα προσβάλλει τη Βονλ- γαρία, και πόλεις τε αυτής αίρει χαί φρούρια, ό δε γε τού Σαμονήλ ν ίο ς ό 'Ρωμανός τε χαϊ Γαβριήλ, ονπω γαρ άνήρητο, π ία φας προς τον βαβιλία δον- λωβιν νπιβχνεΐται' μετα δε τινα καιρόν τού τον Γαβριήλ άνελ.όντος 'Ιωάννου τού Βλαδισθλάβον ράπων αφίκετο, εναγγελιξό μένος την άναίρεαιν τού νίού τού Σαμονήλ καϊ γράμματα κομίζων ίπαγγελ-
[*](C) λόμενα τω βαΰιλεΐ δονλωαιν, προαερρύηΰαν δε αύτω και πολλοί των ίπιαήμων παρά Βουλγάροις. γνούς μέντοι τον Βλαδιαθλάβον ό βαΰιλενς ου κατά τάς ἐπαγγελίας διανοονμενον, έπήλθεν αὗθις τη Βουλ- γαρία, καὶ πολλάς μίν αυτής έληίαατο χώρας, την δε της 'Αχρίδος πάλιν, έν η τα βαβίλεια τοις των Βουλγάρων ωκοδόμηντο άρχηγοΐς, πολιορκία λαβών καὶ ετερα φρούρια δια ατρατηγών, έπανε'ξενξεν εἰς την Κωνΰταντίνον. καὶ αὗθις δε κατά Βονλγάρων έοτράτενσε, χαί αὖθις φρούρια τε και πολλούς των
123
βαρβάρων τοὺς μὲν διέφθειρε, τοὺς δὲ συνέσχε ξωούς. ὁ δὲ τῶν Βουλγάρων ἄρχων ὁ Ἰωάννης καὶ Βλαδισθλάβος κατὰ τοῦ Δυρραχίου ἐξώρμησε, καὶ πολιορκῶν αὐτὸ πίπτει , ἄρξας ἔτη δύο καὶ μῆνας
[*](D) πέντε. ὃ μαθὼν ὁ βασιλεὺς εὐθὺς ἔξεισι, καὶ περὶ τὴν Ἀδριανούπολιν γενομένῳ προσίασιν αὐτῷ τῶν Βουλγάρων ἐπιφανεῖς τινες, παραδιδόντες αὐτῷ τὸν Πέρνικον καὶ ἕτερα φρούρια πέντε καὶ τριάκοντα, καὶ ἄλλοι δὲ πολλοὶ τῶν βαρβάρων τούτων αὐτῷ προσερρύησαν. καὶ ἡ γυνὴ δὲ τοῦ Ἰωάννου καὶ προσερρύησαν. Μαρία ἔπεμψε πρὸς τὸν βασιλέα τὸν ἀρχιεπίσκοπον Βουλγαρίας Δαβίδ μετὰ γραμμάτων ἐκστῆναι τῆς Βουλγαρίας ὑπισχνουμένη , εἰ ὥνπερ βούλεται τεύξεται. καὶ μετὰ μικρὸν ἧκεν ἡ γυνὴ πρὸς τὸν αὐτοκράτορα, υἱοὺς ἐπαγομένη τρεῖς καὶ θυγάτρια ἴξ, καὶ ἕτεροι δὲ τρεῖς ταύτης υἱοὶ φυγάδες ἐγένοντο ἐν τοῖς ὄρεσιν, ἀλλὰ κἀκεῖνοι τῶν ὀρῶν φυλαττομένων βιασθέντες προσῆλθον τῷ βασιλεῖ. ἦσαν δ’ οὗτοι ὁ Προυσιανὸς καὶ ἄμφω οἱ ἀδελφοὶ αὐτοῦ, ὧν τὸν μὲν Προυσιανὸν ἐτίμησε μάγιστρον, πατρικίους δὲ τοὺς λοιπούς. ὑφ’ ἑαυτὸν οὖν τὴν ἅπασαν Βουλγαρίαν πεποιηκὼς καὶ τὰ μὲν τῶν φρουρίων καταστρεψάμενος , τὰ δὲ κατοχυρώσας καὶ φρουρὰς αὐτοῖς ἀρκούσας καταλιπών, αὐτὸς εἰς Ἀθήνας ἀφίκετο, θύσων τῇ θεοτόκῳ τὰ χαριστήρια, καὶ ἀναθέμενος τῷ ναῷ πολλὰ καὶ πολυτελῆ ἐπανέξευξεν εἰς τὴν ὑπερκειμένην τῶν πόλεων καὶ κατήγαγε θρίαμβον, τιάρᾳ ταινιωθεὶς ὀρθίᾳ, ἣν τούφαν καλεῖ ὁ δημώδης καὶ πολὺς ἄνθρωπος, τῦφον, οἶμαι, ὠνομασμένην, ὡς τετυφῶσθαι ποιοῦσαν τοὺς ταύτῃ ἀναδουμένους , καὶ οὕτως ἄχρι τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀφίκετο, ἀποδοὺς ἐν ταύτῃ τῷ
124
κυρίῳ τὰ χαριστήρια. ἔνθα γενόμενον ὁ πατριάρχης πολλὰ ἱκετεύσας ἐκκόψαι τὸ ἀλληλέγγυον οὐ
[*](B) κατεδυσώπησε , καὶ ταῦτα ὑποσχόμενον τοῦτο ποιήσειν, εἰ τῶν Βουλγάρων κρατήσειεν. οὗτος ὁ πατριάρχης Σέργιος τὴν ἐκκλησίαν ἐπὶ εἴκοσι ποιμάνας νᾶς ἔτη, μετέθετο τὴν ζωήν , καὶ προεχειρίσθη τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀρχιερεὺς Εὐστάθιος, ὃς τοῦ ἐν τῷ παλατίῳ ναοῦ ἱερέων ἐπρώτευε. τῆς Βουλγαρίας δὲ δουλωθείσης τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ καὶ τὰ τῶν χορβάτων ἔθνη ὑπέκυψαν, ἀλλὰ μὴν καὶ τὸ Σίρμιον. εἶτα κατὰ Ἀβασγίας ἐκστρατεύει ὁ βασιλεύς, τοῦ ταύτης κρατοῦντος παρασπονδήσαντος. ἐκεῖ δὲ τούτου γεγονότος, ὄπισθεν ἀποστατοῦσιν ὅ τε Ξιφίας καὶ Νικηφόρος ὁ υἱὸς Βάρδα τοῦ Φώκα οἱ πατρίκιοι, ἀλλὰ ταχέως ἡ τούτων
[*](C) τῶν ἐσβέσθη ἀποστασία , τοῦ μὲν Ξιφία τὸν Φωκᾶν ἀνελόντος, αὐτοῦ δὲ συλληφθέντος καὶ δεσμίου ἀπαχθέντος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν. ἄρτι δὲ τὰς περὶ τῆς τυραννίδος ταύτης φροντίδας ὁ βασιλεὺς ἀποσκευασάμενος συρρήγνυται τοῖς ἀβασγοῖς, καὶ μάχης ἰσχυρᾶς γενομένης ἔπεσον πολλοὶ ἀμφοτέρωθεν καὶ ἦν ἰσόρροπος ὁ ἀγόν, εἶτ’ αὖθις κροτηθέντος πολέμου νικῶσι Ῥωμαῖοι, καὶ ὁ τῶν Ἀβασγῶν ἡγεμὼν Γεώργιος εἰς τὰ τῆς Ἰβηρίας ἀπέδρα βαθύτερα, καὶ μετὰ βραχὺ σπονδὰς αἰτήσας ἐξέστη τῷ βασιλεῖ χώρας ὁπόσης ὁ αὐτοκράτωρ ἐβούλετο, εἰς ὁμηρείαν παρασχὼν Παγκράτιον τὸν υἱὸν αὐτοῦ, καὶ ταῦτα διανύσας ὁ βασιλεὺς ἐπανέζευξεν.
[*](D) ἦν δὲ διὰ μελέτης αὐτῷ καὶ πρὸς Σικελίαν ἀπᾶραι, ἀλλ’ οὐκ εἰς ἔργον αὐτῷ προέβη τὸ βούλευμα · ἤδη γὰρ αὐτῷ πρὸς τέλος κατήντησε τὸ βιώσιμον καὶ ἐνοσηλεύετο. πρὸ βραχέος δὲ τοῦ αὐτὸν ἐκλιπεῖν ὁ
125
πατριάρχης Εὐστάθιος θνήσκει, προστὰς τῆς ἐκκλησίας τῶν ὀρθοδόξων ἐπ’ ἔτεσιν ὀκτώ. τοῦ βασιλέως δὲ νοσοῦντος Ἀλέξιος ὁ τότε τὴν προστασίαν ἔχων τῆς τοῦ Στουδίου μονῆς πρὸς τὸν βασιλέα ἀφίκετο, τὴν ἱερὰν κάραν τοῦ τιμίου Προδρόμου κομίζων αὐτῷ, καὶ αὐτίκα τοῦτον ὁ βασιλεὺς πατριάρχην προεχειρίσατο , κατὰ τὴν ἑσπέραν ἐκείνην καὶ τὴν ζωὴν ἐκλιπών, ζήσας μὲν καὶ βασιλεύσας χρόνους ἑβδομήκοντα ἐπὶ δυσίν , αὐταρχήσας δὲ ἐπὶ πεντήκοντα καὶ πρὸς ἔτεσι · τοὺς γὰρ ἄλλους συνεβασίλευσε τῷ πατρί, εἶτα τῷ Φωκᾷ, καὶ μετ’ ἐκεῖνον τῷ τξιμισκῇ.
Τέθνηκε μὲν οὖν γηραιὸς ὁ Βασίλειος, τῆς δ’ ἐξουσίας εὐθὺς ὁ ἐκείνου σύγγονος ἐπελάβετο, τὸν Κωνσταντῖνόν φημι , μικρόν τι ἐκείνου κατὰ τὸν χρόνον τῆς ζωῆς ἐλαττούμενος. ῥᾳθύμου δὲ πεφυκὼς ἤθους καὶ ἀνειμένου ἢ καὶ εἰς ἕξιν ἐλθὼν βίου ἀργοῦ , οὐδὲ γὰρ ἐκοινώνει αὐτῷ βασιλείου τινὸς ὁ σύγγονος πράξεως, καὶ αὐταρχήσας τοιαύτην εἶχε διαγωγήν , ὑπ’ ἄλλοις μὲν τὴν τῶν κοινῶν διοίκησιν θέμενος, καὶ τούτοις οὐ τοῖς ἑαυτῶν ἤδη παρασχομένοις δοκίμιον, ἀλλ’ ἀνδράσιν οὐχ ὅτι τῶν εὖ γεγονότων, ἀλλ’ οὐδ’ ἐλευθέρας τύχης τυγχάνουσιν, ἐθνικοῖς δὲ καὶ μὴ δυναμένοις ὀρθοεπεῖν, ἀλλ’ ἀκριβῶς βαρβαρίζουσιν. ἐκεῖνος δὲ τρυφαῖς ἐξέδωκεν ἑαυτόν· ἥττητο γὰρ γαστρὸς καὶ ἀφροδισίων καὶ ἐμεμήνει περὶ τοὺς κύβους τε καὶ τὰ θέατρα, ἀλλὰ μέντοι καὶ περὶ τὰ κυνηγέσια. ἦν δ’ εὐμεγέθης μὲν τὸν ὄγκον τοῦ σώματος καὶ τὴν ἀλκὴν γενναιότατος, [*](B) δειλὸς δὲ τὴν ἔξιν τὴν ψυχικήν, ὅθεν οὐδὲ πολέμοις κατευνάζειν ἔκρινε τὰς τῶν βαρβάρων ὁρμάς, δωρεαῖς δὲ μᾶλλον καὶ ἀξιώμασι. τοὺς δ’ ὑπηκόους
126
καὶ ἐκ ψιλῆς ὑπονοίας ἐκόλαζε, καὶ διαβολαῖς ῥᾳδίως ὑπεῖχε τὸ οὖς, καὶ πρὸς θυμὸν ὑπῆρχεν ὀξύρροπος, οὐ κατὰ τὸν ἀδελφὸν δ’ ἐμηνία, οὐδ’ ἐνέμενε τῇ ὀργῇ, ἀλλὰ ῥᾷον εἰς τὴν ἀντίρροπον διάθεσιν μετε- τίθετο καὶ ἠνιᾶτο κακῶς τινα διαθέμενος. πολλοὺς δὲ τιμωρούμενος τοῦ φωτὸς ἐστέρει τοὺς πλείονας, ἐκκόπτων σφίσι τὰ ὄμματα καὶ κουφοτέραν τῶν ἄλ- ταύτην τὴν κόλασιν ἔκρινε, καὶ ταύτῃ ἐκέχρητο μᾶλλον, ὡς ἀπράκτους ποιούσῃ τοὺς καταδικαζομέ-
[*](C) νοῦς αὐτῇ. γυναικὶ δὲ νέος ὢν συζυγεὶς Ἑλένῃ τῇ θυγατρὶ Ἀλυπίου, ἀνδρὸς τῶν ὑπὲρ λίαν τότε τυγ- χάνοντος, τρία ἐξ ἐκείνης ἔσχε θυγάτρια, καὶ τὴν μὲν θανάτῳ ἀπέβαλεν, αἱ δὲ παῖδες αὐτῷ ἐν τοῖς βασιλείοις ἦσαν τρεφόμεναι. ὧν ἡ μὲν πρεσβυτέρα Εὐδοκία λοιμικῷ τὸ κάλλος λωβηθεῖσα νοσήματι, θελήματι τῷ θεῷ καθιέρωτο· αἱ δέ γε λοιπαὶ ἦσαν παρὰ τῷ πατρὶ αὐταρχήσαντι, μηδέν τι περὶ αὐτῶν πατρὶ προσῆκον λογισαμένῳ. τὴν χεῖρα δ’ ὢν ἐλευ- οὐκ ὀρθῶς ἐχρῆτο τῇ ἀρετῇ , ὅθεν καὶ εἰς τὰς ἀντιθέτους κακίας ἐξέπιπτε. τοῖς μὲν γὰρ περὶ αὐτόν, οἳ βάρβαροι ἦσαν, ἀνδράποδα, ἅπερ αὐτὸς ἐκτήσατο καὶ ἐξέτεμε καὶ θαλαμηπόλους καὶ κατευνα-
[*](D) στῆρας ἐκέκτητο , ὃς καὶ τιμῶν καὶ ἀρχῶν τῶν πρώ- ἠξίωσεν, ἁμάξαις ὅλαις ἐχορήγει τὰ χρήματα, τοῖς δ’ ἄλλοις πεφεισμένως ἄγαν τὴν χεῖρα προἐ- τεῖνε. τὰ μὲν οὖν τῆς γνώμης οὕτως εἶχε τούτῳ τῷ αὐτοκράτορι. τὰ δ’ ἐκτὸς συμπεσόντα διεξίτω ὁ λόγος. οἱ Πατζινάκαι, Σκύθαι δ’ οὗτοι ὡς ἔμπρο- εἴρηται, διαβάντες τὸν Ἴστρον , τῇ χώρᾳ τῆς ἀντεπελθὼν οὐ μικρῶς ἐλυμήναντο. ἀλλὰ τούτοις ἀντεπελθὼν Κωνσταντῖνος ὁ Διογενὴς ὁ τοῦ Σιρ- μίου κρατῶν, ὃς καὶ δοὺξ ὠνομάσθη τῆς Βουλγα-
127
ρίας, ἐτρέψατό τε αὐτοὺς καὶ ἠρεμεῖν ἠνάγκασε τὸν Ἴστρον διαπεράσαντας. τοῦ βασιλέως δὲ Βασιλείου θανόντος δύο ἐνιαυτῶν ἦσαν φόροι ἀνείσπρακτοι· ἐδίδου γὰρ ἐκεῖνος ὑπέρθεσιν ταῖς εἰσπράξεσι, φειδόμενος τῶν ὑποτελῶν, οὗτος δὲ τὰ τῶν παρελθόντων ἐνιαυτῶν καὶ τὰ τῶν ἐφ’ οἶς αὐτὸς ἦρξε τριῶν ὄντων ἀσυμπαθῶς εἰσεπράξατο , καὶ ταῦτα αὐχμοῦ συμβάντος πολλοῦ ἐφ’ ὅλῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ. ὅθεν οἱ πένητες ἐξετρίβησαν. στόλον δὲ τῶν Ἀγαρηνῶν κατὰ τῶν λεγομένων Κυκλάδων νήσων ἐκπεπλευκότα ὁ τῆς Σάμου στρατηγὸς κατηγωνίσατο, δώδεκα μὲν νῆας αὐτάνδρους ἐλῶν, τὰς δὲ λοιπὰς σκεδασθῆναι πεποιηκώς. ἤδη δ’ ἐς γήρας ἐλάσας ὁ αὐτοκράτωρ βαθύ, καὶ τῷ ἐκ τούτου μαρασμῷ καὶ νόσον τινὰ συνεισπεσοῦσαν τῷ σώματι ἐσχηκώς, περὶ τοῦ διαδεξομένου τὸ κράτος ἐσκέπτετο. ἔγνω τοίνυν τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν ἐπὶ μιᾷ τῶν θυγατέρων κηδεστὴν ποιήσασθαι καὶ τῆς βασιλείας διάδοχον, καὶ στέλλει τὸν αὐτὸν ἄξοντα, ἐν τῷ τῶν Ἀρμενιακῶν θέματι τὴν κατοικίαν ποιούμενον · ἀλλὰ μήπω τοῦ ἀνδρὸς ἐκείνου
[*](B) ἀφικομένου ἑτέρας γίνεται γνώμης ὁ Κωνσταντῖνος, καί τινα τῶν ἐν τέλει ἄνδρα εὐγενέτην τε τὰ ἐξ αἵματος καὶ ἀνηγμένον εἰς τὴν τοῦ ἐπάρχου ἀρχὴν αἴρει πρὸς τὴν διαδοχὴν καὶ πρὸς κῆδος τῶν θυγατέρων μιᾶς. ἀλλ’ εἶχέ τι πρὸς ἔκβασιν ἡ αἵρεσις πρόσαντες· γυναικὶ γὰρ ὁ λαμπρὸς ἐκεῖνος συνεβίου ἀνήρ· ἦν δ’ οὗτος ὁ κατὰ τοὺς Ἀργυροὺς ῾Ρωμανός. τί γοῦν πρὸς τοῦτο μηχανᾶται ὁ βασιλεύς; σκήπτεται κατὰ τοῦ ἀνθρώπου χόλον καὶ τοῦτον ἐπαχθῆ τε καὶ βίαιον, καὶ στέλλει τοὺς ἐκεῖνον μὲν ἐπὶ κολάσει ἀπάξοντας, τῇ δ’ αὐτῷ συνοικούσῃ
128
κεροῦντας τὴν τρίχα καὶ ἐφ’ ἑτέραν ζωὴν μεταστήσον-
[*](C) τὰς. ἡ δὲ τὸ σκηνουργούμενον ἀγνοήσασα ἑτοίμως ἑαυτὴν παρέσχε πρὸς τὴν τοῦ βίου ἀπαλλαγήν· ἡ μὲν οὖν τὴν κόμην τε ἀπετμήθη καὶ μέλανα μετημφίαστο, ὁ δὲ μετήχθη πρὸς τὰ βασίλεια, καὶ ἡ δευτέρα τῶν θυγατέρων τοῦ Κωνσταντίνου συζεύγνυται αὐτῶ πρὸς συμβίωσιν. ἡ γὰρ τρίτη διὰ τὸ τὴν ἐκείνου εὐνἐτειραν ἄκουσαν διαζυγῆναι αὐτοῦ παραιτήσασθαι τὴν μετ’ αὐτοῦ συμβίωσιν λέγεται. καὶ ὁ μὲν συνήρμοστο τῇ Ζωῇ, ὁ δὲ βασιλεὺς Κωνσταντῖνος τρεῖς ἐπιβιοὺς βιοὺς ἡμέρας τῇ συνοικήσει αὐτῶν ἀπέτισε τὸ χρεών, ἑβδομηκοντούτης καὶ πρὸς γεγονώς, ἐνιαυτοὺς δὲ τρεῖς ἑνός ἐνδέοντος μηνὸς τῆς βασιλείας κατορχησάạενος.
῾Ρωμανὸς δὲ λοιπόν, ὃς Ἀργυρόπωλος ἐκαλεῖτο, [*](D) τῶν σκήπτρων ἐπιλαμβάνεται καὶ αὐτίκα τὸ ἀλληλέγγυον φορολόγημα ῥιζόθεν ἐξέκοψε, καὶ τοῖς τοῦ θεοῦ ὑμνῳδοῖς τοῖς τῇ μεγάλῃ ἐκκλησίᾳ κεκληρωμένοις τὴν ἐκ τῶν βασιλείων ταμείων χορηγουμένην τῶν χρυσίνων διανομὴν προσθήκῃ ἐπηύξησεν, εἰδὼς ἐνδεῶς αὐτοῖς ἔχειν τὰ χορηγούμενα. γέγονε γάρ ποτε τῆς τοῦ θεοῦ λόγου ἐπωνύμου Σοφίας μέγας οἰκονόμος, ἐπεὶ τῷ βασιλεῖ ἀνεῖτο πρόσθεν οἰκονόμον τῆς ἐκκλησίας ταυτησὶ προχειρίζεσθαι, καὶ τοὺς διὰ χρέα δημόσια καθειργμένους ἤ καὶ ἰδιωτικὰ ἠλευθέρωσε, τὰ μὲν ἀποτιννύς, τὰ δὲ δημόσια ἀφιείς, καὶ χρημάτων πολλῶν διάδοσιν ἐποιήσατο ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ πενθε- ροῦ αὐτοῦ καὶ αἰχμαλώτους πλείστους ἐπρίατο, καὶ ὅσοι τῶν ἐπισκόπων ἐκ τοῦ ἀλληλεγγύου φορολογήματος εἰς ἔνδειαν συνηλάθησαν, παρ’ αὐτοῦ ἀνεκτήθησαν, καὶ τοὺς κακωθέντας παρὰ τοῦ τελευτήσαντος βασιλέως ἢ ἐν πηρώσεσι μελῶν ἢ ἐν δημεύ-
129
σεσιν οὐσιῶν ἢ ἀλλοίως παρεμυθήσατο. ὑποπτευθεὶς δὲ ὁ μάγιστρος προυσιανὸς ὁ Βούλγαρος λάθρᾳ τῇ τῆς Αὐγούστης Ζωῆς ἀδελφῇ τῆ Θεοδώρᾳ κοινολογεῖσθαι καὶ τῇ βασιλείᾳ ἐποφθαλμεῖν , συλλαμβάνεται καὶ φρουρεῖται, εἶτα καὶ πηροῦται τοὺς ὀφθαλμούς, καὶ ἡ Θεοδώρα εἰς τὸ Πετρίον περιορίξεται, καὶ ὁ ἐπ’ ἀδελφιδῇ δὲ τοῦ βασιλέως γαμβρὸς κατηγορηθείς, ὁ Διογενὴς , ὡς τυραννίδα μελετῶν
[*](B) κατηγορηθείς, δεσμευθεὶς ἐν πύργῳ καθείργνυται. τοῦ μέντοι τῆς Ἀβασγίας ἡγεμονεύοντος Γεωργίου θανόντος ἡ τούτου σύζυγος σπονδὰς ἐζήτησε καὶ σύνοικον τῷ υἱῶ. καὶ ὁ βασιλεὺς τάς τε σπονδὰς ἀνεκαίνισε καὶ τὴν παῖδα Βασιλείου τοῦ ἀδελφοῦ αὐτοῦ τὴν Ἑλένην νύμφην εἰς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγκράτιον κουροπαλάτην τετιμηκώς. ὁ δὲ βασιλεὺς κατὰ τοῦ χαλεπ’ ὁρμῆσαι, ὃ καὶ Βέρροια λέγεται, ἠβούλετό τε καὶ ἡτοιμάζετο. πολλὰς γὰρ τῶν πόλεων τῆς τε Φοινίκης καὶ τῆς Συρίας τοῦ Νικηφόρου καὶ τοῦ Ἰωάννου τῶν βασιλέων ὑπαγαγόντων τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ, ὁ μετ’ ἐκείνους Βασίλειος σχολάζων ταῖς κατὰ Βουλγάρων
[*](C) μάχαις καιρὸν οὐκ ἔσχε τὰς ἑαλωκυίας ἀσφαλίσασθαι πόλεις · αἶ δ’ ὅμως, μέχρι μὲν περιῆν ἐκεῖνος, οὐκ ἐτόλμων εἰς προῦπτον τὸν τῆς δουλείας ζυγὸν ἀποσείσασθαι. τοῦ δὲ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένου καὶ ἀνειμένως τὴν βασιλείαι· ἰθύνουτος, οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῦτον εἶναι τὸν καιρὸν γνόντες πρὸς τὸ μελετώμενον αὐτοῖς ἐπιτήδειον, τοῖς τῶν πόλεων φρουροῖς ἐπιτίθενται , καὶ τούτους ὢ διαχειρισάμενοι αὐτοὶ τῶν πόλεων γεγόνασιν ἐγκρατεῖς. ὁ δὲ τοῦ χαλεπ’ ἀρχηγὸς καὶ ἐκδρομὰς ποτούμενος συνεχεῖς αὐτήν τ’ ἑ τὴν Ἀντιόχειαν καὶ ὅσα
130
πρόσοικα ἔθνη τῇ Σύρων γῇ καὶ τοῖς Ῥωμαίοις
[*](D) ὑπήκοα ἐληίζετο. ᾧ ἀντιπαραταξάμενος ὁ τῆς Ἀντιοχείας δούξ, ἔτι περιόντος τοῦ αὐτοκράτορος Κωνσταντίνου, αἰσχρῶς ἡττήθη, καὶ τοὺς πλείους τῶν σὺν αὐτῷ ἀποβεβληκὼς μόλις ἠδυνήθη φυγεῖν ἐκεῖνος. τοῦτον ὁ Ῥωμανὸς ἀφελόμενος τὴν ἀρχὴν προεχειρίσατο ἕτερον · ἐξώρμησε δὲ κἀκεῖνος, καὶ ἀπιόντι προσίασι πρέσβεις μετὰ δώρων πολυτελῶν πρὸς τοῦ Χαλεπίτου ἀπεσταλμένοι, αἰτούμενοι συγγνώμης τυχεῖν καὶ τὴν δουλείαν ἀνανεώσασθαι καὶ ἀποδοῦναι τὰς εἰσφοράς, αἵπερ ἔτυχον ὑστερήσασαι, καὶ ταύτας ἐτησίως εἰσφέρειν μετ’ εὐγνωμοσύνης εἰς τὸ ἐπιόν. ὁ δέ, καίτοι πολλῶν καὶ στρατηγίαις ἐπιφανῶν ἀποτρεπόντων αὐτῷ τὴν εἰς τὰ πρόσω φορὰν ὡς ἀσύμφορον καὶ σπείσασθαι συμβουλευόντων, βουλευόντων, οὐκ ἀνείργετο τῆς ὁρμῆς, ἀλλὰ ῥᾷον κρατῆσαι τῶν Ἀγαρηνῶν ἐφαντάζετο, καὶ τοῦτο κατωρθωκὼς μέγα τι καὶ ὑπέρογκον ᾤετο ἑαυτῷ περιποιήσασθαι σεμνολόγημα. ἄπεισιν οὖν ἐν Συρίᾳ καὶ βάλλεται χάρακα. Ἄραβες δέ, αὐτόσκευοί τινες ἄνθρωποι καὶ τολμητίαι κέλητες, ἐφ’ ἵππων ὠκυπόδων γυμνοὶ ἑκατέρωθεν ἐλόχων τοῦ χάρακος, καὶ τοὺς εἰς συλλογὴν ἀπιόντας χιλοῦ ὕδατός τε ἀρδείαν ἐκθορόντες ἀνῄρουν ἢ καὶ συνήρπαζον, ὡς τούς τε στρατιώτας καὶ τὴν ἵππον αὐτῶν ἀπειρηκέναι ’ναι τῷ δίψει. εἶτα συνηθέστεροι γεγονότες ταῖς ἐκδρομαῖς πρὸς τοὺς Ῥωμαίους οἱ Ἄραβες καὶ οἷον καταγνόντες δειλίαν αὐτῶν, ἀθρόον ἀπὸ τῶν μετεώρων ἐξωρμηκότες καὶ βαρβαρικὸν ἀλαλάξαντες, καὶ πλήθους φαντασίαν ἀπεργασάμενοι τῷ μὴ συνασπισμὸν
[*](B) τηρεῖν , ἀλλὰ διεσπασμένως ἐκτρέχειν καὶ ἐπιέναι ἀσυντάκτως τῷ χάρακι, ἐκδειματοῦσιν ἅπαν
131
τὸ στρατιωτικὸν καὶ εἰς φυγὴν τρέπουσι, καὶ κἂν ἑάλω καὶ ὁ αὐτοκράτωρ αὐτός , τῆς περὶ αὐτὸν ἐκταραχθείσης φρουρᾶς καὶ λελοιπυίας ἀφρούρητον τὸν φρουρούμενον , εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀνέβαλε καὶ φεύγειν ἐπέρρωσεν ἐκπεπνευκότα τῷ δέει μικροῦ. ἀπῄεσαν μὲν οὖν οἶ Ῥωμαῖοι ἀτάκτως ὡς ἕκαστος ἔτυχε θέοντες. οἱ δὲ βάρβαροι τὸ παράλογον τῆς τροπῆς τεθηπότες , κατὰ τῶν ἀποδιδρασκόντων οὐκ ἐπεξέθεον , ἀλλὰ κατὰ τοῦ χάρακος ἔθεον, ὀλίγους τῶν ἐπιφανεστέρων ζωγρήσαντες, καὶ τήν τε σκηνὴν διηρπάκασι τὴν βασίλειον, μεστὴν
[*](C) οὖσαν πλούτου παντοδαποῦ καὶ πολυτελείας βασιλικῆς, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐφ’ ἑαυτοὺς ἀναθέμενοι ἐπανέξευξαν.