Μιχαὴλ δὲ ὁ τραυλὸς ὁ ἐξ Ἀμορίου ἐπὶ μέγα τύχης ἀρθείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ’ αὐτοῦ βυσσοδομεύων καὶ τεκταινόμενος. καὶ ἡ [*](C)
386
διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέλαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ’ αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται καὶ αὐτός, κατακρίνεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθησόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βασιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἤ μὴ πιστεύων ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἤ ἐφηδόμενος τῷ ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα
[*](D) τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννήσεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν. ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη “ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ σὰ ὅσα ὑμῖν ἐκ τούτου συμβήσονται.” ὁ μὲν οὖν Μιχαὴλ οὕτω τὸν ὄλεθρον ὑπεξέφυγε. θαυμάσαι δ’ ἄν τις ὅθεν ὁ Λέων προεῖπε τὸ γενησόμενον· οὐ γὰρ πάντως αὐτὸ ἐκ θειοτέρας ἐπιπνοίας προέγνωκε.
[*](A) πῶς γὰρ θεομαχῶν ἐκεῖνος, καὶ ἄλλως ἀνὴρ ὢν αἱμάτων καὶ βίου μὴ παθῶν καθαρεύοντος ; λέγεται προεγνῶσθαι αὐτῷ παρά του χρησμοδοτηθὲν ὅτι κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ τῆς ἀρχῆς ἐκπεσεῖται καὶ τῆς ζωῆς. ἀλλὰ καί τί φασι τῇ τῶν ἀνακτόρων βιβλιοθήκῃ βιβλίον ἐναποκεῖσθαι, ἐν ᾧ καὶ χρησμοὶ περὶ τῶν βασιλέων ἦσαν καὶ μορφαὶ ἐνεγράφοντο ἀνθρώπων τε καὶ θηρῶν,
387
καὶ μετὰ τῶν ἄλλων ἐκεῖ καὶ λέων θὴρ ἐχρωμάτιστο, ᾧ κατὰ νώτου τὸ στοιχεῖον τὸ χ’ ἐγκεχάρακτο· ἀνὴρ δ’ ἦν ἐξόπισθεν τοῦ θηρὸς δόρατι διὰ τοῦ χ’ διελαύνων τὸν λέοντα. ἡ μὲν οὖν βίβλος εἶχε ταυτί, καὶ ἦσαν, ὡς ἐδόκει, Σιβύλλεια χρησμῳδήματα. τὸ δὲ τῆς εἰρημένης χρωματουργίας δυσερμήνευτον ὂν ὁ τότε κοιαίστωρ, ὡς λέγεται, διεσάφησεν, εἰπὼν κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ βασιλέα
[*](B) μέλλειν ἀναιρεθῆναι. τὸ μὲν γὰρ θηρίον βασιλέα δηλοῦν, τὸ δὲ χ’ τὴν εἰρημένην ἡμέραν αἰνίττεσθαι, τὸ δὲ διὰ μέσου τοῦ χ’ τῷ λέοντι τὸ δόρυ ἐμπήγνυσθαι τὸ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τὸν βασιλέα κτανθήσεσθαι. ταῦτα τὸν βασιλέα ἐτάραττεν, ἀλλὰ μὴν αὐτὸν καὶ τὸ τῆς μητρὸς ἐξεδειμάτου Γ’ ἐνύπνιον. ἔδοξε γὰρ ἐκείνῃ ἐν τῷ ναῷ τῆς θεομήτορος εἶναι τῷ ἐν Βλαχέρναις καὶ ὁρᾶν γυναῖκά τινα προπεμπομένην ἀνδράσι λευχείμοσι καὶ πλῆρες αἱμάτων τὸ δάπεδον τοῦ ναοῦ, ἀκοῦσαί τε τῆς δορυφορουμένης ἐκείνης κελευούσης αἵματος ἄγγος τι πλησθῆναι καὶ δοθῆναι τῇ τοῦ βασιλέως μητρί. τῆς δὲ μὴ προσιεμένης τὸ προσφερόμενον, φάναι τὴν περιφανῆ γυναῖκα ἐκείνην “ὁ δὲ σὸς υἱὸς τοὺς ἐμὲ
[*](C) τιμῶντας αἱμάτων ἐμπίπλησι, καὶ τὸν θεὸν καὶ ὒ ἰόν μου εἰς ὀργὴν κινῶν οὐ συνίησι.” ταῦτα εἶδεν ἡ μήτηρ τοῦ Λέοντος, καὶ τῷ υἱῷ ἀπήγγειλε τὸ ἐνύπνιον, καὶ ἐδέετο παύσασθαι τοῦ κατὰ τῶν σεπτῶν εἰκόνων τολμήματος, ἀλλ’ ἐξεκεκώφει ὁ δείλαιος καὶ θεομαχῶν οὐκ ἐπαύετο. ὦπτο δὲ καὶ ὁ θεῖος πατριάρχης Ταράσιος καθ’ ὕπνους τινὶ ἤδη τῆς ἐπικήρου ταύτης ζωῆς μεταστάς, ἐπιβοώμενός τινα Μιχαὴλ καὶ ἐπελθεῖν τό Λέοντι καὶ κτεῖναι τοῦτον ἐγκελευόμενος. ἀλλὰ καὶ ἡ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ προαγόρευσις
388
καὶ ἄλλ’ ἄττα ὑπέθραττε τὸν Λέοντα καὶ ἐδείμαινε. τέως δ’ οὖν κλοιοῖς τοὺς πόδας τοῦ Μιχαὴλ ἐνδη-
[*](D) σάμενος τὸν μὲν τῷ Παπίᾳ φρουρηθησόμενον παραδέδωκεν, αὐτὸς δὲ τὴν κλεῖδα κατεῖχε τοῦ σιδηρέου δεσμοῦ. ἔμφροντις δὲ τὴν νύκτα διάγων οὐκ εἶχε τὸν ὕπνον τοῖς ὄμμασιν αὐτοῦ ἐφιζάνοντα. διὸ καὶ ἀπῄει πρὸς τὸ τοῦ Παπίου διαιτητήριον, καὶ ὁρᾷ τὸν μὲν Μιχαὴλ ἐπὶ κλίνης καθεύδοντα, τὸν δὲ Παπίαν ἐπ’ ἐδάφους κατακλ·ινόμενον. ἢ γὰρ τιμῶν τὸν Μιχαὴλ ὁ Παπίας τοῦτο πεποίηκεν ἤ καὶ συνίστωρ ὤν, ὡς ἐδόκει, τῆς κατὰ τοῦ βασιλέως βουλῆς. ὡς οὖν εἶδε ταῦτα καὶ τὸν Μιχαὴλ ὕπνον ὑπνώττοντα βαθύν τε καὶ νήδυμον καὶ οἷος ἀφρόντιδι ἔοικεν, ὑπ-
[*](A) ἐστρεφε μηνιῶν καὶ τὴν ὀργὴν ὑπεδήλου τῇ κινήσει τῇ τῆς χειρός. τῶν μὲν οὖν ἄλλων οὐδεὶς τὴν παρουσίαν τοῦ βασιλέως ᾔσθετο, εἶς δέ τις τῶν τοῦ Παπίου καὶ ἔγνω τοῦτον ἐλθόντα καὶ ὑπνώττειν προσποιησάμενος ἐώρα ὅσα ἐποίησε καὶ ὡς ὠργίσθη καὶ ὡς ἠπείλησε, καὶ πάντα σφίσιν ἀπήγγειλεν. οἱ δὲ φόβῳ ληφθέντες ὅπως ἂν ἐκφύγοιεν τὸ μήνιμα τοῦ βασιλέως ἐφρόντιζον. καὶ ὁ Μιχαὴλ τῷ Παπίᾳ φησὶν ὡς εἰ βούλει αὐτός, οὐ τὸν κίνδυνον ἐχφευξόμεθα μόνον, ἀλλὰ καὶ τὰ μελετώμενα ἡμῖν εἰς ἔργον ἐκρήσεται. καὶ ὃς “τὸ παριστάμενόν σοι πρᾶττε” φησίν, “ἐμὲ δ’ ἕξεις ὅπῃ βούλει ἑπόμενον. ἐγχαράττει τοίνυν αὐτίκα γραφὴν πρὸς τούς οἶ τῶν βουλευμά-
[*](B) τῶν μετέχοντας, ἀπειλῶν ὡς εἰ μὴ τάχος ἐλεύσονται καὶ τὰ βεβουλευμένα θῶνται ἐπιτελῆ, εἶναι γὰρ τοῦτο ῥᾁδιον, ὡς αὐτὸς ᾠκονόμησε, πάντας ἀνακαλύψει τῷ βασιλεῖ, καὶ οὐκ αὐτὸς μόνος τοῦ κινδύνου μεθέξει. ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ Παπίᾳ ἐνετείλατο στεῖλαι τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν
389
ὑποδείξοντα τοῖς συνίστορσιν ἀπέστειλεν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φολτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κγηρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας. οἶ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ Παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἶ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο·
[*](C) οἶ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων· καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν ἐπεδήμησε, καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε,
τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ. καὶ αὐτίκα τῆς γωνίας οἱ κατ’ αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι. ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν D χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος, ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν, αὐτίκα τοῦ Λέοντος αὐτὴν ἐγκόλπιον φέροντος, εὐφημήθη καὶ προσεκυνήθη
ὡς βασιλεύς. εἶτα τῶν σιδήρων θραυσθέντων εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκετο, ταινιωθησόμενος διαδήματι, τὴν μιαιφονίαν παρ’ οὐδὲν λογισάμενος. τὴν δὲ τοῦ Λέοντος γαμετὴν καὶ τοὺς παῖ- [*](A)
390
δᾴς, τέσσαρες δ’ ἦσαν, Σαββάτιος, ὃς ἐν τῷ ἀναγορεύεσθαι μετωνόμαστο Κωνσταντῖνος, Βασίλειός τε καὶ Γρηγόριος, καὶ τέταρτος Θεοδόσιος, τῶν βασιλείων καταγαγών, τὴν μὲν ἐν τῇ μονῇ καθεῖρξε τῶν Δεσποτῶν, τοὺς δὲ εἰς τὴν Πρώτην καλουμένην νῆσον περιορίσας ἅπαντας τῆς ἀρρενωπίας ἐστέρησε. καὶ ὁ μὲν Θεοδόσιος ἔθανεν, ὁ δὲ Κωνσταντῖνος ἀφωνίᾳ κάτοχος γέγονε· δι’ ἣν ἐδέετο θερμότατα τοῦ θεοῦ, ἀλλὰ μὴν καὶ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου, ἐνδελεχῶς τῷ αὐτοῦ προσφοιτῶν ἐκτυπώματι, περιαιρεθῆναι τὴν ἀφωνίαν αὐτοῦ· τῇ γὰρ ἐκπτώσει τῆς βασιλείας καὶ τῆς πατρικῆς
[*](B) κακοδοξίας οἱ παῖδες τοῦ Λέοντος συνεξέπεσον. ἔδοξεν οὖν ποτε ὁ ἅγιος ἐπιστῆναι αὐτῷ, κελεύων ἀναστῆναι καὶ ἀναγνῶναι τὸ “πάλιν Ἰησοῦς ὁ ἐμός”. ὁ δὲ πεπιστευκὼς τῷ ῥήματι εἰσῆλθεν ἐπ’ ἐκκλησίας, καὶ ἀνέγνω μή τινος αὐτοῦ παρεμποδίζοντος τῇ φωνῇ. εἰ δὲ καὶ περιγραπτοῖς ὁρίοις τὴν σύζυγον, ὡς εἴρηται, καὶ τοὺς παῖδας τοῦ Λέοντος περιέγραψεν, ἀλλ’ οὐκ ἀχορηγήτους κατέλιπε, τινὰς δὲ τῶν κτήσεων αὐτῶν αὐτοῖς προσαπένειμεν, ἔν ἐκ τούτων τὰ πρὸς χρείαν πορίζοιντο· καί τινας δὲ πρὸς ὑπηρεσίαν αὐτοῖς ἐδωρήσατο. ὥρμητο δὲ ὁ Μιχαὴλ οὗτος ἐξ Ἀμορίου, πόλεως τῆς ἄνω Φρυγίας, ἐν ᾗ Ἰουδαῖοί τε καὶ Ἀθίγγανοι καὶ ἀσεβῶν ἑτέρων πληθὺς ἐγκατῴκιστο, καί τις ἐκ τούτων ἦν ἐκεῖσε σύμ-
[*](C) μικτὸς ἵει, ἧς συμμετέχειν καὶ οὗτος ὁ Μιχαὴλ λέγεται. καὶ ἡ αἵρεσις τὸ μὲν θεῖον βάπτισμα δέχεται, τὴν δὲ Μωσαϊκὴν διαταγὴν διδάσκει τηρεῖν, ἐκτὸς τοῦ περιτέμνεσθαι τὴν ἀκροβυστίαν. εἶχε δὲ
[*](18 εἴρηται] v. 4.) 391
καὶ Ἰουδαῖόν τινα κατ’ οἶκον παιδοτριβοῦντα αὐτόν. ὅθεν οὐκ ἦν τι παρ’ αὐτῷ εὑρεῖν ἀκραιφνές, ἀλλ’ ἦν, ὡς εἰπεῖν, ὁ ἄνθρωπος πανσπερμία αἱρέσεως. διὸ καὶ τῷ λόγῳ ἀπήχθετο, ὡς εἰς ἀνατροπὴν ὄντι τῆς κακοδοξίας αὐτοῦ. ἀπορίᾳ δὲ συζῶν ἐκ νέτητος ἐστρατεύετο. ποτὲ τοίνυν τῷ ταγματάρχῃ προσελθὼν περί του ἐδέετο. τῷ δὲ ἔτυχέ τις Ἀθίγγανος παρεστώς, καί φησι πρὸς τὸν στρατηγὸν ἐν ἀπορρήτοις τὸν λόγον ποιούμενος ὡς βασιλεύσει Ῥωμαίων οὗτος, ὅς σου δέεται νῦν. καὶ ὃς αὐτίκα τῷ μαντεύματι
[*](D) θέμενος οἰκειοῦται τὸν Μιχαὴλ καὶ κηδεστὴν ποιεῖται ἐπὶ τῇ θυγατρί. ἄρτι δὲ τῇ αὐταρχίᾳ ἐπιπηδήσαντος τοῦ Μιχαήλ, ὡς ἱστόρηται, ὁ ἱερώτατος Νικηφόρος ὑπερόριος ὄν ἐπιστέλλει αὐτῷ, ἀξιῶν τὴν τῶν εἰκόνων γενέσθαι ἀναστήλωσιν. ὁ δὲ μήτε τι καινοτομήσειν ἔφη περὶ τὴν πίστιν μήτε τὴν τῆς ἐκκλησίας ἀλλοιῶσαι κατάστασιν, ἀλλὰ μηδὲ βιάσασθαί τινα. περὶ τοῦ θείου δοξάζειν παρ’ ὃ βούλεται. ἐν λόγοις δ’ ἔμεινε ταῦτα. οὐ μετὰ πολὺ γὰρ τὴν γνώμην ἔδειξε τὴν οἰκείαν καὶ κατὰ τῶν ὀρθοδόξων ἐχώρησε, καὶ πολλοὺς καὶ ἄλλους δεινοῖς περιέβαλε,
[*](A) πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν θεῖον Μεθόδιον καὶ τὸν τῆς Σαρδέων ἀρχιερατεύοντα τὸν Εὐθύμιον ἐξορίᾳ παρέπεμψε διὰ τὴν τῶν ἀγίων εἰκόνων τιμήν. εἶτα τὸν μὲν Μεθόδιον καθείργνυσι κατὰ τὸν Ἀκρίταν Ἀκρίταν· τὸν ἀοίδιμον δ’ Εύθύμιον μαρτυρικῷ τελειοῖ θανάτῳ, ἀφειδῶς μαστιζόμενον διὰ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου. ἐζήλου δ’ ἐν ἅπασι τὸν Κοπρώνυμον καὶ τοῖς Ἰουδαίοις προσέκειτο, τά τε σάββατα νηστεύειν προσέταττε. τῇ ἀναστάσει τε ἀπιστῶν διετώθαζε
[*](13 ἱστόρηται ] p. 389, 25.) 392
τὰ μέλλοντα ἀγαθὰ καὶ τοὺς προφήτας διέσυρε καὶ δαίμονας οὐκ εἶναι διεβεβαιοῦτο· πορνείαν τε οὐχ ἁμάρτημα ἥγητο καὶ τὸν ἐπὶ πᾶσι θεὸν ὀμνύειν διεκελεύετο. τῷ τε Ἰούδᾳ σωτηρίαν ἐπεφήμιζε καὶ τὸ
[*](B) πάσχα οὐ κατὰ καιρὸν ἑορτάζεσθαι ἐδογμάτιζε. ταῦτα μὲν οὑν ἐκ πολλῶν ὀλίγα τῆς ἐκείνου κακίας ἢ καὶ ἀνοίας γνωρίσματα ξυγγεγράφαται. ὁ δὲ λόγος τὰ τότε ξυμβεβηκότα διδότω τῇ ἱστορίᾳ· τὰ δ’ ἦσαν ἐμφύλιοι πόλεμοι. ὁ δὲ τούτων κατάρξας Θωμᾶς ἦν, εἷς τῶν τριῶν τυγχάνων ἀνδρῶν, περὶ ὧν ἐν τῷ Φιλομηλίῳ μοναχὸς τῷ Βαρδανίῳ προέφησεν τοὺς μὲν δύο ἐπιβήσεσθαι τῆς βασιλείου ἀρχῆς, τὸν δέ γε τρίτον, ὃς οὗτος ἦν ὁ Θωμᾶς, ἐπιχειρῆσαι μὲν τυραννίδι καὶ ἑαυτῷ περιθέσθαι διάδημα, μὴ μέντοι καὶ τῆς βασιλείας τυχεῖν. οὗτος τοίνυν, ὡς ἤδη μοι εἴρηται, ἄν καταστὰς τοῦ τάγματος τῶν φοιδεράτων παρὰ τοῦ Λέοντος, ὡς ἔγνω τὸν εὐεργέτην
[*](C) ἀναιρεθέντα παρὰ τοῦ Μιχαήλ, τῷ μὲν δοκεῖν τιμωρῶν ἐκείνῳ, τῷ δ’ ὄντι τὴν βασιλείαν καραδοκῶν ἀνταίρει τῷ Μιχαήλ, καὶ συναλίσας δύναμιν οὐκ εὐκαταφρόνητον ἅπασαν σχεδὸν τὴν ἑῴαν μοῖραν ἐσφετερίσατο καὶ τοὺς δημοσίους φόρους αὐτῷ κομίζεσθαι παρεσκεύαζε. καὶ πολὺς ἐντεῦθεν γενόμενος ἐπῆλθε καὶ τοῖς Ἀγαρηνοῖς, ἀδεέστερον τότε πάσαν ληιζομένοις χώραν καὶ τὰς νήσους αὐτὰς διὰ τὸν ἐμφύλιον πόλεμον. καὶ ἐπελθὼν ἀνέκοψε τῆς φορᾶς, καὶ ἀνακόψας παρεστρατοπεδεύσατο, καὶ ἐς λόγους ἦλθεν αὐτοῖς, καὶ ἥκων εἰς λόγους ἐσπείσατο ἐπὶ συνθήκαις τοῦ Ῥωμαϊκῶν ὁρίων παραχωρῆσαι
[*](D) αὐτοῖς, εἰ τῆς βασιλείας ἐγκρατὴς γένοιτο. οὕτω δὲ ταῦτα διοικησάμενος καὶ τὴν κεφαλὴν ἀνεδήσατο ταινίᾳ βασιλικῇ καὶ αὐτοκράτωρ ἀνερρήθη κατὰ τὴν
393
Ἀντόχειαν παρὰ τοῦ τότε τὸν θρόνον αὐτῆς τὸν πατριαρχικὸν ἔχοντος· Ἰὼβ δ’ ἐκεῖνος ἐκέκλητο. κἀκεῖθεν ὁρμηθεὶς σὺν μεγάλῳ στρατεύματι, ἔτυχε γὰρ συμμάχων οὐκ Ἀγαρηνῶν μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων ἐθνῶν πλειόνων, τῇ τυραννίδι κραταιότερον ἐπεχείρησεν. ἢν δὲ ὁ Θωμᾶς οὗτος οὐ τῶν εὐπατριδῶν, ἀλλὰ καὶ τῶν λίαν ἀσήμων, καὶ τούτων βαρβάρων, καὶ ἀπορίᾳ σύντροφος τῇ ἐσχάτῃ, ὥστε καὶ δουλεύειν μισθοῦ. ἀναχθεὶς δ’ ὑπὸ τῆς τύχης, ὡς εἴρηται, καὶ τυραννίδι ἐπιχειρήσας, τήν τε κλῆσιν μετέθετο, Κωνσταντῖνον ἑαυτὸν ὀνομάσας καὶ κοινωνὸν τῆς βασιλείας, ὡς ᾤετο, προσελάβετο υἱόν,
[*](A) εἰσποιητὸν οἰκειωσάμενός τινα. τοῦ δὲ Μιχαὴλ στρατιὰν A κατ’ αὐτοῦ ἐσταλκότος, συμβαλὼν ἐκεῖνος αὐτῇ τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ φυγάδας ἀπέφηνεν. ἐντεῦθεν κραταιότερον τῆς τυραννίδος ἐπείληπτο, καὶ στόλον ἐξαρτυσάμενος, ἀλλὰ μὴν καὶ τὸ βασιλικὸν ναυτικὸν ὑφ’ ἑὸ ποιησάμενος, ἐξ Ἀβύδου πρὸς τὴν Θρᾴκην ἐπεραιώθη, καὶ τὰ τῆς ἑῴας ἅπαντα σχεδὸν ὑπηγάγετο, ἄνευ μέντοι τοῦ θέματος τοῦ Ὀψικίου, οὗ ὁ Κατάκυλας ἐστρατήγει, καὶ τοῦ τῶν Ἀρμενιακῶν· ὁ Ὀλβιανὸς δὲ τὴν στρατηγίδα τούτου εἶχεν ἀρχήν, ὁ ’ς δὴ λοχήσας καὶ τὸν τῷ τυράννῳ εἰσποιηθέντα υἱὸν κατασχὼν ἀνεῖλεν εὐθύς.
Γενόμενος δ’ ἐν τῆ Θρᾴκῃ, ὡς εἴρηται, ὁ Θωμᾶς, προστιθεμένους αὐτῷ τοὺς ξύμπαντας ἔσχηκεν. αὖθις οὖν τοῦ βασιλέως κατά τε γῆν αὐτῷ συμμίξαντος [*](B) καὶ κατὰ θάλασσαν, καὶ ἄμφω τὰς στρατιὰς ὁ τύραννος ἐτρέψατό τε καὶ διεσκέδασεν, υἱοθετήσατο δ’ ἕτερον, τοῦ πρώτου κτανθέντος, ὡς εἴρηται, Ἀναστάσιον μὲν καλούμενον, μοναχὸν δ’ ὄντα, καὶ τὸ μὲν σχῆμα τὸ θεῖον ἀποδυσάμενον, στολὴν δὲ
394
κοσμικὴν μεταμφιασάμενον. ἐς τοῦτο δ’ ἧκεν ἀπορίας ὁ Μιχαὴλ ὡς σιδηρᾶν ἐκτεῖναι σειρὰν ἐξ ἀκροπόλεως εἰς τὸ κατ’ ἀντιπέραν πολίχνιον, ἔν’ ἄβατα τοῖς τοῦ τυράννου φυλάττοιτο τὰ ἐντός. ἀλλ’ ὁ Θωμᾶς ὁμοῦ τῇ πόλει προσέβαλε κατὰ γῆν τε καὶ θάλασσαν, τὴν σιδηρᾶν ἐκείνην ῥᾷστα διαρρήξας σειράν, καὶ ᾤετο, εἰ μόνον φανείη, τοὺς ἐν τῇ πόλει διὰ τὴν πρὸς τὸν κρατοῦντα ἀπέχθειαν εὐχερῆ τὴν
[*](C) εἴσοδον αὐτῷ παρασχεῖν. ἐπεὶ δ’ ἐρρωμένους εὕρηκε τοὺς ἐντὸς πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τῶν ἐλπίδων ἐψεύσθη, τότε μὲν ἀνεχώρησε, καὶ βάλλεται χάρακα κατὰ τὸ τῶν θείων Ἀναργύρων ἱερώτατον τέμενος· ὁ τόπος δὲ τὰ Παυλίνου ὠνόμαστο. ἡμερῶν δέ τινων διαγενομένων καὶ κατὰ χέρσον αὖθις καὶ κατὰ θάλασσαν ἐπήνεγκε τῇ πόλει τὸν πόλεμον, ἑλεπόλεις τε καὶ κλίμακας ἐπαγόμενος. ὡς δ’ ἐώρα τὰ τῆς σπουδῆς αὐτῷ πανταχόθεν ἀνήνυτα, τότε μὲν τὴν ψυχρὰν ἐκτρεπόμενος Θρᾴκην, χειμὼν γὰρ ἦν, τὴν στρατιὰν αὐτοῦ ταῖς χώραις διένειμεν, ἐν ταύταις σχολάσουσαν καὶ τὴν τοῦ χειμῶνος ἐκφευξομένην δριμύτητα. ἄρτι δὲ τοῦ ἔαρος ἐφεστῶτος καὶ πάλιν προσῆγε καὶ ἀμφοτέρωθεν τῇ πόλει
[*](D)τὴν στρατιὰν καὶ περιεκύκλου τὰ τείχη τῷ τε πεζῷ στρατεύματι καὶ τῷ ναυτικῷ. ἤδη δὲ καὶ τῷ Μιχαὴλ ἡτοίμαστο καὶ στόλος καὶ στράτευμα. λόγοις οὖν παρακλητικοῖς τοὺς οἰκείους παραθαρρύνας ὁ βασιλεὺς ἀθρόον ἐκ πλειόνων πυλῶν ἐξάγει τούτους, καὶ συρρήγνυται τῷ τοῦ τυράννου λαῷ. οἱ δὲ τῷ αἰφνιδίῳ καὶ τῷ θράσει τῶν ἐπιόντων ἀποδεδειλιακότες τὰ νῶτα μετέβαλον καὶ ἔπεσον πολλοί, καὶ ἡ νίκη τῶν ἐκ τῆς πόλεως ἦν. τὰ μὲν οὖν κατὰ χέρσον οὕτω συνηνέχθη τῷ ἀποστάτῃ· οὐ μὴν ἀλλ’
395
οὐδὲ τὰ κατὰ θάλασσαν κάλλιον ἔσχεν αὐτῶ. τὰς γὰρ βασιλικὰς τριήρεις τὸ τοῦ τυράννου ναυτικὸν θεασάμενον ἐπιούσας αὐτῷ οὐχ ὑπήνεγκεν, ἀλλ’ εὐθὺς τὴν συμπλοκὴν μὴ θαρρῆσαν εἰρεσίᾳ συχνῇ πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἶ μὲν ἀπεδίδρασκον, οἶ δὲ τῷ Μιχαὴλ αὐτομολοῦντες προσῄεσαν. ὁ δ’ ἀποστάτης ἔτι τῆς τυραννίδος ἀντείχετο, καὶ
[*](A) οὔτε τὸν χάρακα ἔλυσε καὶ τὸ ἐν Ἑλλάδι ἑτοιμασθὲν αὐτῷ ναυτικὸν μετεπέμψατο, καὶ τόδε παρῆν κατὰ Βυριδας νεωλκησάμενον. ὃ γνόντες οἱ τοῦ στόλου τοῦ Μιχαὴλ νυκτὸς αὐτοῖς ἐπιτίθενται, καί τινας μὲν ᾑρήκασι τῶν πολεμίων νεῶν, ἑτέρας δὲ τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. κατὰ γῆν δὲ συχναὶ μὲν ἐγίνοντο προσβολαί, Θεοφίλου τοῦ υἱοῦ τοῦ βασιλέως τοῦ λαοῦ προεξάρχοντος· ἀγχώμαλα δὲ τοῖς ἐναντίοις ἦσαν τὰ πράγματα καὶ οὐδενὶ μέρει καθαρῶς ἡ νίκη ἐπεμειδίασεν. ἐν τοσούτῳ δέ τι συμβὰν τῷ Θωμᾷ τὰ πράγματα ἔσφηλε· τῆς γὰρ φήμης πανταχοῦ τὴν τοῦ Θωμᾶ κηρυξάσης ἀποστασίαν καὶ τὴν πολιορκίαν τῆς πόλεως, Μορτάγων ὁ τῶν Βουλγάρων κατάρχων σπονδὰς ἐπὶ τοῦ Λέοντος τριακοντούτεις
[*](B) θέμενος, καὶ φιλίως τότε Ῥωμαίοις ἔχων, αὐτεπάγγελτος ἧκε συμμαχήσων τῷ βασιλεῖ καὶ στρατοπεδεύεται κατὰ τὰ Κιδόκτου. τοῦτο τὸν ἀποστάτην ἐθρόησε. κρίνας δὲ ἀσύμφορον ἑαυτῷ ἅμα τε πολιορκεῖν καὶ τοῖς Βουλγάροις ἀντιστρατεύσασθαι, μερισθείσης γὰρ αὐτῷ τῆς δυνάμεως οὐκ ἀξιόμαχον ἑαυτὸν οὐδετέρῳ τυγχάνειν ᾤετο, κατὰ τῶν Βουλγάρων ἐχώρησε παντὶ τῷ στρατεύματι, καὶ συμβαλὼν ἡττᾶται, καὶ πολλοὺς ἀποβάλλει τῶν ἑαυτοῦ, τοὺς μὲν φθαρέντας, τοὺς δὲ καὶ ἁλόντας. ὅσοι δὲ τόν τ’ ἑ βαρβαρικὸν ἀκινάκην ἐξέφυγον καὶ τὴν
396
[*](C) αἰχμαλωσίαν διέφυγον, τὸ μέλλον καραδοκοῦντες ἡσύχαζον. οἱ Βούλγαροι δὲ τοὺς αἰχμαλώτους καὶ λείαν πολλὴν ἐπαγόμενοι ἀνεζεύγνυον τῇ νίκῃ γαυρούμενοι. ταύτην τὴν ἧτταν τοῦ ἀποστάτου ὅσον ἐκ τοῦ στόλου αὐτοῦ περιελέλειπτο ἐγνωκὸς πρὸς τὸν Μιχαὴλ ηὐτομόλησεν. ἐν τοιούτοις δὲ ὁ τύραννος γεγονὼς καὶ πάντῃ ἐξασθενήσας, ὅμως ἔτι τοῦ πολιορκεῖν οὐκ ἀφίστατο, ἀλλὰ μηδὲν ἀνύων ἀπανίσταται μὲν τῆς προσεδρείας τῆς πόλεως, ἄπεισι δὲ πορρωτέρω, καί τινα τόπον εὑρὼν ἐπιτήδειον ἐν τούτῳ βάλλεται χάρακα, κἀκεῖθεν ὁρμώμενος ἐληίζετο τῆς πόλεως τὰ προάστεια καὶ τὰς τούτων ἐκεράιζε χάριτας. ἐπῆλθε τοίνυν τούτῳ ὁ Μιχαὴλ, καὶ
[*](D) μάχης συγκροτηθείσης οἱ τοῦ Θωμᾶ ἑκόντες ἐτράπησαν εἰς φυγήν, καὶ οἱ μὲν τῷ βασιλεῖ προσερρύησαν, οἱ δ᾿ ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν ἕκαστοι. ὁ δέ γε τύραννος μετὰ βραχίστων εἰς Ἀδριανούπολιν ἄπεισι, καὶ ὁ Μιχαὴλ αὐτῷ κατ᾿ ἴχνος ἀκολουθεῖ, καὶ πολιορκεῖ τὴν πόλιν οὐχ ἑλεπόλεσιν, ἀλλὰ σπάνει τῶν ἀναγκαίων. καὶ οἱ τῆς πόλεως τῷ λιμῷ πιεζόμενοι ἀμνηστίαν τῶν ἐπταισμένων ἐκ τοῦ βασιλέως ᾐτήσαντο, καὶ ταύτης τυχόντες δεσμοῦσι τὸν Θωμᾶν καὶ παραδιδόασι τῷ Μιχαὴλ. ὁ δὲ ἀφαιρεῖται αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ὄνῳ ἐπιβιβάσας θριαμβεύει τὸν ἄτιμον θρίαμβον. εἶτα περὶ συνιστόρων πυνθάνεται,
[*](A) καὶ πολλούς ἂν ἐκεῖνος ἐξέφηνεν, εἰ μὴ ὁ Ἑξαβούλιος ὁ πατρίκιος τὴν ὁρμὴν τοῦ βασιλέως ἀνέκοψε, φάμενος μὴ χρῆναι πιστεύειν κατὰ τῶν φίλων ἐχθροῖς. ὁ δέ γε Θωμᾶς ἄλλοτε ἄλλαις τιμωρίαις ὑποβαλλόμενος βιαιότατα κατέλυσε τὴν ζωήν. καὶ ὁ τούτου δὲ εἰσποιητὸς υἱὸς εἰς τὸ τῆς Βιζύης πολίχνιον προσφυγών, παρὰ τῶν οἰκούντων τὸ φρού-
397
ῥίον δεθεὶς προσήχθη τῷ βασιλεῖ, καὶ ὁμοίως τῷ πεπλασμένῳ πατρὶ κολασθεὶς βιαίως καὶ αὐτὸς ἀπέρρηξε τὴν ψυχήν. ἡ μὲν οὖν τοῦ Θωμᾶ ἐπανάστασις τοῦτον τὸν τρόπον κατηύναστο. αἶ δὲ Θρᾳκικαὶ πόλεις αἶ πάραλοι κἀκείνου παρελθόντος ἔτι τῆς στάσεως εἴχοντο, καὶ μᾶλλον τῶν ἄλλων τὸ Πάνιον καὶ ἡ Πείρινθος, οὕτω γὰρ πάλαι ὠνόμαστο ἡ Ἡράκλεια, μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ τὸ μὲν
[*](B) Πάνιον σεισμῷ τοῦ τείχους αὖ τοῦ πεσόντος ἑάλω, ἡ δ’ Ἡράκλεια διὰ τῆς θαλάσσης γέγονεν ἁλωτή. ταῦτα τοίνυν κατορθώσας ὁ Μιχαὴλ ἐπάνεισι τροπαιοφορῶν, καὶ ἱππικοῦ τελουμένου ἀγῶνος τοὺς τῷ Θωμᾷ τὴν τυραννίδα συμπράξαντας ὄνοις ἐφεξομένους εἰσαγαγὼν εἰσαγαγὼν εἰς τὸ θέατρον ὑπερορίαν αὐτῶν κατεδίκασε, μή τι πλέον κολάσας αὐτούς, εἰ μὴ δύο τινὰς τὸν Χοιρέαν καὶ τὸν Ζαγορηνόν, μὴ πειθομένους μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ παραδοῦναι τὰ φρούρια, ἃ κατεῖχον, ἑλὼν καὶ ἀνασκολοπίσας ἀπ’ ἔκτεινε.
Τῇ γοῦν ἀποστασίᾳ τῇ τοῦ Θωμᾶ καὶ τοῖς ἐμφυλίοις πολέμοις τῶν Ῥωμαϊκῶν ἀσχολουμένων δυνάμεων C ἄδειαν εὑρηκότες πᾶσαν οἶ πρὸς ἐσπέραν Ἀγαρηνοί, οἱ τὸν τῆς Ἰβηρίας οἰκοῦσι κόλπον καὶ λέγονται Ἱσπανοί, τῷ σφετέρῳ προσίασιν ἀρχηγῷ, ὂν αὐτοὶ καλοῦσιν Ἀμερμουμνὴν, καὶ ᾐτοῦντο ἀποικίαν στείλασθαι, διὰ πλῆθος στενοχωρούμενοι. κἀκεῖνος κατένευσε, καὶ τούτους παραλαβὼν σὺν τριήρεσιν ἀπέπλευσε, τὰς ὑπὸ Ῥωμαίους νήσους περιιών τε καὶ ληιζόμενος. ὡς δ’ ἧκε καὶ εἰς τὴν Κρήτην καὶ τὸ ταύτης ἔγνωκε πάμφορον, τοὺς μὲν πλείστους εἰς λείαν ἐκπέπομφεν, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς φυλακὴν δῆθεν παραλειφθεὶς τῶν νηῶν πῦρ
398
[*](D) ἐν ἔβαλε κατ’ αὐτῶν καὶ πάσας ἐνέπρησε. τεθορυβημένων δὲ τῶν Ἀγαρηνῶν διὰ τοῦτο καὶ τὴν αἰτίαν ζητούντων, ὁ Ἀπόχαψ, οὕτω γὰρ ὁ σφῶν ὠνόμαστο ἀρχηγός, “ἀποικίαν ᾐτεῖσθε” φησίν· “ἰδοὺ τοίνυν χώρα ῥέουσα μέλι καὶ γάλα καὶ ταύτην κατασχόντες οἰκήσατε”. ἐκείνων δὲ εἰπόντων “καὶ τὰ φίλτατα ποῦ”; ὁ Ἀπόχαψ “ἐνταῦθα γυναῖκές εἰσιν” ἀνθυπήνεγκεν, “ἐξ ὧν γενήσονται καὶ παῖδες ὑμῖν οὐ μετὰ μακρόν.” τούτοις πεισθέντες οἱ ἐκ τῆς Ἄγαρτήν τε νῆσον ὑφ’ ἑαυτοὺς ἐποιήσαντο καὶ τοὺς αὐθιγενεῖς ἐδουλώσαντο. ὅτε καὶ Κύριλλος ὁ Γορτύνης ἐπίσκοπος ἀθλήσας ὑπὲρ Χριστοῦ μαρτυρίου κεκόμιστο στέφανον. θανούσης δὲ τῆς συζύγου τῷ βα-
[*](A) σιλεῖ ἐκεῖνος ὑπεκρίνετο μὲν εἰς τὸ προφανὲς δευτέροις ὁμιλῆσαι γάμοις μὴ βούλεσθαι, κρύβδην δὲ πρὸς τοὺς ἐξόχους τῆς γερουσίας διεπέμπετο ἀξιοῦσθαι παρ’ αὐ‘ῶν ἑτέραν τοῦ βίου κοινωνὸν εἰσοικίσασθαι. καὶ ἡ σκῆψις ὡς εὐπρεπής· δεινὸν γὰρ ἔφασαν εἶναι ἡμὰς μὲν βασιλεύεσθαι παρὰ σοῦ, τὰς δ’ ἡμῶν συνοίκους βασιλίδος στερίσκεσθαι. ὁ δὲ πρότερον μὲν ἀκκιζόμενος τὴν ἀξίωσιν οὐ προσίεται· λιπαρούντων δ’ ἐκείνων πίστεις ἐξ αὐτῶν ἀπῄτει, εἰ βούλοιντο ἀγαγέσθαι αὐτὸν βασιλίδα, ὡς καὶ μετὰ θάνατον αὐτοῦ βασίλισσαν ταύτην ἕξουσι καὶ τὰ ἐκ ταύτης αὐτῷ φυησόμενα ὡς βασιλέας τιμήσουσι. ταῦτα δὲ τῶν τῆς συγκλήτου ἐγγράφως αὐτῷ ἐπαγγειλαμένων, κἀκεῖνος αὐτοῖς προσεποιή-
[*](B) σατο πείθεσθαι καὶ εἰσοικίζεται γυναῖκά τινα, θυγατέρα λεγομένην γενέσθαι τοῦ βασιλεύσαντος Κωνσταντίνου, ὃν ἡ μήτηρ, ὡς ἤδη ἔμπροσθεν εἴρηται,
[*](30 εἴρηται] p. 365, 32.) 399
ἐξετύφλωσεν. ἦν δ᾿ αὕτη κεκαρμένη πρὸ πλείονος καὶ ἐν τῇ νήσῳ τῇ Πρίγκιπος ταῖς ἀσκουμέναις ἐκεῖ μοναχαῖς ἐκ πρώτης τριχὸς συγκατείλεκτο, καὶ ἡ κλῆσις τῇ γυναικὶ Εὐφροσύνη. τοῦ πατριάρχου δὲ Θεοδότου θανόντος, ὃς ἔξ ἔτη ἀσεβῶς τῆς ἐκκλησίας ἐκράτησεν, Ἀντώνιος προεχειρίσθη, ᾧ Κασσιματᾶς τὸ ἐπώνυμον, καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο. ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπαν ῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ᾿ αὖθις ἕτερον πολὺ
[*](C) ναυτικὸν ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατερόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτη Ἀγαρηνοῖς πρότερον μὲν εὐτύχησε, πολλοὺς ἐκείνων καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ᾿ ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐτοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυλάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες. οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ μηδ᾿ ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ
[*](D) φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νήσους, καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο, καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε, καὶ τοὺς ἐν τῇ Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε. καὶ κατὰ Σικελίαη δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος καοῦ κατάρχων τινὸς ἔρωτι περι-
400
μανεῖ μοναζούσης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγ- μὰ τίθεται. ἐξήτει εἰ τοίνυν τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῶ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε, καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐ-
[*](A) τῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη ‘ρω- μαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ δ’ Εὐφήμιος αὐτῶ τὴν Σικελίαν προδίδωσι. καὶ ἡ μὲν ὑπὸ τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ’ Εὐφήμιος οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπονοίας, καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα. ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας, νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔρων ἢ δυσεντερίᾳ, λέγεται γὰρ καὶ ἄμφω, κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ’ ἐκείνου δὲ καὶ ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα·
[*](B) ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί,ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκωνδύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. καὶ ἦν ὡς ἀληθῶς ἐκεῖνος λίαν φιλοχρυσότατος.
Αὐταρχήσας δὲ ὁ Θεόφιλος πρῶτον ἔργον τὴν κόλασιν τῶν τῷ πατρὶ αὐτοῦ συναραμένων εἰς τὸ τῆς βασιλείας τυχεῖν καὶ ἀνελόντων τὸν Λέοντα. καὶ ἴνα μή τις αὐτῶν διαλάθοι, ἀθροίσας τὴν γερουσίαν ἅπασαν περὶ τὰ βασίλεια, ἐντολὴν ἔφη πληροῦν πατρικήν. ἐκεῖνον γὰρ βούλεσθαι μὲν ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι
401
ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα, πρότερον μὲν πολέμοις
[*](C) ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες “ἡμεῖς “ἡμεῖς εἶπον “οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες”. καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ “ἱνατί τῷ χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας” ἔφη “καὶ οὐ μόνον ἀνθρωποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες”; αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον “τούrους” εἶπε “παραλαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος”. καὶ οἱ μὲν
[*](D) παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου ἀπῄτησε. γυναῖκα δ’ ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκῦα καὶ τὸ γένος ἐπίσημος. περιῄει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν,
[*](A) ἴν αὐτὸ ἐπιδῶ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δ’ A ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη “ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα”. ἡ δ’ ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος εὐστόχως πως ἀπεκρίνατο “ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω”. ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον
402
δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρἐσχετο. ἡ δ᾿ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης ἔσχε κλῆσιν ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων
[*](B) οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ᾿ ἑαυτήν, καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν Θεοδώραν ἑαυτῷ συνοικίζει, καὶ ὁμοῦ ταύτην καὶ τῷ γαμηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ. δικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ τῆς ἀγορὰς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ
[*](C) σωτῆρι Χριστῷ καὶ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων παρεῖχεν ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον, καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν ἔπαρχον περὶ τούτου ἀνέκρινε, καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε τῆς ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βἱγλας, οὗτος δ᾿ ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς, οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει
[*](D) τῷ Πετρωνᾷ. ὁ δὲ πρὸς τοῦ βασιλέως μεIα-
403
κληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς “μηκέτι μου δεηθείη περὶ τούτου” φησί “καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ.” καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς τὸν Πετρωνᾶν ἀφικέσθαι, καὶ εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ᾿ ἀπογνοῦσα δι᾿ ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλάπτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων, καὶ
[*](A) ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ᾿ ἀγορᾶς προϊών, αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὑν τοῦ περὶ τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμιδἐ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βμάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τουτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη· ἴτυχε δὲ προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν
[*](B) ναῦν, διά τινος τῶν αὐτῷ ἑπομένων τίνοις ἄν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὧς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιήσαντό μερεσιν, μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσε ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖθεν ἀπήλασεν, ὑγρὸν κατ᾿ αυ-
404
τῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον κατενέπρησεν, καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, “βασιλέα με” λέγων “ἀναδείξαντος τοῦ θεοῦ σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι
[*](C) προσκεκλήρωται, ἔν᾿ ἐκεῖθεν τὰς πρὸς τὸ ζῆν πορίζοιντο ἀφορμάς. εἰ δ᾿ ἡμεῖς μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι πειρώμεθα, πόθεν ἂν οἱ τῆς τύχης τῆς ἰδιώτιδος τὰ ζωαρκῆ συμπορίσαιντο.”
Τῇ᾿ δὲ βασιλίσσῃ πατρὶς ἦν ἡ χώρα τῶν Παφλαγόνων, πατέρες δ᾿ αὐτῇ Μαρῖνος καὶ Θεοκτίστη τῶν εὖ γεγονότων ἐν τῇ χώρᾳ τῇ κατ᾿ αὐτούς, εὐσεβεῖς δὲ ἄμφω καὶ τῶν σεβασμίων εἰκόνων προσκυνηταί. τῆς δὲ Θεοδόρας τῷ βασιλεῖ συζυγείσης καὶ ἡ μήτηρ αὐτῆς Θεοκτίστη, ἣ καὶ Φλωρῖνα ἐπωνομάζετο, ζωστὴ καὶ πατρικία τετίμητο. ᾤκει δὲ κατὰ τὴν μονὴν τῶν [*](D) Γαστριῶν, ὡς δέ τινες λέγουσι καὶ τὴν μονὴν αὐτὴν ἐκείνη ἐδείματο. ὡς γοῦν πρὸς μάμμην ἀπήγοντό ποτε πρὸς αὐτὴν τὰ τοῦ βασιλέως θυγάτρια, ἦσαν δὲ πέντε, καὶ αἱ κλήσεις ἐκείνων αὗται, Θέκλα καὶ Ἄννα, Ἀναστασία τε καὶ σὺν Πουλχερίᾳ Μαρία. ἡ δὲ δωρήμασι τὰς παῖδας ἐδεξιοῦτο, καὶ ἰδίᾳ παραλαμβάνουσα παρῄνει τὰς ἁγίας εἰκόνας σεβάζεσθαι, καὶ ἐκ κιβωτίου σεβάσμια ἐκφέρουσα ἐκτυπώματα προσκυνεῖν αὐτὰ παρεσκεύαζε τὰς θυγατριδᾶς καὶ ἀσπάζεσθαι, καὶ ταῖς κεφαλαῖς αὐτῶν ἐπετίθει καὶ ταῖς προσόψεσι. καί ποτε ἐκεῖθεν ἐπανηκούσας τὰς παῖδας ἠρώτα ὁ βασιλεὺς τί παρὰ τῆς μάμμης αὐταῖς [*](A) γἐνοιτο καὶ τίνα παρ᾿ ἐκείνης αὐταῖς λέγοιντο. αἱ μὲν οὖν λοιπαὶ ἐσιώπων, ἡ Πουλχερία δὲ νηπιάζουσα ἔτι τἄλλα τε διηγεῖτο ψελλιζούσῃ φωνῇ καὶ προσεπῆγεν ὡς εἴη τῇ μάμμῃ νινία ἐν κιβωτίῳ, τὰς εἰκό-
405
νᾶς οὕτω καλοῦσα, καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι καὶ ἀσπάζεσθαι δίδωσιν. ἐντεῦθεν τὰς σεπτὰς εἰκόνας γνοὺς διδάσκεσθαι προσκυνεῖν τὰς αὐτοῦ θυγατέρας παρὰ τῆς μάμμης, οὐκέτι πρὸς αὐτὴν ἀπάγεσθαι τὰς παῖδας παρακεχώρηκεν, ἕτερον δὲ οὐδὲν λυπηρὸν εἰς τὴν Θεοκτίστην εἰργάσατο, αἰδούμενος ἐκείνην διὰ τὸ κῆδος καὶ πλέον διὰ τὴν ἀρετήν, ἣ καὶ πολλάκις ἤλεγχε τοῦτον, ὅτι τοὺ ’ς ὀρθοδόξους ἐκόλαζε καὶ ταῖς ἱεραῖς εἰκόσιν ἐνύβριζε, καὶ διὰ ταῦτα ἀπεχθῶς διακεῖσθαι πρὸς
[*](B) αὐτὸν ἐπληροφόρει πᾶν τὸ ὑπήκοον. τοιοῦτον δή τι καὶ περὶ τὴν βασιλίδα ἐγένετο. ἦν τι παρὰ τοῖς ἀνακτόροις ἀνθρώπιον καὶ τοῦ νοῦ πάσχον καὶ τῆς γλώσσης παρακοπήν, καὶ ἦν οἷον ἄθυρμά τι τῷ βασιλεῖ· τῷ δὲ τοιούτῳ τυγχάνοντι ἦν καὶ ἡ γυναικωνῖτις βατή. καί ποτε τὸν τῆς Αὐγούστης εἴσεισι θάλαμον· ἡ δ’ ἔτυχε τότε ἁγίας εἰκόνας ἀσπαζομένη καὶ προσκυνοῦσα, ἐτίμα γὰρ διαφερόντως ἀγνοίᾳ τοῦ ξυνευνέτου, τὸ δ’ ἀνθρωπάριον ἐκεῖνο τὰ θεῖα θεασάμενον ἐκτυπώματα, “τί ταῦτα;” ἤρετο τὴν βασίλισσαν. ἡ δὲ ἀφελῶς πως πρὸς ἐκεῖνο “ταῦτα” εἷπε
[*](C) “τὰ καλά μου νινία.” ἐκεῖθεν οὖν ἐξελθὸν τὸ παράφορον ἐκεῖνο ἀνδράριον εὗρε τὸν Θεόφιλον ἑστιώμενον. ἤρετο οὖν ὁ βασιλεὺς αὐτὸν ὅθεν ἥκει. ὁ δὲ παρὰ τῇ Μάννᾳ πορευθῆναι ἀντέφησεν, οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν, καὶ ἔχειν αὐτὴν ἔλεγε νινία καλά. εἰκόνας οὖν εἶναι τὰ νινία ὑποτοπήσας ὁ βασιλεύς, ἐξώργιστο καὶ πρὸς τὴν βασιλίδα πνέων θυμοῦ καὶ ὕβρεις ὕβρεις ἐκείνης κατέχεε καὶ εἰδωλολάτριν ὠνόμαζε, τὰ εἰρημένα παρὰ τοῦ Δένδερι διηγούμενος· οὕτω γὰρ τό παρακεκομμένον ἐκεῖνο ἐκαλεῖτο ἀνθρώπιον. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο·
406
[*](D) “οὐ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις” ἔλεγεν, “ἀλλὰ τῶ κατόπτρῳ μου ἐνατενιζούσης τὰς ἐκεῖθεν ἀντανακλωμένας ἐώρα μορφὰς καὶ ταύτας ωιωία ὠνόμασεν.” οὕτω πιθανῶς τὸν λόγον συμπλάσασα τὴν ὀργὴν τοῦ βασιλέως ἐμάλαξε καὶ τὸν θυμὸν κατεστόρεσεν. ἦν δὲ τοῖς εὐσεβέσι λίαν βαρύς, σπεύδων πάντας τῆς οἰκείας δυσσεβείας ποιήσασθαι κοινωνούς, καὶ ὥσπερ τοῦ δικαίου διάπυρος ἦν ζηλωτής, οὕτω καὶ τῆς εὐσεβείας, ὡς ἐκείνῳ ἐδόκει, καὶ ἀποστῆσαι τῆς τῶν εἰκόνων τιμῆς ἐφιλονείκει περιμανῶς τὸ ὑπήκοον. ἐντεῦθεν ἐκόλαζε πλείστους, τῆς εἰδωλομανίας, ὡς ἔλεγεν ἀκολάστῳ γλώσσῃ, αὐτοὺς ἀφιστῶν, καὶ πολλοὺς εἰργάσατο ὁμολογητάς. Ἰωάννην δὲ τὸν σύγκελλον, ὃς αὐτοῦ διδάσκαλος γέγονε καὶ τῆς δυσσε-
[*](A) ἦν κοινωνός, πρὸς τοὺς Ἀγαρηνοὺς ἐξαπέστειλεν, ἐπιδείξασθαι σφίσι τὸν πλοῦτον τῆς βασιλείας Ρωμαίων βουλόμενος. στέλλει δ’ αὐτὸν σὺν χρήμασι μάλα πολλοῖς, ὧν τὰ μὲν δῶρα πέπομφε τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ, τὰ δὲ εἰς ὑπηρεσίαν τῷ πεμφθέντι ἀπένειμεν, ἐν οἷς καὶ διττὰ ἐτύγχανον χερνιβόξεστα χρύσεα τε καὶ διάλιθα καὶ τέχνης ἀκριβοῦς ἐνδεικνύμενα χάριτας. τούτων δὲ πάντων ἐπέκεινα λέγεται δοῦναι αὐτῷ καὶ χρυσοῦ χαράγματα κεντηνάρια τεσσαράκοντα, ἔν ἔχοι δωρεῖσθαι τῶν Ἀγαρηνῶν οἶς βούλοιτο φιλοτίμως τε καὶ δαψιλῶς, κἀντεῦθεν τοὺς βαρβάρους ἐκπλήττοι, λογιζομένους ὡς εἰ τοσοῦτον οἶ τοῦ ἄνακτος εὐποροῖεν, αὐτὸς ἐκεῖνος
[*](B) πόσου ἄν εἴη κύριος πλούτου. ἀφικόμενος οὖν εἰς τὴν τοῦ Βαγδᾶ πόλιν ὁ σύγκελλος, αὕτη δ’ ἐστὶν ἡ παλαιὰ Βαβυλών, καὶ τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ εἰς θέαν ἐλθὼν καἰ διαλεχθεὶς καὶ τὰ ἐκ βασιλέως δῶρα προσαγαγών, καὶ διὰ ταῦτα καὶ διὰ τὴν τοῦ
407
λόγου δύναμιν, ἦν γὰρ εἰς διάλεξιν περιδέξιος, καὶ ἐτιμᾶτο καὶ ἐθαυμάζετο. πλέον δ’ ἐξεθάμβησε τοὺς βαρβάρους φιλοτιμότατα πρὸς αὐτοὺς διακείμενος. εἰ γάρ τινες ἐκείνῳ προσῄεσαν ἢ παρὰ τοῦ σφετέρου στελλόμενοι ἄρχοντος ἢ κατά τινα χρείαν ἄλλην, χρήμασιν αὐτοὺς ἐδεξιοῦτο μεγάλοις, ὡς καὶ χαίρειν καὶ τεθηπέναι τοὺς ταῦτα λαμβάνοντας. ὁμέστιον
[*](C) δέ ποτε τοῦτον τοῦ Ἀμερμουμνῆ ποιουμένου, τὸ ἴν τῶν χρυσῶν ἐκείνων χερνιβοξέστων εἶχεν ἐκεῖ, ὕδωρ αὐτῷ ἐπιχέων κατὰ χειρός· τοῦτο γοῦν ἀμελῶς κείμενον, οὕτω γὰρ ποιῆσαι τοῖς αὐτοῦ θεράπουσιν ἐνετείλατο, ἔν’ ἀπόληται, παρά του ἐκλάπη. ὡς δὲ ζητοῦ μένον οὐκ ἦν, οἶ βάρβαροι θροῦν ἤγειραν, καὶ τὸ πολύτιμον ἐκείνου καὶ τὸ κάλλος θαυμάζοντες. ὁ δὲ μὴ μέλειν αὐτῷ περὶ τοῦ ἀπολομένου εἰπὼν τοῖς μὲν βαρβάροις ἔκπληξιν ἐνεποίησε, τοιούτου χρήματος καὶ ἀφροντιστοῦντα ὁρῶσιν αὐτόν, τοῖς δ’ ἑαυτοῦ θεράπουσι τὸ ἕτερον ἐνεγκεῖν προετρέπετο, ὃ κομισθὲν εἰς πλέον θάμβος τοὺς βαρβάρους ἐνῆκεν.
[*](D) ἀντιφιλοτιμούμενος δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς πολλοῖς τὸν Ἰωάννην ἐδεξιοῦτο δωρήμασι, καὶ ἐπὶ πᾶσιν αὐτῷ αἰχμαλώτους παρ’ ἔσχετο· ἑκατόν, ἀμφιάσας αὐτοὺς λαμπροτέροις ἐσθήμασιν. ἐπανελθὼν οὖν ἐκεῖθεν ὁ Ἰωάννης καὶ τῷ βασιλεῖ τὰ ἐκεῖ διη- γούμενος καὶ τῶν ἀρχικῶν οἰκιῶν σχήματά τε καὶ ποικιλίαν, εἰς ἔρωτα κεκίνηκε τοιαῦτα δομήσασθαι. καὶ μέντοι ἐπέταξεν ἐν τῷ Βρύαντι δείμασθαί οἶ ἀνάκτορα τοῖς ἐν Συρίᾳ ἐοικότα ἐν ἅπασι· καὶ ὃς ἐπιστατῶν τοῖς τούτων δομήτορσι, καὶ σχήματα διδάσκων καὶ μέτρα εὔρους τε καὶ μήκους καὶ ὕψους, ταχὺ τὰς οἰκοδομὰς ἐξεπέρανεν.
Οὗτος ὁ βασιλεὺς καὶ τὰ πάραλα τείχη τῆς πό-
408
λέως πεπονηκότα τότε καὶ ἐκ τῆς τοῦ χρόνου παραρροῆς καὶ ἔκ τινων συμπτωμάτων ἑτέρων ἀνεκαίνισε μεγαλοπρεπῶς, εἰς ὕψος πλέον ἤ πρότερον ἦσαν ἐπάρας αὐτά, καὶ ξενῶνα μέγιστον εἰς ὄνομα οἰκεῖον ἀνήγειρεν, ἐν τόπῳ οὗ πρότερον ἦν ἑταιρουσῶν γυναικῶν καταγώγιον. ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι, τὴν ὥραν διαπρεποῦς. τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ’ ἑτέρας πεῖραν λαβεῖν
[*](B) γυναικός, καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ, καὶ ὠμότερος τῶν τιμητῶν τῶν ἱερῶν ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούντων αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν εἰς δεσμωτήριου· ὡς δ’ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαίσας αὖθις τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς
[*](C) τοῦ Λαξάρου ἐπιτεθῆναι καρποῖς, ἔνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖ ’ν ὑπέστη ταύτην ὑπὲρ τῶν σεβαστῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολογητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος ἐκτύπωμα γράψαι, καὶ οἷον
409
ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὀμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου
[*](D) δυσσέβειαν, ἐκ χρήσεων προφητικῶν τε καὶ γραφμ πρῶτον μὲν σφοδρῶς κατῃκίσατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε, καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ᾿ ἐτύπουν τὰ στίγματα· τὰ δ᾿ ἦσαν ἴαμβοι οὗτοι·
πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδεςἔστησαν εὶς σύστασιν τῆς οἰκουμένηςὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳσκεύη πονηρὰ δεισιδαίμονος πλάνηςἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίαςπράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως.[*](A)ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται,πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότεςοὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίαςὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέανκατακρίνονται καὶ διώκονται πάλιν. πολλοὺς δὲ καὶ ἄλλους ὁ διώκτης οὗτος ἀνέδειξεν ὁμολογητὰς καὶ τέλει μαρτυρικῷ παραδέδωκεν, οὓς ἀπαριθμεῖν ἑτέρας ἂν εἴη πραγματείας καὶ ἄλλου καιροῦ. ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν οὖν καὶ ἕτερα ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαῖοφόρον ἑορτὴν ᾀδόμενον στιχερὸν τὸ “ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί.” πέντε δὲ γατέρων
[*](B) πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος· ρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν ὠνομασμένην, ἐφ᾿ ἧ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγόμενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμε-
410
νίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότερον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ’ ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύμασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαινόντων ὡς τῆς βασι-
[*](C) λείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καίσαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἡρίθμητο. ἐπεὶ δ’ υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ, καὶ ἡ τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται, καὶ τὸ τοῦ Ἀνθεμίου λεγόμενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε καὶ ἐτάφη ἐκεῖ. τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ’ αὐτῶν, ἔχων μεθ’ ἑαυτοῦ τὸν Θεόφοβον καὶ τὸν Μανουήλ. τὼ δ’ ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πο-
[*](D) λεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ τοῖς ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ ἀριστεύσας καὶ πρωτοστράτωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεόφοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ’ ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ παρ’ αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρσαις βασιλικῆς ἐκφῦναι φυλῆς. έκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ’ εὑρέθη ζητούμενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ
411
εἰς μέγα τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοικισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς
[*](A) εἰρημένοις ἀμφοῖν ἀνδράσι πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλήλων ἄγχιστα ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ᾿ αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπός, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν, ἤ δειλαινόμενος ἣ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρατευμάτων, πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν στρατεύματος Περσικοῦ καὶ χειρὶ ἐβοήθησε καὶ στρατηγήμασι τοὺς τῆς Ἅγαρ κατεσοφίσατο. τότε
[*](B) μὲν οὖν ἐπανέζευξεν εἰς τὴν κατεσοφίσατο. ὁ βασιλεύς.
Τῷ δ᾿ ἐφεξῆς αὖθις ἔτει στρατεύει, καὶ συμμίξας τοῖς ἐκ τῆς Ἅγαρ ἐπικρατέστερος γίνεται, καὶ πολὺ μὲν πλῆθος αὐτῶν πέπτωκε, πλείους δ᾿ ἐάλωσαν δοριάλωτοι, ἐν οἶς ἦν καί τις ἀνὴρ τῷ τῶν σχολῶν δομεστίκῳ γνώριμος καὶ μαρτυρούμενος ὑπ᾿ αὐτοῦ ὡς καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος καὶ εὐφυῶς ἱππαζόμενος καὶ δύο μεταχειριζόμενος δόρατα. θριάμβου τοίνυν ἐπὶ τῇ νίκῃ καταγομένου ἐν ἱππηλασίας ἀγῶνι, τὸν ἐπαινούμενον ἐκεῖνον Ἀγαρηνὸν [*](C) ἱππάσασθαι καὶ τὰ δύο μεταχειρίσασθαι δόρατα ἐκέλευσεν ὁ κρατῶν. καὶ ὃς ἐπεδείκνυτο κατὰ τὸ κέλευσμα τοῖς ὁρῶσι τὸ ἀμφοτεροδέξιον. καὶ ὁ βασιλεὺς τοῦτον ἐπῄνει τε καὶ ἐθαύμασεν. ὁ γοῦν Κρατερὸς Θεόδωρος, ὃς μετ᾿ ὀλίγον τῷ μαρτυρικῷ κατεκοσμήθη στεφάνῳ, τῶν τεσσαράκοντα δύο μαρ-
412
τυρῶν εἶς ὤν, παρεστὼς τότε τῷ Θεοφίλῳ ἐχλεύαζε τὸν ἀγαρηνόν. ὀργῆς δ’ ἐπὶ τῇ χλεύῃ πλησθεὶς ὁ κρατῶν ‘σὺ δ᾿ ” ἴφη “ὦ θηλυδρία, ἐκτομίας γὰρ ὁ Κρατερὸς ἐτύγχανεν ὤν, ἐνδείξῃ τοιοῦτόν τι;” καὶ ὁ Κρατερὸς “δύο μέν’ ἴφη “δόρατα στρέφειν οὐκ
[*](D) ἤσκησα, ὅτι μηδὲ δεῖ τῇ μάχῃ παιγνίων, ἀλλὰ σπουδῆς, ἔν δὲ μεταχειριζόμενος, σὺν θεῷ δ’ εἰρήσθω, τοῦτον καταβαλῶ.” ἐκμανεὶς δ’ ἐπὶ τῷ λόγῳ ὁ βασιλεὺς καὶ ὀμόσας καθ’ ἑαυτοῦ “ἦ μῆν’ ἔφη “τεθνήξῃ, εἰ μὴ αὐτίκα τοῦτον καταβαλεῖς.” ὁ δὲ μὴ ὑπερθέμενος καὶ συνεμαχέσατο τῷ Ἀγαρηνῷ καὶ τοῦ ἵππου κατέβαλε. πάλιν οὖν τῷ βασιλεῖ στρατεία κατὰ τῶν Ἀγαρηνῶν, καὶ πάλιν μάχη, καὶ τό τῆς μάχης τέλος τοῖς Ῥωμαίοις οὐκ ἀγαθόν. μικροῦ γὰρ ἀπήχθη ἂν καὶ ὁ βασιλεὺς δοριάλωτος παρὰ τῶν Ἰσμαηλιτῶν κυκλωθείς. ὡς δ’ ἔγνω τοῦτο ὁ Μανουήλ, ἐμβοησάμενος τοὺς περὶ αὐτὸν μέσον εἰσελαύνει τῶν πολεμίων, καὶ τῷ βασιλεῖ φησίν “ἀκολούθει μοι”· ἵστατο γὰρ ἐκ δειλίας ἀπεγνωκώς. ὁ δὲ
[*](A) δειλίαν ἐπιχρωννύς, μὴ βούλεσθαι φυγεῖν ἔφη καταλιπὼν τὸν λαόν. ἐπεὶ δὲ πολλάκις ἐξελθεῖν τῆς μάχης παρακαλούμενος, ὥσπερ πεπεδημένος τῇ πτοίᾳ εἱστήκει, ὁ Μανουὴλ τὸ ξίφος σπασάμενος “εἰ μὴ ἕποιό μοι” φησίν, “αὐτίκα σε ἀνελῶ· κρεῖσσον γάρ σε θανεῖν ἢ ληφθῆναι τοῖς ἐναντίοις αἰχμάλωτον καὶ τοιοῦτον αἶσχος τῇ πολιτείᾳ ‘Ρωμαίων περιποιήσασθαι.” ταύταις οὖν ταῖς τοῦ Μανουὴλ ἀπειλαῖς μόλις τῆς ἐκ τοῦ φόβου νάρκης λυθεὶς καὶ ἀκολουθήσας αὐτῷ, διεσώθη· ὅθεν σωτῆρα τὸν ἄνδρα ἐκάλει καί οἶ τὰ σῶστρα δαψιλῶς ἀπετίννυεν. οὐκ εἰς μακρὰν δ’ αἶ τῶν βασκάνων γλῶσσαι τὴν γνώμην τοῦ βασι-
[*](B) λέως κατὰ τοῦ Μανουὴλ εἰς τοὐναντίον ἐτρέψαντο.
413
διέβαλον γὰρ αὐτὸν ὡς τυραννίδι ἐπιχειροῦντα, καὶ ἤδη ταῖς διαβολαῖς ἐπέπειστο ὁ Θεόφιλος καὶ τὸν Μανουὴλ ἐκτυφλῶσαι διανενόητο. γνοὺς δ’ ἐκεῖνος τὸ μελετώμενον ἀπέδρα, καὶ ἀγχοῦ που γενόμενος τοῖς Ἀγαρηνοῖς δηλοῖ τῷ αὐτῶν ἀρχηγῷ ὅστις ἐστί, καὶ ὡς εἰ λήψεται πίστεις μὴ βιασθῆναι τὴν οἰκείαν θρησκείαν ἐξομόσασθαι, προσελεύσεταί οἶ. ὁ δὲ αὐτίκα πίστεις τε δίδωσι καὶ περιχαρῶς αὐτὸν ὑποδέχεται. καὶ ὁ Μανουὴλ ἐκεῖσε γενόμενος καὶ στράτευμα πιστευθείς, πολλὰς ἀριστείας κατὰ Περσῶν εἰργάσατο καὶ μεγάλα τρόπαια ἔστησε, καὶ ἐφιλεῖτο παρὰ τῶν τῆς γα καὶ ἐθαυμάζετο. ὁ δὲ Θεόφιλος καὶ ἐλυπεῖτο διὰ τὸν Μανουὴλ καὶ ἐφρόντιζεν ὅπως
[*](C) αὐτὸν ἐκεῖθεν μετακαλέσεται. πίστεις οὖν αὐτῷ καὶ δι’ ὅρκου καὶ δι’ ἐγγράφου χρυσοσημάντου μετά τινος μοναχοῦ στείλας ἐπανελεῖν προετρέπετο. καὶ ὃς ἐπανῆλθε, τὸ δ’ ὅπως διηγητέον· ἔστι γὰρ οὐκ ἄχαρι πρὸς διήγησιν. ἐντυχὼν τῷ τὰς πίστεις ἐκ βασιλέως αὐτῷ κομίζοντι μοναχῷ, καὶ συνθέμενος ὑποστρέψαι, πρόσεισι τῷ τῶν Ἰσμαηλιτῶν ἀρχηγῷ καὶ αἰτεῖται στράτευμά οἱ δοθῆναι, ἵνα κατὰ τὴν Καππαδοκίαν γενόμενος ἀνταποδοίη τοῖς εἰς τὸν βασιλέα κατειποῦσιν αὐτοῦ, ἐκεῖ γὰρ ἔλεγεν οἰκεῖν τοὺς κατηγόρους αὐτοῦ, ἠξίου δὲ τὸν ἀρχηγὸν τὸν Ἀγαρηνῶν καὶ τὸν υἱὸν αὐτοῦ συνεκπέμψαι αὐτῷ, “ἵνα σοι τοῦτον” λέγων “γυμνάσω πρὸς τὰ πολέμια. ὁ δὲ πείθεται καὶ τὸν οἰκεῖον αὐτῷ σὺν ἐκπέμπει
[*](D) υἱόν· ἐθάρρει γὰρ τῷ Μανουὴλ καὶ ἐπίστευε. κἀκεῖνος ἀπῄει, καὶ ἤδη τοῖς Ῥωμαϊκοῖς ἐγγίσας ὁρίοις τοῦ ἄρχοντος τὸν ἐκ τῆς Ἄγαρ υἱὸν συμπαραλαβὼν μετ’ ὀλίγων Σαρακηνῶν ἐξῄει δῆθεν πρὸς κυνηγέσιον, πολλῶν αὐτῷ θεραπόντων συνεπομένων. ὡς
414
γοῦν ἐντὸς χώρας Ῥωμαίων ἐγένετο, τῷ υἱῷ τοῦ Ἰσμαηλίτου περιπλακείς, “σὺ μέν” ἔφη “τέκνον, ὑπόστρεφε πρὸς τὰ σά, ἐγὼ δὲ πρὸς Ῥωμαίους πορεύσομαι.” ἐπανελθὼν δ’ εἰς τὴν μεγαλόπολιν, περιχαρῶς ἐδέχθη παρὰ τοῦ αὐτοκράτορος καὶ μάγιστρος
[*](A) αὐτίκα τετίμητο, καὶ ἐκ τοῦ ἁγίου βαπτίσματος τὸν τοῦ βασιλέως υἱὸν Μιχαὴλ ἐδέξατο, ὃν ὁ πατὴρ καὶ διαδήματι ἔστεψε καὶ βασιλέα Ῥωμαίων ἀνεῖπε. τοῦ πατριάρχου δὲ Ἀντωνίου τὴν ζωὴν καταστρέψαντος, ὃς ἔτη τῆς ἐκκλησίας ἐκράτησε δεκα- Ἰωάννης, ὃν ὁ λόγος ἤδη προείρηκε διδάσκαλον γενέσθαι τοῦ Θεοφίλου καὶ συναιρεσιώτην, προχειρίζεται πατριάρχης, ὃν καὶ Ἰάννην ἐκάλουν οἶ τότε, καὶ διὰ τὴν αἵρεσιν καὶ διὰ γοητείας· ἢν γὰρ αὐταῖς ἐντριβής. τὸν δὲ ἱερώτατον Μεθόδιον, ὃς ὕστερον καὶ τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον,
[*](B) μὴ πειθόμενον συνθέσθαι τῇ κακοδοξίᾳ αὐτοῦ, μετὰ μαστίξεις πολλὰς καὶ τῶν σιαγόνων αὐτοῦ σύνθλασιν καὶ τῶν ὀδόντων ἐκρίζωσιν, εἰς τὴν Πάνορμον νῆσον, ἣ νῦν τοῦ Ἀντιγόνου καλεῖται, ὁ δυσσεβὴς ὑπερορίζει Θεόφιλος, καὶ ἐντὸς καθείργνυσι μνήματος μετὰ δύο λῃστῶν· ὧν τοῦ ἑνὸς θανόντος, ὅσην ὁ ἅγιος ἐκ τῆς δυσώδους τοῦ τεθνεῶτος ἀποφορᾶς ὑπήνεγκε βίαν καὶ ἀηδίαν οὐκ ἄν τις λόγος ἱκανῶς διαγράψαιτο. ἐκεῖ τοίνυν ἐγκεκλεισμένου τοῦ ἀοιδίμου ἐκείνου πατρός, καὶ οἱ αὐτάδελφοι, ὅ τε Θεοφάνης καὶ ὁ Θεόδωρος, μετὰ τὴν τῶν προσώπων κατάστιξιν ὑπεροριζόμενοι καὶ κατὰ τὸν Κάρτα λιμένα
[*](C) καταλύσαντες διά τινος ἁλιέως συνήθους τῷ Μεθοδίῳ ἐπιστέλλουσι ταῦτα,
τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ,ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον,415
γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. οἷς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀνταπέστειλε,
τοὺ ’ς ταῖς βίβλοισιν οὐρανοῦ κλησιγράφουςκαὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένουςπροσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. ἕβδομον δ’ ἔτος διανύσας ἐν τῷ τάφῳ ὁ ἅγιος, εἶτα ἐκβληθεὶς ἐκεῖθεν, ἐν τοῖς ἀνακτόροις κατεκέκλειστο,
[*](D) μηδενὸς αὐτὸν ὁρῶντος ἢ μόνου τοῦ ὑπηρετοῦντος αὐτῷ καὶ τοῦ βασιλέως. φιλοπονῶν γὰρ ὁ Θεόφιλος καὶ ἀναγινώσκων ἠρώτα τὸν ἱερὸν Μεθόδιον περὶ ὧν ἀμφιβάλλων ἦν· διὸ καὶ ἐν ταῖς ἀποδημίαις ἀεὶ συνόντα εἶχεν αὐτόν.
Ἐαρος δ’ ἐπιστάντος κατὰ τῶν Ἀγαρηνῶν ὁ βασιλεὺς καὶ πάλιν ἦρε τὰ ὅπλα, καὶ πολλὰ τῆς Συρίας ἐξεπόρθησε καὶ πόλεων ἐκράτησε, καὶ αὐτῆς τῆς Σωζοπέτρας, ἣ πατρὶς ἐτύγχανε τοῦ Ἀμερμουμνῆ, καὶ ταῦτα πολλὰ δεομένου ἐκείνου φείσασθαι τῆς [*](A) πατρίδος αὐτοῦ. ὁ μὲν οὖν βασιλεὺς ἀνέζευξεν εὐτυχῶς. ὁ Θεόφοβος δὲ καταλειφθείς, ὥστε τὰ τῶν στρατευμάτων οἰκονομήσασθαι, ἐπεὶ τὸ τῶν Περσῶν ὑστέρησε σιτηρέσιον, στράτευμα γὰρ ἦν τῷ βασιλεῖ Περσικόν, περιαλγησάντων διὰ τοῦτο τῶν Περσῶν, βασιλεὺς παρ’ αὐτῶν ἀνερρήθη καὶ ἄκων, μᾶλλον δὲ καὶ παρακαλῶν αὐτοῦ ’ς μεθεῖναι τῆς ἀπονοίας, μὴ καὶ ἑαυτοὺς καὶ ἑαυτὸν ἐσχάτοις κακοῖς περιβάλωσιν· ἀλλ’ οὐκ ἔπειθε. στέλλει γοῦν πρὸς τὸν βασιλέα, τοῦτο τοὺ ’ς Πέρσας ἀποκρυψάμενος, γνωρίζων τὸ γεγονὸς καὶ μηδέν τι κατ’ αὐτοῦ ὑποπτεύειν πληροφορῶν. καὶ ἐπανελθὼν πρόσεισι τῷ βασιλεῖ, αὐ- τὸς μὲν ἀποδεχθεὶς εὐμενέστατα καὶ τὴν προτέραν εὐετηρίαν ἀπειληφώς. καὶ οἱ Πέρσαι δὲ συγγνώμης [*](B)
416
πάντες ἠξίωντο καὶ οὐδέν τι αὐτοῖς ἐπήνεκτο ἕτερον ἢ ὅτι οὐχ ὁμοῦ πάντες εἶναι εἰάθησαν, ἀλλ’ ἐς μυριάδας συναγόμενοι τρεῖς διῃρέθησαν, καὶ ἑκάστω θέματι χιλιάδες δύο ἀπενεμήθησαν, ὥστε τοῖς τῶν θεμάτων στρατηγοῖς καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι. τὰ μὲν οὖν περὶ τοὺς Πέρσας καὶ τὸν Θεόφοβον ἦσαν ἐν τούτοις. τοῦ δὲ Ἀμερμουμνῆ τοσοῦτον καθήψατο ἡ τῆς αὐτοῦ πατρίδος ἐκπόρθησις ὡς μὴ ἀνεκτὴν εἶναι αὐτῷ τὴν ζωήν, εἰ μὴ ἀμύνοιτο δι’ αὐτὴν τὸν Θεόφιλον. μαθὼν οὖν πατρίδα εἶναι αὐτοῦ τὸ Ἀμόριον, ἐπ’ αὐτὸ στρατεύσασθαι ἔγνωκε.
[*](C) καὶ ὁ βασιλεὺς τοῦτο γνούς, αὐτὸ κατωχύρωσεν ἄλλως τε καὶ στρατευμάτων ἀποστολῇ, ὧν ἦρχον Θεόδωρος ὁ Κράτερός, οὗ πρὸ μικροῦ ἡ ἱστορία ἐμνήσθη, καὶ οἱ λοιποί, οἱ καὶ τὸν τοῦ μαρτυρίου δρόμον ἐξήνυσαν παρὰ Ἀγαρηνοῖς, τεσσαράκοντα καὶ δύο πάντες τυγχάνοντες. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς ὑπαντιάσων τοῖς ἐκ τῆς Ἅγαρ, καὶ ὁ μὲν τῷ τοῦ Ἀμερμουμνῆ υἱῷ συμβαλὼν μετὰ στρατιᾶς ἀξιομάχου ἥκοντι τρέπεται. νυκτὸς δ’ ἐπιγενομένης ὁ Μανουὴλ τὰς φυλακὰς τοῦ στρατοπέδου περιιών, ἤκουσέ τινων τῶν Περσῶν περὶ προδοσίας τοῖς Ἀγαρηνοῖς διαλεγομένων, συνίει γὰρ τὴν τούτων διάλεκτον, καὶ τοῦτο τῷ βασιλεῖ ἀπηγγέλκει, καὶ
[*](D) πέπεικεν ἐξαναστῆναι τοῦ στρατοπέδου κατὰ τὸ περίορθρον. καὶ ὁ μὲν ἀπῄει ὅλον ἐνδοὺς τῷ ἵππῳ τὸν χαλινόν. ὁ δ’ Ἀμερμουμνῆς ἐξ ἐκείνου ἀμερίμνως τῇ τοῦ Ἀμορίου ἐπικεχειρήκει πολιορκίᾳ, καὶ ἐνδελεχέστατα τὰς προσβολὰς τῇ πόλει πεποίητο· ἤνυε δ’ οὐδέν, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων, ὥστε καὶ ἀπελπίσαι τὴν ταύτης ἅλωσιν τοὺς Ἀγαρηνούς, καὶ ἀπηλλάγησαν ἂν καὶ ἡ πόλις οὐκ
417
ἂν ἐπεπόρθητο, εἰ μή τις τῶν ἔνδον δι᾿ ἔριν τινὰ ἐκμανεὶς προδότης ταύτης ἐγένετο, ᾧ Βοϊδίτζης ἦν τὸ ἐπώνυμον. ἁλόντος δὲ τοῦ ἄστεος, ὅσος οὖν ἀνῃρέθη λαὸς οὐκ ἔστιν εἰπεῖν. γυναῖκες δὲ καὶ παῖδες καὶ μειρακίσκοι εἰς πολλὰς χιλιάδας συναριθμούμενοι ἀπήχθησαν δοριάλωτοι καὶ οἶ τῶν ἐκεῖ στρατηγούντων ἔξοχοι, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ ὁ Κρατερὸς Θεόδωρος οἱ πατρίκιοι, καὶ
[*](A) ἄλλοι πολλοὶ τῶν έν στρατηγίαις διαπρεπόντων καὶ A περιφανῶν ἐξ ἀξιωμάτων τιμῆς. ταῦτα μαθὼν ὁ Θεόφιλος, ἐν γὰρ τῷ Δορυλαίῳ διῆγε, πρέσβεις πρὸς τὸν τῶν Ἰσμαηλιτῶν ἐκπέπομφεν ἀρχηγόν, ἀποδοθῆναι αὐτῷ τοὺς ἐπιφανεῖς τῶν ἁλόντων αὐτῶν καὶ τοὺς αὐτῷ κατὰ γένος προσήκοντας κεντηναρίων πρὸς τέτταρσιν εἴκοσιν. ὁ δὲ τοὺς πρέσβεις ἰταμῶς ἀπεπέμψατο, “ἀνόητος ἂν εἴην” εἰπών, “εἰ περὶ χίλιά μοι τῆς ἐν τῇ στρατείᾳ δαπάνης κεντηνάρια γεγονυίας αὐτὸς τοσαῦτα λαβὼν ἀποδοίην τοὺς αἰχμαλώτους.” ὡς δ’ ἐπανῆλθον οἱ πρέσβεις ἄπρακτοι, οὕτως ἡ συμφορὰ καθίκετο τῆς τοῦ Θεοφίλου ψυχῆς ὡς μηδὲν αὐτῷ πρὸς ταύτην εὑρίσκεσθαι παρηγόρημα,
[*](B) ἀλλὰ καὶ τροφῆς ἀποσχέσθαι καὶ μή τι πόμα προσίεσθαι ἠ’ μόνον ὕδωρ ψυχρότατον καὶ οἶον τὸ ἐκ χιόνος· τούτῳ δὲ χρώμενος συνεχῶς ἐπέπληκτο τὰ ἐντὸς καί οἶ δυσεντερίας νόσος ἐνέσκηψε. καταλαβὼν δὲ τὰ βασίλεια, καὶ ἤδη γνοὺς ἑαυτῷ τὴν σωτηρίαν ἀνέλπιστον, μετακαλεῖται τὴν σύγκλητον, καὶ ἠξίου πίστιν εἰς τὴν σύζυγον καὶ τὸν παῖδα ἐνδείξασθαι καὶ διατηρῆσαι σφίσι τὴν ἀρχὴν τὴν βασίλειον· οἱ δὲ κατετίθεντο. τούτων δὲ γεγονότων οὕ-
ὁ βασιλεύς, καὶ πρῴην ἐξ ὅτουπερ ἀνερρήθη παρὰ τῶν Περσῶν βασιλεὺς ὁ Θεόφοβος, ὕποπτον
418
αὐτὸν ἡγούμενος, ἔθετο μᾶλλον τῇ ὑπονοίᾳ καὶ διὰ
[*](C) τὴν προδοσίαν, ἣν ἐμελέτων οἱ Πέρσαι ποιήσασθαι,
[*](W ΙΙΙ 123) ὡς ἤδη μοι γέγραπται, τῶν ἐνδιαβαλόντων τὸν ἄνδρα, ὑποθήκαις ἐκείνου ταῦτα τοὺς Πέρσας δρᾶν ἰσχυριζομένων. ὡς ἤδη τῆ̣ νόσῳ τὸ σῶμα τοῦ αὐτοκράτορος δεδαπάνητο καὶ ἐξέλιπεν ἡ ἰσχύς, δείσας μὴ αὐτοῦ θανόντος ἐπίθοιτο τυραννίδι, καθείρηνυσιν αὐτὸν περὶ τὰ βασίλεια, καὶ ἐπεὶ τὴν ζωὴν ἑαυτοῦ ἐκ λεπτοῦ μίτου ἠρτῆσθαι διέγνωκε καὶ ἄρτι ἐκλείπειν, ἀναιρεθῆναι κεκέλευκε τὸν Θεόφοβον καὶ κομισθῆναί οἱ τὴν αὐτοῦ κεφαλήν· ἧς κομισθείσης ἐπιθεῖναι λόγος αὐτῇ τὴν χεῖρα τὸν βασιλέα καὶ ἁψάμενον τῶν ταύτης τριχῶν ἐπειπεῖν, Γ’ ὡς ἀπὸ τοῦδε οὔτ’ ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφο-
[*](D) βος·” καὶ ἐπὶ τούτοις ἐξηρεύξατο τὴν ψυχήν, βασιλεύσας ἐνιαυτοὺς δυοκαίδεκα ἐπὶ μησὶ τρισί, πολλὰ τὴν σύμβιον καὶ τὴν ἐπὶ τοῦ Κανικλείου Θεόκτιστον παραδυναστεύοντα τότε ἀξιώσας μὴ παραχωρῆσαι τὰς σεπτὰς ἀναστηλωθῆναι εἰκόνας, μηδὲ τὸν πατριάρχην Ἰωάννην τῆς ἐκκλησίας διωχθῆναι.
[*](P. 173, 25 ἐγκεχαραγμένην] l. ἐγκεχειρισμένην.)1
Ο μὲν οὖν Θεόφιλος ἐπὶ τούτοις ἀπεβίω, ἡ δὲ [*](D) τῆς βασιλείας ἀρχὴ πρὸς τὸν ἐκείνου μετεβιβάσθη παῖδα τὸν Μιχαήλ, ἔτι παιδίον τυγχάνοντα, ᾧ καὶ ἐπιτρόπους ὁ πατὴρ καταλέλοιπε τὸν μάγιστρον Μανουὴλ καὶ τὸν πατρίκιον Θεόκτιστον. τὴν δὲ τῶν πραγμάτων διοίκησιν ἡ βασιλὶς Θεοδώρα μετεχειρίζετο, καὶ πρῶτον αὐτῇ γέγονε σπούδασμα ἡ τοῦ διωγμοῦ τῶν ὀρθοδόξων διὰ τὰ σεπτᾲ ἐκτυπώματα λώφησις, καὶ τοῦ πατρικίου Θεοκτίστου συνευδοκοῦντος. ὁ γὰρ Μανουὴλ οὐκ ἦν τῇ τῆς αἱρέσεως καθαιρέσει συγκάταινος· διὸ καὶ ἀνεβάλλετο ἡ πρᾶξις. ἀλλὰ γὰρ θραύει νόσῳ τοῦτον ἡ πρόνοια, καὶ ἡ νόσος ἦν κραταιὰ καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή. μοναχῶν δέ τινων εἰς ἐπίσκεψιν ἀφικομένων αὐτοῦ καὶ ὅπως ἔχει πυνθανομένων ἐκεῖνος λεπτῇ καὶ ἀδρανεῖ τῆ φωνῇ ὅσον ἤδη ἐκλείπειν ἀνταπεκρίνατο. οἱ δὲ ‘‘εἰ σύνθοιο” ἔφησαν ‘‘τῇ τῶν εἰκόνων συνευδοκῆσαι τιμῇ καὶ τὴν βασίλισσαν εἰς τοῦτο παρακροτῆσαι, οὐκ εἰς μακρὰν ἔσται σοι καὶ ῥῶσις σώματος καὶ σωτηρία [*](B) φυχῆς. καὶ ὁ μὲν ἐπηγγείλατο , καὶ ἡ νόσος ἠσθένει καὶ ὁ Μανουὴλ ἀνερρώννυτο. ἤδη δὲ τὴν ὑγίειαν ἀπολαβὼν πρόσεισι τῇ βασιλίσσῃ , καὶ περὶ τῶν σεβαστῶν εἰκόνων ὡμίλει καὶ τὴν αὐτῶν κατήπειγεν ἀναστήλωσιν, ταῦτα καὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν συγγόνων πρεσβευόντων τῶν πατρικίων. ἡ δὲ ξυρὸς ἦν εἰς ἀκόνην. καὶ πρότερον μὲν τοὺ ’ς
2
ἐν ὑπερορίαις παραπεμφθέντας παρὰ τοῦ Θεοφίλου καὶ τοὺς καθειργμένους καὶ τοὺς ἄλλαις κακώσεσι προσπαλαίοντας πάντας ἀνῆκεν. εἶτα καὶ ζήτησιν
[*](C) γενέσθαι προσέταξε περὶ τῆς αἱρέσεως, καὶ γενομένης ἡ τῶν ὀρθοδόξων ὑπερέσχε πληθύς. πρὸ τῆς ζητήσεως δὲ τὸν ψευδώνυμον πατριάρχην τὸν γόητα Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπᾷ θρόνου , ἀθέσμως ἐπιβεβηκότα τούτου ἐπὶ ἐνιαυτοὺς ἴξ , ἀντεισάγει δὲ τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον. καὶ αὐτοῦ προεστῶτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἡ ζήτησις γέγονε καὶ ἡ τῶν ἀγίων ἐκτυπωμάτων εἰς τοὐμφανὲς προσκύνησίς τε καὶ ἀναστήλωσις. ὅτε φασὶ καὶ τὴν βασίλισσαν θερμότατα δεηθῆναι τοῦ τε πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ μοναχῶν κοινὴν προσενεγκεῖν δέησιν τῷ θεῷ ὥστε σωτηρίας
[*](D) τυχεῖν τὸν βασιλέα καὶ ξυνευνέτην αὐτῆς· καὶ μέντοι καὶ θερμότατα δεηθῆναι αὐτοὺς τοῦ θεοῦ, καὶ τὸν μὴ παριδεῖν τὴν αἴτησιν τῶν θεραπόντων αὐτοῦ, ἀλλ’ ἀξιῶσαι συγγνώμης τὸν βασιλέα Θεόφιλον. ᾄδεται ταῦτα καὶ τοῖς ἀφορῶσι πρὸς τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ δέχεται καὶ πιστεύεται. ἀπιστήσει γὰρ οὐδεὶς ἢ ὅστις οὐ μέγα οἴεται δύνασθαι τὰς τῶν ἁγίων ἐντεύξεις τὰς πρὸς θεόν, οὐδ’ ἀντιμετρεῖν οἶδε τὴν τοῦ θεοῦ ἀγαθότητα πρὸς τὰ ἀνθρώπινα ἀγνοήματα. ἡ μὲν οὖν τῶν ἁγίων εἰκόνων οὕτω γέγονεν ἀναστήλωσις. ὁ δὲ καθαιρεθεὶς πατριάρχης Ἰωάννης ἤ Ἰάννης, ἐν μονῇ τινι περιορισθεὶς καὶ εὑρηκὼς ἐκεῖ εἰκόνα τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν ἀσπόρως τεκούσης, τὰ ὄμματα τῶν σεβασμίων ἐκτυπωμάτων ἐξώρυξεν. ὃ μαθοῦσα ἡ βασιλίς, καὶ ζῆλον θεῖον ζηλώσασα, τοὺς τοῦ ἀσεβοῦς ἐκείνου ἐκκοπῆναι προσέταξεν ὀφθαλμούς · ἀλλ’ οὐκ εἰς
3
ἔργον ἐξέβη τὸ πρόσταγμα, τῇ βασιλίδι τὴν δικαίαν ὀργὴν καταπραυ·νάντων τινῶν. πέμψασα δὲ σκυτάλῃ τοῦτον ᾐκίσατο, τῶν αἰκισμῶν παραταθέντων μέχρις ἑκατοντάδος διπλῆς. ἀλλὰ καὶ οὕτως ἔχων ὁ γόης καὶ οἶ ὁμοδοξοῦντες αὐτῷ καὶ τῇ αὐτῇ καθαιρέσει ὑποβληθέντες ἠρεμεῖν οὐκ ἠνείχοντο. συσκευάζουσι δὲ κατὰ τοῦ ἱεροῦ Μεθοδίου σκαιώρημα, τῆς αὐτῶν ἀπονοίας ἢ κακονοίας μᾶλλον ἐπάξιον. γύναιον γάρ
[*](B) τι αἰσχρὸν χρυσίου δόσει πολλοῦ ὑποφθείραντες κατηγορῆσαι πεπείκασι τοῦ ἀοιδίμου ἐκείνου ἀνδρὸς ὡς συμφθαρέντος αὐτῷ. καὶ τῆς κατηγορίας οἶ προύχοντες τῆς συγκλήτου παρῆσαν ἐξετασταί. καὶ παρῆκτο τὸ γύναιον, λέγον ὅσα παρὰ τῶν ἀσεβῶν ἐκείνων συκοφαντῶν προκατήχητο καὶ εἰς πρόσωπον ἐλέγχον δῆθεν τὸν ἅγιον. ὁ δὲ τέως μὲν ἡσυχίαν ἦγεν· ὡς δὲ σκυθρωπάζον ἑώρα τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ πρὸ τῶν ἄλλων τὸν μάγιστρον Μανουήλ, ἀνίσταται μέν, αἴρει δ’ ἐπ’ ὄψει πάντων ταῖς χερσὶ τὸ κράσπεδον τῆς περιβολῆς καὶ ἀπογυμνοῖ τὴν αἰδῶ · ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μαρασμὸν ἀπό τινος συμβάματος ὑπομείνασα, ὡς δῆλον
[*](C) εἶναι μὴ δύνασθαι ταύτην πρὸς ἀφροδίσια ἐνεργεῖν. τοῦτο τοῖς μὲν ὀρθόφροσι χαρμονῆς καὶ θάμβους ἐγένετο αἴτιον, τοῖς δὲ συκοφάνταις αἰσχύνης καὶ ἀθυμίας πολλῆς. ὡς δ’ ἠρωτᾶτο ὁ ἅγιος ὅθεν ὁ τῶν αἰδοίων αὐτῷ συμβέβηκε μαρασμός , ὁ αἰδοῖος ὄντως ἐκεῖνος “ἐστάλην” εἶπε ‘‘ποτὲ κατά τινα χρείαν εἰς Ῥώμην, κἀν ταύτῃ διάγοντι πύρωσίν μοι τῆς σαρκὸς ὁ δαίμων ἐπήνεγκε, καὶ ἦν τὸ πάθος σφοδρότατον καὶ ἡ τοῦ ἔρωτος οὐκ ἔληγε φλεγμονή, ἀλλ’ ὁσημέραι ἀκμαιότερον ἐξεκάετο. δείσας οὖν περὶ τῷ σώφρονι
4
[*](D) πρόσειμι τῇ κορυφαίᾳ τῶν ἀποστόλων δυάδι Πέτρῳ καὶ Παύλῳ, καὶ τούτοις ἐδεόμην ἀμῦναί μοι κινδυνεύοντι. ὑπνώττων τοίνυν νυκτὸς ὁρῶ τὼ ἄνδρε μοι ἐφεστῶτε, καὶ ὁ Πέτρος ἔδοξε τοῖς δακτύλοις ἅψασθαι τῆς αἰδοῦς καὶ λέγειν μοι μὴ πτοεῖσθαι, πῦρ δέ μοι ἐδόκει τὰ παιδογόνα μόρια βόσκεσθαι, ὡς ἐκ τῆς ἀλγηδόνος καὶ τὸν ὕπνον ἀνεῖναί με. ἔκτοτε οὖν μοι τὰ μόρια ταῦτα νενέκρωται καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε. ταῦτα ὁ μάγιστρος Μανουἢλ καὶ θεασάμενος καὶ πυθόμενος , αὐτίκα τὴν γυναῖκα παραστησάμενος ἠρώτα ὅθεν εἰς τὴν κατὰ τοῦ ἁγίου συκοφαντίαν ὥρμητο, καὶ ἠπείλει, εἰ μὴ πᾶσι θεῖτο τὴν ἀλήθειαν ἔκδηλον, αὐτίκα βασάνοις αὐτὴν παραδοῦναι, δι’ ὧν ἂν ἐκβιασθείη ἐκκαλύφαι λαμπρῶς τὸ σκαιώρημα. ἡ δὲ οὐδὲν ἀπεκρύφατο, ἀλλὰ καὶ τοὺς τοῦ δράματος ἀπήγγειλε πρωτουργοὺς καὶ τὴν ἑαυτῆς ἀπάτην καὶ τοῦ χρυσίου τοῦ μὲν τὴν δόσιν , τοῦ δὲ τὴν ὑπόσχεσιν. ἔμελλον οὖν οἱ κακοῦργοι ταῖς τῶν συκοφαντῶν ὑποβληθῆναι ποιναῖς, ἀλλ’ ὁ μέγας Μεθόδιος αὐτοὺς τῆς τιμωρίας ἐρρύσατο · καὶ ταῦτα μὲν οὕτω γέγονεν.
Ὁ δὲ τῶν Βουλγάρων ἄρχων γυναικὶ τὴν τόν Ῥωμαίων βασιλείαν καὶ παιδὶ νεαρῷ κυβερνωμένην μαθών, στέλλει τινὰς τῶν αὐτοῦ ἀπειλῶν ἀφίστασθαι τῶν σπονδῶν καὶ ἆραι ὅπλα κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. πρὸς ταῦτα τοίνυν δηλοῖ αὐτῷ ἡ [*](B) βασίλισσα ὡς “ ἀντιτάξομαί σοι πάντως κἀγώ, καὶ εἰ μὲν θεοῦ διδόντος ὑπερέξω, ἔσῃ νικηθεὶς ὑπὸ γυναικός, καὶ ὅσον σοι τὸ τῆς αἰσχύνης ὑπόγυον λόγισαι· εἰ δὲ νικήσεις ἴσως αὐτός, οὐκ ἔσται σοι σεμνὸν τὸ εὐτύχημα γυναῖκα νικήσαντι.” ὡς οὖν ταῦτα τῷ βαρβάρῳ ἠγγέλθησαν , ἀνέστειλαν αὐτῷ τὴν ὁρμήν,
5
καί οἶ συμφέρον ἔκρινεν ἀνανεώσασθαι τὰς σπονδάς, καὶ αὗται ἀνεκαινίσθησαν. ἀδελφὴ δὲ τοῦ ἄρχοντος Βουλγαρίας αἰχμαλωτισθεῖσά ποτε, καὶ ἐν τοῖς βασιλείοις διάγουσα, τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ γραμμάτων ἐν μυήσει ἐγένετο. ἔνετο. ταύτην ὁ ἀδελξὸς ἀναδοθῆναί οἶ ἠξίωσε, καὶ ἡ μὲν ἐδόθη αὐτῷ·
[*](C) ὁ δ’ ἀντέδωκεν ἄνδρα τῶν λογίμων Θεόδωρον τὸν Κουφαρᾶν. ἡ δὲ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἀδελφὴ ἀφικομένη πρὸς τὸν ὁμαίμονα ἐνῆγεν αὐτὸν εἰς τὴν τῶν χριστιανῶν θρησκείαν διὰ παντὸς αὐτῷ περὶ αὐτῆς διαλεγομένη καὶ τὰ χριστιανῶν μυστήρια ἐκθειάζουσα. ὁ δὲ ταῦτα καὶ παρὰ τοῦ Κουφαρᾶ προκατήχητο, ἀλλ’ οὔπω ἐπέπειστο τῶν πατρίων ἀποστῆναι ἐθῶν. λιμὸς δὲ τοῖς Βουλγάροις συμβὰς καὶ αὐτὸν καὶ τὸ ἔθνος εἰς θεοσέβειαν μετερρύθμισεν. ὁ μὲν γὰρ τὸ ἔθνος ἅπαν ἐπίεζε, καὶ οὐκ ἦν ἀποφυγὴ τοῦ κακοῦ, φθορὰ δὲ τοῦ ἔθνους ἐγίνετο, καὶ ὁ σφῶν ἀρχηγὸς ἦν διὰ τοῦτο περιαλγής , καὶ ἀπορήσας
[*](D) εἰς τὸν παρὰ τῆς ἀδελφῆς αὐτῷ καταγγελλόμενον καταφεύγει θεόν, καὶ τοῦτον τοῦ λιμοῦ λυτῆρα καὶ τῆς τοῦ ἔθνους φθορᾶς ἐπεκέκλητο. ὡς δ’ ἐνεργὴς ἦν ἡ ἐπίκλησις καὶ τῶν κακῶν ἀπηλλάγησαν, ἔγνω τοῦ ἐπικληθέντος τὴν δύναμιν, καὶ ἀξιοῖ σταλῆναι αὐτῷ τινα τὸν τὸ μυστήριον αὐτὸν μυήσοντα τῶν χριστιανῶν καὶ τελέσοντα τῷ θείῳ βαπτί- σματι. καὶ ἀπεστάλη μὲν ἀρχιερεὺς πρὸς αὐτόν · ὁ δὲ καὶ ἐμυήθη καὶ ἐβαπτίσθη. οἱ Βούλγαροι δὲ ὡς τῆς πατρίου δόξης ἀποστάντος κατ’ ἐξανίστανται τοῦ σφῶν ἀρχηγοῦ καὶ ἐζήτουν αὐτὸν ἀνελεῖν. ὁ δὲ τῷ τοῦ σταυροῦ σημείῳ θαρρήσας προπορευομένῳ αὐτοῦ νικᾷ τοὺς ἀντιστάντας αὐτῷ, καὶ οὕτω πάντες εἵλοντο τὰ τῶν χριστιανῶν. εἶτα διεπρεσβεύσατο ὁ
6
τούτων ἐξάρχων πρὸς τὴν βασίλισσαν , αἰτῶν γῆς αὐτῷ παραχωρηθῆναι Ῥωμαϊκῆς, στενοχωρεῖσθαι γὰρ τὸ ἔθνος αὐτοῦ, καὶ ἀιδίους σπονδὰς πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν ἐπαγγελλόμενος, καὶ ἡ βασιλὶς τὴν αἴτησιν ἐξεπλήρωσε , καί οἶ τῆς ἀπὸ τῆς λεγομένης Σιδηρᾶς παρεχώρησε χώρας, ἣ τὰ Ῥωμαίων καὶ Βουλγάρων διόριζε πρίν, μέχρι τῆς Δεβελτοῦ· ἤν λαχόντες οἱ Βούλγαροι κέκληκας ἴ’ Ζαγορᾶν. κἀντεῦθεν εἰρήνη γέγονε περὶ τὰ ἑσπέρια. κατὰ δὲ τὴν ἑῴαν τὸ τῶν Μανιχαίων γένος ἦν παμπληθές, οἳ καὶ Παυλικιανοὶ ἀγροικότερον πρὸς τοῦ δημώδους
[*](B) ὄχλου καλοῦνται , ἐκ Παύλου καὶ Ἰωάννου τῆς κλήσεως συγκειμένης αὐτοῖς· τὼ δ’ ἄνδρε τούτω παρὰ Μανιχαίοις ἐγενέσθην ὀνομαστώ, εἰ καὶ μὴ τι αἱρεσιάρχα καὶ τῆς κακοδοξίας γεννήτορε, ζηλωτὰ δὲ ταύτης καὶ σπουδαστὰ διαφερόντως καὶ κήρυκε. καὶ τούτους τοίνυν ἡ βασιλὶς εἰς νοῦν ἐβάλετο μεταγαγεῖν εἰς ὀρθοδοξίαν ἐκ τῆς αἱρέσεως, καὶ στέλλει τοὺς τοῦτο σπεύσοντας ἄνδρας τῶν ἐπιφανεστέρων. οἱ δὲ ἀδεξίως τὸ πρᾶγμα καὶ ἀφυῶς ἐπιφανεστέρων. νοὶ οὐ μόνον ἀνήνυτον ἔθεντο τὴν σπουδήν, ἀλλὰ καὶ εἰς ἀποστασίαν ὁρμῆσαι τὸ γένος ὅλον εἰς μυρεάδας πολλὰς ἀριθμούμενον ἐβιάσαντο. ὃ καὶ τοῖς
[*](C) ἐξ Ἰσμαὴλ συμμιγνύμενον κατὰ Ῥωμαίων σὺν αὐτοῖς ἐστρατεύετο, καὶ πολλῶν γέγονεν αὐτοῖς αἴτιον συμφορῶν. ὁ δέ γε βασιλεὺς Μιχαὴλ τὸν μείρακα παρελάσας καὶ νεανίσκοις ἄρτι καταλεγόμενος ἴε παρ’ ἄλλοις τὴν τῆς βασιλείας βλέπων διοίκησιν, ἠρέθιστο δὲ καὶ πρὸς τοῦ πρὸς μητρὸς θείου τοῦ Βάρδα τῆς αὐταρχίας πρὸς ἔρωτα · εἶς δ’ ἦν καὶ οὗτος τῶν ἐπιτρόπων τοῦ Μιχαήλ. διαφορᾶς δέ ποτε τῷ μαγίστρῳ Μανουὴλ γενομένης πρὸς τὸν
7
λογοθέτην τοῦ δρόμου Θεόκτιστον , καὶ ἄμφω δὲ συνεπιτρόπω τοῦ βασιλέως ἐτυγχανέτην, ὁ Μανουὴλ τῶν ἀνακτόρων ὑποχωρεῖ, ἦν γὰρ ἐκεῖ διαιτώμενος,
[*](D) καὶ εἰς τὸν οἰκεῖον οἶκον μεταχωρεῖ, κἀκεῖθεν εἰς τὰ βασίλεια ἀπιὼν τῶν διοικήσεων εἴχετο. τοῦτο τῷ Βάρδᾳ θυμηρέστατον ἔδοξεν· ἀποσκευάσασθαι γοῦν καὶ τὸν Θεόκτιστον διὰ σπουδῆς αὐτῷ ἦν· βασιλειῶν γὰρ ἐδεδοίκει τοῦτον ὥς οἱ πρὸς τοὔργον ἀντιστησόμενον. τῷ βασιλεῖ τοίνυν παιδαγωγὸς ἦν, ἀνδράριόν τι φαῦλον καὶ πονηρόν, ὅν δι’ ἐφέσεως εἶχεν ὁ βασιλεὺς ἀξιώματι τῶν λαμπροτέρων τιμῆσαί τινι, καὶ ἐποιεῖτο περὶ τούτου πρὸς τὴν μητέρα ἀξίωσιν. ὁ δὲ Θεόκτιστος μὴ δεῖν ἔλεγε μείζονι τὸν παιδαγωγὸν τῆς ἑαυτοῦ καταστάσεως τιμηθῆναι τιμῇ, ἔνα μὴ ἀτιμοῖντο τὰ ἀξιώματα. ἐντεῦθεν δι’ ἔχθρας ἦν τῷ παιδαγωγῷ ὁ Θεόκτιστος. τοῦτο τοίνυν ὁ Βάρδας τῆς οἰκείας σπουδῆς προυστήσατο σύστασιν, καὶ διὰ τοῦ παιδαγωγοῦ ποικίλας διαβολὰς ἐνήχει τοῖς τοῦ βασιλέως ὠσί, καὶ τὴν ἐλαφρίαν αὐτοῦ κατὰ τοῦ Θεοκτίστου ὑπέκνιζε, καὶ τέλος ἐκ μέσου αὐτὸν ποιήσασθαι ὑποτίθησι. τοῦτο δὲ μὴ ἄν ἄλλως γενήσεσθαι ἀνυστόν, εἰ μὴ ἀναιρεθείη ὁ ἄνθρωπος· ζῶντος γὰρ ἀνθέξεσθαί τε αὐτοῦ τὴν βασιλίδα καὶ περιέξεσθαι. ὡς γοῦν ὁ τοῦ ἀνδρὸς κεκύρωτο θάνατος , ἐπιτετήρητο ἐκ τῶν τῆς βασιλίδος ἐξιὼν θαλάμων · ἦν γὰρ ἀναφέρων αὐτῇ περὶ ἀναφορῶν καὶ διοικήσεων · κἀκεῖθεν ἐξιόντι καθιᾶσιν αὐτῷ τὸν σφαγέα. ὁ δὲ γυμνὸν ἰδὼν τὸ ξίφος ἠρμένον καθ’ ἑαυτοῦ, σκάμνον εἰσέδυ, καὶ ὁ σφαγεὺς κατὰ τῆς αὐτοῦ γαστρὸς τὸ ξίφος ὠθεῖ καὶ τοῦ
[*](B) Βάρδα ξίφος ἐσπασμένου καὶ ἀνασείοντος, καὶ ἀπειλοῦντος πλήξειν αὐτῷ τὸν ἀμυνοῦντα τῷ θνήξοντι.
8
. ὁ μὲν οὖν Θεόκτιστος ἀνῄρητο ὥσπερ εἴρηται. ἡ δέ γε βασιλὶς ὡς ἔγνω τὸ γεγονός , ἐξέθορε τοῦ θαλάμου γοωμένη καὶ τῷ υἱῷ λοιδορουμένη καὶ τῷ ὁμαίμονι, ἐπαρωμένη τε καὶ ἀμφοῖν τοιούτῳ τέλει τὸν βίον ὑπεξελθεῖν. ὁ δὲ Βάρδας ἐπισυνάπτων κακὸν τῷ κακῷ καὶ τὰ πρὸς τὴν οἰκείαν μελέτην οἰκονομούμενος, καὶ αὐτὴν τὴν βασιλίδα Θεοδώραν συνεβούλευσε τῶν ἀνακτόρων κατενεγκεῖν. ἡ δὲ συνεῖσα τὸ βουλευόμενον, ἀντιστῆναι οὐχ ᾑρετίσατο , ἵναμὴ σφαγαὶ ἀνθρώπων συμβῶσι. μεταπεμψαμένη δέ γε
[*](C) τοὺς τῆς βουλῆς , ‘‘αὐτὴ μέν” ἔφη ‘‘τῶν βασιλείων ἐξίσταμαι· ἵνα δὲ μὴ ἔχῃ λέγειν ὁ βασιλεὺς ὡς κενὰ θησαυρῶν τὰ ταμιεῖα εὕρηκε τὰ βασίλεια, διὰ τοῦτο ὑμῖν τὰ τεθησαυρισμένα δηλῶ·” καὶ αὐτίκα τοὺς ταμίας εἰπεῖν ἐκέλευε τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου τὸν ἀριθμόν. οἶ δὲ χίλια μὲν καὶ ἐνενήκοντα χρυσίου ἔχειν κεντηνάρια κατετίθεντο, ἀργύρου δὲ ὡσεὶ τρισχίλια κεντηνάρια. ἡ δὲ βασιλὶς ‘‘πρὸς τούτοις” ‘‘καὶ ἄλλος πλοῦτος πολὺς καὶ παντοδαπὸς τεθησαύρισται·” καὶ ταῦτα εἰποῦσα τῶν ἀνακτόρων ἀπῆλθεν.
Ὁ δέ γε Μιχαὴλ τῆς αὐταρχίας ἐγκρατὴς γεγονὼς [*](D) ταχὺ τὸν τοσοῦτον διεσκόρπισε πλοῦτον, μίμοις καὶ κόλαξι καὶ ἡνιόχοις τοῦτον καταπροέμενος καὶ ὅλαις ἁμάξαις, τὸ τοῦ λόγου, αὐτὸν ἐκκενῶν. ὃς ἐπεὶ τὰ ταμιεῖα κεκένωτο , ὁ δὲ καιρὸς ἐφίστατο τῆς τοῖς ἀξιώμασιν ἀνηκούσης διανομῆς, καὶ οὐκ εἶχεν ὅθεν ταύτην ποιήσεται, τὴν πλάτανον τὴν χρυσῆν καὶ τοὺς διττοὺς λέοντας καὶ τοὺς τοσούτους γρῦπας καὶ τὰ ὄργανα , ἐκ χρυσοῦ ἅπαντα εἰργασμένα , εἰς κόσμον ὄντα τῆς βασιλείας, ἔκπληξιν δὲ ἐμποιοῦντα τοῖς ἐξ ἐθνῶν, χωνεύσας , δέδωκεν εἰς τὸ κοπῆναι
9
νομίσματα δι’ αὐτῶν. ἀλλὰ μέντοι καὶ ἐπὶ βασιλικαὶς στολαῖς τοῦτο ἐποίησεν, ὧν τινα ἐκείνου φθαρέντος ἔτι περισωζόμενα ὁ μετ’ αὐτὸν βασιλεύσας Βασίλειος ἀνεκομίσατο, τρία μόνα κεντηνάρια εὑρηκὼς ἐκ τῆς ἀπηριθμημένης ποσότητος. τὴν ἑαυτοῦ δὲ μητέρα ὁ Μιχαὴλ τῶν βασιλείων ὑποχωρήσασαν οὐκ εἴασεν ἠρεμεῖν , ἀλλ’ ὑποθήκαις τοῦ Βάρδα πέμψας ἀποκείρει καὶ αὐτὴν καὶ τὰς ἀδελφὰς καὶ ἐν τῷ οἴκῳ τοῦ Καριανοῦ περιορίζει καὶ ὅσα προσῆν ἀφαιρεῖται. τούτοις ἡ Θεοδώρα πληγεῖσα τὴν ψυχὴν μεταχωρεῖ πρὸς τὰς ἐκεῖθεν μονάς , ὀλίγον τῇ συμφορᾷ ἐπιζήσασα. αἶ δὲ θυγατέρες αὐτῆς καὶ τοῦ βασιλέως ὁμαίμονες ἤντλουν τὰ αὐταῖς ἐπενηνεγμένα κακά, ἃς ὁ Μακεδὼν μετὰ ταῦτα Βασίλειος τῆς βασιλείας ἐπιλαβόμενος πρὸς τὴν τῆς πρὸς μητρὸς αὐταῖς
[*](B) μάμμης μονήν, ἣ Γαστρία καλεῖται, ἀπήγαγε. τῆς δὲ τοῦ βασιλέως μητρός, ὡς εἴρηται, τῶν ἀνακτόρων ἐκστάσης, ἡ πᾶσα τῆς βασιλείας διοίκησις ὑπὸ τὸν Βάρδαν ἐγένετο, τιμηθέντα καουροπαλάτην πρὸς τοῦ ἀνεψιοῦ. εἶτα ἐκστρατεύει ὁ Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, ἄρτι πρώτως ὑπηνήτης γινόμενος, καὶ πόλιν αὐτῶν τὰ Σαμόσατα, αὕτη δὲ τῶν παρευφρατιδίων ἐστί, πολιορκεῖν ἐπεχείρησεν. οἶ δ’ Ἰσμαηλῖται τῆς πόλεως τὰς πύλας τοῖς πολιορκοῦσιν ἐπιζυγώσαντες ἐντὸς ἔμενον, δόκησιν διδόντες αὐτοῖς ὡς δειλαινόμενοι ἔνδον τοῦ περιβόλου συνέκλεισαν ἑαυτούς. τοῦτο τοὺς Ῥωμαίους εἰς θράσος ἤνεγκε, καὶ
[*](C) ἀπερισκέπτως ἐσκήνωντο καὶ ἀφυλάκτως ἐσκίδναντο. ἐπὶ τρισὶ δ’ ἡμέραις ὑποκριθέντες δειλίαν οἶ ἐκ τῆς Ἄγαρ ἀθρόον τὰς πύλας ἀναπετάσαντες μετὰ ῥύμης σφοδρᾶς καὶ ἀλαλαγμοῦ τῷ τῶν Ῥωμαίων ἐπίασι χάρακι, καὶ οὐδεὶς ὑπέστη τὴν τούτων ὁρμήν, πρὸς
10
δρασμὸν δ’ οἱ πάντες ἀπεῖδον, καὶ καταλαμβανόμε- νοι οἱ μὲν ἀνῃροῦντο, οἱ δ’ ἐζωγροῦντο. ὅτε καὶ οἱ Μανιχαῖοι τοῖς Ἰσμαηλίταις συμμαχοῦντες πολλοὺς τῶν ἐπιφανῶν ἐζώγρησαν στρατηγῶν, καὶ χρημάτων αὐτοὺς μεγάλων ἀπέδοντο. τότε τοίνυν μικροῦ καὶ ὁ βασιλεὺς ἂν ἐλήφθη αὐτός, εἰ μὴ τῇ ταχυτῆτι
[*](D) τοῦ ἵππου τοὺς πολεμίους ὑπεκδραμὼν διασέσωστο. ἐλήφθη δὲ τὸ στρατόπεδον καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἡ πρὸς ὑπηρεσίαν τοῦ βασιλέως ἀποσκευὴ καὶ τἄλλα πάντα διήρπαστο. τότε μὲν οὗν ὑπέστρεψεν ὁ Μι- χαήλ. αὖθις δὲ τοὺς Ἀγαρηνοὺς ἐπιόντας ταῖς τῶν Ῥωμαίων χώραις μαθὼν ἔξεισι κατ’ αὐτῶν μετὰ βαρυτέρας δυνάμεως. οἳ διὰ δυσόδων τόπων, ἐπιτόμων δέ, διελθόντες ἀπροσδόκητοι τῷ ‘ Ρωμαίων έπὴλθον στρατῷ, καὶ τρέπονται τοῦτον. ἥλω δ’ ἂν καὶ ὁ βασιλεύς, εἰ μὴ ὁ μάγιστρος Μανουὴλ τῶν σχολῶν τυγχάνων δομέστικος αὐτὸν διεσώσατο. οἱ δ’ ἐναντίοι κακοῦντες τὰ Ῥωμαίων οὐκ ἔληγον. στέλλεται γοῦν κατ’ αὐτῶν ὁ τοῦ βασιλέως μητράδελφος ὁ Πετρωνᾶς μετὰ Ῥωμαϊκῶν δυνάμεων αὐτοῖς ἀντι- τάξασθαι. ὁ δὲ οὐκ ἐθάρρει συμβολήν, ἀλλ’ ἐδειλία τὸν πόλεμον. μαθὼν οὖν ἐν ὄρει τινὶ μοναχὸν ἀσκούμενον τὴν ἀρετὴν διαβόητον καὶ προορῶντα τὰ μέλλοντα, ἄπεισι πρὸς αὐτὸν καὶ ἐρωτᾷ εἰ τῷ πολέμῳ ἐπιχειρήσειε· καὶ ὃς ἐπιτρέπει καὶ νίκην αὐτῷ ἐπαγγέλλεται. ἀπῆλθε τοίνυν ὁ Πετρωνᾶς καὶ τοῖς ἐναντίοις προσέβαλε , καὶ ἡττᾶται μὲν ἡ τῶν Ἀγαρηνῶν στρατιά, πίπτει δὲ ὁ ταύτης κατάρχων Ἄμερ. ὁ δὲ τούτου υἱὸς ἐκ τοῦ πολέμου ἀπών, εἰς γὰρ λείαν ἐτύγχανεν ἀποδεδημηκώς , τὴν ἧτταν καὶ τὴν φθορὰν μαθὼν τοῦ πατρὸς ἀπεδίδρασκεν, ἀλλὰ καὶ οὗτος ἐν τῷ δρασμῷ συλληφθεὶς παρεδόθη τῷ στρα-
11
τηγῷ. λέγεται δὲ πρὸ τοῦ πολέμου τούτου ὁ Ἄμερτῶν αἰχμαλώτων πυθέσθαι τινὸς ὅπως ὁ τόπος ἐν
[*](B) ᾧ ἐστιν ἡμῖν ἡ παρεμβολὴ καλοῖτο καὶ ὅπως ὁ παραρρέων λέγεται ποταμὸς καὶ τίνος ἡ ὅλη ἐκείνη χώρα ἔτυχε κλήσεως. ὡς δὲ τὴν μὲν χώραν Λαλακάωνα εἶπεν ἐκεῖνος κεκλῆσθαι, Πτώσαντα δὲ τὸν τόπον τοῦ χάρακος καὶ Γυρὴν τὸν ποταμόν , ἐκεῖνος ἐκ τῶν ὀνομάτων τούτων οἰωνισάμενος ἔφη τ’ ἃς κλήσεις ταύτας οὐκ αἴσιον αὐτῷ τὸ τοῦ πολέμου τέλος παραδηλοῦν. λαοῦ μὲν γὰρ κάκωσιν ἐκάλει τὸν Λαλακάωνα, πτῶσιν δὲ σημαίνειν τὸν Πτώσαντα, γυρωθῆναι δὲ μέλλειν ὑπὸ τῶν ἐναντίων αὐτοῦ ’ς ἐκ τῆς τοῦ ποταμοῦ κλήσεως ἐμαντεύετο. τὰ μὲν οὖν τῆς νίκης οὕτως εἶχον τῷ Πετρωνᾷ · ὁ δὲ τροπαιοφόρος ἐπανῆκεν εἰς τὸ Βυζάντιον, καὶ ὑπεδέχθη μετὰ
[*](C) τιμῆς , καὶ τῶν σχολῶν προεβλήθη δομέστικος. ἤδη γὰρ ὁ Μανουὴλ ἀπεβίω. ἀπεβίω. μετὰ βραχὺ δὲ καὶ αὐτὸς ἀπέτισε τὸ χρεών.
Τούτους δὲ πάντας ὁ Βάρδας ἀποσεισάμενος τὴν μὲν τῶν πραγμάτων διοίκησιν , ὡς ἠβούλετο, διετίθετο. ὁ γὰρ Μιχαὴλ οὐδενὸς ἐπεστρέφετο, μόνοις δὲ θεάτροις καὶ ἱππηλασίαις ἐσχόλαζεν, οὐκ ἄλλων ἡνιοχούντων, αὐτοῦ δ’ ἐκείνου τοῦ αὐτοκράτορος καὶ ἁρματηλατοῦντος τοῦ Αὐγούστου, καὶ ἀγωνιζομένου τοῦ βασιλέως καὶ ἀντὶ τῆς βασιλείου στολῆς ἐνδεδυκότος ἡνιόχου στολήν. οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ’ ὅτι καὶ τοὺς ἐν ἀξιώμασι καὶ τιμαῖς ὑπερέχοντας τοὺς μὲν αὐτῷ συναγωνίζεσθαι, [*](D) τοὺς δ’ ἀνταγωνίζεσθαι ἐν ταῖς τῶν ἵππων ἁμίλλαις καὶ ἁρματηλατεῖν κατηνάγκαζε. ποτὲ τοίνυν αὐτὸς μὲν ἠμφίεστο τὸ χρῶμα τὸ βένετον , ὁ δὲ τοῦ δρόμου λογοθέτης τὸ πράσινον , καὶ ἕτεροι τῶν
12
ἐπιφανεστέρων τὰ ἕτερα· καὶ ἤδη τῶν ἁρμάτων ἐπέβησαν. ἐν τούτῳ δὲγράμματα τῷ πρωτονοταρίῳ τοῦ δρόμου παρά του πεφθακότος ἄρτι ἐνεχειρίσθησαν, ὡς ἐν τοῖς Μελαγγείοις ἐστρατοπεδεύσαντο οἱ Σαρακηνοὶ διαγγέλοντα· ταῦτα δ᾿ εἰσὶν ἃ νῦν ἀγροικότερον καλεῖται Μαλάγινα. ὁ γοῦν πρωτονοτάριος σκυθρωπάσας ἐπὶ τῇ ἀγγελίᾳ προσῆλθε τῷ βασιλεῖ, καὶ ταῦτα ἐδίδασκε καὶ ὑπεδείκνυ τὰ γράμματα. ὁ δὲ ὀργίλον τι καὶ μανικὸν αὐτῷ ἐνιδὼν “ἐν Τοιούτῳ μοι” ἔφη “ἀγῶνι ὄντο καὶ τὸν μέσον εὐώνυμον Καταστήσασθαι σπεύδοντι αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς διαλέγῃ μοι;” Τοιοῦτος ὁ Θαυμάσιος ἐκεῖνος ἦν βασιλεὺς καὶ οὕτω περὶ τῶν κοινῶν πραγμάτων καὶ τῆς βασιλείας ἐφρόντιζεν. ἐκείνου δὲ τοῦτον διακειμένου τὸν τρόπον, ὁ Βάρδας ἔστρεφε τὰ πάντα και ἦγεν ὅπῃ ἦν αὐτῷ πρὸς βουλῆς, καὶ εἰς τὴν τοῦ Καίσαρος ἀναβεβήκει τιμὴν καὶ ἑαυτῷ τὴν βασιλείαν ἐμνᾶτο, καὶ εὐκαιρίαν ἐζήτει, ἵν᾿ αὐτῆς ἐπιτεύξοιτο. Οὐδὲν δέ οἱ εἴργαστο ἀγαθὸν ἢ τὸ τῶν λόγων φροντίδα θέσθαι πολλήν. ἠμέλητο γὰρ τὰ τῆς φιλοσοφίας καὶ ἀπέσβη σχεδὸν εἰς τὸ παντελές, ὡς μηδ᾿ ἔναυσμά τι περιλειφθῆναι αὐτῆς. Τοῦτο δὲ ἡ τῶν κρατούντων εἴργαστο ἀλογίας. ὁ δὲ καὶ διατριβὰς ἑκάστῃ ἀφώρισε τῶν ἐπιστημῶν καὶ διδασκάλους προυστήσατο καὶ σιτήσεις
[*](B) δημοςίας τούτων ἑκάστῳ ἀπένειμεν· ἐπὶ πᾶσι δὲ διδάσκαλον ἐγκατέστησε τὸν φιλόσοφον Λέοντα, οὗ κλέος ἐπὶ σοφίᾳ πολύ, ὃς καὶ τῷ βασιλεῖ Θεοφίλῳ γέγονεν ἔντιμος ἐκ τρόπου τοιοῦδε. Πολλῶν αὐτῷ φοιτητῶν ὄντων, ἕνα συνέβη τούτων τοῖς Σαρακηνοῖς γενέσθαι ἁλώσιμον, ᾧ τὰ τῆς γεωμετρίας μεμύητο ἀκριβῶς, καὶ οὗτος τῶν παρὰ τοῖς βαρβάροις
13
ἐπισήμων τινὶ δουλεύειν ἀπονενέμητο. ἦν δ’ ὁ τότε
[*](C) τῶν ἐκ τῆς Ἄγαρ προεστηκὼς φιλολογῶν καὶ φιλοσόφων θεωρημάτων ἐπιμελῶς ἀκροώμενος, πλέον δὲ τῶν ἄλλων ταῖς γεωμετρικαῖς μεθόδοις προσκείμενος. ἐφοίτα δὲ καὶ ὁ τοῦ αἰχμαλώτου δεσπότης παρὰ τὸ ἀκροατήριον, καί ποτε αὐτῷ καὶ ὁ αἰχμάλωτος εἵπετο, καὶ τῶν διδασκόντων ἀκούσας καὶ σχήματα τούτους ἰδὼν διαχαράττοντας γεωμετρικὰ ἀρχήν τε τὸ τρίγωνον παντὸς εἶναι διδάσκοντας σχήματος, ὥστ’ ἐξ αὐτοῦ ἅπαν σχῆμα συνίστασθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι, καὶ ὡς πάντων ὁ κύκλος τῶν ἰσοπεριμέτρων αὐτῷκαὶ ἰσοπλεύρων ἐστὶ πολυχωρητότερος, καὶ ἄλλα τοιαῦτα, ἤρετο τὸν ἑαυτοῦ κύριον ὁ αἰχμάλωτος εἰ
[*](D) πύθοιτο τῶν διδασκάλων περὶ ὧν διδάσκουσι· καὶ ὃς ἐπέτρεψεν. ὁ δὲ τοὺς λόγους τῶν διδασκομένων ἐζήτει σαφηνίσαι αὐτούς. οἶ δ’ ἠπόρουν πρὸς τοῦτο, καὶ ὁ ἀρχηγὸς τῶν Ἀγαρηνῶν προσκαλεσάμενος τὸν αἰχμάλωτον , “ σὺ δ' ” ἔφη ‘‘δύναιο ἂν ἀποδοῦναι τοὺς λόγους τούτους;” κἀκεῖνος κατέθετο. ‘‘οὐκοῦν λέξον εἶπε. καὶ ἀρξάμενος ὁ αἰχμάλωτος ἐσαφήνιζεν ἕκαστον καὶ λόγους ἀπεδίδου καὶ τὰς αἰτίας κατέλεγε. καὶ οἶ ἀκούοντες ἐν συνέσει τῶν λεγομένων ἐγίνοντο καὶ ὀξύτερον ἐπέβαλλον τοῖς θεωρήμασι, καὶ σφίσιν ηὐρύνετο ἡ διάνοια καὶ τὸν ἄνδρα ἐθαύμαζον ἤροντό τε εἰ καὶ ἄλλους ἔχει τοιοίτουσ ἡ Κωνσταντίνου. ὁ δὲ “πολλούς” ἔφη “ κρείττους ἐμοῦ κέκτηται, ἴνα δὲ τῶν ἁπάντων διδάσκαλον, ἄνδρα ἐν τοῖς τῆς φιλοσοφίας λόγοις παντὶ ἀπαράμιλλον.” ἔρωτι τοίνυν ἀκούσας ταῦτα ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς ἑάλω τοῦ διδασκάλου ἐκείνου, καὶ ἤθελεν ἐλθεῖν εἰς θέαν τούτου καὶ εἰς ἀκρόασιν, καὶ ἐγχαράξας ἐπιστολὴν πρὸς τὸν ἄνδρα παρακαλοῦσαν
14
ἀφικέσθαι καὶ μεταδοῦναι αὐτῷ τῆς σοφίας αὐτοῦ, διὰ τοῦ αἰχμαλώτου στέλλει αὐτήν, φιλοτίμως τοῦτον δεξιωσάμενος. ὡς δέ οἶ ἐκεκόμιστο ἡ γραφή, δείσας μὴ αἰτιαθείη ὡς γράμμα δεξάμενος ἐξ ἐχθρῶν, τῷ λογοθέτῃ τοῦ δρόμου ἐγχειρίζει τὸ ἐπιστόλιον
[*](B) καὶ παρίστησι τὸν αἰχμάλωτον, κἀκεῖνος τὴν ὑπόθεσιν διηγήσατο. ἐντεῦθεν γνώριμος ὁ φιλόσοφος Λέων τῷ Θεοφίλῳ ἐγένετο καὶ εὐεργετεῖται καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, εἶτα καὶ ἀρχιερεὺς χειροτονεῖται Θεσσαλονίκης. θανόντος μέντοι τοῦ Θεοφίλου , καὶ τῶν εἰκονομάχων ἀρχιερέων καθαιρέσει ὑποβληθέντων, καὶ ὁ Λέων οὑτωσὶ συγκαθῄρητο, ὅτι μὴ τιμὴν ταῖς θείαις εἰκόσιν ἀπένεμε. τοῦτον οὖν ὁ Βάρδας σχολάζοντα εὑρηκὼς τῶν λοιπῶν διδασκάλων ἐπέκεινα ἔταξε, καὶ οὕτως ἀναθηλῆσαι τοὺς λόγους ἐποίησε, καὶ εἰς ἐπίδοσιν προήωεγκεν οὐ διὰ μακροῦ. καὶ τοὺς νόμους δὲ τοὺς πο-
[*](C) λιτικοὺς ἀνηβῆσαι πεποίηκε, φοιτῶν αὐτὸς εἰς τὰ δικαστήρια, ἤδη καὶ τῆς τούτων γνώσεως σχεδὸν ἐκλελοιπυίας παντάπασιν. ἡ μὲν οὖν περὶ τὰς ἐπιστήμας καὶ τὰ μαθήματα τοῦ Βάρδα σπουδὴ ἀξιἐπαινος, τὰ δ’ ἄλλα καὶ λίαν ψεκτὰ καὶ κατάπτυστα. τοῦ γὰρ ἱεροῦ Μεθοδίου ἔτη τὴν ἐκκλησίαν ἰθυναντος τέσσαρα καὶ πρὸς τὰς ἀιδίους μεταστάντος μονάς, ὁ μοναχὸς Ἰγνάτιος τῆς ἐκκλησίας προέστη, ὃς θυγατριδῆς μὲν ἦν Νικηφόρου τοῦ βασιλέως τοῦ ἀπὸ γενικῶν, υἱὸς δὲ Μιχαὴλ βασιλέως τοῦ Ῥαγγαβἐ, καὶ μετὰ τὴν ἐκ τῆς βασιλείας ἀπόπτωσιν τοῦ πατρὸς αὐτοῦ, παρὰ τοῦ Λέοντος ἐκτομίας γενόμενος, ἐκείρατό τε τὴν τρίχα καὶ ἐπὶ μακρὸν ἀσκητικοῖς ἱδρῶσι τὸ σαρκίον ἐδάμασεν , ὃν ἡ βασιλὶς Θεοδώρα τὰ τῆς
[*](D) βασιλείας ἰθύνουσα εἰς τὸν ἀρχιερατικὸν τῆς Κων-
15
σταντινουπόλεως ἀνήγαγε θρόνον. οὗτος τοίνυν ὁ θεῖος τὸν Καίσαρα Βάρδαν, τὴν γαμετὴν ἀναιτίως ἀποπεμψάμενον , συμφθείρεσθαι δὲ λεγόμενον τ’ῇ νύμφῃ τῆ ἑαυτοῦ, τῶν ἱερῶν ἐπιβῆναι περιβόλων ἐκώλυεν. ὁ δὲ διὰ τοῦτο τῆς ἐκκλησίας μεθίστησι τὸν ἀρχιερέα, καὶ πολλὰ κακώσας τέλος ἐγκλείει τάφῳ. εἶτ’ ἐκεῖθεν ἐξενεγκὼν εἰς Μιτυλήνην τὴν νῆσον ὑπερορίζει. καὶ οὐ τοῦτον μόνον οὕτω διέθετο, ἀλλὰ καὶ πλείους ἄλλους τῶν ἀρχιερέων, ὅσοι τῷ Ἰγνατίῳ γεγόνασι σύμψηφοι αὐτὸν ἀφορίσαντι· προχειρίζεται δὲ πατριάρχην τὸν Φώτιον, ἄνδρα τῶν ἐπισήμων ὀνομαστότατον. τότε τυγχάνοντα καὶ ἐν λόγοις ὀνομαστότατον. ὡς δ’ ἔτυχε παρεῖναι καὶ τοποτηρητὰς τοῦ πάπα Ῥώμης κατὰ τῶν εἰκονομάχων σταλέντας , κἀκείνους ὁ Βάρδας πείθει τῆς ἑαυτοῦ γενέσθαι γνώμης. ἐν γοῦν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ ἀθροισθέντες ἄγουσι καὶ τὸν ἱερώτατον Ἰγνάτιον ἐκ τῆς ὑπερορίας, καὶ ποι τοῦτον ὑπὸ καθαίρεσιν. καὶ ταῦτα μὲν ὧδέ πῃ συμβέβηκε.
Τὸ δ’ ἔθνος τῶν Ῥὼς Σκυθικὸν ὂν τῶν περὶ τὸν Ταῦρον ἐθνῶν στόλῳ τὰ τοῦ Εὐξείνου πόντου κατέτρεχε καὶ αὐτῇ τῇ Βυζαντίδι ἐπιέναι διεμελέτα. ἀλλ’ οὐκ εἰς ἔργον ἤχθη σφίσι τὸ βούλευμα, κωλυσάσης τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν. ἀλλὰ καὶ [*](B) οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι τῆς γῆς συμβεβήκασιν , ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ’ οὐδὲν τῶν ἱππηλάτων
16
ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ ἁγίου Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππηλάσια. ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασιλεῖς ἐπενόησαν , ἵνα μὴ ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χώραις τῶν Ῥωμαίων
[*](C) εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου μετεώρου τινὸς ἐδομήσαντο φρούριον , Λοῦλον κεκλημένον , καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον, ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαηλιτῶν, , ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς δὲ κατὰ τὸν Αἰγιαλὸν ἰδοῦσι τοῦτον ᾔρετο ἄλλος, καὶ τοῖς κατὰ τὸν Μίμαντα ἕτερος, καὶ οἱ κατὰ τὸν Κύριζον αὖθις ἐφρυκτώρουν, καὶ οἱ κατὰ τὸν Μώκιλον ὁμοίως ἐπύρσευον, καὶ ἐπὶ πᾶσιν ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ πυρσὸς ᾔρετο. οὓς ὁρῶντες οἶ ἐν ταῖς χώραις διὰ βραχέος εἰ ὀχυρώματα συνέκλειον ἑαυτοὺς
[*](D) καὶ τὰς τῶν βαρβάρων λεηλασίας ἐξέκλινον. ἐκ δὲ τοῦ βουνοῦ τοῦ ἁγίου Αὐξεντίου τῷ βασιλεύοντι τῆς τῶν δυσμενῶν ἐπιδρομῆς ἐδίδοτο γνῶσις. ἔνα τοίνυν μὴ ἀνακόπτοιτο τῶν ἱππηλάτων ἀγώνων, ἐν καιρῷ τούτων πολλάκις τῶν πυρσῶν αἰρομένων, τῶν τῇ βασιλίδι γειτονούντων πυρσῶν σχολὴν κατεψηφίσατο. κατεγίνωσκε δὲ καὶ τῶν πρότερον βασιλευσάντων, ὅτι μὴ λιτότητι ἔχαιρον, σοβαρότητος δ’ ἀντεποιοῦντο καὶ ὄγκου βασιλικοῦ. ὅθεν αὐτὸς μετριότητα δοκῶν μετιέναι, συνήντησέ ποτε γυναικὶ ἄρτι λουσαμένῃ καὶ οἴκαδε ὑπονοστούσῃ , καὶ τοῦ ἵππου ἀποβὰς ἀπῄει μετὰ τῆς γυναικὸς σὺν ὀλίγοις τισὶ νεανίαις, οἱ τῶν ἀπορρήτων συμμετεῖχον αὐτῷ,
17
καὶ ἐν τῆ οἰκίᾳ αὐτῆς γεγονὼς καὶ συμμετασχὼν τραπέζης αὐτῇ πεζοπορῶν ἀπῄει πρὸς τὰ ἀνάκτορα. καὶ ὁ μὲν ἐν τοῖς τοιούτοις ὡς μέγα τι κατορθῶν ἐβρενθύετο, τοῖς δ’ ἄλλοις ἀνοηταίνειν ἐκρίνετο καὶ μῖσος ὑπέτρεφον κατ’ αὐτοῦ. οὐχ ἥκιστα δὲ μισητὸς ἐδόκει διὰ τοὺς παρατρεφομένους αὐτῷ ἐναγεῖς νεανίας, οἱ πρὸς ἅπαν κακὸν αὐτὸν ὑπεξέκαιον , οἱ καὶ ἀρχιερεῖς ἔπλαττον ἑαυτοὺς καὶ τὴν ἀναίμακτον ἱερουργίαν τελεῖν ὑπεκρίνοντο, καὶ αὐτὸν τὸν Μιχαὴλ συνιερουργοῦντα δῆθεν ἔχοντες ἑαυτοῖς, παίζοντες ἐν οὐ παικτοῖς, ἢ ὄξος τε μιγνύντες καὶ σίνηπι καὶ σκεύεσι χρυσέοις καὶ λιθοκολλήτοις παρ’ αὐτοῦ χορηγουμένοις τὸ κρᾶμα ἐγχέοντες μετεδίδουν τούτου τοῖς συμμύσταις αὐτῶν καὶ συμπαίστορσιν. ἀλλὰ πάντα καταλέγειν τὰ τοῦ τοιούτου χοροῦ, οἷς συνθιασώτης
[*](B) καὶ αὐτὸς ὁ βασιλεὺς ἐτύγχανεν ὤν, πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας οὐχ ἥκιστα. ἥκει δ’ ὁ λόγος τὴν τοῦ Βάρδα διηγησόμενος ἀποβίωσιν καὶ τὴν τοῦ κρατοῦντος αὐτοῦ καὶ πρὸ τούτων τὴν τοῦ Βασιλείου τοῦ Μακεδόνος οἰκείωσιν πρὸς τὸν Μιχαήλ,
ὃς ἐκ Μακεδονίας μὲν ἦν, ἔφυ δὲ πατέρων ἀσήμων καὶ ἀφανῶν, εἰ καί τις τῶν τὰ περὶ αὐτοῦ ἐξιστορησάντων ἐκ τοῦ τῶν Ἀρσακιδῶν αὐτὸν γένους κατάγεσθαι τερατεύεται. τοῦ Κρούμου δέ, τῶν Βουλγάρων δ’ ἦν οὗτος ἀρχηγός, τὴν Ἀδριανούπολιν κατασχόντος , καὶ οἶ τούτου γεννήτορες αἰχμάλωτοι γεγονότες εἰς τὴν ἐκείνων χώραν μετήχθησαν, ἀρτιγενὲς τοῦτον καὶ ὑπομάζιον φέροντες. τοῦ Κρούμου [*](C) δὲ ἀποβεβιωκότος ἤδη ἕτερος τῆς ἀρχῆς τῶν Βουλγάρων ἐπείληπτο, ὃς πολλάκις ἐν πολέμοις τοῖς πρὸς Ῥωμαίους θραυσθεὶς σπονδὰς πρὸς τὸν τότε κρατοῦντα Ῥωμαίων πεποίητο, καὶ τοὺς αἰχμαλώ-
18
τοὺς ἐλευθερῶσαι συνέθετο, καὶ μέντοι καὶ κατὰ τὰς συνθήκας πεποίηκεν. ἐφήβου δ’ ἦν ἡλικίας τότε ἁψάμενος ὁ Βασίλειος. νηπιόθεν μέντοι πολλὰ σημεῖα γενέσθαι φασὶ τὴν βασιλείαν αὐτῷ προσημαίνοντα, ὧν ἓν ἦν καὶ τὸ ῥηθησόμενον. νήπιος μὲν ἦν ὁ Βασίλειος, οἱ δὲ τούτου γονεῖς περὶ θέρος ἠσχόληντο καὶ τὸ νήπιον ὑπνῶττον ὑπὸ τὸν ἥλιον ἔκειτο · δὲ πετόμενος πρόσγειος ἡπλωμέναις ταῖς πτέρυξι
[*](D) τῷ βρέφει σκιὰν ἐσχεδίαζεν. ἡ δὲ μήτηρ ὡς εἶδε τὸν ἀετὸν τῷ παιδὶ προσεγγίζοντα, ἦρέ τε τὴν φωνὴν καὶ προσέδραμε τῷ υἱῷ καὶ λίθοις τὸν ἀετὸν ἀπεδίωκε. τῆς δὲ πρὸς τὸ ἔργον χωρησάσης αὖθις ὁ ἀετὸς προσῄει τῷ βρέφει κοιμωμένῳ , ἐπιτελῶν τὸ λειτούργημα. καὶ ἡ μήτηρ πάλιν τε τεθορύβητο καὶ αὐτὸν ἀπεδίωκεν. ὡς δὲ πολλάκις τοῦτο ἐγένετο, εἰς συναίσθησιν ἧκε καὶ χρηστὸν ὑπείληφε τὸ πρᾶγμα οἰώνισμα. ἤδη δὲ αὐτοῦ ὑπερβεβηκότος τὸν μείρακα, ὁ πατὴρ μὲν κατέλυσε τὴν ζωήν , ἡ δὲ μήτηρ αὐτοῦ πρὸς τῇ πενίᾳ καὶ τοῖς τῆς χηρείας κακοῖς ἐπιέζετο. ὁ δὲ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων μὴ εὐπορῶν, ἔγνω μισθῷ πρὸς ὑπηρεσίαν ἑαυτὸν ἐκσοῦναί τινι· καὶ ἄρας ἔρχεται πρὸς τὴν μεγαλόπολιν. ὀψίας δὲ τὴν τῆς πόλεως εἰσελθὼν πύλην, ἣ καλεῖται Χρυσεία, παρὰ τῷ ναῷ τοῦ ἁγίου Διομήδους κατέλυσεν οὔπω μονῇ τότε τυγχάνοντι· καὶ πεσὼν ἔξω τοῦ τεμένους κατέδαρθε. νυκτὸς δὲ τῷ τοῦ ναοῦ νεωκόρῳ ὄναρ ὁ μάρτυς ἐφίσταται, καὶ τὸν βασιλέα ἐντὸς εἰσαγαγεῖν ἐγκελεύεται. ὁ δὲ ἐξελθὼν καὶ τὸν Βασίλειον εὑρὼν ἐπὶ ψιλοῦ τοῦ ἐδάφους ὑπνώττοντα, φάντασμα εἶναι τὸν ὄνειρον ὑπείληφε μάταιον. ὡς δὲ καὶ αὖθις τὸ αὐτὸ ἐδόκει ὁ ἅγιος ἐγκελεύεσθαι, ὁ δὲ καὶ πάλιν ἐξελθὼν οὐχ ἕτερον
19
εὗρεν ἢ τὸν Βασίλειον , ὑπέστρεψεν ὑπειληφὼς τὰ αὐτά. ἐκ τρίτου τοίνυν ὁ μάρτυς τῷ νεωκόρῳ ἐφίσταται καὶ προτρέπεται αὐτὸν εἰσαγαγεῖν τὸν ἐκτὸς κατακείμενον· ‘‘οὗτος γάρ ἐστιν” ἔφη ‘‘ὁ βασιλεύς.” ἐξελθὼν οὖν ὁ νεωκόρος ἀνίστησι τὸν Βασίλειον, καὶ ξενίζει τοῦτον παρὰ τῇ κατοικίᾳ αὐτοῦ, καὶ μεταδέδωσιν
[*](B) ὧν εὐπόρει. ἦν δὲ τῷ νεωκόρῳ ὁμαίμων τὴν ἰατρικὴν μετιὼν καὶ τῷ Θεοφιλίτζῃ ὑπηρετῶν. ὁ δὲ Θεοφιλίτζης οὗτος τῷ Καίσαρι Βάρδᾳ καὶ τῷ βασιλεῖ Μιχαὴλ κατὰ γένος ᾠκείωτο , διὰ τὸ τῆς ἡλικίας βράχιστον ὑποκοριζόμενος καὶ Θεοφιλίτζης καλούμενος. τούτῳ τοίνυν τῷ ἀδελφῷ ὁ νεωκόρος τὸ ἀπόρρητον ἐκκαλύψας ἐνύπνιον ἠξίωσε συστῆσαι τοῦτόν τινι τῶν ἀρχόντων εἰς ὑπηρέτησιν. ὁ δὲ τῷ οἰκείῳ κυρίῳ τοῦτον συνίστησι. πρότερον δὲ τὸ περὶ τῆς βασιλείας δι’ ὀνειράτων χρησμῴδημα τῷ Βασιλείῳ ἀνεκάλυψαν ἄμφω τὼ ἀδελφὼ καὶ μεμνῆσθαι σφῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ ὅρκοις αὐτὸν προκατέλαβον.
[*](C) ἡσθεὶς οὗν ὁ Θεοφιλίτζης ἐπὶ τῷ Βασιλείῳ, ἦν γὰρ εὐειδής τε καὶ εὐμήκης καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος, βαθεῖάν τε τρέφων κόμην καὶ ταύτην οὔλην, τοῖς οἰκείοις ἱπποκόμοις τοῦτον ἐπέστησε· πρωτοστράτορα τοῦτον οἶδεν ὀνομάζειν ἡ διάλεκτος ἡ κοινή. ἐζητήθη δὲ καὶ τῷ βασιλεῖ γενναῖός τις ἱπποκόμος καὶ περὶ τὴν ὑπηρεσίαν ταύτην εὐφυῶς διακείμενος. κεκόμιστο γάρ ποθεν ἵππος τῷ βασιλεῖ Μιχαήλ, εἰς πᾶσαν μὲν ἀρετὴν ἵππῳ πρέπουσαν ἐπιτήδειος, σκληραύχην δὲ καὶ μὴ ῥᾳδίως ἀναβαινόμενος. μένος. τούτου εἰς θέαν ἥκων ὁ βασιλεὺς ἀναβῆναί τινι τοῦτον ἐπέτρεπεν. πλειόνων δ’ ἐπικεχειρηκότων, ἐκεῖνος ἐθρασύνετό τε καἰ ἐγαυρία
[*](D) καὶ τὸν ἀναβαίνοντα ἀπεσείετο. ἐχαλέπηνεν ἐπὶ
20
τούτοις ὁ βασιλεὺς καὶ ὅτι μὴ ἔχοι ἱπποκόμον περιδέξιον ἤσχαλλε. παρὼν δὲ ὁ Θεοφιλίτζης ἔχειν εἶπεν αὐτὸς τοιοῦτον, καί ‘‘εἰ βούλει” φησί, ‘‘βασιλεῦ, παρίτω.” καὶ ὃς ἐπέτρεψε, καὶ ὁ Βασίλειος μετεκέκλητο καὶ τοῦ χαλινοῦ τοῦ ἵππου λαβόμενος καὶ περιποππύσας καὶ καταψήσας αὐτὸν κούφως τε μετεωρίσας ἑαυτὸν ἐπιβέβηκε καὶ περικαλπάσας μικρόν, εἶτα καὶ ὅλον αὐτῷ τὸν ῥυτῆρα ἐνδέδωκέ τε καὶ ἐξιππάσατο. ἥσθη τούτοις ὁ βασιλεὺς καὶ τὸν Βασίλειον προσελάβετο καὶ τοῖς βασιλικοῖς ἱπποκόμοις συνέταξε καὶ προιὼν καὶ πρωτοστράτορα τὸν ἄνδρα ἐτίμησεν· ἡ ἀξία δὲ τῶν ἐπισήμων καὶ τῶν ᾠκειωμένων τῷ βασιλεῖ· καὶ ἐπεδίδου καθ’ ἑκάστην ἡ περὶ τὸν Βασίλειον τοῦ βασιλέως διάθεσις, καὶ τοσοῦτον ὡς καὶ εἰς φθόνον κινήσαι τὸν Καίσαρα.
Ποτὲ δετῆς τοῦ βασιλέως μητρὸς συνεστιωμένης τῷ βασιλεῖ ὁ πρωτοστράτωρ εἰσεκλήθη Βασίλειος τοῦτο τοῦ βασιλέως κελεύσαντος. καὶ ἡ βασίλισσα συνεχῶς αὐτῷ ἐνητένιζε, καὶ ἐώρα τὸν ἄνδρα περιεργότερον, εἶτα καὶ ἀπεφοίβασε τοῦτον εἶναι τὸν ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει, καὶ οὐδὲν ἀπῆγεν αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον , ἤδη δὲ καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβούλευε τῷ ἀνδρὶ καὶ παρ’ αὐτοῦ ἀντεπεβουλεύετο. ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν [*](B) κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν τῆς θεοτόκου ναὸν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συνταξόμενος, ἀξόμενος , καὶ ἤδη τῷ
21
θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλίσθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαίσιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδελεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖνος ὁ ἀβέλτερος ἄνθρωπος , καί τινα τῶν
[*](C) ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν· ὁ τῷ Βάρδᾳ οὐκ ἦν ἀνεκτόν, ἀλλ’ ἐπὶ τούτῳ καὶ ἐβαρυθύμει. ἐκστρατεύσαντος δὲ τοῦ βασιλέως, ὡς εἴρηται, καὶ ὁ Καῖσαρ ἐκείνῳ συνεξεστράτευσε, καὶ πυκνὰς κατ’ αὐτοῦ τῷ Μιχαὴλ ὁ Βασίλειος καὶ οἷ περὶ ἐκεῖνον πεποίηντο τὰς διαβολάς, καὶ κεκύρωτο διὰ ταύτας ἡ κατ’ ἐκείνου ἐπιβουλή. πολλὴν δὲ δύναμιν περιβεβλημένου τοῦ Καίσαρος, οἶ τὴν ἐπιβουλὴν ἀρτύοντες ἐδειλαίνοντο. πρωίας δέ ποτε τοῦ Βᾶ ἐκ τῆς οἰκείας σκηνῆς προελθόντος μετὰ λαμπρότητος καὶ δορυφορίας πολλῆς, καὶ τῷ βασιλεῖ
[*](D) προσελθόντος, συγκαθίσαντός τε καὶ συνομιλοῦντος αὐτῷ, ὁ Βασίλειος ὄπισθεν αὐτοῦ ἑστηκὼς τὴν χεῖρα ἐπέσειεν, ἀπειλῶν ὥσπερ τῷ Καίσαρι. ὁ δὲ κατά τινα χρείαν ἑτέραν ἀθρόον ἐπιστραφεὶς καὶ ἰδὼν τὴν χεῖρα τοῦ Βασιλείου, καὶ συνεὶς τὸ δηλούμενον, τοῖς ποσὶ τοῦ βασιλέως ἐπέρριψεν ἑαυτόν. ὤκνουν δ’ οἶ κατ’ αὐτοῦ συνομοσάμενοι τὴν ἐγχείρησιν, μέχρις αὐτὸς ὁ Βασίλειος πρῶτος αὐτῷ τὸ ξίφος ἐπήνεγκεν. οὕτω γὰρ καὶ οἶ ἄλλοι ἀναθαρσήσαντες ὢ μεληδὸν τὸν Βάρδαν περιστάντες συνέκοψαν, καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος τῆς βιοτῆς συνεκύρησεν. ὁ δέ γε βασιλεὺς τῆς ἐκστρατείας ἀφέμενος, εἰς τὸ
22
Βυζάντιον ἐπανέζευξε , καὶ ζεύγνυσι τῶ Βασιλείῳ Εὐδοκίαν τὴν θυγατέρα τοῦ Ἵγκηρος, ἥτις αὐτῷ τῷ κρατοῦντι πρῴην ἐπαλλακεύετο · εἶτα καὶ βασιλέα τοῦτον ἀνεῖπεν αὐτὸς ἐν τῇ μεγάλῃ παραγενόμενος ἐκκλησίᾳ καὶ διὰ τοῦ πατριάρχου Φωτίου περιθεὶς αὐτῷ τὸ διάδημα. τίκτεται δὲ τῷ Βασιλείῳ ἐκ τῆς Εὐδοκίας παιδίον ἄρρεν ὁ Λέων, ὃ τοῦ Μιχαὴλ μᾶλλον εἶναι ἐλέγετο, ὡς ἐγκύου τῆς Εὐδοκίας οὔσης ὅτε τῷ Βασιλείῳ συνῴκιστο. ἱππηλασίαις δὲ καὶ συμποσίοις ἁ εἰ σχολάζων ὁ Μιχαὴλ καὶ συνεχῶς μεθυσκόμενος καὶ τόν φρενῶν ἐξιστάμενος, ἃς οὐ δ’ ἑ νήφων ἔρρωτο, εἰς φόνον ἑαυτοῦ τὸν Βασίλειον ἐξηρέθισεν. ἐκ γὰρ ἵππων ἀγῶνος ἐν τῷ ἁγίῳ Μάμαντι τελεσθέντος, ἐν ᾧ αὐτὸς ἡνιόχησε καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ νενίκηκεν, ἐπὶ δεῖπνον ἀνακλιθέντος συνανεκλίνετο καὶ ὁ Βασίλειος καὶ ἡ
[*](B) Εὐδοκία. Βασιλικῖνος δέ τις τῆς βασιλείου τριήρους πρῴην ἐρέτης ὤν, διὰ δὲ σώματος ὡραιότητα πρόσ’ ληφθεὶς παρὰ τοῦ κρατοῦντος καὶ τούτῳ οἰκειωθείς, παρεστὼς τότε δειπνοῦντι τῷ βασιλεῖ ἐξεθείαζεν αὐτόν, ὡς εὐφυῶς ἄγαν καὶ ἐντέχνως ἡνιοχήσαντα. ὁ δέ, ἤδη γὰρ ἠκρατίσατο καὶ τὸν νοῦν ἐκτεθόλωτο, ἡσθεὶς τοῖς ἐπαίνοις , ἐδίδου αὐτῷ τὰ φοινικόχροα πέδιλα καὶ προσέταττεν ὑποδήσασθαι καὶ βασιλέα ἀνεῖπε. τοῦ δὲ εὐλαβουμένου καὶ πρὸς τὸν Βασίλειον ἐνορῶντος, ὁ βασιλεὺς ἐχαλέπαινεν. ὁ δὲ Βασίλειος ἐνένευσεν αὐτῷ πεισθῆναι καὶ ὑποδήσασθαι· καὶ ὃς λαβὼν ὑπεδήσατο. ὁ δὲ βασιλεὺς τῷ Βασιλείῳ
[*](C) ἔφη χολούμενος τούτῳ μᾶλλον ἢ σοὶ τὰ τῆς βασιλείας παράσημα ἐπεοίκασιν. ἢ οὐκ ἔξεστί μοι, ὡς σὲ βασιλέα πεποίηκα, ποιῆσαι καὶ ἕτερον;” ἐντεῦθεν δεδοικὼς ὁ Βασίλειος καὶ περὶ τῆ βασιλείᾳ
23
καὶ τῇ ζωῇ δρᾶσαι πρὸ τοῦ παθεῖν ἐμελέτησεν, ἐτέροις τε τὸ μελέτημα κοινωσάμενος, ἐπεὶ αὖθις ἐν δείπνῳ ἀκρατοποσίαις χρησάμενος ὁ Μιχαὴλ ἤδη κεκάρωτο, καὶ τῷ ἑαυτοῦ κοιτῶνι ἐν τοῖς κατὰ τὸν ἅγιον Μάμαντα βασιλείοις χειραγωγούμενος ἀνεκέκλιτο καὶ ὕπνῳ βαθυτάτῳ κατείληπτο, πρῶτον μὲν ἐξιὼν ὁ Βασίλειος τὰ κλεῖθρα τοῦ βασιλικοῦ κοίτῶνος κατέαξεν, ἵνα μὴ κλεῖσαι τὰς θύρας οἱ περὶ τὸν κοιτῶνα στρεφόμενοι δύναιντο, εἶτα καὶ τοὺς συνωμότας παραλαβὼν ἄπεισι. τῶν δὲ προκοιτούντων
[*](D) ὀλίγων ὄντων καὶ κωλύειν ἐπιχειρούντων , θόρυβος ἤρθη, καὶ διυπνίσθη ὁ βασιλεύς. εἰσελθόντος δέ τινος τῶν σὺν τῷ Βασιλείῳ καὶ τὸ ξίφος ἠρκότος κατὰ τοῦ Μιχαὴλ, ἐκεῖνος τὰς χεῖρας ἦρε, καὶ ἄμφω ταύτας ὁ ξιφηφόρος πλήξας ἀπέκοψε, καὶ ὑπέστρεψε πρὸς τοὺς ἄλλους. ὁ δὲ μὴ φυγεῖν οἷός τε ὢν ἀκροσφαλῶς ἐκ τοῦ οἴνου βαίνων καὶ τῇ μέθῃ συμποδιζόμενος, ἔκειτο δεινῶς ἀπολοφυρόμενος, καί τις ἕτερος τῶν περὶ τὸν Βασίλειον ἔτι ζῶντα τοῦτον ἰδὼν εἰσεπήδησε, καὶ κατὰ τῶν στέρνων αὐτοῦ τὸ ξίφος ὠθήσας ἐπὶ τὴν γαστέρα τοῦτο προήνεγκεν, ὡς ἐκπεσεῖν αὐτῆς καὶ τὰ ἔγκατα.
Τῷ μὲν οὑν Μιχαὴλ οὕτως ἐπιλέλοιπε τὸ βιώδιμον ἀξίως τῆς αὐτοῦ βιοτῆς. ὁ δὲ Βασίλειος αὐτίκα εἰς τὰ βασίλεια παρεγένετο, καὶ τούτων γενόνενος ἐγκρατὴς ἔπεμψε τῶν τοῦ κοιτῶνός τινα κηδεπῦσαι τὸν Μιχαὴλ. ὃς ἀπελθὼν εὗρε τὸν δείλαιον ἵππου ἐγκεκορδυλημένον σαγίσματι, καὶ ἀπαγαγὼν αὐτὸν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως ἔθαψεν. ὃς σὺν τῇ μητρὶ μὲν ἐβασίλευσεν ἔτη δέκα καὶ τέσσαρα , ἕν δ’ ἐπὶ δέκα ἦρξε μόνος αὐτός. ἤδη δὲ τῆς βασιλείας δραξάμενος ὁ Βασίλειος καὶ παρὰ πάντων αὐτοκρά-
24
τωρ ἀναρρηθείς, τοὺς βασιλικοὺς παρόντων τῶν τῆς συγκλήτου λογάδων ἀνέῳξε θησαυρούς, ἐν οἷς οὐδὲν ἕτερον εὕρητο ἤ μόνα χρυσίου κεντηνάρια τρία.
[*](B) βουλῆς οὖν προτεθείσης ἐψήφιστο παρὰ πάντων τοὺς ἐξ οὐδεμιᾶς χρήματα λαβόντας εὐλόγου λαβῆς ἀναδιδόναι ταῦτα ἢ τό γε δὴ μετριώτερον τὰ ἡμίση. καὶ ἀκολούθως τῇ ψήφῳ τὰ ἡμίση ἐπράττετο, καὶ οὐ μείω τριακοσίων ἐντεῦθεν κεντηναρίων τὸ ταμεῖον τὸ βασιλικὸν εἰσωδίασεν. εἰς δὲ τὴν μεγάλην ἐκκλησίαν ἐν ἑορτῇ ἀπελθὼν ὁ Βασίλειος καὶ τῆς ἀναιμάκτου θυσίας μετασχεῖν βουληθείς, ἐκωλύθη παρὰ τοῦ πατριάρχου Φωτίου, ἀνδροφόνον ἀποκαλοῦντος αὐτόν. ὀργισθεὶς οὖν διὰ τοῦτο σύνοδον συνήθροισε καὶ τὸν Φώτιον τῆς ἐκκλησίας ἐξώθησεν, ὡς τάχα παρανόμως τοῦ Ἰγνατίου κατασπασθέντος τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ παρὰ Βάρδα τοῦ Καίσαρος, καὶ αὐτοῦ μὴ κανονικῶς ἐκείνου ζῶντος τοῦ θώκου
[*](C) τοῦ θείου ἐπιβατεύσαντος , Πάτροκλον τοῦτο πρόφασιν προβαλλόμενος. ἀνάγει γοῦν πάλιν εἰς τὴν τῆς ἀρχιερωσύνης περιωπὴν τὸν θεῖον Ἰγνάτιον. ἄρτι δὲ τῶν σκήπτρων ἐπειλημμένου αὐτοῦ ἀνταίρουσιν αὐτῷ χεῖρα τῶν πατρικίων τινὲς Γεώργιος καὶ Συμβάτιος, οἱ καὶ ληφθέντες ταῖς εἰς σῶμα ποιναῖς ἐκολάσθησαν. ἔστεψε δὲ βασιλεῖς Κωνσταντῖνον καὶ Λέοντα τοὺς υἱοὺς αὐτοῦ, μετέπειτα δὲ καὶ τὸν τρίτον Ἀλέξανδρον. τὸν δὲ τέταρτον Στέφανον πατριάρχην βουλόμενος προχειρίσασθαι , νεώτατον ὄντα τότε, τῷ κλήρῳ τῆς τοῦ θεοῦ ἐκκλησίας καταριθμεῖ. τὰς δέ γε θυγατέρας αὐτοῦ τέσσαρας οὔσας τῇ βασιλικῇ μονῇ τῆς ἁγίας Εὐφημίας κατέταξε. κατὰ δὲ
[*](D) τῶν ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν ἐκστρατεύσας ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, καὶ ἑάλω δ’ ἂν καὶ αὐτός, εἰ
25
μὴ ὁ Ἀβάστακτος Θεοφύλακτος ὁ πατὴρ τοῦ μετὰ ταῦτα βασιλεύσαντος τοῦ Ῥωμανοῦ τοῦ Λακαπηνοῦ αὐτὸν διεσώσατο. ἐπανελθὼν δὲ εἰς τὴν μεγαλόπολιν τὸν γαμβρὸν αὐτοῦ Χριστοφόρον κατὰ τῶν Ἀγαρηνῶν εἰς τὴν Κρήτην ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ τρεψάμενος τὸ θράσος σφῶν ἐταπείνωσεν. ἐξεστράτευσε δὲ καὶ κατὰ τῶν ἐν τῇ ἑῴᾳ μοίρᾳ Ἀγαρηνῶν ὁ αὐτοκράτωρ Βασίλειος καὶ κατὰ τῶν Μανιχαίων ὧν ἐξῆρχεν ὁ Χρυσόχειρ καλούμενος, καὶ φρούριά τινα κατασχὼν καὶ λείαν ἐλάσας ἐπεχείρησε μὲν πολιορκῆσαι καὶ τὴν Τεφρικὴν τὴν αὐτῶν μητρόπολιν, γνοὺς δὲ ταύτην καὶ προσεδρείας δεομένην πολλῆς καὶ ἄλλως δυσάλωτον , ἄρας ἐκεῖθεν ἀπῄει· καὶ τὸν Εὐφράτην εὑρὼν πολὺν ῥέοντα, ζεύξας τοῦτον ναυσὶ διεπέρασε, καὶ πολλὰ τῶν ἐκεῖ ληισάμενος, καὶ φρούρια ἑλὼν ἕτερα, καὶ τοῖς μὲν τῶν βαρβάρων σπεισάμενος , τοὺς δὲ προσκεχωρηκότας αὐτῷ δεξάμενος, εἰς τὴν τῶν πόλεων προκαθημένην ἐπανελήλυθε , καὶ διὰ μέσης θριαμβεύσας τῆς πόλεως εἰς τὰ βασίλεια ἐπανῆκεν. ὁ δὲ τῶν Μανιχαίων προεστηκὼς ὁ Χρυσόχειρ κατὰ τῶν Ῥωμαϊκῶν ἐπῄει χωρῶν, καὶ αὐτὰς ἐληίζετο. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν δομέστικον τῶν σχολῶν. ὅτι δὲ μὴ ἀξιόχρεων ἐπήγετο δύναμιν, κατὰ συστάδην αὐτῷ συμβαλεῖν οὐκ ἔκρινε δείν’. ὅπῃ δὲ παρείκοι, τοῖς αὐτοῦ συμπλεκόμενος σκιδναμένοις καὶ ποιουμένοις καταδρομὰς ἐκάκου αὐτοὺς καὶ οὐκ
[*](B) ἀδεῶς εἴα ποιεῖσθαι τὰς ἐκδρομὰς καὶ τὰς λεηλασίας. διὸ καὶ ἣν ἤδη ἴσχυσε λαβεῖν λείαν ὁ Χρυσόχειρ ἐπαγόμενος , οἴκαδε ἐπανέστρεφεν. ὁ δὲ δομέστικος τῶν σχολῶν δύο στρατηγοῖς ἐνετείλατο παρέπεσθαί οἶ μετὰ τῶν περὶ αὐτοὺς ταγμάτων καὶ μὴ ἐᾶν τοὺς
26
βαρβάρους σκίδνασθαι καὶ λεηλατεῖν. ἑσπέρας δὲ τοῦ μὲν Χρυσόχειρος καὶ τῶν περὶ αὐτὸν αὐλισαμένων έν ὑπωρείᾳ, τῶν δὲ Ῥωμαίων τὰ μετέωρα προκατειληφότων, ἔρις ἐνέπεσε περὶ πρωτείων καὶ τοῦ τίνες ἂν εἶεν ἀγαθοὶ μᾶλλον τὴν ἰσχὺν τοῖς ἀμφοῖν τῶν στρατηγῶν στρατιώταις. ὡς δ’ ἕκαστοι ἑαυτοὺς κρειττονεύειν τῶν ἄλλων ἐμεγαλαύχουν, εἶς τις λῦσαι τὴν ἔριν σφίσι βουλόμενος ‘‘ἔνα τί μάτην” φησί
[*](C) ‘‘συστρατιῶται θρασυνόμεθα, ἐνὸν μὴ λόγοις, ἀλλ’ ἔργοις ἄρτι φανῆναι τίνες ἄνδρες εἰσὶν ἀγαθοὶ τῶν πολεμίων παρόντων; ἔδοξεν οὖν ἡ βουλὴ τοῦ ἀνδρὸς ἀγαθὴ καὶ αὐτίκα τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ τῷ αἰφνιδίῳ καταπλαγέντες νῶτα τοῖς βάλλουσιν ἔτρεψαν, καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης κατεστρώθη τὸ μεταξὺ πεδίον νεκροῖς, καὶ αὐτὸς δὲ ὁ Χρυσόχειρ ἔπεσε τότε, καὶ πολλοὶ δ’ ἐζωγρήθησαν, καὶ τῷ βασιλεῖ ἐστάλησαν δέσμιοι, καὶ αὐτὴ δ’ ἡ κεφαλὴ τοῦ Χρυσόχειρος. Ἰγνατίου δὲ τοῦ πατριάρχου μεταστάντος εἰς τὰς ἐκεῖθεν μονάς, ὃς ἕνδεκα ἔτη τὰ πάντα τοὺς τῆς ἐκκλησίας ἴθυνεν οἴακας, ὁ Φώτιος τὸ δεύτερον παρὰ τοῦ Βασιλείου εἰς τὸν τῆς
[*](D) ἀρχιερωσύνης θρόνον ἀνάγεται. ἐπιβουλὴ δὲ συσκευαζομένη κατὰ τοῦ βασιλέως οὐκ ἔλαθεν. ὅθεν ὁ μὲν ἐξάρχων αὐτῆς Ῥωμανὸς ὁ Κουρκούας ἐξεκόπη τὰ ὄμματα , οἶ δὲ τούτῳ συνομοσάμενοι αἰκισθέντες καὶ καρέντες τὴν τρίχωσιν ὑπερορίαν κατεδικάσθησαν.
Ἤδη δὲ τοῦ ἔαρος ἀναλάμποντος ἐκστρατεύει κατὰ τῆς Συρίας τὸν ἔνα τῶν υἱῶν τὸν Κωνσταντῖνον ἔχων μεθ’ ἑαυτοῦ, καὶ εἷλε τῶν φρουρίων τινά, ἔνιοι δὲ προσεχώρησαν αὐτῷ διὰ τὴν τῶν ἄλλων ἅλωσιν δειλιάσαντες. εἶτα τῇ Γερμανικείᾳ
27
προσβάλλει, καὶ τὰ προάστεια δῃώσας αὐτῆς ἀφίκετο πρὸς πόλιν τὴν Ἄδαταν, καὶ ταύτην ἐπολιόρκει. ὀλιγώρως δὲ πρὸς τὴν πολιορκίαν διακειμένων τῶν πολιτῶν αὐτῆς ἤρετο αὐτοὺς ὁ Βασίλειος ὅτῳ πεποιθότες οὐ προσέρχονταί οἶ, ἤδη τῆς πόλεως ἁλισκομένης. καί τις τῶν χρόνῳ προβεβηκότων φησὶν ἀκριβῶς εἰδέναι ὡς οὐχ ὑπὸ σοῦ πέπρωται τὴν πόλιν ἁλῶναι νυνί, ἀλλ’ ὑφ’ ἑτέρου τῶν ἐξ ὀσφύος καταγομένων τῆς σῆς Κωνσταντίνου τὴν κλῆσιν. τοῦ δὲ βασιλέως τὸν υἱὸν ἐπιδείξαντος, καί ‘‘οὗτος ὁ Κωνσταντῖνός ἐστι” φήσαντος, ὁ γηραιὸς ἐκεῖνος ‘οὐχ οὗτος” εἶπεν ‘‘ὁ Κωνσταντῖνός ἐστιν, ὑφ’ οὗ ἡμῶν ἡ πόλις ἀλώσεται, ἕτερος δέ τις τῶν ἀπογόνων τῶν σῶν. μηνίσας οὖν ἐπὶ τοῖς τοῦ πρεσβύτου προμαντεύμασιν ὁ Βασίλειος, κραταιότερον τῇ πολιορκίᾳ ἐπέθετο. ἐπεὶ δὲ οὐδὲν ἤνυε, καὶ ψῦχος δὲ γεγονὸς ἐλύπει σφόδρα τὸ στράτευμα, τὴν πολιορκίαν λιπὼν ἐπανόδου ἐμέμνητο, τοὺς αἰχμαλώτους ἀναιρεθῆναι προστάξας, ἵνα μὴ φυλακῆς δέωνται ἤ τι νεωτερίσωσιν
[*](B) ἀδείας λαβόμενοι. οἱ δ’ ἐκ Ταρσοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ τὰς Ῥωμαϊκὰς κατέτρεχον χώρας, οἶς ἀντεπιὼν ὁ στρατηλάτης Ἀνδρέας τὰς ὁρμὰς αὐτῶν ἀνέκοπτεν. ἐπιστείλαντος δὲ αὐτῷ τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ὡς “ οὐδέν σε ὁ τῆς Μάριας υἱὸς ὀνήσει κατὰ σοῦ ἐπιόντος μου”, ἐκεῖνος τὴν βλάσφημον ἐπιστολὴν εἰκόνος τῆς θεομήτορος ἐξηρτήσατο, ‘ ἀνταπόδος τῷ ἀλαζόνι” λέγων ‘‘ὦ δέσποινα, τοῦ φρυάγματος τὰ ἐπίχειρα.” καὶ ταῦτα εἰπὼν ἐχώρει κατὰ τοῦ βλασφημήσαντος , καὶ μάχης κροτηθείσης τρέπονται οἱ πολέμιοι, καὶ γίνεται τούτων φόνος πολύς, καὶ αὐτὸς δὲ ὁ ἀμηρᾶς ἀποσφάττεται , μετρίων διαφυγόντων τινῶν. φθονηθεὶς δὲ ὁ στρα-
[*](C) 28
τηλάτης διεβέβλητο ὣ ’ς δυνάμενος καὶ τὴν Ταρσὸν ἐξελεῖν οὐκ ἠθέλησε. διὸ ἀφαιρεῖται μὲν τὴν ἀρχὴν ὁ βασιλεὺς ἀπ’ αὐτοῦ, δίδωσι δὲ ταύτην τῷ Στυππετώτῃ, ἐπαγγελλομένῳ καὶ τὴν Ταρσὸν ἐκποορθῆσαι καὶ ἄλλα πλείω κατωρθωκέναι νεανιευομένῳ· μένω· ὃς οὐ μόνον ὧν ηὔχει οὐδὲν κατωρθώκει, ἀλλὰ καὶ δυστυχήματι περιπέπτωκεν ἐξ ἀμελείας καὶ ἀπερισκέπτου σκηνώσεως. γνόντες γὰρ οἶ βάρβαροι τὸ ἐκείνου στρατόπεδον ἀφυλάκτως ἔχον, νυκτὸς αὐτῷ ἐπιτίθενται καὶ ἀναιροῦσι πολλούς, οἶ πλείους δὲ ὑπ’ ἀλλήλων συμπατούμενοι διεφθείροντο, καὶ οὕτως ὑπερέσχον οἶ ἐκ τῆς Ἄγαρ. ἀλλὰ
[*](D) τὰ μὲν ἑῷα τοῦτον ἔσχε τὸν τρόπον, χειρόνως δὲ διέκειντο τὰ ἑσπέρια. ἥ τε γὰρ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπήκοος Ἰταλία καὶ τὰ πλεῖστα τῆς Σικελίας ὑπόφορα τοῖς Καρχηδονίοις ἐπὶ τῆς βασιλείας τοῦ Μιχαὴλ γεγόνασιν, ἀλλὰ μὴν καὶ ἄλλα τῶν ἐθνῶν πλείονα. στόλον γὰρ ἐξαρτύσαντες οἶ ἐκ Καρχηδόνος Ἀγαρηνοὶ πολλὰ μὲν εἷλον πολίσματα, τέλος δ’ ἐπολιόρκουν καὶ τὸ Ῥαούσιον. στέλλουσιν οὖν οἱ Ῥαούσιοι πρεσβείαν πρὸς τὸν βασιλέα Βασίλειον, ἐπικουρίαν παρ’ αὐτοῦ ἐξαιτούμενοι , καὶ ὃς ἑκατὸν αὐτοῖς πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μαθόντες οἶ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ Λογγιβαρδίᾳ προσέβαλον , καὶ τὸ ἄστυ τῆς Βάρεως εἷλον, καὶ τούτῳ κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγιβαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη, τὰ παρὰ τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, πιεζόμενα, τὸ γεγονὸς κατὰ τὸ Ῥωούσιον, καὶ ὅτι τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς π‘ολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ
29
συμμαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑποτιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπεκούρησε τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων ῥῆγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύματι, ὑφ’ ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ ἀρχηγὸς αὐτῶν ἑάλω Σουλδάνος καλούμενος, ὃν ὁ ῥῆξ’ τῶν Φράγγων ἐν Καπύη ἀπήγαγεν. ὅπῃ δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη
[*](B) παρά του μειδιάσας οὐδέποτε , ὥστε τὸν ῥῆγα θαυμάζειν καὶ εἴ τις ἀπαγγείλει ὲν αὐτῷ γελῶντα τὸν βάρβαρον, δώσειν τι ἐπαγἐλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε ἰδεῖν τὸν Σουλδάνον γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥῆξ’ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἀμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ’ ἦρτο με- τέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. ‘‘οὕτω δ’ εἰκάσας καὶ τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ’ ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατηνέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι
[*](C) μετάρσιος.’’ ταῦτα μὲν εἶπεν ἐκεῖνος. ὁ δὲ ῥῆξ’ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰληφὼς καὶ τὸν Σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰόμενος, ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ. ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην καὶ τὴν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μή-
30
ποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ’ ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν ‘‘εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν
[*](D) αὐταῖς μετάγαγε ἀλλαχοῦ καὶ οὐκέτι τὸ πλῆθος καθ’ ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον.” συνοίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥῆξ’ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνήρ, καὶ ὥσπερ φιλικώτερον προσεφέρετο καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς ὁ ῥῆξ’ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις, ἔφη, τῶν λόγων τὸ τὰς σιδηρέας ἀλύσεις χαλκεύειν καὶ χειροπέδας καὶ ἄλλα δεσμά. τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρηκότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν, καὶ οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ Σουλδάνος παρὰ τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν προτέραν ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδου. οἶ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι στέλλουσι πρὸς τὸν ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ’ ἐκεῖνος τὴν πρεσβείαν οὐ προσήκατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, κασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι.
[*](B) καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπανῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ’
31
ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ Σουλδάνος ὅπῃ τε ἦν καὶ οἶα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν ‘‘εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί σ’ ἑ ἀπάγγειλον ἐκ τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ συνέθετο ποιήσειν ὡς ἐνετέλλετο , καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχόμενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατετέτμητο. ὁ δὲ Σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν, ὐπεχώρησε. καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγάλων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ
[*](C) ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν· ἤνυσε δὲ οὐδέν, ἀλλ’ αὐτός τε ἀπώλετο καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοιμασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συναντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωίμων δρουγγάριος ὁ πατρίκιος Νικητὰς ὁ Ὠορύφας, πολλὰς μὲν τῶν πολεμίων νεῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύταις ἐμπλέοντας, πολλοὺς δὲ μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολὺ εἰδῇ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάμων
[*](D) μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννησον καὶ τὰς ἐκεῖ κατέτρεχον νήσους. ἀλλ’ αὖθις αὐτοῖς ὁ ῥηθεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι · τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν, καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ
32
Πύλον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτίθεται τοῖς πολεμίοις ἀνωιστί, καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε ἴ’ τὰς δὲ καὶ αὐτάνδρους κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώλετο στόλος.
Ἐξ Ἀφρίκης δ’ ἕτεραι νῆες αὖθις ἐξήκοντα παμ- μεγέθεις ἐξώρμησαν, καὶ τῇ ὑπὸ Ῥωμαίους καὶ αὗται ἐλυμαίνοντο, καὶ μέχρι Κεφαλληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν ναυτικὸν κατ’ αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ’ ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ὰποδρασάντων, αἱ τριήρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ’ ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν, καὶ οἱ λιποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἕνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμἐνων Ἀγαρηνῶν ἐκβληθῆναι κελεύει νυκτός, καὶ πε- [*](B) ριχρἴσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο , εἶτα καὶ αἰκίσασθαι σφᾶς καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν, ἀνασκολοπισθῆναί τε ἀπαχθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ στόλου ναυτικοὶ ἐξεδειματώθησαν , καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν, καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν. καὶ οἶ ἐκ Μεσημβρίας δὲ Ἄραβες, ἐσχολακέναι τὸν Ῥωμαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοι-
33
νίκης καὶ τῆς Συρίας ναυσὶ προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος
[*](C) τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι τῶν πλωίμων ἀσχολουμένων , καὶ τῶν νώτων αὐτῶν οὐκ ἀφισταμένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφίνοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο, καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βασιθλεὺς ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοῦ τῷ Θεσβίτῃ ναὸν
[*](D) ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως, καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ’ αὐτοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἄρματι. ὅμως μέντοι τὴν ἅλωσιν καὶ κατασκαφὴν τῆς Συρακούσης μαθών , ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ’ οὐδὲν ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ δυνάμεως ἀξιομάχου ἐκπέπομφεν , ἄνδρα γενναιότατον ὁμοῦ καὶ στρατηγικώτατον, ὃς καὶ πολλὰ κατὰ τῶν τῆς Ἄγαρ ἐκγόνων ἐστήσατο τρόπαια. ὅτε δὲ τῷ Θεοφιλίτζῃ, ὡς εἴρηται, ἐξυπηρέτει, οὗτος ὁ βασιλεὺς συγκατῆλθεν ἐκείνῳ εἰς Πελοπόννησον, καὶ εἰς τὸν τοῦ ἁγίου ἀποστόλου Ἀνδρονίκου ναὸν εἰσῆλθε σὺν τῷ κυρίῳ αὐτοῦ. ἦν δ’ ἐκεῖσε Προσμένων μοναχός τις, ἀντιποιούμενος ἀρετῆς, ὃς τοῦ μὲν Θεοφιλίτζη οὐδεμίαν φροντίδα πεποίητο , τὸν δὲ Βασίλειον θεασάμενος καὶ ἐξυπανέστη καὶ προσε-
34
κύνησε καὶ φιλοφρόνως ἐδεξιώσατο. γυνὴ δέ τις χήρα ἐν τῇ χώρᾳ ἐκείνῃ τυγχάνουσα καὶ τῶν ἐγχωρίων πρωτεύουσα, πλούτῳ τε περιρρεομένη πολλῷ, συνήθης οὔσα τῷ μοναχῷ καὶ μαθοῦσα τὸ γεγονός, μετεπέμψατο τοῦτον καὶ ἤρετο πῶς τὸν μὲν Θεοφιλίτζην ἄρχοντα περιφανῆ καὶ τοῖς βασιλεῦσι κατὰ γένος προσήκοντα οὔτε προσρήσεως οὔτε δεξιώσεώς τινος κατηξίωσε, τῷ δ’ ἐκείνῳ ὑπηρετοῦντι καὶ προσεφώνησε καὶ τιμῆς μετέδωκεν οὐκ ἀναλολούσης
[*](PΔ) τῇ καταστάσει αὐτοῦ, ἀλλὰ καὶ λίαν ὑπερβαλλούσης αὐτήν. εἴκαζε γάρ, εἰδυῖα τὸν μοναχόν, μὴ ἀλόγως ποιῆσαι τὸ γεγονός. ὁ δὲ ‘‘τὸν μὲν Θεοφιλίτζην ἰδιώτην” εἶπεν ‘‘ἑώρων, βασιλέα δὲ τὸν Βασίλειον, καὶ διὰ τοῦτο καὶ ὡς βασιλέα τὸν ἄνδρα τετίμηκα. ἴσθι γὰρ ὡς πρὸς τοῦ θεοῦ βασιλεὺς ἐκεῖνος ἀφώρισται.” ταῦτα ἀκούσασα ἡ γυνή, ἐπεὶ νοσήσας ἐκεῖ κατελείφθη ὁ Βασίλειος, ἀπάραντος ἐκεῖθεν τοῦ κυρίου αὐτοῦ, προσελάβετό τε αὐτὸν εἰς τὸν οἶκον αὐτῆς καὶ θεραπείας ἠξίωσε, καὶ ἀναρρωσθέντα εἰσποιητὸν ἀδελφὸν τῷ υἱῷ αὐτῆς γενέσθαι πέπεικε, καὶ χρήματα παρέσχεν, εἶτα καὶ τὴν βασιλείαν αὐτῷ προαγορεύει, καὶ ὅτε τεύξεται τῆς ἀρχῆς, μή ἐπιλαθέσθαι τοῦ παιδὸς αὐτῆς ἀξιοῖ μήτ’ αὐτῆς, εἰ τοῖς ζῶσιν ἔτι συγκαταλέγοιτο. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τούτοις ἀπῆλθεν. ἐκείνη δὲ βασιλεύσαντος
[*](C) ἄρτι πρὸς τὴν βασιλίδα τῶν πόλεων μετὰ τοῦ υἱοῦ παρεγένετο, δῶρα προσαγαγοῦσα πο- λυτελῆ καὶ πολλά · ἣν ἐντίμως ὁ βασιλεὺς προσεδέξατο καὶ τὸν υἱὸν αὐτῆς, ὃν ἀδελφὸν ἐκ πνευματικῆς διαθέσεως, ὡς εἴρηται, ἔσχηκε, πρωτοσπαθάριον τετίμηκε. σεισμῶν δὲ διαφόρων συμβάντων, ἐξ ὧν πολλοὶ ναοὶ διερράγησαν, ὁ βασιλεὺς αὖθις
35
αὐτοὺς ἀνωρθώσατο· οὐ μὴν ἀλλὰ καὶ τὴν δυτικὴ ’ν μεγάλην ἁψῖδα τῆς τοῦ θεοῦ λόγου Σοφίας ῥαγεῖσαν καὶ πεσεῖν τυγχάνουσαν προσδοκήσιμον μηχαναῖς τεχνιτῶν συνέσφιγξέ τε καὶ ἥδρασε. καὶ τῶν Ἰουδαίων πολλοὺς δόσεσι χρημάτων καὶ ὑποσχέσεσι χριστιανοὺς γενέσθαι πέπεικε, καὶ τῷ ἔθνει τῶν Ῥὼςσπεισάμενος εἰς ἐπίγνωσιν ἐλθεῖν τοῦ καθ’ ἡμᾶς
[*](D) μυστηρίου πεποίηκε. συνθεμένοις γὰρ βαπτισθῆναι ἀρχιερεὺς αὐτοῖς ἐστάλη παρὰ τοῦ αὐτοκράτορος. οἶ δὲ μεταθέσθαι μέλλοντες ἐκ τῆς οἰκείας θρησκείας εἰς τὴν καθ’ ἡμᾶς ὤκνουν τε καὶ ἐδίσταζον, καί ‘‘εἰ μή τι θαῦμα ἴδοιμεν” εἶπον πρὸς τὸν ἀρχιερέα “ οἷα πολλὰ διδάσκεις αὐτὸς γενέσθαι πρὸς τοῦ Χριστοῦ, οὐκ ἄν ποτε δέξασθαι πεισθείημεν τὸ δόγμα τὸ σόν.” καὶ ὅς‘‘ “αἰτήσασθε” εἶπεν “ὃ βούλεσθε.” κἀκεῖνοι ‘‘τὴν βίβλον” εἶπον ‘‘ἡ τὰ περὶ τοῦ Χριστοῦ διδάσκει, βλητέον εἰς πῦρ· καὶ εἰ διαμείνῃ ἀνάλωτος, πίστις ἔσται ταῦτα ἡμῖν ἀληθῶς εἶναι θεὸν τὸν παρὰ σοῦ κηρυττόμενον.” συνέθετο ποιῆσαι τουτὶ ὁ ἐπίσκοπος· ἀνήφθη πυρκαιά, ἦρε πρὸς οὐρανὸν ὁ ἀρχιερεὺς τὰς χεῖράς τε καὶ τὰ ὄμματα · ‘‘δόξασόν σου” εἶπε “ τὸ ὄνομα, Χριστὲ ὁ θεός.” ἐνέθετο τῇ πυρκαιᾷ τὸ ἱερὸν εὐαγγέλιον · τὸ δὲ χρονίσαν ἐν τῇ φλογὶ ἀδιαλώβητον ἔμεινεν. οἶ βάρβαροι ἐξεπλάγησαν, ἐπίστευσαν τῷ κηρύγματι καὶ τελεσθῆναι κατήπειγον τῷ θείῳ βαπτίσματι. ταῦτα μὲν οὖν ταύτῃ συμβέβηκεν.