Τὸ δ’ ἔθνος τῶν Ῥὼς Σκυθικὸν ὂν τῶν περὶ τὸν Ταῦρον ἐθνῶν στόλῳ τὰ τοῦ Εὐξείνου πόντου κατέτρεχε καὶ αὐτῇ τῇ Βυζαντίδι ἐπιέναι διεμελέτα. ἀλλ’ οὐκ εἰς ἔργον ἤχθη σφίσι τὸ βούλευμα, κωλυσάσης τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν. ἀλλὰ καὶ [*](B) οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι τῆς γῆς συμβεβήκασιν , ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ’ οὐδὲν τῶν ἱππηλάτων
16
ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ ἁγίου Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππηλάσια. ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασιλεῖς ἐπενόησαν , ἵνα μὴ ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χώραις τῶν Ῥωμαίων
[*](C) εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου μετεώρου τινὸς ἐδομήσαντο φρούριον , Λοῦλον κεκλημένον , καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον, ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαηλιτῶν, , ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς δὲ κατὰ τὸν Αἰγιαλὸν ἰδοῦσι τοῦτον ᾔρετο ἄλλος, καὶ τοῖς κατὰ τὸν Μίμαντα ἕτερος, καὶ οἱ κατὰ τὸν Κύριζον αὖθις ἐφρυκτώρουν, καὶ οἱ κατὰ τὸν Μώκιλον ὁμοίως ἐπύρσευον, καὶ ἐπὶ πᾶσιν ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ πυρσὸς ᾔρετο. οὓς ὁρῶντες οἶ ἐν ταῖς χώραις διὰ βραχέος εἰ ὀχυρώματα συνέκλειον ἑαυτοὺς
[*](D) καὶ τὰς τῶν βαρβάρων λεηλασίας ἐξέκλινον. ἐκ δὲ τοῦ βουνοῦ τοῦ ἁγίου Αὐξεντίου τῷ βασιλεύοντι τῆς τῶν δυσμενῶν ἐπιδρομῆς ἐδίδοτο γνῶσις. ἔνα τοίνυν μὴ ἀνακόπτοιτο τῶν ἱππηλάτων ἀγώνων, ἐν καιρῷ τούτων πολλάκις τῶν πυρσῶν αἰρομένων, τῶν τῇ βασιλίδι γειτονούντων πυρσῶν σχολὴν κατεψηφίσατο. κατεγίνωσκε δὲ καὶ τῶν πρότερον βασιλευσάντων, ὅτι μὴ λιτότητι ἔχαιρον, σοβαρότητος δ’ ἀντεποιοῦντο καὶ ὄγκου βασιλικοῦ. ὅθεν αὐτὸς μετριότητα δοκῶν μετιέναι, συνήντησέ ποτε γυναικὶ ἄρτι λουσαμένῃ καὶ οἴκαδε ὑπονοστούσῃ , καὶ τοῦ ἵππου ἀποβὰς ἀπῄει μετὰ τῆς γυναικὸς σὺν ὀλίγοις τισὶ νεανίαις, οἱ τῶν ἀπορρήτων συμμετεῖχον αὐτῷ,
17
καὶ ἐν τῆ οἰκίᾳ αὐτῆς γεγονὼς καὶ συμμετασχὼν τραπέζης αὐτῇ πεζοπορῶν ἀπῄει πρὸς τὰ ἀνάκτορα. καὶ ὁ μὲν ἐν τοῖς τοιούτοις ὡς μέγα τι κατορθῶν ἐβρενθύετο, τοῖς δ’ ἄλλοις ἀνοηταίνειν ἐκρίνετο καὶ μῖσος ὑπέτρεφον κατ’ αὐτοῦ. οὐχ ἥκιστα δὲ μισητὸς ἐδόκει διὰ τοὺς παρατρεφομένους αὐτῷ ἐναγεῖς νεανίας, οἱ πρὸς ἅπαν κακὸν αὐτὸν ὑπεξέκαιον , οἱ καὶ ἀρχιερεῖς ἔπλαττον ἑαυτοὺς καὶ τὴν ἀναίμακτον ἱερουργίαν τελεῖν ὑπεκρίνοντο, καὶ αὐτὸν τὸν Μιχαὴλ συνιερουργοῦντα δῆθεν ἔχοντες ἑαυτοῖς, παίζοντες ἐν οὐ παικτοῖς, ἢ ὄξος τε μιγνύντες καὶ σίνηπι καὶ σκεύεσι χρυσέοις καὶ λιθοκολλήτοις παρ’ αὐτοῦ χορηγουμένοις τὸ κρᾶμα ἐγχέοντες μετεδίδουν τούτου τοῖς συμμύσταις αὐτῶν καὶ συμπαίστορσιν. ἀλλὰ πάντα καταλέγειν τὰ τοῦ τοιούτου χοροῦ, οἷς συνθιασώτης
[*](B) καὶ αὐτὸς ὁ βασιλεὺς ἐτύγχανεν ὤν, πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας οὐχ ἥκιστα. ἥκει δ’ ὁ λόγος τὴν τοῦ Βάρδα διηγησόμενος ἀποβίωσιν καὶ τὴν τοῦ κρατοῦντος αὐτοῦ καὶ πρὸ τούτων τὴν τοῦ Βασιλείου τοῦ Μακεδόνος οἰκείωσιν πρὸς τὸν Μιχαήλ,
ὃς ἐκ Μακεδονίας μὲν ἦν, ἔφυ δὲ πατέρων ἀσήμων καὶ ἀφανῶν, εἰ καί τις τῶν τὰ περὶ αὐτοῦ ἐξιστορησάντων ἐκ τοῦ τῶν Ἀρσακιδῶν αὐτὸν γένους κατάγεσθαι τερατεύεται. τοῦ Κρούμου δέ, τῶν Βουλγάρων δ’ ἦν οὗτος ἀρχηγός, τὴν Ἀδριανούπολιν κατασχόντος , καὶ οἶ τούτου γεννήτορες αἰχμάλωτοι γεγονότες εἰς τὴν ἐκείνων χώραν μετήχθησαν, ἀρτιγενὲς τοῦτον καὶ ὑπομάζιον φέροντες. τοῦ Κρούμου [*](C) δὲ ἀποβεβιωκότος ἤδη ἕτερος τῆς ἀρχῆς τῶν Βουλγάρων ἐπείληπτο, ὃς πολλάκις ἐν πολέμοις τοῖς πρὸς Ῥωμαίους θραυσθεὶς σπονδὰς πρὸς τὸν τότε κρατοῦντα Ῥωμαίων πεποίητο, καὶ τοὺς αἰχμαλώ-
18
τοὺς ἐλευθερῶσαι συνέθετο, καὶ μέντοι καὶ κατὰ τὰς συνθήκας πεποίηκεν. ἐφήβου δ’ ἦν ἡλικίας τότε ἁψάμενος ὁ Βασίλειος. νηπιόθεν μέντοι πολλὰ σημεῖα γενέσθαι φασὶ τὴν βασιλείαν αὐτῷ προσημαίνοντα, ὧν ἓν ἦν καὶ τὸ ῥηθησόμενον. νήπιος μὲν ἦν ὁ Βασίλειος, οἱ δὲ τούτου γονεῖς περὶ θέρος ἠσχόληντο καὶ τὸ νήπιον ὑπνῶττον ὑπὸ τὸν ἥλιον ἔκειτο · δὲ πετόμενος πρόσγειος ἡπλωμέναις ταῖς πτέρυξι
[*](D) τῷ βρέφει σκιὰν ἐσχεδίαζεν. ἡ δὲ μήτηρ ὡς εἶδε τὸν ἀετὸν τῷ παιδὶ προσεγγίζοντα, ἦρέ τε τὴν φωνὴν καὶ προσέδραμε τῷ υἱῷ καὶ λίθοις τὸν ἀετὸν ἀπεδίωκε. τῆς δὲ πρὸς τὸ ἔργον χωρησάσης αὖθις ὁ ἀετὸς προσῄει τῷ βρέφει κοιμωμένῳ , ἐπιτελῶν τὸ λειτούργημα. καὶ ἡ μήτηρ πάλιν τε τεθορύβητο καὶ αὐτὸν ἀπεδίωκεν. ὡς δὲ πολλάκις τοῦτο ἐγένετο, εἰς συναίσθησιν ἧκε καὶ χρηστὸν ὑπείληφε τὸ πρᾶγμα οἰώνισμα. ἤδη δὲ αὐτοῦ ὑπερβεβηκότος τὸν μείρακα, ὁ πατὴρ μὲν κατέλυσε τὴν ζωήν , ἡ δὲ μήτηρ αὐτοῦ πρὸς τῇ πενίᾳ καὶ τοῖς τῆς χηρείας κακοῖς ἐπιέζετο. ὁ δὲ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων μὴ εὐπορῶν, ἔγνω μισθῷ πρὸς ὑπηρεσίαν ἑαυτὸν ἐκσοῦναί τινι· καὶ ἄρας ἔρχεται πρὸς τὴν μεγαλόπολιν. ὀψίας δὲ τὴν τῆς πόλεως εἰσελθὼν πύλην, ἣ καλεῖται Χρυσεία, παρὰ τῷ ναῷ τοῦ ἁγίου Διομήδους κατέλυσεν οὔπω μονῇ τότε τυγχάνοντι· καὶ πεσὼν ἔξω τοῦ τεμένους κατέδαρθε. νυκτὸς δὲ τῷ τοῦ ναοῦ νεωκόρῳ ὄναρ ὁ μάρτυς ἐφίσταται, καὶ τὸν βασιλέα ἐντὸς εἰσαγαγεῖν ἐγκελεύεται. ὁ δὲ ἐξελθὼν καὶ τὸν Βασίλειον εὑρὼν ἐπὶ ψιλοῦ τοῦ ἐδάφους ὑπνώττοντα, φάντασμα εἶναι τὸν ὄνειρον ὑπείληφε μάταιον. ὡς δὲ καὶ αὖθις τὸ αὐτὸ ἐδόκει ὁ ἅγιος ἐγκελεύεσθαι, ὁ δὲ καὶ πάλιν ἐξελθὼν οὐχ ἕτερον
19
εὗρεν ἢ τὸν Βασίλειον , ὑπέστρεψεν ὑπειληφὼς τὰ αὐτά. ἐκ τρίτου τοίνυν ὁ μάρτυς τῷ νεωκόρῳ ἐφίσταται καὶ προτρέπεται αὐτὸν εἰσαγαγεῖν τὸν ἐκτὸς κατακείμενον· ‘‘οὗτος γάρ ἐστιν” ἔφη ‘‘ὁ βασιλεύς.” ἐξελθὼν οὖν ὁ νεωκόρος ἀνίστησι τὸν Βασίλειον, καὶ ξενίζει τοῦτον παρὰ τῇ κατοικίᾳ αὐτοῦ, καὶ μεταδέδωσιν
[*](B) ὧν εὐπόρει. ἦν δὲ τῷ νεωκόρῳ ὁμαίμων τὴν ἰατρικὴν μετιὼν καὶ τῷ Θεοφιλίτζῃ ὑπηρετῶν. ὁ δὲ Θεοφιλίτζης οὗτος τῷ Καίσαρι Βάρδᾳ καὶ τῷ βασιλεῖ Μιχαὴλ κατὰ γένος ᾠκείωτο , διὰ τὸ τῆς ἡλικίας βράχιστον ὑποκοριζόμενος καὶ Θεοφιλίτζης καλούμενος. τούτῳ τοίνυν τῷ ἀδελφῷ ὁ νεωκόρος τὸ ἀπόρρητον ἐκκαλύψας ἐνύπνιον ἠξίωσε συστῆσαι τοῦτόν τινι τῶν ἀρχόντων εἰς ὑπηρέτησιν. ὁ δὲ τῷ οἰκείῳ κυρίῳ τοῦτον συνίστησι. πρότερον δὲ τὸ περὶ τῆς βασιλείας δι’ ὀνειράτων χρησμῴδημα τῷ Βασιλείῳ ἀνεκάλυψαν ἄμφω τὼ ἀδελφὼ καὶ μεμνῆσθαι σφῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ ὅρκοις αὐτὸν προκατέλαβον.
[*](C) ἡσθεὶς οὗν ὁ Θεοφιλίτζης ἐπὶ τῷ Βασιλείῳ, ἦν γὰρ εὐειδής τε καὶ εὐμήκης καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος, βαθεῖάν τε τρέφων κόμην καὶ ταύτην οὔλην, τοῖς οἰκείοις ἱπποκόμοις τοῦτον ἐπέστησε· πρωτοστράτορα τοῦτον οἶδεν ὀνομάζειν ἡ διάλεκτος ἡ κοινή. ἐζητήθη δὲ καὶ τῷ βασιλεῖ γενναῖός τις ἱπποκόμος καὶ περὶ τὴν ὑπηρεσίαν ταύτην εὐφυῶς διακείμενος. κεκόμιστο γάρ ποθεν ἵππος τῷ βασιλεῖ Μιχαήλ, εἰς πᾶσαν μὲν ἀρετὴν ἵππῳ πρέπουσαν ἐπιτήδειος, σκληραύχην δὲ καὶ μὴ ῥᾳδίως ἀναβαινόμενος. μένος. τούτου εἰς θέαν ἥκων ὁ βασιλεὺς ἀναβῆναί τινι τοῦτον ἐπέτρεπεν. πλειόνων δ’ ἐπικεχειρηκότων, ἐκεῖνος ἐθρασύνετό τε καἰ ἐγαυρία
[*](D) καὶ τὸν ἀναβαίνοντα ἀπεσείετο. ἐχαλέπηνεν ἐπὶ
20
τούτοις ὁ βασιλεὺς καὶ ὅτι μὴ ἔχοι ἱπποκόμον περιδέξιον ἤσχαλλε. παρὼν δὲ ὁ Θεοφιλίτζης ἔχειν εἶπεν αὐτὸς τοιοῦτον, καί ‘‘εἰ βούλει” φησί, ‘‘βασιλεῦ, παρίτω.” καὶ ὃς ἐπέτρεψε, καὶ ὁ Βασίλειος μετεκέκλητο καὶ τοῦ χαλινοῦ τοῦ ἵππου λαβόμενος καὶ περιποππύσας καὶ καταψήσας αὐτὸν κούφως τε μετεωρίσας ἑαυτὸν ἐπιβέβηκε καὶ περικαλπάσας μικρόν, εἶτα καὶ ὅλον αὐτῷ τὸν ῥυτῆρα ἐνδέδωκέ τε καὶ ἐξιππάσατο. ἥσθη τούτοις ὁ βασιλεὺς καὶ τὸν Βασίλειον προσελάβετο καὶ τοῖς βασιλικοῖς ἱπποκόμοις συνέταξε καὶ προιὼν καὶ πρωτοστράτορα τὸν ἄνδρα ἐτίμησεν· ἡ ἀξία δὲ τῶν ἐπισήμων καὶ τῶν ᾠκειωμένων τῷ βασιλεῖ· καὶ ἐπεδίδου καθ’ ἑκάστην ἡ περὶ τὸν Βασίλειον τοῦ βασιλέως διάθεσις, καὶ τοσοῦτον ὡς καὶ εἰς φθόνον κινήσαι τὸν Καίσαρα.
Ποτὲ δετῆς τοῦ βασιλέως μητρὸς συνεστιωμένης τῷ βασιλεῖ ὁ πρωτοστράτωρ εἰσεκλήθη Βασίλειος τοῦτο τοῦ βασιλέως κελεύσαντος. καὶ ἡ βασίλισσα συνεχῶς αὐτῷ ἐνητένιζε, καὶ ἐώρα τὸν ἄνδρα περιεργότερον, εἶτα καὶ ἀπεφοίβασε τοῦτον εἶναι τὸν ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει, καὶ οὐδὲν ἀπῆγεν αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον , ἤδη δὲ καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβούλευε τῷ ἀνδρὶ καὶ παρ’ αὐτοῦ ἀντεπεβουλεύετο. ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν [*](B) κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν τῆς θεοτόκου ναὸν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συνταξόμενος, ἀξόμενος , καὶ ἤδη τῷ
21
θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλίσθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαίσιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδελεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖνος ὁ ἀβέλτερος ἄνθρωπος , καί τινα τῶν
[*](C) ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν· ὁ τῷ Βάρδᾳ οὐκ ἦν ἀνεκτόν, ἀλλ’ ἐπὶ τούτῳ καὶ ἐβαρυθύμει. ἐκστρατεύσαντος δὲ τοῦ βασιλέως, ὡς εἴρηται, καὶ ὁ Καῖσαρ ἐκείνῳ συνεξεστράτευσε, καὶ πυκνὰς κατ’ αὐτοῦ τῷ Μιχαὴλ ὁ Βασίλειος καὶ οἷ περὶ ἐκεῖνον πεποίηντο τὰς διαβολάς, καὶ κεκύρωτο διὰ ταύτας ἡ κατ’ ἐκείνου ἐπιβουλή. πολλὴν δὲ δύναμιν περιβεβλημένου τοῦ Καίσαρος, οἶ τὴν ἐπιβουλὴν ἀρτύοντες ἐδειλαίνοντο. πρωίας δέ ποτε τοῦ Βᾶ ἐκ τῆς οἰκείας σκηνῆς προελθόντος μετὰ λαμπρότητος καὶ δορυφορίας πολλῆς, καὶ τῷ βασιλεῖ
[*](D) προσελθόντος, συγκαθίσαντός τε καὶ συνομιλοῦντος αὐτῷ, ὁ Βασίλειος ὄπισθεν αὐτοῦ ἑστηκὼς τὴν χεῖρα ἐπέσειεν, ἀπειλῶν ὥσπερ τῷ Καίσαρι. ὁ δὲ κατά τινα χρείαν ἑτέραν ἀθρόον ἐπιστραφεὶς καὶ ἰδὼν τὴν χεῖρα τοῦ Βασιλείου, καὶ συνεὶς τὸ δηλούμενον, τοῖς ποσὶ τοῦ βασιλέως ἐπέρριψεν ἑαυτόν. ὤκνουν δ’ οἶ κατ’ αὐτοῦ συνομοσάμενοι τὴν ἐγχείρησιν, μέχρις αὐτὸς ὁ Βασίλειος πρῶτος αὐτῷ τὸ ξίφος ἐπήνεγκεν. οὕτω γὰρ καὶ οἶ ἄλλοι ἀναθαρσήσαντες ὢ μεληδὸν τὸν Βάρδαν περιστάντες συνέκοψαν, καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος τῆς βιοτῆς συνεκύρησεν. ὁ δέ γε βασιλεὺς τῆς ἐκστρατείας ἀφέμενος, εἰς τὸ
22
Βυζάντιον ἐπανέζευξε , καὶ ζεύγνυσι τῶ Βασιλείῳ Εὐδοκίαν τὴν θυγατέρα τοῦ Ἵγκηρος, ἥτις αὐτῷ τῷ κρατοῦντι πρῴην ἐπαλλακεύετο · εἶτα καὶ βασιλέα τοῦτον ἀνεῖπεν αὐτὸς ἐν τῇ μεγάλῃ παραγενόμενος ἐκκλησίᾳ καὶ διὰ τοῦ πατριάρχου Φωτίου περιθεὶς αὐτῷ τὸ διάδημα. τίκτεται δὲ τῷ Βασιλείῳ ἐκ τῆς Εὐδοκίας παιδίον ἄρρεν ὁ Λέων, ὃ τοῦ Μιχαὴλ μᾶλλον εἶναι ἐλέγετο, ὡς ἐγκύου τῆς Εὐδοκίας οὔσης ὅτε τῷ Βασιλείῳ συνῴκιστο. ἱππηλασίαις δὲ καὶ συμποσίοις ἁ εἰ σχολάζων ὁ Μιχαὴλ καὶ συνεχῶς μεθυσκόμενος καὶ τόν φρενῶν ἐξιστάμενος, ἃς οὐ δ’ ἑ νήφων ἔρρωτο, εἰς φόνον ἑαυτοῦ τὸν Βασίλειον ἐξηρέθισεν. ἐκ γὰρ ἵππων ἀγῶνος ἐν τῷ ἁγίῳ Μάμαντι τελεσθέντος, ἐν ᾧ αὐτὸς ἡνιόχησε καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ νενίκηκεν, ἐπὶ δεῖπνον ἀνακλιθέντος συνανεκλίνετο καὶ ὁ Βασίλειος καὶ ἡ
[*](B) Εὐδοκία. Βασιλικῖνος δέ τις τῆς βασιλείου τριήρους πρῴην ἐρέτης ὤν, διὰ δὲ σώματος ὡραιότητα πρόσ’ ληφθεὶς παρὰ τοῦ κρατοῦντος καὶ τούτῳ οἰκειωθείς, παρεστὼς τότε δειπνοῦντι τῷ βασιλεῖ ἐξεθείαζεν αὐτόν, ὡς εὐφυῶς ἄγαν καὶ ἐντέχνως ἡνιοχήσαντα. ὁ δέ, ἤδη γὰρ ἠκρατίσατο καὶ τὸν νοῦν ἐκτεθόλωτο, ἡσθεὶς τοῖς ἐπαίνοις , ἐδίδου αὐτῷ τὰ φοινικόχροα πέδιλα καὶ προσέταττεν ὑποδήσασθαι καὶ βασιλέα ἀνεῖπε. τοῦ δὲ εὐλαβουμένου καὶ πρὸς τὸν Βασίλειον ἐνορῶντος, ὁ βασιλεὺς ἐχαλέπαινεν. ὁ δὲ Βασίλειος ἐνένευσεν αὐτῷ πεισθῆναι καὶ ὑποδήσασθαι· καὶ ὃς λαβὼν ὑπεδήσατο. ὁ δὲ βασιλεὺς τῷ Βασιλείῳ
[*](C) ἔφη χολούμενος τούτῳ μᾶλλον ἢ σοὶ τὰ τῆς βασιλείας παράσημα ἐπεοίκασιν. ἢ οὐκ ἔξεστί μοι, ὡς σὲ βασιλέα πεποίηκα, ποιῆσαι καὶ ἕτερον;” ἐντεῦθεν δεδοικὼς ὁ Βασίλειος καὶ περὶ τῆ βασιλείᾳ
23
καὶ τῇ ζωῇ δρᾶσαι πρὸ τοῦ παθεῖν ἐμελέτησεν, ἐτέροις τε τὸ μελέτημα κοινωσάμενος, ἐπεὶ αὖθις ἐν δείπνῳ ἀκρατοποσίαις χρησάμενος ὁ Μιχαὴλ ἤδη κεκάρωτο, καὶ τῷ ἑαυτοῦ κοιτῶνι ἐν τοῖς κατὰ τὸν ἅγιον Μάμαντα βασιλείοις χειραγωγούμενος ἀνεκέκλιτο καὶ ὕπνῳ βαθυτάτῳ κατείληπτο, πρῶτον μὲν ἐξιὼν ὁ Βασίλειος τὰ κλεῖθρα τοῦ βασιλικοῦ κοίτῶνος κατέαξεν, ἵνα μὴ κλεῖσαι τὰς θύρας οἱ περὶ τὸν κοιτῶνα στρεφόμενοι δύναιντο, εἶτα καὶ τοὺς συνωμότας παραλαβὼν ἄπεισι. τῶν δὲ προκοιτούντων
[*](D) ὀλίγων ὄντων καὶ κωλύειν ἐπιχειρούντων , θόρυβος ἤρθη, καὶ διυπνίσθη ὁ βασιλεύς. εἰσελθόντος δέ τινος τῶν σὺν τῷ Βασιλείῳ καὶ τὸ ξίφος ἠρκότος κατὰ τοῦ Μιχαὴλ, ἐκεῖνος τὰς χεῖρας ἦρε, καὶ ἄμφω ταύτας ὁ ξιφηφόρος πλήξας ἀπέκοψε, καὶ ὑπέστρεψε πρὸς τοὺς ἄλλους. ὁ δὲ μὴ φυγεῖν οἷός τε ὢν ἀκροσφαλῶς ἐκ τοῦ οἴνου βαίνων καὶ τῇ μέθῃ συμποδιζόμενος, ἔκειτο δεινῶς ἀπολοφυρόμενος, καί τις ἕτερος τῶν περὶ τὸν Βασίλειον ἔτι ζῶντα τοῦτον ἰδὼν εἰσεπήδησε, καὶ κατὰ τῶν στέρνων αὐτοῦ τὸ ξίφος ὠθήσας ἐπὶ τὴν γαστέρα τοῦτο προήνεγκεν, ὡς ἐκπεσεῖν αὐτῆς καὶ τὰ ἔγκατα.
Τῷ μὲν οὑν Μιχαὴλ οὕτως ἐπιλέλοιπε τὸ βιώδιμον ἀξίως τῆς αὐτοῦ βιοτῆς. ὁ δὲ Βασίλειος αὐτίκα εἰς τὰ βασίλεια παρεγένετο, καὶ τούτων γενόνενος ἐγκρατὴς ἔπεμψε τῶν τοῦ κοιτῶνός τινα κηδεπῦσαι τὸν Μιχαὴλ. ὃς ἀπελθὼν εὗρε τὸν δείλαιον ἵππου ἐγκεκορδυλημένον σαγίσματι, καὶ ἀπαγαγὼν αὐτὸν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως ἔθαψεν. ὃς σὺν τῇ μητρὶ μὲν ἐβασίλευσεν ἔτη δέκα καὶ τέσσαρα , ἕν δ’ ἐπὶ δέκα ἦρξε μόνος αὐτός. ἤδη δὲ τῆς βασιλείας δραξάμενος ὁ Βασίλειος καὶ παρὰ πάντων αὐτοκρά-
24
τωρ ἀναρρηθείς, τοὺς βασιλικοὺς παρόντων τῶν τῆς συγκλήτου λογάδων ἀνέῳξε θησαυρούς, ἐν οἷς οὐδὲν ἕτερον εὕρητο ἤ μόνα χρυσίου κεντηνάρια τρία.
[*](B) βουλῆς οὖν προτεθείσης ἐψήφιστο παρὰ πάντων τοὺς ἐξ οὐδεμιᾶς χρήματα λαβόντας εὐλόγου λαβῆς ἀναδιδόναι ταῦτα ἢ τό γε δὴ μετριώτερον τὰ ἡμίση. καὶ ἀκολούθως τῇ ψήφῳ τὰ ἡμίση ἐπράττετο, καὶ οὐ μείω τριακοσίων ἐντεῦθεν κεντηναρίων τὸ ταμεῖον τὸ βασιλικὸν εἰσωδίασεν. εἰς δὲ τὴν μεγάλην ἐκκλησίαν ἐν ἑορτῇ ἀπελθὼν ὁ Βασίλειος καὶ τῆς ἀναιμάκτου θυσίας μετασχεῖν βουληθείς, ἐκωλύθη παρὰ τοῦ πατριάρχου Φωτίου, ἀνδροφόνον ἀποκαλοῦντος αὐτόν. ὀργισθεὶς οὖν διὰ τοῦτο σύνοδον συνήθροισε καὶ τὸν Φώτιον τῆς ἐκκλησίας ἐξώθησεν, ὡς τάχα παρανόμως τοῦ Ἰγνατίου κατασπασθέντος τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ παρὰ Βάρδα τοῦ Καίσαρος, καὶ αὐτοῦ μὴ κανονικῶς ἐκείνου ζῶντος τοῦ θώκου
[*](C) τοῦ θείου ἐπιβατεύσαντος , Πάτροκλον τοῦτο πρόφασιν προβαλλόμενος. ἀνάγει γοῦν πάλιν εἰς τὴν τῆς ἀρχιερωσύνης περιωπὴν τὸν θεῖον Ἰγνάτιον. ἄρτι δὲ τῶν σκήπτρων ἐπειλημμένου αὐτοῦ ἀνταίρουσιν αὐτῷ χεῖρα τῶν πατρικίων τινὲς Γεώργιος καὶ Συμβάτιος, οἱ καὶ ληφθέντες ταῖς εἰς σῶμα ποιναῖς ἐκολάσθησαν. ἔστεψε δὲ βασιλεῖς Κωνσταντῖνον καὶ Λέοντα τοὺς υἱοὺς αὐτοῦ, μετέπειτα δὲ καὶ τὸν τρίτον Ἀλέξανδρον. τὸν δὲ τέταρτον Στέφανον πατριάρχην βουλόμενος προχειρίσασθαι , νεώτατον ὄντα τότε, τῷ κλήρῳ τῆς τοῦ θεοῦ ἐκκλησίας καταριθμεῖ. τὰς δέ γε θυγατέρας αὐτοῦ τέσσαρας οὔσας τῇ βασιλικῇ μονῇ τῆς ἁγίας Εὐφημίας κατέταξε. κατὰ δὲ
[*](D) τῶν ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν ἐκστρατεύσας ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, καὶ ἑάλω δ’ ἂν καὶ αὐτός, εἰ
25
μὴ ὁ Ἀβάστακτος Θεοφύλακτος ὁ πατὴρ τοῦ μετὰ ταῦτα βασιλεύσαντος τοῦ Ῥωμανοῦ τοῦ Λακαπηνοῦ αὐτὸν διεσώσατο. ἐπανελθὼν δὲ εἰς τὴν μεγαλόπολιν τὸν γαμβρὸν αὐτοῦ Χριστοφόρον κατὰ τῶν Ἀγαρηνῶν εἰς τὴν Κρήτην ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ τρεψάμενος τὸ θράσος σφῶν ἐταπείνωσεν. ἐξεστράτευσε δὲ καὶ κατὰ τῶν ἐν τῇ ἑῴᾳ μοίρᾳ Ἀγαρηνῶν ὁ αὐτοκράτωρ Βασίλειος καὶ κατὰ τῶν Μανιχαίων ὧν ἐξῆρχεν ὁ Χρυσόχειρ καλούμενος, καὶ φρούριά τινα κατασχὼν καὶ λείαν ἐλάσας ἐπεχείρησε μὲν πολιορκῆσαι καὶ τὴν Τεφρικὴν τὴν αὐτῶν μητρόπολιν, γνοὺς δὲ ταύτην καὶ προσεδρείας δεομένην πολλῆς καὶ ἄλλως δυσάλωτον , ἄρας ἐκεῖθεν ἀπῄει· καὶ τὸν Εὐφράτην εὑρὼν πολὺν ῥέοντα, ζεύξας τοῦτον ναυσὶ διεπέρασε, καὶ πολλὰ τῶν ἐκεῖ ληισάμενος, καὶ φρούρια ἑλὼν ἕτερα, καὶ τοῖς μὲν τῶν βαρβάρων σπεισάμενος , τοὺς δὲ προσκεχωρηκότας αὐτῷ δεξάμενος, εἰς τὴν τῶν πόλεων προκαθημένην ἐπανελήλυθε , καὶ διὰ μέσης θριαμβεύσας τῆς πόλεως εἰς τὰ βασίλεια ἐπανῆκεν. ὁ δὲ τῶν Μανιχαίων προεστηκὼς ὁ Χρυσόχειρ κατὰ τῶν Ῥωμαϊκῶν ἐπῄει χωρῶν, καὶ αὐτὰς ἐληίζετο. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν δομέστικον τῶν σχολῶν. ὅτι δὲ μὴ ἀξιόχρεων ἐπήγετο δύναμιν, κατὰ συστάδην αὐτῷ συμβαλεῖν οὐκ ἔκρινε δείν’. ὅπῃ δὲ παρείκοι, τοῖς αὐτοῦ συμπλεκόμενος σκιδναμένοις καὶ ποιουμένοις καταδρομὰς ἐκάκου αὐτοὺς καὶ οὐκ
[*](B) ἀδεῶς εἴα ποιεῖσθαι τὰς ἐκδρομὰς καὶ τὰς λεηλασίας. διὸ καὶ ἣν ἤδη ἴσχυσε λαβεῖν λείαν ὁ Χρυσόχειρ ἐπαγόμενος , οἴκαδε ἐπανέστρεφεν. ὁ δὲ δομέστικος τῶν σχολῶν δύο στρατηγοῖς ἐνετείλατο παρέπεσθαί οἶ μετὰ τῶν περὶ αὐτοὺς ταγμάτων καὶ μὴ ἐᾶν τοὺς
26
βαρβάρους σκίδνασθαι καὶ λεηλατεῖν. ἑσπέρας δὲ τοῦ μὲν Χρυσόχειρος καὶ τῶν περὶ αὐτὸν αὐλισαμένων έν ὑπωρείᾳ, τῶν δὲ Ῥωμαίων τὰ μετέωρα προκατειληφότων, ἔρις ἐνέπεσε περὶ πρωτείων καὶ τοῦ τίνες ἂν εἶεν ἀγαθοὶ μᾶλλον τὴν ἰσχὺν τοῖς ἀμφοῖν τῶν στρατηγῶν στρατιώταις. ὡς δ’ ἕκαστοι ἑαυτοὺς κρειττονεύειν τῶν ἄλλων ἐμεγαλαύχουν, εἶς τις λῦσαι τὴν ἔριν σφίσι βουλόμενος ‘‘ἔνα τί μάτην” φησί
[*](C) ‘‘συστρατιῶται θρασυνόμεθα, ἐνὸν μὴ λόγοις, ἀλλ’ ἔργοις ἄρτι φανῆναι τίνες ἄνδρες εἰσὶν ἀγαθοὶ τῶν πολεμίων παρόντων; ἔδοξεν οὖν ἡ βουλὴ τοῦ ἀνδρὸς ἀγαθὴ καὶ αὐτίκα τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ τῷ αἰφνιδίῳ καταπλαγέντες νῶτα τοῖς βάλλουσιν ἔτρεψαν, καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης κατεστρώθη τὸ μεταξὺ πεδίον νεκροῖς, καὶ αὐτὸς δὲ ὁ Χρυσόχειρ ἔπεσε τότε, καὶ πολλοὶ δ’ ἐζωγρήθησαν, καὶ τῷ βασιλεῖ ἐστάλησαν δέσμιοι, καὶ αὐτὴ δ’ ἡ κεφαλὴ τοῦ Χρυσόχειρος. Ἰγνατίου δὲ τοῦ πατριάρχου μεταστάντος εἰς τὰς ἐκεῖθεν μονάς, ὃς ἕνδεκα ἔτη τὰ πάντα τοὺς τῆς ἐκκλησίας ἴθυνεν οἴακας, ὁ Φώτιος τὸ δεύτερον παρὰ τοῦ Βασιλείου εἰς τὸν τῆς
[*](D) ἀρχιερωσύνης θρόνον ἀνάγεται. ἐπιβουλὴ δὲ συσκευαζομένη κατὰ τοῦ βασιλέως οὐκ ἔλαθεν. ὅθεν ὁ μὲν ἐξάρχων αὐτῆς Ῥωμανὸς ὁ Κουρκούας ἐξεκόπη τὰ ὄμματα , οἶ δὲ τούτῳ συνομοσάμενοι αἰκισθέντες καὶ καρέντες τὴν τρίχωσιν ὑπερορίαν κατεδικάσθησαν.
Ἤδη δὲ τοῦ ἔαρος ἀναλάμποντος ἐκστρατεύει κατὰ τῆς Συρίας τὸν ἔνα τῶν υἱῶν τὸν Κωνσταντῖνον ἔχων μεθ’ ἑαυτοῦ, καὶ εἷλε τῶν φρουρίων τινά, ἔνιοι δὲ προσεχώρησαν αὐτῷ διὰ τὴν τῶν ἄλλων ἅλωσιν δειλιάσαντες. εἶτα τῇ Γερμανικείᾳ
27
προσβάλλει, καὶ τὰ προάστεια δῃώσας αὐτῆς ἀφίκετο πρὸς πόλιν τὴν Ἄδαταν, καὶ ταύτην ἐπολιόρκει. ὀλιγώρως δὲ πρὸς τὴν πολιορκίαν διακειμένων τῶν πολιτῶν αὐτῆς ἤρετο αὐτοὺς ὁ Βασίλειος ὅτῳ πεποιθότες οὐ προσέρχονταί οἶ, ἤδη τῆς πόλεως ἁλισκομένης. καί τις τῶν χρόνῳ προβεβηκότων φησὶν ἀκριβῶς εἰδέναι ὡς οὐχ ὑπὸ σοῦ πέπρωται τὴν πόλιν ἁλῶναι νυνί, ἀλλ’ ὑφ’ ἑτέρου τῶν ἐξ ὀσφύος καταγομένων τῆς σῆς Κωνσταντίνου τὴν κλῆσιν. τοῦ δὲ βασιλέως τὸν υἱὸν ἐπιδείξαντος, καί ‘‘οὗτος ὁ Κωνσταντῖνός ἐστι” φήσαντος, ὁ γηραιὸς ἐκεῖνος ‘οὐχ οὗτος” εἶπεν ‘‘ὁ Κωνσταντῖνός ἐστιν, ὑφ’ οὗ ἡμῶν ἡ πόλις ἀλώσεται, ἕτερος δέ τις τῶν ἀπογόνων τῶν σῶν. μηνίσας οὖν ἐπὶ τοῖς τοῦ πρεσβύτου προμαντεύμασιν ὁ Βασίλειος, κραταιότερον τῇ πολιορκίᾳ ἐπέθετο. ἐπεὶ δὲ οὐδὲν ἤνυε, καὶ ψῦχος δὲ γεγονὸς ἐλύπει σφόδρα τὸ στράτευμα, τὴν πολιορκίαν λιπὼν ἐπανόδου ἐμέμνητο, τοὺς αἰχμαλώτους ἀναιρεθῆναι προστάξας, ἵνα μὴ φυλακῆς δέωνται ἤ τι νεωτερίσωσιν
[*](B) ἀδείας λαβόμενοι. οἱ δ’ ἐκ Ταρσοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ τὰς Ῥωμαϊκὰς κατέτρεχον χώρας, οἶς ἀντεπιὼν ὁ στρατηλάτης Ἀνδρέας τὰς ὁρμὰς αὐτῶν ἀνέκοπτεν. ἐπιστείλαντος δὲ αὐτῷ τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ὡς “ οὐδέν σε ὁ τῆς Μάριας υἱὸς ὀνήσει κατὰ σοῦ ἐπιόντος μου”, ἐκεῖνος τὴν βλάσφημον ἐπιστολὴν εἰκόνος τῆς θεομήτορος ἐξηρτήσατο, ‘ ἀνταπόδος τῷ ἀλαζόνι” λέγων ‘‘ὦ δέσποινα, τοῦ φρυάγματος τὰ ἐπίχειρα.” καὶ ταῦτα εἰπὼν ἐχώρει κατὰ τοῦ βλασφημήσαντος , καὶ μάχης κροτηθείσης τρέπονται οἱ πολέμιοι, καὶ γίνεται τούτων φόνος πολύς, καὶ αὐτὸς δὲ ὁ ἀμηρᾶς ἀποσφάττεται , μετρίων διαφυγόντων τινῶν. φθονηθεὶς δὲ ὁ στρα-
[*](C) 28
τηλάτης διεβέβλητο ὣ ’ς δυνάμενος καὶ τὴν Ταρσὸν ἐξελεῖν οὐκ ἠθέλησε. διὸ ἀφαιρεῖται μὲν τὴν ἀρχὴν ὁ βασιλεὺς ἀπ’ αὐτοῦ, δίδωσι δὲ ταύτην τῷ Στυππετώτῃ, ἐπαγγελλομένῳ καὶ τὴν Ταρσὸν ἐκποορθῆσαι καὶ ἄλλα πλείω κατωρθωκέναι νεανιευομένῳ· μένω· ὃς οὐ μόνον ὧν ηὔχει οὐδὲν κατωρθώκει, ἀλλὰ καὶ δυστυχήματι περιπέπτωκεν ἐξ ἀμελείας καὶ ἀπερισκέπτου σκηνώσεως. γνόντες γὰρ οἶ βάρβαροι τὸ ἐκείνου στρατόπεδον ἀφυλάκτως ἔχον, νυκτὸς αὐτῷ ἐπιτίθενται καὶ ἀναιροῦσι πολλούς, οἶ πλείους δὲ ὑπ’ ἀλλήλων συμπατούμενοι διεφθείροντο, καὶ οὕτως ὑπερέσχον οἶ ἐκ τῆς Ἄγαρ. ἀλλὰ
[*](D) τὰ μὲν ἑῷα τοῦτον ἔσχε τὸν τρόπον, χειρόνως δὲ διέκειντο τὰ ἑσπέρια. ἥ τε γὰρ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπήκοος Ἰταλία καὶ τὰ πλεῖστα τῆς Σικελίας ὑπόφορα τοῖς Καρχηδονίοις ἐπὶ τῆς βασιλείας τοῦ Μιχαὴλ γεγόνασιν, ἀλλὰ μὴν καὶ ἄλλα τῶν ἐθνῶν πλείονα. στόλον γὰρ ἐξαρτύσαντες οἶ ἐκ Καρχηδόνος Ἀγαρηνοὶ πολλὰ μὲν εἷλον πολίσματα, τέλος δ’ ἐπολιόρκουν καὶ τὸ Ῥαούσιον. στέλλουσιν οὖν οἱ Ῥαούσιοι πρεσβείαν πρὸς τὸν βασιλέα Βασίλειον, ἐπικουρίαν παρ’ αὐτοῦ ἐξαιτούμενοι , καὶ ὃς ἑκατὸν αὐτοῖς πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μαθόντες οἶ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ Λογγιβαρδίᾳ προσέβαλον , καὶ τὸ ἄστυ τῆς Βάρεως εἷλον, καὶ τούτῳ κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγιβαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη, τὰ παρὰ τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, πιεζόμενα, τὸ γεγονὸς κατὰ τὸ Ῥωούσιον, καὶ ὅτι τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς π‘ολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ
29
συμμαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑποτιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπεκούρησε τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων ῥῆγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύματι, ὑφ’ ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ ἀρχηγὸς αὐτῶν ἑάλω Σουλδάνος καλούμενος, ὃν ὁ ῥῆξ’ τῶν Φράγγων ἐν Καπύη ἀπήγαγεν. ὅπῃ δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη
[*](B) παρά του μειδιάσας οὐδέποτε , ὥστε τὸν ῥῆγα θαυμάζειν καὶ εἴ τις ἀπαγγείλει ὲν αὐτῷ γελῶντα τὸν βάρβαρον, δώσειν τι ἐπαγἐλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε ἰδεῖν τὸν Σουλδάνον γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥῆξ’ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἀμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ’ ἦρτο με- τέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. ‘‘οὕτω δ’ εἰκάσας καὶ τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ’ ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατηνέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι
[*](C) μετάρσιος.’’ ταῦτα μὲν εἶπεν ἐκεῖνος. ὁ δὲ ῥῆξ’ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰληφὼς καὶ τὸν Σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰόμενος, ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ. ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην καὶ τὴν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μή-
30
ποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ’ ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν ‘‘εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν
[*](D) αὐταῖς μετάγαγε ἀλλαχοῦ καὶ οὐκέτι τὸ πλῆθος καθ’ ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον.” συνοίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥῆξ’ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνήρ, καὶ ὥσπερ φιλικώτερον προσεφέρετο καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς ὁ ῥῆξ’ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις, ἔφη, τῶν λόγων τὸ τὰς σιδηρέας ἀλύσεις χαλκεύειν καὶ χειροπέδας καὶ ἄλλα δεσμά. τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρηκότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν, καὶ οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ Σουλδάνος παρὰ τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν προτέραν ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδου. οἶ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι στέλλουσι πρὸς τὸν ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ’ ἐκεῖνος τὴν πρεσβείαν οὐ προσήκατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, κασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι.
[*](B) καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπανῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ’
31
ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ Σουλδάνος ὅπῃ τε ἦν καὶ οἶα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν ‘‘εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί σ’ ἑ ἀπάγγειλον ἐκ τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ συνέθετο ποιήσειν ὡς ἐνετέλλετο , καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχόμενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατετέτμητο. ὁ δὲ Σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν, ὐπεχώρησε. καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγάλων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ
[*](C) ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν· ἤνυσε δὲ οὐδέν, ἀλλ’ αὐτός τε ἀπώλετο καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοιμασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συναντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωίμων δρουγγάριος ὁ πατρίκιος Νικητὰς ὁ Ὠορύφας, πολλὰς μὲν τῶν πολεμίων νεῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύταις ἐμπλέοντας, πολλοὺς δὲ μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολὺ εἰδῇ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάμων
[*](D) μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννησον καὶ τὰς ἐκεῖ κατέτρεχον νήσους. ἀλλ’ αὖθις αὐτοῖς ὁ ῥηθεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι · τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν, καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ
32
Πύλον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτίθεται τοῖς πολεμίοις ἀνωιστί, καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε ἴ’ τὰς δὲ καὶ αὐτάνδρους κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώλετο στόλος.
Ἐξ Ἀφρίκης δ’ ἕτεραι νῆες αὖθις ἐξήκοντα παμ- μεγέθεις ἐξώρμησαν, καὶ τῇ ὑπὸ Ῥωμαίους καὶ αὗται ἐλυμαίνοντο, καὶ μέχρι Κεφαλληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν ναυτικὸν κατ’ αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ’ ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ὰποδρασάντων, αἱ τριήρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ’ ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν, καὶ οἱ λιποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἕνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμἐνων Ἀγαρηνῶν ἐκβληθῆναι κελεύει νυκτός, καὶ πε- [*](B) ριχρἴσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο , εἶτα καὶ αἰκίσασθαι σφᾶς καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν, ἀνασκολοπισθῆναί τε ἀπαχθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ στόλου ναυτικοὶ ἐξεδειματώθησαν , καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν, καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν. καὶ οἶ ἐκ Μεσημβρίας δὲ Ἄραβες, ἐσχολακέναι τὸν Ῥωμαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοι-
33
νίκης καὶ τῆς Συρίας ναυσὶ προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος
[*](C) τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι τῶν πλωίμων ἀσχολουμένων , καὶ τῶν νώτων αὐτῶν οὐκ ἀφισταμένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφίνοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο, καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βασιθλεὺς ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοῦ τῷ Θεσβίτῃ ναὸν
[*](D) ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως, καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ’ αὐτοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἄρματι. ὅμως μέντοι τὴν ἅλωσιν καὶ κατασκαφὴν τῆς Συρακούσης μαθών , ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ’ οὐδὲν ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ δυνάμεως ἀξιομάχου ἐκπέπομφεν , ἄνδρα γενναιότατον ὁμοῦ καὶ στρατηγικώτατον, ὃς καὶ πολλὰ κατὰ τῶν τῆς Ἄγαρ ἐκγόνων ἐστήσατο τρόπαια. ὅτε δὲ τῷ Θεοφιλίτζῃ, ὡς εἴρηται, ἐξυπηρέτει, οὗτος ὁ βασιλεὺς συγκατῆλθεν ἐκείνῳ εἰς Πελοπόννησον, καὶ εἰς τὸν τοῦ ἁγίου ἀποστόλου Ἀνδρονίκου ναὸν εἰσῆλθε σὺν τῷ κυρίῳ αὐτοῦ. ἦν δ’ ἐκεῖσε Προσμένων μοναχός τις, ἀντιποιούμενος ἀρετῆς, ὃς τοῦ μὲν Θεοφιλίτζη οὐδεμίαν φροντίδα πεποίητο , τὸν δὲ Βασίλειον θεασάμενος καὶ ἐξυπανέστη καὶ προσε-
34
κύνησε καὶ φιλοφρόνως ἐδεξιώσατο. γυνὴ δέ τις χήρα ἐν τῇ χώρᾳ ἐκείνῃ τυγχάνουσα καὶ τῶν ἐγχωρίων πρωτεύουσα, πλούτῳ τε περιρρεομένη πολλῷ, συνήθης οὔσα τῷ μοναχῷ καὶ μαθοῦσα τὸ γεγονός, μετεπέμψατο τοῦτον καὶ ἤρετο πῶς τὸν μὲν Θεοφιλίτζην ἄρχοντα περιφανῆ καὶ τοῖς βασιλεῦσι κατὰ γένος προσήκοντα οὔτε προσρήσεως οὔτε δεξιώσεώς τινος κατηξίωσε, τῷ δ’ ἐκείνῳ ὑπηρετοῦντι καὶ προσεφώνησε καὶ τιμῆς μετέδωκεν οὐκ ἀναλολούσης
[*](PΔ) τῇ καταστάσει αὐτοῦ, ἀλλὰ καὶ λίαν ὑπερβαλλούσης αὐτήν. εἴκαζε γάρ, εἰδυῖα τὸν μοναχόν, μὴ ἀλόγως ποιῆσαι τὸ γεγονός. ὁ δὲ ‘‘τὸν μὲν Θεοφιλίτζην ἰδιώτην” εἶπεν ‘‘ἑώρων, βασιλέα δὲ τὸν Βασίλειον, καὶ διὰ τοῦτο καὶ ὡς βασιλέα τὸν ἄνδρα τετίμηκα. ἴσθι γὰρ ὡς πρὸς τοῦ θεοῦ βασιλεὺς ἐκεῖνος ἀφώρισται.” ταῦτα ἀκούσασα ἡ γυνή, ἐπεὶ νοσήσας ἐκεῖ κατελείφθη ὁ Βασίλειος, ἀπάραντος ἐκεῖθεν τοῦ κυρίου αὐτοῦ, προσελάβετό τε αὐτὸν εἰς τὸν οἶκον αὐτῆς καὶ θεραπείας ἠξίωσε, καὶ ἀναρρωσθέντα εἰσποιητὸν ἀδελφὸν τῷ υἱῷ αὐτῆς γενέσθαι πέπεικε, καὶ χρήματα παρέσχεν, εἶτα καὶ τὴν βασιλείαν αὐτῷ προαγορεύει, καὶ ὅτε τεύξεται τῆς ἀρχῆς, μή ἐπιλαθέσθαι τοῦ παιδὸς αὐτῆς ἀξιοῖ μήτ’ αὐτῆς, εἰ τοῖς ζῶσιν ἔτι συγκαταλέγοιτο. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τούτοις ἀπῆλθεν. ἐκείνη δὲ βασιλεύσαντος
[*](C) ἄρτι πρὸς τὴν βασιλίδα τῶν πόλεων μετὰ τοῦ υἱοῦ παρεγένετο, δῶρα προσαγαγοῦσα πο- λυτελῆ καὶ πολλά · ἣν ἐντίμως ὁ βασιλεὺς προσεδέξατο καὶ τὸν υἱὸν αὐτῆς, ὃν ἀδελφὸν ἐκ πνευματικῆς διαθέσεως, ὡς εἴρηται, ἔσχηκε, πρωτοσπαθάριον τετίμηκε. σεισμῶν δὲ διαφόρων συμβάντων, ἐξ ὧν πολλοὶ ναοὶ διερράγησαν, ὁ βασιλεὺς αὖθις
35
αὐτοὺς ἀνωρθώσατο· οὐ μὴν ἀλλὰ καὶ τὴν δυτικὴ ’ν μεγάλην ἁψῖδα τῆς τοῦ θεοῦ λόγου Σοφίας ῥαγεῖσαν καὶ πεσεῖν τυγχάνουσαν προσδοκήσιμον μηχαναῖς τεχνιτῶν συνέσφιγξέ τε καὶ ἥδρασε. καὶ τῶν Ἰουδαίων πολλοὺς δόσεσι χρημάτων καὶ ὑποσχέσεσι χριστιανοὺς γενέσθαι πέπεικε, καὶ τῷ ἔθνει τῶν Ῥὼςσπεισάμενος εἰς ἐπίγνωσιν ἐλθεῖν τοῦ καθ’ ἡμᾶς
[*](D) μυστηρίου πεποίηκε. συνθεμένοις γὰρ βαπτισθῆναι ἀρχιερεὺς αὐτοῖς ἐστάλη παρὰ τοῦ αὐτοκράτορος. οἶ δὲ μεταθέσθαι μέλλοντες ἐκ τῆς οἰκείας θρησκείας εἰς τὴν καθ’ ἡμᾶς ὤκνουν τε καὶ ἐδίσταζον, καί ‘‘εἰ μή τι θαῦμα ἴδοιμεν” εἶπον πρὸς τὸν ἀρχιερέα “ οἷα πολλὰ διδάσκεις αὐτὸς γενέσθαι πρὸς τοῦ Χριστοῦ, οὐκ ἄν ποτε δέξασθαι πεισθείημεν τὸ δόγμα τὸ σόν.” καὶ ὅς‘‘ “αἰτήσασθε” εἶπεν “ὃ βούλεσθε.” κἀκεῖνοι ‘‘τὴν βίβλον” εἶπον ‘‘ἡ τὰ περὶ τοῦ Χριστοῦ διδάσκει, βλητέον εἰς πῦρ· καὶ εἰ διαμείνῃ ἀνάλωτος, πίστις ἔσται ταῦτα ἡμῖν ἀληθῶς εἶναι θεὸν τὸν παρὰ σοῦ κηρυττόμενον.” συνέθετο ποιῆσαι τουτὶ ὁ ἐπίσκοπος· ἀνήφθη πυρκαιά, ἦρε πρὸς οὐρανὸν ὁ ἀρχιερεὺς τὰς χεῖράς τε καὶ τὰ ὄμματα · ‘‘δόξασόν σου” εἶπε “ τὸ ὄνομα, Χριστὲ ὁ θεός.” ἐνέθετο τῇ πυρκαιᾷ τὸ ἱερὸν εὐαγγέλιον · τὸ δὲ χρονίσαν ἐν τῇ φλογὶ ἀδιαλώβητον ἔμεινεν. οἶ βάρβαροι ἐξεπλάγησαν, ἐπίστευσαν τῷ κηρύγματι καὶ τελεσθῆναι κατήπειγον τῷ θείῳ βαπτίσματι. ταῦτα μὲν οὖν ταύτῃ συμβέβηκεν.
Ὁ δ’ εἶς τῶν τοῦ βασιλέως υἱῶν ὁ Κωνσταντῖνος, ὃν καὶ μᾶλλον τῶν ἄλλων ἐφίλει, νοσήσας ἐξέλιπε, καὶ ὁ αὐτοκράτωρ βαρέως τὸν ἐκείνου ἤνεγκε θάνατον καὶ ἦν ἀπαράκλητος, καὶ ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. ἦν δέ τις μοναχὸς Θεόδω-
36
ρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον· οὗτος βασιλεῖ
[*](B) προσῳκείωτο , εἰς ἄκρον ἐναρέτου βίου αὐτὸν ἐφθακέναι πιστεύοντι, ὡς ἐντεῦθεν καὶ σημεῖα ἐργάζεσθαι· οὗτος τοίνυν ὁ Σανταβαρηνός, ὃς καὶ τῆς μητροπόλεως Εὐχαΐτων ἐχρημάτισε πρόεδρος, λέγεται δεῖξαι τῷ βασιλεῖ τὸν τεθνηκότα υἱὸν αὐτοῦ ζῶντα δῆθεν. ἐν γὰρ λόχμη τινὶ φαντάσαι τὸν Κωνσταντῖνον ἔφιππον τῷ οἰκείῳ συναντῆσαι πατρί· ᾧ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλῆσαι, οὐκέτι τοῦτον ἑώρακε. καὶ ἄλλα δὲ τοιαῦτα ποιήσας ὁ Σανταβαρηνός, καὶ τούτοις ἐκπλήξας τὸν βασιλέα, ὅλον εἰς ἑαυτὸν περιήγαγεν, ὡς πίστιν εἰς αὐτὸν κεκτῆσθαι καὶ κατὰ μηδὲν αὐτῷ ἀπιστεῖν. καὶ ὁ μὲν βασιλεὺς οὕτω διέκειτο πρὸς τὸν Σανταβαρηνόν.
[*](C) ὁ δὲ Λέων ὁ δεύτερος τῶν τοῦ βασιλέως υἱῶν, ἤδη νεανίας γενόμενος καὶ γυναικὶ συζυγεὶς τῇ θυγατρὶ τοῦ Μαρτινακίου καὶ ἀναρρηθεὶς βασιλεὺς παρὰ τοῦ πατρὸς αὐτοῦ, τῷ Σανταβαρηνῷ οὐκ ἠρέσκετο, ἀλλὰ φαρμακὸν ἀπεκάλει καὶ γόητα καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. τούτοις ἐκεῖνος ὥς τισι κέντροις πληττόμενος εἰς ἄμυναν διανίσταται. καὶ πλασάμενος εὔνοιαν πρὸς τὸν Λέοντα ‘‘νεανίαν ὄντα σε” λέγει ‘‘ὦ βασιλεῦ, καὶ τῷ πατρὶ συνθηρῶντα καὶ συνιππεύοντα δεῖ σε καὶ ἐγχειρίδιον ἐπιφέρεσθαι, ἵνα τούτῳ καὶ κατὰ θηρίου χρήσῃ ὁπότε δέοι καὶ τῷ πατρί σου ἴσως ὀρέξῃ κατὰ καιρὸν ἢ τυχὸν καὶ ἐπιβουλεύοντας ἀμυνῇ.” ὁ δὲ μὴ
[*](D) φωράσας τὸν δόλον, ξιφίδιον ἔνδον φέρειν τοῦ ὑποδήματος ἐπείσθη κατὰ τὴν συμβουλήν. τούτῳ τοίνυν τῷ ξιφιδίῳ ὁ Σανταβαρηνὸς κατὰ τοῦ Λέοντος χρᾶται εἰς ἄμυναν, καὶ τῷ βασιλεῖ “ ἐπιβουλεύει σοι’’ φησίν “ὁ υἱός σου, καὶ τούτου δεῖγμα τὸ φέρειν,
37
ὅτε σοι συνθηρᾷ, κεκρυμμένον ξιφίδιον.” ἐξῆλθεν οὖν εἰς κυνηγέσιον ὁ Βασίλειος καὶ ὁ Λέων παρείπετο τῷ πατρί, εὑρέθη τὸ ἐγχειρίδιον κεκρυμμένον ὑπὸ τὸ πέδιλον. ἔδοξεν ἀληθεύειν ὁ κατειπών. ἀπολογούμενος ὁ κατηγορούμενος οὐ προσίετο , ἐξώργιστο κατὰ τοῦ υἱοῦ ὁ πατήρ, ἐγκλείει τοῦτον τῶν βασιλικῶν θαλάμων ἑνὶ καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα, ὡς δέ τινες ἱστοροῦσι, καὶ τὰ ὄμματα τῷ υἱῷ πηρῶσαι διεμελέτα, παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τοῦτο ἐρεθιζόμενος· καὶ ἔργον ἂν ἐγένετο τὸ μελέτημα, εἰ μὴ ὁ πατριάρχης καὶ τῆς συγκλήτου οἶ προύχοντες πολλὰ δεηθέντες τοῦ βουλεύματος τὸν βασιλέα μετέστησαν. τέως δ’ οὖν ἐπέμενεν ἡ ὀργή, καὶ ὁ Λέων ἔμφρουρος ἦν, καὶ χρόνος ἐτρίβη συχνός, συνευωχεῖτο δ’ ὁ βασιλεὺς τῶν τῆς συγκλήτου τισί· τοῦτο δὲ κατὰ καιροὺς ὡρισμένους ἐκ συνηθείας ἐγίνετο παλαιᾶς. ἦν δ’ ἐν τῷ οἴκῳ, καθ’ ὃν ἐγίνετο τὸ συμπόσιον, ζῷον ἐν κλωβῷ ᾐωρημένον τῶν μιμηλῶν, καλούμενον ψιττακός· τοῦτό τινος ὀδυρομένου καὶ ἀνακαλουμένου τὸν
[*](B) Λέοντα συνεχῶς ἀκοῦον ἐμιμήσατο τὴν φωνὴν καὶ ‘‘Λέον Λέον” ἐβόα πυκνά. τὰς γοῦν φωνὰς ταύτας τοῦ ὄρνιθος οἶ τῷ βασιλεῖ συνεστιώμενοι λαβὴν εὑρόντες τῆς ὑπὲρ τοῦ Λέοντος παρακλήσεως ἀνέστησάν τε τοῦ συμποσίου καὶ δακρύων πλησθέντες “εἶτα” φασίν “οὐκ εἰς κατηγορίαν ἔσται ἡμῖν τὸ ζῷον τοῦτο, ὦ βασιλεῦ, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τῆς μετὰ τοῦ κράτους σου πανδαισίας ἐπαπολαύοντες ἀμνημονοῦμεν ἐκείνου, ἐπὶ χρόνον ἤδη καθειργμένου πολύν. ἄνες, δέσποτα, τὴν κατ’ ἐκείνου ὀργὴν καὶ λῦσον αὐτῷ τὴν φρουρὰν καὶ πρόσβλεψον εὐμενὲς ἡ μᾶλλον
38
[*](C) πρόσιδε ὡς πατήρ.” τούτοις ὁ βασιλεὺς ἐχάλασε τὴν κατὰ τοῦ υἱέος ὀργήν, καί οἶ ἐσπείσατο καὶ τὴν τιμὴν ἀπέδωκε τὴν βασίλειον. εἰς θήραν δὲ ἀπελθὼν ἐλάφῳ ἐντυγχάνει τὸ μέγεθος ὑπερφυεῖ καὶ εἰς ὕψος ἠρμένα κέρατα φέροντι, καὶ τοῦτον ἐδίωκε, καὶ πλησιάσας αὐτῷ ἦρε τὴν χεῖρα ξιφήρη πλῆξαι τὸ ζῷον βουλόμενος. τὸ δὲ τοῖς κέρασιν ἠμύνετο τὸν διώκοντα, καί τινος τῶν αὐτοῖς παραφυομένων ὄζων ἐμβληθέντος τῇ ζώνῃ τοῦ βασιλέως μετέωρος ἐκεῖνος ἐφέρετο , ᾐωρημένος τοῦ ζῴου τοῖς κέρασι· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις φθάσας καὶ ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο, ᾧ καὶ
[*](D) σῶστρα καλὰ δέδωκεν ὁ ὑπ’ ἐκείνου σωθεὶς τὴν τῆς κεφαλῆς ἐκτομήν , καὶ ἡ σκῆψις ὡς εὐπρεπής, ὅτι ξίφος, ἔφη, ἐπὶ βασιλέα γυμνώσειε, μὴ λογισάμενος ὅτι ὑπὲρ βασιλέως ἦρκε τὸ ξίφος ὁ ἄνθρωπος καὶ ἀμοιβῆς μᾶλλον ἦν ἄξιος καὶ δωρημάτων βασιλικῶν. καὶ ὁ μὲν οὕτως ἀπώνατο τῆς ὑπὲρ τοῦ βασιλέως σπουδῆς. ὁ δὲ πληγεὶς καὶ τὸ σῶμα τῷ κέρατι καὶ περιδινηθεὶς τὰ σπλάγχνα, ἐπεβίω μέν, ἀλλ’ οὐκ εἰς μακρόν· ἀπεβίω δ’ ἐντεῦθεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἔν, αὐταρχήσας δ’ ἐννεακαίδεκα, τῷ υἱῷ Λέοντι τὴν βασιλείαν λιπών, ὄντι πρεσβυτέρῳ τῶν περιόντων υἱῶν.
Αὐτοκράτωρ δὲ γεγονὼς ὁ Λέων αὐτίκα πρὸς ἄμυναν διανέστη τοῦ Σανταβαρηνοῦ. ὑποπτεύων δὲ ὡς ἀντιλήψεται τούτου ὁ πατριάρχης Φώτιος, φιλίως πρὸς αὐτὸν διακείμενος, αἰτίας πλάττει κατὰ τοῦ πατριάρχου, καὶ ἐξωθεῖ τῆς ἐκκλησίας αὐτόν, καὶ ἐν τῇ τῶν Ἀρμενιακῶν περιορίζει μονῇ, πατριάρχην δὲ Στέφανον προεχειρίσατο , τὸν οἰκεῖον ὁμαίμονα, καὶ ὅτι μὴ ἦν Ἡρακλείας ἀρχιερεύς, ὑπὸ τοῦ
39
πρωτοθρόνου κεχειροτόνητο. ἀχθῆναι δ’ ἐξ Εὐχαΐτων ἐκέλευσε τὸν Σανταβαρηνόν· τῆς ἐκεῖ γὰρ ἐκ- κλησίας προήδρευε. πέμψας δὲ εἰς τήν ἐν Χρυσο- πόλει μονὴν τοῦ Φιλιππικοῦ, ὅπου ὁ βασιλεὺς Μιχαὴλ ἐτέθαπτο, ἐξάγει τὸ σῶμα τούτου ἐκ σοροῦ, καὶ μετὰ προπομπῆς πολλῆς καὶ βασιλείου τιμῆς εἰς τὸν τῶν ἀγίων Ἀποστόλων ναὸν κατατίθησιν ἐν λάρνακι μαρμαρίνῃ, καὶ τῶν ἀδελφῶν αὐτοῦ παρόντων ἐπὶ τῇ προπομπῇ, τοῦ τε Ἀλεξάνδρου
[*](B) καὶ τοῦ πατριάρχου. τῇ δὲ τοῦ Ζαούτζη θυγατρὶ συμφθειρόμενος ἔτι ζώσης Θεοφανοῦς τῆς αὐτοῦ γαμετῆς τὸν πατέρα ταύτης μάγιστρον ἐτίμησε καὶ λογοθέτην τοῦ δρόμου, μετέπειτα μέντοι καὶ βασιλεοπάτορα, αὐτὸς τὸ ὄνομα ἐφευρών. ἐξ ἐμπρησμοῦ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ πυρποληθέντος, ὁ βασιλεὺς οὗτος αὐτὸν ἀνεκαίνισεν. ἤδη δὲ καὶ ὁ Σανταβαρηνὸς ἤχθη καὶ εἰς τὰ ἐν ταῖς Πηγαῖς ἐφρουρεῖτο βασίλεια, ἔνθα πέμψας ὁ βασιλεὺς καὶ ἀφειδῶς αὐτὸν αἰκισάμενος, ἐν Ἀθήναις ὑπερόριον ἔθετο. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πέμψας ἐκεῖ ἐξέκοψε τὰ ὄμματα μετὰ δὲ πλείους ἐνιαυτοὺς τῆς ὑπερ- ορίας τε τὸν ἄνθρωπον ἐπανήγαγε καὶ προνοίας
[*](C) ἠξίωσε. ὁ δὲ Λογγιβαρδίας δοὺξ Ἁγίων, τοῦ ῥῆγός Φραγγίας τυγχάνων γαμβρός, ἐπεὶ τὸν θάνατον τοῦ Βασιλείου ἐπύθετο, τὰς πρὸς Ῥωμαίους συνθήκας ἠθέτησε καὶ τήν χώραν ἅπασαν ᾠκειώσατο. διὸ τὸν ἐπὶ τῆς τραπέζης ἔπεμψεν ὁ βασιλεὺς κατ’ αὐτοῦ μετὰ τῶν δυτικῶν ταγμάτων, ὃς συμμίξας αὐτῷ ἡττήθη· καὶ πάντας σχεδὸν οὓς ἐπήγετο ἀπεβάλετο, μόλις αὐτὸς διαδράς. τοῦ δὲ πατριάρχου Στεφάνου ἐκλελοιπότος Ἀντώνιος προκεχείριστο πατριάρχης,
40
ὃς Καυλέας ὠνόμαστο. τῶν δὲ Βουλγάρων ἐνσπόνδων ὄντων καὶ ἐμπορίας ποιουμένων μετὰ 'Ρωμαίων, οἱ τοῖς τελωνήμασιν ἐφεστῶτες ἄδικα αὐτοὺς εἰσέ—
[*](D) πρᾶττον τέλη. τοῦτο τῷ αὐτῶν ἄρχοντι Συμεὼν λαβὰς ζητοῦντι τοῦ κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι εἰς πρόφασιν ἤρκεσε. καὶ μέντοι καὶ ἤρατο, καὶ Ῥωμαϊκὸν αὐτῷ ἀνθοπλισάμενον στράτευμα καὶ πολλοὶ μὲν ἔπεσον τῶν Ῥωμαίων καὶ ὁ αὐτός· πολλοὶ δ’ ἑάλωσαν, ὧν τὰς ῥῖνας ὁ Συμεὼν ἐκτεμὼν ἐπανελθεῖν ἀφῆκε πρὸς τὸ Βυζάντιον. τούτοις περιαλγήσας ὁ βασιλεύς, δώροις τοὺς Τούρκους ἔπεισε τοὺς περὶ τὸν Ἴστρον, οἱ καὶ Οὖγγροι καλοῦνται, τοῖς Βουλγάροις ἐπεξελθεῖν καὶ ὅση δύναμις κακῶσαι αὐτούς, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε θαλάσσης καὶ διὰ γῆς ἡτοίμαστο ὅπλα κινῆσαι κατὰ τῶν Βουλγάρων, τῷ πατρικίῳ Νικη- φόρῳ τῷ Φωκᾷ τὸν κατ’ αὐτῶν ἀναθέμενος πόλεμον, δομέστικον τῶν σχολῶν αὐτὸν προβαλόμενος. πρὸ τοῦ πολέμου δὲ τὸν κοιαίστωρα στέλλει ὁ αὐτοκράτωρ πρὸς Συμεὼν περὶ εἰρήνης πρεσβεύσοντα. ὁ δὲ βάρβαρος δόλῳ τοῦτον ὑποτοπήσας ἐλθεῖν κα- θείργνυσι καὶ δεσμεῖ καὶ τῷ Φωκᾷ ἀντεμάχετο. ἐκείνου δὲ περὶ τοῦτον ἀσχολουμένου οἱ Οὖγγροι τὴν χώραν αὐτοῦ ἐληίσαντο. διὸ τὸν Φωκᾶν λιπὼν κατ’ ἐκείνων ἐξώρμησε, καὶ συμβαλὼν αὐτοῖς ἥττητο, πολλῶν μὲν σφαγέντων Βουλγάρων, πλειόνων δ’ ἁλόντων, αὐτοῦ δὲ τοῦ Συμεὼν μόλις ἐν Δοροστόλῳ φυγόντος· τοῦτο δ’ ἡ Δρίστρα ἐστί. τοὺς δ’ αἰχμαλώτους Βουλγάρους ὁ βασιλεὺς παρὰ
[*](B) Οὔγγρων ἐπρίατο καὶ ὁ Συμεὼν περὶ εἰρήνης ἱκέτευε. καὶ πιστεύσας τοῖς λόγοις ἐκείνου ὁ βασιλεὺς τὸν Χοιροσφάκτην ἀπέστειλε σπονδὰς ποιησόμενον,
41
ὃν ὁ βάρβαρος κατέσχε τε καὶ ἐδέσμησεν. αὐτὸς δὲ τοῖς Τούρκοις ἐπῆλθε, καὶ ἐτρέψατό τε αὐτοὺς τῇ χώρᾳ σφῶν ἐλυμήνατο. εἶτα ἐπέστειλε τῷ Λέοντι μὴ ἄν ποτε σπείσασθαι, εἰ μὴ τοὺς αἰχμαλώτους Βουλγάρους λήψοιτο πρότερον· καὶ τούτους λαβὼν οὐκ ἐσπείσατο. ὁ γοῦν βασιλεὺς τοῖς τ’ δ’ τάγμασι τοῖς ἑῴοις καἰ τοῖς ἑσπερίοις ὁμοῦ συνελθοῦσι κατὰ τῶν Βουλγάρων ἐχρήσατο, ἀλλ’ ἡττήθησαν ἅπαντα τῷ Συμεὼν προσβαλόντα. καὶ τὰ μὲν τῶν Βουλγάρων τοῦτον εἶχε τὸν τρόπον. ὁ δὲ βασιλεὺς έν ἀγροῖς τισι τῇ τοῦ Ζαούτζη συνὼν θυγατρὶ τῇ Ζωῇ
[*](C) ἐπεβουλεύθη παρά τινων. αἰσθομένης δὲ τῆς Ζωῆς ἐκ θροῦ τὴν ἐπιβουλὴν καὶ διυπνισάσης τὸν βασιλέα κοιμώμενον, αὐτίκα ἐκεῖνος ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ οὕτω διέφυγε τὴν ἐπιβουλήν. ἄρτι δὲ τῆς βασιλίδος θανούσης Θεοφανοῦς τὴν εἰρημένην Ζωὴν ὁ βασιλεὺς Αὐγούσταν ἀνηγόρευσε καὶ νόμιμον ἔθετο γαμετήν τὴν πρὶν αὐτοῦ παλλακήν, ἡ ἐπ’ ὀλίγον τῆς εὐτυχίας ἀπώνατο· ἐνιαυτὸν γὰρ ἴνα ἐπὶ μησὶν ὀκτὼ τῇ βασιλείᾳ ἐπιβιώσασα τέθνη- κεν. ἑτέρα δ’ αὖθις ἐπιβουλὴ μηνύεται τῷ βασι- λεῖ, ἣν ἐμελέτα ὁ πηκτῆς Βασίλειος, τοῦ Ζαούτζη τυγχάνων ἀνεψιός. ὃς τὸ ἀπόρρητον τῷ ἐκτομίᾳ Σαμωνᾷ ἐκοινώσατο, ὅρκοις πρότερον βεβαιώσαντι
[*](D) ὡς ἀνέκφορον τηρήσει τὸ λεχθησόμενον. ἦν δὲ ὁ Σαμωνᾶς ἐξ Ἀγαρηνῶν, καὶ μαθὼν τὸ κατὰ τοῦ κρατοῦντος μελέτημα, εὐθὺς ἐκφέρει πρὸς αὐτὸν τὸ μυστήριον. καὶ κατεσχέθη μὲν ὁ Βασίλειος καὶ οἶ συνίστορες τοὐ βουλεύματος, ὁ δὲ Σαμωνᾶς ἐτιμήθη πρωτοσπαθάριος καὶ ᾠκειώθη τῷ βασιλεῖ.