Καὶ μεταβαίνει ἡ αὐταρχία πρὸς τὸν υἱὸν αὐτοῦ
313
Κωνσταντῖνον, ἧς βραχύ τι ἀπώνατο. ἔν ἁ γὰρ μοναρχήσας ἐνιαυτὸν φαρμάκῳ διώλετο παρὰ Μαρτίνης αὐτῷ κερασθέντι τῆς μητρυιᾶς τε ὁμοῦ καὶ ἐξαδέλφης αὐτοῦ· ᾧ γυνὴ συνῴκιστο Γρηγορία, θυγάτηρ τοῦ πατρικίου Νικητὰ, ἐξ ἧς υἱὸς αὐτῷ Κώνστας ἐγένετο. ἦν δὲ ὁ Κωνσταντῖνος περὶ τὴν πίστιν ὀρθός, τὴν βασιλείαν πατρόθεν διαδεξάμενος, οὐ
[*](B) μέντοι καὶ τὸ κακόδοξον. διὸ λέγεται τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὸν Πυρρὸν συμμετέχειν τὸν τῆς Κωνσταντινουπόλεως πρόεδρον. τούτου δὲ οὕτω τὸν βίον καταλύσαντος Μαρτῖνα σὺν τῷ Ἡρακλωνᾷ τῷ παιδὶ τῆς βασιλείας ἀντέσχοντο, ἀλλὰ καὶ οὗτοι ταχέως τῆς ἀρχῆς ἐκπεπτώκασι. μισηθεῖσα γὰρ ἡ Μαρτῖνα παρὰ τῆς γερουσίας διὰ τὸν φόνον τοῦ Κωνσταντίνου, κατασπᾶται μὲν τῶν βασιλείων, ἐπαναστάσης αὐτῇ τῆς συγκλήτου, ἐκτέμνεται δὲ τὴν γλῶτταν αὐτή, τὴν ῥῖνα δὲ ὁ Ἡρακλωνᾶς ἔτι δεκέτης ὤν, καὶ ἀμφοῖν ὑπερορία καταψηφίζεται. καὶ ὁ Πυρρὸς τῆς ἐκκλησίας ἐκβάλλεται καὶ φυγὴν κατακρίνεται.
[*](C)Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλήτου, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πυρρῷ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας, τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σοφώτατον ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοιτητὰς καὶ ἄμφω ἐκόλασεν ἀπηνέστατα καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς [*](D)
314
σὺ ’ν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον ἀθροίσας ἀρχιερέων ἀναθέματι τὰ Μονοθελητῶν φρονοῦντας ὑπέβαλε, καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κώνστας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονοθελήτῳ θελήματι. ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς τῶν Ῥωμαίοις ὑποφόρων χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξάμενος, ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθών, καὶ αὐτὸς στόλον ἑτοιμάσας
[*](A) εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν Ἀγαρηνῶν ναυμαχία τῇ ἐξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βασιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν. ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ δηλωτικόν, “ἄλλῳ θὲς τὴν νίκην” δηλοῦν· ὃ καὶ γέγονε. ναυμαχίας γὰρ γενομένης ὑπερέσχον οἶ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα, καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ
[*](B) τὴν νῆσον ῥόδον ὑφ’ ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κολοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμπορος ἐνακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ’ ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ’ ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν
315
ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακὰς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέβαλε. τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος
[*](C) τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πυρρὸς εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ ὁ Πυρρὸς ἐξωσθείς, ὡς εἴρηται, παρὰ τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφίκετο, καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων, ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν. καὶ ἀπαιτηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελθών, ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθών. καὶ τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους ἀθροίσας, καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέσσαρας τὸν θρόνον τῆς Κωνσταντίνου
[*](D) κατεσχηκὼς τέθνηκε, καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖς πρὸ αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ᾿ ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον. οὗτος ὁβασιλεὺς Κόνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα Θεοδόσιον, καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μάξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαν-
316
τίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν
[*](A) Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ, τρεῖς δ’ ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος, καὶ Τιβέριος, μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως. ὁ δέ γε Κώνστας ἕξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνιαυτοὺς ἑπτά τε καὶ εἴκοσι.
Τούτου δὲ θανόντος τὸ μετ’ αὐτοῦ στρατιωτικὸν [*](B) εὐθὺς Ἀρμένιόν τινα, Μιζίζιον ὄνομα, ἀγαλματίαν ὄντα καὶ ὡραιότατον, βασιλέα προεχειρίσαντο. ὅπερ ἀκούσας ὁ τῶν Κώνσταντος υἱέων πρεσβύτερος ὁ Πωγωνάτος κληθείς, ὃς καὶ τῶ τῆς βασιλείας κακόσμητο διαδήματι, στεφθεὶς παρὰ τοῦ πατρός, μετὰ στόλου μεγάλου τὴν Σικελίαν κατέλαβε, καὶ τόν τε Μιζίζιον χειρωσάμενος ἀνεῖλε καὶ τοὺς τὸν φόνον κατεργασαμένους αὐτῷ τοῦ πατρὸς καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸν πατρίκιον Ἰουστινιανὸν τὸν πατέρα Γερμανοῦ τοῦ πατριάρχου, αὐτὸν δὲ τὸν Γερμαὸν ἐκτομίαν ἐποίησεν, ἤδη παρηβηκότα καὶ ὑπερβεβηκότα τὴν ἡλικίαν, καθ’ ἣν εὐνουχίζεσθαι δεδοκίμα- σται. λειοπώγων δ᾿ ὢν ὅτ’ ἀπεδήμησεν οὗτος ὁ [*](C) βασιλεύς , ἐκδικήσων τὸν φόνον τὸν τοῦ πατρός, καθειμένον ἔχων ἐπανῆκε τὸν πώγωνα· διὸ ἐξ ἐκείνου πωγωνάτος παρὰ τῶν πολιτῶν ἐπεκέκλητο. οἶ
317
δὲ τοῦ θέματος τῶν Ἀνατολικῶν εἰς Χρυσόπολιν ἀφικόμενοι ἐβόων δεῖν καὶ τοὺς λοιποὺς δύο συγγόνους τοῦ Κωνσταντίνου στεφθῆναι, λέγοντες ὅτι “ὥσπερ εἰς Τριάδα πιστεύομεν, οὕτω καὶ παρὰ τῶν ὒ τριῶν ἡμᾶς χρεὼν βασιλεύεσθαι.” ὁ γοῦν Κωνσταντῖνος στείλας πρὸς αὐτοὺς πληροῦν τὴν αἴτησιν αὐτῶν ἐπηγγέλλετο καὶ τοὺς τοῦ λαοῦ προεξάρχοντας μετεκαλεῖτο, ἔν’ αὐτῶν ἐνώπιον ἡ τῶν αὐτοῦ ἀδελφῶν ἀνάρρησις γένηται. ἐλθόντας δ’ εἰς τὸ Βυζάντιον ἀνεῖλεν ὡς στασιώδεις αὐτούς· ὃ γνόντες οἱ ἄλλοι μεστοὶ δέους ὑπενόστησαν εἰς τὰ ἑαυτῶν. καὶ
[*](D) ἀμφοῖν δὲ τῶν ἀδελφῶν αὐτοῦ τὰς ῥῖνας ἀπέτεμεν. οἶ δὲ τῆς Ἄγαρ ἀπόγονοι οὐ διέλιπον τὴν ὑπὸ ἅπασαν καὶ πεζῇ καὶ πλοιζόμενοι δῃοῦντες καὶ ληιζόμενοι. εἶτα στόλῳ βαρεῖ καὶ κατ’ αὐτῆς ἐπῆλθον τῆς βασιλίδος τῶν πόλεων, καὶ ναύσταθμον τοῦ σφετέρου στόλου πεποίηντο ἀπὸ τοῦ πρὸς δύσιν ἀκρωτηρίου τοῦ κατὰ τὸ Ἔβδομον μέχρι τοῦ Κυκλοβίου. στόλῳ δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνθοπλισάμενος καθ’ ἑκάστην αὐτοῖς ἀντετάσσετο, καὶ ναυμαχίαι μαχίαι ἐγίνοντο ἐξ ὥρας ἐαρινῆς μέχρι δὴ φθινοπωρινῆς. ὡς δ’ οὐδὲν οἶ βάρβαροι ἤνυον, ἀπάραντες τὴν Κύζικον κατειλήφασι, καὶ ταύτην ἑλόντες ἐν
[*](A) αὐτῇ τὸν χειμῶνα διήγαγον. ἅμα δ’ ἔαρι αὖθις τὴν Κωνσταντίνου κατέλαβον, καὶ αὖθις ναυμαχίαι συχναί. τριβομένου δὲ τοῦ καιροῦ, ἐπεὶ κατέλαβε τὸ μετόπωρον, τῇ Κυζίκῳ καὶ πάλιν τὸν οἰκεῖον στόλον οἶ τῆς Ἄγαρ ἐνώρμισαν · καὶ τοῦτο οὕτως εἰς ἐποίουν ἐνιαυτόν. ἀπογνόντες οὖν, μᾶλλον μέντοι καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας, τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ
318
Συρίας ἐλθόντος καὶ τοῦτο κατασκευάσαντος, μετ᾿ αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέδυσε, τὸν δὲ συνέτριψεν,
[*](B) ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ᾿ αὖθις ἑτέρα στρίτιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προσβαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλήθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος. καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσεν, καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς
[*](C) τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὅς ἀπελθὼν πρὸς τοὺς Ἄραβας, δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα, καὶ δι᾿ ἐγγράφων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς, καὶ δούλους ὀκτώ, καὶ ἵππους τῶν παρ᾿ αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἅγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἐσπέραν τῶν Ῥωμαίων πολέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπουδὴν ἔθεντο, καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλκασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο.
Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ κατὰ τὴν ἑσπέριον. θανόντος δὲ τοῦ πατριάρ-
319
χοῦ Ἰωάννου προκεχείριστο Κωνσταντῖνος, καὶ μετὰ δύο ἔτη ἐξέλιπε, καὶ ἀνάγεται εἰς τὸν ἀρχιερατικὸν
[*](D) τοῦτον θρόνον Θεόδωρος. ὅς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον. ὀρθόδοξος δὲ ὄν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴ ’ν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ μὲν πάπα Ῥώμης Ἀγάθωνος τοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ’ Ἱεροσολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖ σὰ ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ
[*](A) σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι, παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρᾶν ἐπισκόπου, Κύρου Ἀλεξανδρείας, Σεργίου, Πυρροῦ, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μακαρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος. τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας τὰς πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο. ἐκστρατεύει τοίνυν κατ’ αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ κατὰ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν Δάνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἴδόντες
[*](B) παρασκευὴν ἐδειλίασαν, καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανούμενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν · ἀλλ’ οὐδ’ ἡ Ῥωμαϊκὴ στρατιὰ
320
τούτοις προσέβαλεν. ἐφ’ ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν, χώρα δ’ ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί, τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς
[*](C) τοὺς βαρβάρους ἀκροβολίζεσθαι, ἔν’ οὕτως αὐτοὺς εἰς πόλεμον ἐπισπάσωνται. φήμης δὲ γενομένης εἰς τὸ στρατόπεδον φόβῳ τῶν πολεμίων διαδιδράσκειν τὸν αὐτοκράτορα, αἰσχρῶς ἅπαντες μηδενὸς διώκοντος ἔφευγον. τοῦτο τοῖς Βουλγάροις ἀπροσδοκήτως γενόμενον μένος ἐνέπνευσε καὶ παρέθηξεν εἰς ἀλκήν, καὶ ὀπίσω διώκοντες πολλοὺς μὲν ἀνῄρουν, οὐ μείους δ’ ἐζώγρησαν, καὶ Ἴστρον περαιωθέντες ἐν τῇ Ῥωμαίων ἐπήξαντο τὰς σκηνάς, καὶ οὐ διέλιπον ἐξ ἐκείνου τὴν ὑπὸ Ῥωμαίους ἅπασαν ληιζόμενοι. ὅθεν βιασθεὶς ὁ κρατῶν σπονδὰς ἔθετο πρὸς αὐτοὺς ἐπὶ συνθήκαις τοῦ δασμὸν αὐτοῖς καταβάλλειν ἐτήσιον, εἰς αἰσχύνην τῆς τῶν Ῥωμαίων ἀρχῆς. καὶ ἦν οὕτω πάντοθεν εἰρηνεύοντα τοῖς Ῥωμαίοις
[*](D) τὰ πράγματα, ἕως τῆς τελευτῆς τοῦδε τοῦ αὐτοκράτορος. ἐτελεύτησε δ’ ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἰουστινιανῷ, βασιλεύσας ἐνιαυτοὺς ἑπτακαίδεκα.
Ἦν δὲ Ἰουστινιανός, ὅτε τῆς ἀρχῆς ἐπέβη, μειρακίσκος ἓξ ἐπὶ δέκα ἐνιαυτοῖς. αὐτοβούλως οὖν τῇ διοικήσει κεχρημένος τῆς βασιλείας πολλοῖς τὴν Ῥωμαίων ἡγεμονίαν κακοῖς περιέβαλεν. οἱ γὰρ Μαρδαῖται τὰς τοῦ Λιβάνου καταλαβόντες περιωπὰς τοῦ
321
Πωγωνάτου κρατοῦντος φοβεροὶ τοῖς Ἄραψιν διὸ καὶ σπονδὰς ἐκεῖνοι πρὸς Ῥωμαίους ᾐτήσαντο, καὶ τούτων, ὡς εἴρηται, τετυχήκασι. τούτου δὲ τοῦ αὐτοκράτορος ἄρτι τῶν σκήπτρων ἐπειλημμένου ὁ
[*](A) τότε τῶν Ἀράβων ἡγεμονεύων Ἀβιμέλεχ, ὁ γὰρ Μαυίας ἔφθη θανών, πέμψας προσκυρωθῆναι τὴν εἰρήνην ἐζήτησεν, ἀξιῶν τοὺς Μαρδαΐτας μεταστῆναι ἐκ τοῦ Λιβάνου, καὶ ὑπισχνούμενος τούτου γενομένου διδόναι Ῥωμαίοις ἡμερήσιον φόρον χρυσοῦ νομίσματα χίλια καὶ δοῦλον καὶ ἵππον τῶν παρ’ αὐτοῖς ἐκκρίτων. ἐπὶ τούτοις οὖν ἀνανεωθεισῶν τῶν σπονδῶν, καὶ τῶν Μαρδαϊτῶν εἰς δώδεκα χιλιάδας ἀνδρῶν μαχίμων ἀριθμουμένων μεταστάντων ἐκ τοῦ Λιβάνου, τὸ τῶν Ἀράβων ἔθνος τοῦ ἐξ ἐκείνων δέους ἀπαλλαγὲν πολλῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἐνέπλησε συμφορῶν. στείλας δὲ τὸν στρατηγὸν Λεόντιον ὁ Ἰουστινιανὸς ὑπέταξε δι’ αὐτοῦ τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν καὶ χώρας ἑτέρας. οὗτος
[*](B) ὁ βασιλεὺς ἔλυσε καὶ τὰς πρὸς τοὺς Βουλγάρους σπονδάς, μὴ ἀνεχόμενος δασμοὺς παρέχειν αὐτοῖς. ἐκστρατεύσας δὲ κατὰ τὰ ἑσπέρια πολλὰ τῶν Σθλαβικῶν ἐθνῶν ὑπηγάγετο, τὰ μὲν ἑκόντα, ἔνια δὲ πολέμου νόμῳ · ἐξ ὧν καὶ νέον συνεστήσατο σύνταγμα. κατ’ ἐκλογὴν γὰρ εἰληφὼς ἐκ τούτων ἄνδρας γενναίους τε καὶ νεάζοντας εἰς χιλιάδας τριάκοντα, λαὸν αὐτοὺς ἐκάλεσε περιούσιον. οἶς γεγηθώς τε καὶ πεπονθὼς καὶ τὰς πρὸς τοὺς Ἄραβας συνθήκας παρέλυσεν, αἰτίαν ἐσχηκὼς ὅτι σταλὲν τὸ τοῦ ἐτησίου φόρου χάραγμα οὐ Ῥωμαϊκὸν εἶχε σφράγισμα, ἀλλὰ νέον Ἀράβιον. οὐδὲ γὰρ ἐξῆν ἐν χρυσῷ νομίσματι
[*](C) χαρακτῆρα χαρακτῆρα ἕτερον ἐντυποῦσθαι ἢ τὸν τοῦ βασιλέως Ῥωμαίων. ἐστράτευσεν οὗν κατ’ αὐτῶν οὐ
322
τοσοῦτον ταῖς Ῥωμαϊκαῖς συντάξεσι τεθαρρηκὼς ὅσον τῷ νέῳ τούτῳ καὶ περιουσίῳ λαῷ. τῶν δὲ Ἀράβων τὰς σπονδὰς αἰτουμένων μὴ ἀθετῆσαι μηδὲ τὰς ἐγγράφους παραβῆναι συνθήκας καὶ τὸν θεὸν ἐπιμαρτυρομένων, ὅς μέσος παραληφθεὶς αὐτὰς ἐμπεπἐδωκε, καὶ ἐκδικητὴν καλούντων αὐτὸν κατὰ τῶν τῆς μάχης αἰτίων, ὁ βασιλεὺς τὰ ὦτα πρὸς ταῦτα βύσας πρὸς μάχην ἡτοίμαστο. οἱ γοῦν Ἄραβες δόρατι τὸ τῶν σπονδῶν προσδήσαντες ἔγγραφον, καὶ ὥσπερ σημαίαν ἄραντες τοῦτο τοῦ σφῶν στρατεύματος
[*](D) προερχόμενον, συρρήγνυνται τοῖς Ῥωμαίοις· καὶ αὐτίκα ἐκ τοῦ περιουσίου λαοῦ αἱ εἴκοσι χιλιάδες πρὸς τοὺς Ἄραβας ηὐτομόλησαν, ὃ τοῖς Ῥωμαίοις δειλίας γέγονεν αἴτιον, τοῖς δ᾿ ἐναντίοις ἐνῆκε θάρσος, καὶ ἥττηντο μὲν οἱ Ῥωμαῖοι, ἡ νίκη δ᾿ ἐπεμειδία δία τοῖς Ἄραψιν· οἳ τοῖς φεύγουσιν ἐφεπόμενοι ἀνῄρουν οὓς κατελάμβανον, ὡς καὶ ἀριθμοῦ κρείττους σχεδὸν ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων πεσεῖν. αἰσχρῶς δὲ διαφυγὼν ὁ βασιλεὺς μετ᾿ ὀλίγων τὸν ὄλεθρον, ἐπεὶ κατὰ τὸν Λευκάτην ἐγένετο, τοὺς περιλειφθέντας ἐκ τοῦ περιουσίου λαοῦ τῶν Σθλαβικῶν ἀναιρεθῆναι πάντας προσέταξε. καὶ ὁ μὲν εἰς τὸ Βυζάντιον παραγεγονὼς οἰκοδομαῖς προσησχόλητο.
[*](A) οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε Τρίκλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγόμενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἅγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον, καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθών, τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδ ἔδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστωνύμους
323
αἰχμαλωτίζοντες. ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ’ αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελλάριος προεβλήθη, καὶ βαρὺς ἦν ἅπασιν οὐκ έν εἰσπράξεσι
[*](B) μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόνντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆσαι ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο, καὶ ἦν οὐδ’ οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ’ αὐτῶν δεινῶν ἐπενενηγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοίας τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν. ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασιλείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς “ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι
[*](C) ,0 ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται.” ὁ δὲ “μὴ δειλανδρήσῃς” ἔφη, “ἀλλ’ ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστοχήσεις τοῦ ἐφετοῦ”. παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἶς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς ,.5 τοὺς καθειργμένους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἷ καὶ εἰς τὸ μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνεισρυέντων, ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λεόντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ’ εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράττοντο, καὶ τὸν Ἰουστινιανὸν
[*](D) τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ τὴν Σφενδό-
324
νῆν ἐρρινοτόμησαν, καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερόριον, ἐνιαυτοὺς ἐνιαυτοὺς ἑκκαίδεκα τῆς βασιλείας κρατήσαυτα. τὸν δ’ ἐκτομίαν Στέφανον, τὸν σακελλάριου δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι, καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς Ἀγορᾶς εἰς τὸν Βοῦν ἀπήγαγον καὶ κατέκαυσαν.
Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ’ οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες [*](A) πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος ἴνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ ‘Ρωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἀραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε, παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν Ἀγαρηνῶν πρωτοσύμβουλος, οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας, τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθών, καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοιμάζει βαρύτατον, καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσόμενος. πρὸς [*](B) ὅν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν, τοῦ λιμένος ἐξέστη, καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προἱστάμενοι, πῇ μὲν δι’ αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλίναι, καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι
325
δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κιβυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετωνόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο.
[*](C) ἀλλά τινες τῶν ἐπαρχεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ᾿ ὅρκων φρικτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν. εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησεν.
Καὶ ὁ μὲν Ἀψίμαρος ἢ Τιβέριος οὕτω τῆς βασιλείας [*](D) λείας ἐκράτησεν, αὐτίκα δὲ τὸν ἴδιον ἀδελφὸν Ἡράκλειον πάντων τῶν ἱππικῶν καὶ πεζῶν στρατευμάτων στρατηγὸν μονώτατον προβαλόμενος στέλλει πρὸς ἕω τοῖς Ἀγαρηνοῖς ἀντιτάττεσθαι. κατέδραμον οὖν τὴν Συρίαν Ῥωμαῖοι, καὶ μέχρι Σαμοσάτων ἀφίκοντο, τὰ πέριξ ἅπαντα προνομεύσαντες καὶ πολλοὺς σφόδρα τῶν Ἀγαρηνῶν διεχρήσαντο, καὶ δοριαλώτους ἑλόντες πλείστους καὶ λείαν ἄλλην ἀμύθητον φόβον μέγαν τοῖς Ἄραψιν ἐνεποίησαν. Βαάνης δέ, ᾧ ἑπταδαίμων ἐπίκλησις, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψι προύδωκεν. εἶτα οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Ἀγαρηνῶν στασιάσαντες ἐκείνους μὲν ἔκτειναν, πρὸς δὲ τὸν Ἀψίμαρον διεπέμψαντο καὶ Ῥωμαίους αὖθις εἰς τὴν χώραν ἐδέξαντο. ἀλλ᾿ ὁ Μοάμεδ [*](A) κατ᾿ αὐτῶν ἐπελθὼν ὑπὸ τοὺς Ἀγαρηνοὺς καὶ πάλιν τὴν Ἀρμενίαν πεποίηκε καὶ τοὺς τῶν Ἀρμε-
326
νίων προέχοντας ζῶντας κατέκαυσε. τότε καὶ κατὰ τῆς Κιλικίας Ἀγαρηνοὶ ἐπεστράτευσαν. οἷς συμβαλὼν ὁ τοῦ βασιλέως ὁμαίμων Ἡράκλειος τοὺς μὲν πλείονας μαχαίρας ἔργον εἰργάσατο, τοὺς δὲ λοιποὺς ζωγρήσας δεσμίους τῷ κρατοῦντι ἐξέπεμψε. Φιλιππικὸν δὲ τὸν υἱὸν τοῦ πατρικίου Νικηφόρου βασιλειῶντα, ὅτι κατ᾿ ὄναρ ἔδοξε τὴν αὐτοῦ κεφαλὴν σκιάζεσθαι ὑπὸ ἀετοῦ, εἰς Κεφαλληνίαν ἐξώρισεν. Ἰουστινιανὸς δὲ ἐν Χερσῶνι, ὡς εἴρηται, περιορισθεές
[*](B) ἠδυνήθη διαδρᾶναί ἐκεῖθεν καὶ τῷ Χαζάρων ἀρχηγῷ Χαγάνῳ προσελθεῖν καὶ δεχθεὶς παρ᾿ ἐκείνου φιλοτιμότατα τὴν ἀδελφὴν αὐτοῦ ἔγημε Θεοδώραν, καὶ μετ᾿ ὀλίγον ἐκεῖθεν ἀπελθὼν εἰς ἄλλην χώραν μετὰ τῆς αὐτοῦ διέτριβε γυναικός, καὶ ὁ Ἀψίμαρος διεπέμψατο πρὸς τὸν Χαγάνον, χρήματα δώσειν αὐτῷ πολλὰ ὑπισχνούμενος, εἰ στείλειεν αὐτῷ τὴν τοῦ Ἰουστινιανοῦ κεφαλήν. καὶ ὃς συνέθετο, καὶ δύο τινὰς τῶν ᾠκειωμένων αὐτῷ στείλας ἐν ἀπορρήτοις ἐνετείλατο τὸν Ἰουστινιανὸν ἀνελεῖν· ὃ διὰ δούλου μαθοῦσα ἡ Θεοδώρα τῷ ἀνδρὶ καταγγέλλει. ὁ δὲ τοὺς ἐνταλιθἐντας αὐτὸν ἀνελεῖν ἰδίᾳ προσκαλεσάμενος
[*](C) ἕκαστον ἀγχόνῃ στερίσκει τοῦ ζῆν, καὶ τὴν μὲν Θεοδώραν εἰς Χαζαρίαν ἐξέπεμψεν, αὐτὸς δὲ εἰς ἁλιάδα ἐμβεβηκὼς ἀπέπλευσε, πρὸς Τέρβελιν ἀπιὼν τὸν τῶν Βουλγάρων ἐξάρχοντα. κλύδωνος δὲ μεγάλου κατειληφότος αὐτὸν ἐν τῷ πλέειν, καταδῦναι τὸ πλοιάριον ἐκινδύνευσε. τῶν δὲ συμπλεόντων ἐπαγγείλασθαι τῷ θεῷ συμβουλευόντων αὐτῷ, εἰ περισωθείη καὶ τὴν ἀρχὴν ἀπολήψοιτο, μή τι κακὸν τοῖς κατ᾿ αὐτοῦ γενομένοις ἐπενεγκεῖν, ἐκεῖνος, “εὶ φείσομαι τούτων” ἔφη “τινός, αὐτίκα καταποντισθείην ὡδί.” περισωθεὶς οὖν καὶ τῷ τῶν Βουλγά-
327
ρων ἄρχοντι προσελθὼν καὶ πλεῖστα παρασχών, ἄλλα μέντοι καὶ παρέχειν ἐπαγγειλάμενος, εἰ παρ’ αὐτοῦ
[*](D) καταχθείη πρὸς τὴν προγονικὴν βασιλείαν, καὶ τὴν θυγατέρα αὐτῷ συζεῦξαι καθυποσχόμενος, σὺν ἐκείνῳ μετὰ βαρβαρικῆς βαρείας δυνάμεως τὴν ὑπερκειμένην κατειλήφει τόν πόλεων καὶ πρὸ τῶν τειχῶν στρατοπεδευσάμενος ἀπεπειρᾶτο τῶν πολιτῶν, αὐτοῖς ἐκ τοῦ τείχους προκύπτουσιν ὁμιλῶν. οἶ δὲ οὐ μόνον αὐτὸν οὐ προσίεντο, ἀλλὰ καὶ ὕβρεις αὐτοῦ κατέχεον πλημμελεῖς. νυκτὸς οὖν διὰ τοῦ ἀγωγοῦ εἰσδὺς ἐντὸς ἀνέδυ τῆς πόλεως καὶ ταύτης ἐγένετο ἐγκρατής. ὁ δὲ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φυγὼν κατελήφθη.
Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ [*](A) παρασχὼν καὶ συνθήκας εἰρήνης μετ’ αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεοντίου, τὸν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους διὰ τῆς Ἀγορᾶς περιαγαγὼν καὶ θεατρίσας ἱππικοῦ ἀγομένου, ῥιφέντας ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τῶν τραχήλων πεπάτηκε, καὶ οὕτως ἐκτμηθῆναι τὰς αὐτῶν κεφαλὰς ἐν τῷ κυνηγίῳ προσέταξεν, ἑπτὰ τοῦ Ἀψιμάρου ἐνιαυτοὺς βασιλεύσαυτος. τὸν δὲ πατριάρχην Καλλίνικον πρότερον αὐτοῦ πηρώσας τὰ ὄμματα εἰς Ῥώμην ἔθετο ὑπερόριον. Κῦρον δέ τινα μοναχὸν ἔγκλειστον πατριάρχην προυβάλετο, ὃς αὐτῷ τὴν εἰς τὴν βασιλείαν ἀποκατάστασιν [*](B) προεφοίβασε. πολὺ δὲ πλῆθος ἔκ τε τοῦ δημοτικοῦ καὶ τοῦ στρατιωτικοῦ τότε διέφθειρεν οὗτος ὁ βασιλεύς, τοὺς μὲν φανερῶς, ἐνίους μέντοι καὶ
328
ἀφανῶς. στείλας δ’ εἰς Χαζαρίαν ἤγαγε τὴν γυναῖκα αὐτοῦ ἔ, ἤδη αὐτῷ τεκοῦσαν υἱόν, ὃν Τιβέριον κατωνόμασε, κἀκείνην δὲ καὶ τὸ παιδίον τοῦ τῆς βασιλείας ἀξιώσας ὀνόματος καὶ ἄμφω ἔστεψε. λύσας δὲ τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς κατ’ αὐτῶν ἐξεστράτευσε σὺν ἱππικαῖς τε καὶ πεζικαῖς δυνάμεσι καὶ σὺν στόλῳ πολλῷ, καὶ ἀπῆλθε πρὸς τὴν Ἀγχίαλον. τὸ μὲν οὖν πρῶτον δείσαντες οἱ Βούλγαροι εἰς τὰ ὅρη ἀνέδραμον, ἐκεῖθεν δὲ ἀσυντάκτως
[*](c) ὁρῶντες τὴν τῶν Ῥωμαίων στρατιὰν σκηνουμένην καὶ ἀπροσέκτως εἰς χορτασμάτων συλλογὴν σκιδναμένην, ἀνεθάρσησαν, καὶ ἐπελθόντες αὐτοῖς πολλοὺς μὲν ἀνεῖλον, οὐ μείους δὲ ᾐχμαλώτευσαν καὶ ἵππον συνέσχον πολλήν. ὁ μέντοι βασιλεὺς σὺν τοῖς περιλειφθεῖσιν εἰς τὸ ἐκεῖ συνεκλείσθησαν φρούριον. εἶτα τοὺς ἵππους πάντας νευροκοπήσαντες, ἔνα μὴ τούτους λάβοιεν οἱ πολέμιοι, τοῖς τοῦ στόλου σκάφεσιν ἐμβεβηκότες ἐπανῆλθον εἰς τὸ Βυζάντιον σὺν αἰσχύνῃ πολλῇ. μηνιῶν δὲ τοῖς ἐν Χερσῶνι, ὅτι ἐκεῖ περιωρισμένον αὐτὸν γνόντες νεωτερίζοντα ἠβουλήθησαν ἀνελεῖν, στέλλει τριήρεις καὶ δρόμωνας καὶ νῆας ἑτέρας τῶν φορτηγῶν σὺν στρατεύματι
[*](D) πλείστῳ καὶ δυσὶ στρατηγοῖς, ἐντειλάμενος αὐτοῖς μὴ φείσασθαί τινος τῶν ἐκεῖ, ἀλλὰ πάντας συγκόψαι τοῖς ξίφεσιν. οἱ σὺν οὐδενὶ πόνῳ, οὐ γὰρ ἀντέστησαν οἱ τῶν ἐν Χερσῶνι πόλεων κάτοικοι, παραλαβόντες αὐτοὺς ἅπαντας σχεδὸν ἀνῃρήκασι, μόνης τῆς νεαζούσης ἡλικίας μέχρι μειρακίων φεισάμενοι. ὁ μαθὼν Ἰουστινιανός, ὅτι μὴ καὶ τούτους ἀνεῖλον, ἐξώργιστο, καὶ πρὸς αὐτὸν ἀποσταλῆναι παρεκελεύσατο. ἀποσταλέντας δὲ καταποντισθῆναι ἐν τῇ θαλάσσῃ συνέβη τοὺς πλείονας, καὶ ἔδοξε
329
τοῦτο τῷ βασιλεῖ καταθύμιον. καὶ οὐδ᾿ οὕτω τῆς κατ᾿ ἐκείνων μανίας ἐμπέπληστο, ἀλλ᾿ ἠπείλει καὶ αὖθις στελεῖν καὶ οὕτω τὴν χώραν ἐξερημῶσαι ὡς καὶ τὰς πόλεις καθελεῖν καὶ ἀροτριᾶσαι. διὰ ταῦτα
[*](A) οἱ ἔτι περιλειφθέντες ἐν Χερσῶνι καὶ οἱ τούτων περίοικοι ἀποστατήσαντες Φιλιππικὸν τὸν τοῦ Βαρδάνη, ὃν ὁ λόγος ἱστόρησε παρὰ τοῦ Ἀψιμάρου εἰς Κεφαλληνίαν περιορισθῆναι, ἄρτι ἀνακληθέντα ἐκ τῆς ὑπερορίας καὶ ἐπανιόντα πρὸς τὴν Κωνσταντινούπολιν, κἀκεῖ γενόμενον βασιλέα ἀναγορεύουσι, καὶ τοῦ σφῶν ἄρχοντος Ἡλία συμπράττοντος. ἃ μαθὼν Ἰουστινιανὸς τοὺς μὲν τοῦ Ἡλία παῖδας ἐν τῷ κόλπῳ κατέσφαξε τῆς μητρός, ἐκείνην δὲ δούλῳ αὐτῆς Ἱνδῷ μαγείρῳ συνέζευξεν. εἶτα στόλον ἐτοιμασάμενος στέλλει κατὰ Χερσῶνος, ἐντειλάμενος τῷ τοῦ στόλου κατάρχοντι ἡβηδὸν ξύμπαντας ἀνελεῖν. ἤδη δὲ καταλαβόντος τὴν Χερσῶνα τοῦ ναυτικοῦ καὶ
[*](B) πολιορκοῦντος αὐτὴν ἧκον Χάζαροι τοῖς Χερσωνίταις ἐπικουρήσοντες. ἐντεῦθεν ἡ μὲν πολιορκία ἐλέλυτο, οἱ δὲ τοῦ στόλου μὴ τολμῶντες πρὸς τὸν βασιλέα ἐπανελθεῖν, τοῦ μὲν βλασφημίας κατέχεον, τὸν δὲ Βαρδάνην ὡς βασιλέα εὐφήμησαν. καιροῦ δὲ πα αρρυἐντος συχνοῦ, ὅτι μηδὲν αὐτῷ ἐκ τοῦ στόλου μεμήνυτο, ὁ βασιλεὺς ὑποτοπήσας συμβῆναί τι φερόμενον κατ᾿ αὐτοῦ, ἐξώρμησε τῆς Βυζαντίδος, καὶ ἕως Σινώπης ἐλθὼν ὁρᾷ τὸν στόλον εὐθὺ τῆς πόλεως πλοῖζόμενον· αὐτίκα τοίνυν γέγονε καὶ αὐτὸς ὀπισθόρμητος. τοῦ δὲ Φιλιππικοῦ εὐπλοήσαντος, καὶ προκαταλαβόντος τὴν μεγαλόπολιν, ἐκεῖνος ἐν
[*](C) τῷ Δαματρύϊ ἐσκήνωσε. πρὸς ὃν ὁ εἰρημένος Ἡλίας σταλεὶς ἠδυνήθη πεῖσαι τὸ μετὰ Ἰουστινιανοῦ στρατιωτικὸν ἀποστῆναι αὐτοῦ καὶ προσρυῆναι Φιλιππι-
330
κῶ. κατ’ ἀλειφθεὶς τοίνυν παρὰ τῶν στρατιωτῶν Ἰουστινιανὸς χειροῦται καὶ χερσὶν οἰκείαις εὐθὺς ὁ Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δ’ ἑ τούτου παῖς ὁ Τιβέριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας, ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν, τῷ ἐν Βλαχέρναις ναῷ προσφυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον, καὶ ὑπὸ τὴν παναγῆ γενόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δεδραγμένος
[*](D) ἱκέτευε μὴ θανεῖν. ἀλλ’ οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς.
Ἥδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ’ αὐτὸν δι’ αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα ἐν τῇ τοῦ Καλλιστράτου μονῇ, καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν, ἦν γὰρ τῆς τῶν μονοθελητῶν ὁ μοναχὸς ἐκεῖνος [*](A) αἱρέσεως, καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυνετώτερος καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν
331
πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰωάννην ὁμόδοξον αὐτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον ἅπαντα καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ
[*](B) ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο. δύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα, καὶ ἐν τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσίτους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ᾿ ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεσθεὶς τυφλοῦται. ταῦτα δ᾿ ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντηκοστῆς. τῇ δ᾿ ἐξῆς κατ᾿ αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροισθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρὴτις
[*](C) προχειρίζονται αὐτοκράτορα, μετονομάσαντες Ἀναστάσιον.
Ἦν δὲ οὗτος ὁ βασιλεὺς καὶ λόγοις παντοίοις ὡμιληκὼς καὶ πραγμάτων διοικήσεσιν ἐντριβέστατος. οὗτος τὸν πατριάρχην Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπάσας θρόνου, ὡς μὴ ὀρθόδοξον, ἔτη τρία τῆς ἐκκλησίας κρατήσαντα, μετατίθησιν ἐκ Κυζίκου ἐπὶ τὴν ἱερὰν καθέδραν τῆς βασιλίδος τῶν πόλεων Γερμανόν, ὃν ἄνωθέ που ὁ λόγος ἱστόρησε παρὰ Κωνσταντίνου τοῦ Πωγωνάτου τῶν παιδογόνων ἀφαιρεθῆναι μορίων. μαθὼν δὲ ὅτι ἐξ Ἀλεξανδρείας ἐπὶ Φοινίκην πλοῖα προσώρμισαν, ἵνα ξύλα ἐκεῖθεν κομίσωνται [*](D) ναυπηγήσιμα, στόλον ἑτοιμάσας ἀπέστειλε κατ᾿ αὐτῶν, κελεύσας καὶ τοὺς τῶν θεμάτων στό-
332
λους εἰς τὴν νῆσον κατᾶραι Ῥόδον, κἀκεῖ ἑνωθῆναι, καὶ οὕτως ἐκπλεῦσαι κατὰ τῶν ἐναντίων, προβαλόμενος ἄρχοντα τοῦ στόλου παντὸς Ἰωάννην τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάκονον καὶ γενικὸν λογοθέτην. πάντων οὖν εἰς τὴν Ῥόδον συναθροισθέντων ὁ διάκονος Ἰωάννης πρὸς ἔκπλουν ἡτοίμαστο, οἶ δὲ τοῦ στόλου, καὶ μᾶλλον οἱ τοῦ θέματος τοῦ Ὀψικίου, οὐκ ἦσαν πειθήνιοι, οὐ γὰρ καλῶς πρὸς τὸν κρατοῦντα διέκειντο, ἐπεὶ μηδ’ ἐκεῖνος τῇ πλευστικῇ στρατιᾷ κεχρημένος ’ν δεξιῶς. ὡς δὲ πρὸς τὴν ἐκείνων ἀπείθειαν ὁ διάκονος ἀρχικώτερον διετέθη καὶ δριμύτερον αὐτοῖς προσεφέρετο, εἰς στάσιν τούτους
[*](A) ἠρέθισε καὶ τὸν βασιλέα δυσφημήσαντες αὐτὸν ἀνεῖλον εὐθύς. καὶ τοῦ πρόσω χωρεῖν ἀφέμενοι οἱ μὲν ἀπῄεσαν οἴκαδε, οἶ δὲ πρὸς τὸ Βυζάντιον ὥρμησαν · καὶ ἐν τῷ Ἀτραμυτίῳ γενόμενοι Θεοδόσιόν τινα πράκτορα τῶν δημοσίων τελῶν, ἰδιώτην ἄνδρα, ἄκοντα ἄκοντα λαβόντες, ἀνηγόρευσαν αὐτοκράτορα. ταῦτα μαθὼν ὁ Ἀρτέμιος στόλον ἡτοίμασε καὶ τῇ πόλει ἐπέστησε φυλακήν, αὐτὸς δ’ ἐν Νικαίᾳ διῆγε τῇ μητροπόλει τῶν Βιθυνῶν. οἱ δὲ στασιασταὶ διά τε γῆς καὶ θαλάσσης ἀφίκοντο εἰς Χρυσόπολιν, καὶ μέχρι μέν τινος ναυμαχίαι ἐγίνοντο, εἶτα περαιωθεὶς εἰς Θρᾴκην ὁ Θεοδόσιος διὰ τοῦ τείχους τῶν βλαχερνῶν ἐκ προδοσίας εἰς τὴν μεγαλόπολιν εἰσελήλυθε,
[*](B) καὶ τοῦ σὺν αὐτῷ ναυτικοῦ τε καὶ στρατοωτοῦ εἰσρυέντος ἐν ταύτῃ πολλὰ τῶν ἐν ταῖς οἰκίαις χρημάτων ἡρπάγησαν. τοὺς δὲ ὑπὲρ Ἀρτεμίου ἀντεχομένους τῶν ἀρχόντων συλλαβόμενοι καὶ τὸν πατριάρχην Γερμανὸν παραλαβόντες, ἀπῆλθον εἰς Νικαίαν, δεικνύντες τῷ Ἀρτεμίῳ ὅτι ἡ πόλις ἤδη παρελήφθη καὶ τὰ βασίλεια. καὶ ὃς τὸ μοναδικὸν
333
μεταμφιασάμενος σχῆμα, καὶ πίστεις λαβὼν μή τι περαιτέρω παθεῖν, παρέδωκεν αὐτοῖς ἑαυτόν, καὶ ἐν Θεσσαλονίκῃ περιωρίσθη, βασιλεύσας ἕνα ἐνιαυτὸν ἐπὶ μησὶ τρισίν.
Ἦν δὲ Θεοδόσιος ἤθους μὲν χρηστοῦ καὶ βίου [*](28) [*](C) σεμνοῦ, ἀπράγμων δ’ ἀνὴρ καὶ πρὸς πραγμάτων διοίκησιν καὶ ταῦτα βασιλείας σφόδρα ἀποπεφυκώς. Δέων δὲ ὁ καὶ Κόνων, παρὰ τοῦ Ἀρτεμίου στρατηγὸς τῶν Ἀνατολικῶν προβληθείς, ὑπὲρ τοῦ Ἀρτεμίου δῆθεν φρονῶν, οὐχ ὑπεῖξε Θεοδοσίῳ, σύμπνουν ἔχων καὶ τὸν τῶν Ἀρμενιακῶν στρατηγὸν Ἀρτάβασδον τὸν Ἀρμένιον. ἄρας οὖν ἐκεῖθεν, μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων εἰς Νικομήδειαν ἔρχεται, ἔνθα τὸν τοῦ βασιλέως Θεοδοσίου υἱὸν εὑρηκώς, καὶ αὐτὸν μετὰ τῆς βασιλικῆς ἀποσκευῆς χειρωσάμενος, ἀφίκετο εἰς [*](D) Χρυσόπολιν. ὁ Θεοδόσιος δὲ ἀπραγμόνως τῆς βασιλείας ἐξέστη αὐτῷ εἰς κληρικὸν καρεὶς μετὰ τοῦ υἱοῦ, καὶ πληροφορίαν λαβὼν μή τι ἕτερον ὑποστῆναι ὁ μὲν ἡσύχως ἐβίω τὸ λοιπὸν τῆς ζωῆς, βασιλεύσας δύο ἐνιαυτούς.
Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο· ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ, μῄπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ [*](A) τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσή- νεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησεν, καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώ- σατο. εἶτα ἔσταλτο παρ’ αὐτοῦ πρὸς τοὺς Ἀλανοὺς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν, ἀποστάντων
334
τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα.
[*](B) καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκουτες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥωμαίοις ἐπίπρασκον, περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί, τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ’ αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ’ αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο
[*](C) ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ’ ἔνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ, πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο, ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὔργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἤσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνο-
[*](2 Gotth. 4. 3, p 571,) [*](B) 335
μοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν ἦσαν ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ
[*](D) τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρβαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς εὐσέβειαν σπούδασμα ἔθετο, καὶ στείλας παρ’ αὐτοῖς ἱεροὺς ἄνδρας δι’ αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε, καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐσοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ’ οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ’ ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται
[*](A) καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαῖον ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανός, στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὑς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος, καὶ συχνοὺς διατρίψας ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς, ἀνῄρητο γάρ, μήτε μὴν τὸν Φιλιππικόν, καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα, πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε. ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν Ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν,
[*](B) ὡς εἴρηται, δῆθεν ἀμύνων, ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου, δοσίου, καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής, ὢ
[*](19 Προκόπιος] Immo semper Ἀλανοὺς.) 336
θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος, καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μασάλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ μεγάλῳ ὁ ἀρχισατράπης
[*](C) Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖστον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε
[*](D) λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα.
Ὁ δὲ τῆς Σικελίας στρατηγὸς Σέργιος τὴν τῶν Ἀράβων κατὰ τῆς πόλεως ἐπέλευσιν γνοὺς καὶ ὡς ἐν ἀκαταστασίᾳ τὰ Ῥωμαίων τυγχάνουσι, τυραννίδι καὶ αὐτὸς ἐπεχείρησε, καὶ οὐχ ἑαυτὸν τῆς βασιλείου ἠξίωσε κλήσεως, ἀλλά τινα Γρηγόριον τῶν ὑπηρετουμένων αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώ-
337
’μῇ τοῦ Σεργίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ’ ἀγγελθέντα τῶ Λέοντι διανέστησαν αὐτὸν τῷ
[*](A) τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα, χαρτουλάριον ἡ Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή, πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας, στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺ ’ς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπωθέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέπομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ εἰσελθόντα εἰς τὴν Συράκουσαν μαθὼν ὁ Σέργιος, εὐθὺς ἀπέδρα καὶ
[*](B) πρὸς Λογγιβαρκίαν ἐφοίτησε. τοῦ δὲ Παύλου προσομιλήσαντος τῷ στρατιωτικῷ καὶ τὸ γράμμα τὸ βασίλειον ἀναγνόντος αὐτῶν εἰς ἐπήκοον, εὐθὺς ἐκεῖνοι τὸν μὲν βασιλέα εὐφήμησαν, τὸν δὲ Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν δεσμίους τῷ Παύλῳ παρέδοσαν. καὶ ὃς τὸν μὲν Γρηγόριον ἀνεῖλε, τοὺς δ’ ἐκείνου ὑπασπιστὰς μαστίξας καὶ τὴν κόμην ἀποθρίξας αὐτοῖς ὑπερορίᾳ κατέκρινεν. ὁ δὲ Σέργιος πληροφορίαν λαβὼν μή τινος πειραθῆναι κακοῦ, πρὸς τὸν Παῦλον ἐκ Καλαβρίας ἀφίκετο. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν οὕτως ἠρέμησαν. οἶ δὲ τὴν πόλιν πολιορκοῦντες Ἄραβες, παθόντες μᾶλλον ἤ δράσαντες,
[*](C) ἐπανελθεῖν εἰς τὰ οἰκεῖα ὡρμήκεσαν καὶ εἰς τὰς περιλειφθείσας ἐμβάντες νῆας ἀπῄεσαν. λαίλαπι δὲ περιπεσόντες σφοδρῷ πάντες ἀπώλοντο σὺν ταῖς οἰκείαις τριήρεσι, δέκα μόνων νηῶν περιλειφθεισῶν, ὧν αἶ μὲν πέντε παρὰ Ῥωμαίων ἑάλωσαν, αἱ δὲ λοι-
338
παὶ διαφυγοῦσαι τῆς συμφορᾶς ἀπήλθοσαν ἄγγελοι. ἐτέχθη δὲ τῷ Λέοντι σκύμνος ὠμότερος τοῦ πατρὸς καὶ τήν τε μητέρα τούτου κεκλημένην Μαρίαν ἔστεψεν ὁ Λέων καὶ τὸν υἱὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐβάπτισε, Κωνσταντῖνον ὀνομάσας αὐτόν. ὅτε λἐγεται κόπρον αὐτὸν ἐκκρῖναι τῇ θείᾳ κολυμβήθρᾳ
[*](D) καταδυόμενον, κἀντεῦθεν ἐπονομασθῆναι Κοπρώνυμον, καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανόν εἰπεῖν ὅτι σημεῖον τοῦτό ἐστι τοῦ τῇ ἐκκλησίᾳ καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις μέγα τὸ παιδίον τοῦτο χρηματίσαι κακόν. ὁ δὲ μάγιστρος Νικήτας ὁ ξυλινίτης τῶν ὑπερλίαν τυγχάνων ὑπέθετο τῷ Ἀρτεμίῳ έν Θεσσαλονίκῃ τυγχάνοντι τοῖς Βουλγάροις προσελθεῖν, καὶ συνεργίᾳ τούτων ἀπολήψεσθαι πάλιν τὴν βασιλείαν. καὶ ὃς πείθεται, καὶ μετὰ πλήθους Βουλγάρων ἧκεν εἰς τὸ Βυζάντιον, οἰόμενος παρὰ τοῦ λαοῦ προσδε- χθήσεσθαι. τῶν δὲ τῆς πόλεως μὴ ἐπιστρεφομένων αὐτοῦ, οἱ Βούλγαροι τοῦτον πολλῶν χρημάτων τῷ Λέοντι προύδωκαν. καὶ οἱ μὲν ἀπῆλθον· ὁ δὲ σὺν τῷ ξυλινίτῃ ἀνῄρητο, καὶ ἡ τοῦ ξυλινίτου κτῆσις
[*](A) οὖσα πολλὴ δεδήμευτο ξύμπασα. καὶ ἄλλοι δὲ τῶν συνωμοτῶν τοῦ Ἀρτεμίου ἐκτάνθησαν, πρὸς οἷς καὶ ὁ τῆς Θεσσαλονίκης ἀρχιερεύς. εἶτα τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον ὁ Λέων βασιλέα πεποίηκε, παρὰ τοῦ ὁσιωτάτου Γερμανοῦ τῆς ἐπὶ τῇ ταινιώσει τελετῆς τελεσθείσης. ἐντεῦθεν ὁ Λέων ἄρχεται τοῦ θεομαχεῖν καὶ κατὰ τῶν σεπτῶν εἰκόνων ἐλύττησε. καὶ τὸν πατριάρχην μεταπεμψάμενος Γερμανόν μὴ δεῖν ἔλεγε τὰς εἰκόνας τιμᾶσθαι· εἰδωλολατρίαν γὰρ τὴν τούτων ἀπεκάλει προσκύνησιν. ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ “εὐφήμει, βασιλεy”, ἔφη “καὶ μὴ οὕτω φρόνει· ἀσεβὲς γὰρ ἄντικρυς τὸ ἐννόημα, καὶ οἶδα μὲν ᾀδό-
339
μένον τὸ μέλλειν κινηθῆναι ταύτην τὴν αἵρεσιν. ἀλλὰ μὴ σύγε εἴης ὁ ταύτης εἰσαγωγεύς · Κόνων γάρ τις ὀνομαζόμενος ταύτης μέλλειν κατάρχεσθαι λέγεται.” καὶ ὃς ὑπολαβὼν αὐτίκα φησίν ἐγώ εἰμι· Κόνων γὰρ παρὰ τῶν γονέων νηπιόθεν ὠνόμασμαι.” τὸν μὲν οὖν ἀοίδιμον Γερμανὸν μὴ πεισθέντα συνθέσθαι τῇ γνώμῃ αὐτοῦ, μᾶλλον μὲν οὖν καὶ γενναιότατα ἀντιλέγοντα καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐλέγχοντα τῆς ἐκκλησίας ἐξώθησεν, ἔτη ταύτην ἰθύναντα πεντεκαίδεκα, Ἀναστάσιον δέ τινα εἰς πατριάρχην ἑαυτῷ ὁμόφρονα προχειρίζεται. τοῦ δ’ οὖν οὕτω φρονῆσαι τὸν Λέοντα καὶ εἰς τοῦτο προελθεῖν ἀσεβείας ἥκω τὴν αἰτίαν ἐρῶν.
Ἰζὶθ τῶν Ἀράβων ἄρτι γέγονεν ἀρχηγός · καὶ τούτῳ προσίασιν Ἑβραῖοι δύο τὸ ἐπιτήδευμα γόητες, οἱ δὲ ἀστρολογίαν ἔλεγον μετιέναι, κἀντεῦθεν εἰδέναι [*](C) τὰ μέλλοντα, καὶ τῷ Ἄραβι τὴν ἀρχὴν ἐπηγγέλλοντο καὶ τὴν ζωὴν πολυχρόνιον, εἰ τῶν ἐκκλησιῶν τῶν χριστωνύμων τὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτὸν τεκούσης ἐκβαλεῖ τὰ ἐκτυπώματα. καὶ ὁ βάρβαρος οὐκ ἐμέλλησεν, ἀλλ’ ἐκ πάντων τῶν ἐν τῇ ὑπ’ αὐτὸν τελούσῃ χώρᾳ ναῶν τὰς σεπτὰς εἰκόνας ἠφάνισε. καὶ ἡ θεία δίκη τοῦτον μετῆλθεν οὐκ εἰς μακράν. οὔπω γὰρ παρῆλθεν ἐνιαυτὸς καὶ ὁ δείλαιος τὴν ζωὴν ἐζημίωτο. ὁ δὲ τούτου παῖς τῆς ἀρχῆς δοἀδοχος γεγονὼς τοὺ ’ς ψευδομάντεις ἐκείνους ἐζήτει, τῆς εἰς τὸν τεκόντα ἀπάτης τίσασθαι προθυμοῦ μένος. ἀλλ’ ἔφθησαν ἐκεῖνοι φυγεῖν ἐκεῖθεν, καὶ εἰς Ἰσαυρίαν κατήντησαν. ἔνθα περιτυχόντες τούτῳ τῷ [*](D) Λέοντι, νεανίᾳ τυγχάνοντι, βαναύσῳ τὸ ἐπιτήσευμα, τὴν τῶν Ῥωμαίων προμαντεύονται βασιλείαν. τοῦ δὲ πρὸς τὴν οἰκείαν ἀφορῶντος τύχην, ἀφεστη-
340
κυῖαν πάνυ που πόρρω τοιαύτης ἀρχῆς, καὶ τοῖς ἐκείνων διαπιστοῦντος χρησμοῖς, ἐκεῖνοι συμβήσεσθαι τὴν πρόρρησιν ἀπισχυρίζοντο κραταιῶς, καὶ ἀπῄτουν αὐτὸν δι᾿ ὅρκου πληροφορῆσαι αὐτούς, ὅτε τύχοι τῆς βασιλείας, δοῦναι σφίσιν ὃ ἂν αἰτήσωνται. καὶ ὃς ὄμνυσιν ἦ μὴν τῆς βασιλείας τυχὼν ἐντελῆ αὐτῶν ποιῆσαι τὴν αἴτησιν. ὁ μὲν οὖν ὃν εἴρηται τρόπον τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐκράτησεν. οἱ δὲ τούτῳ ταύτην προμαντευσάμενοι ἔνατον ἤδη ἔτος
[*](A) τῆς αὐταρχίας ἀνύοντι προσῆλθον αὐτῷ, καὶ ᾔτουν ἀποδοῦναι αὐτοῖς τῆς προρρήσεως τὸν μισθόν. καὶ ὁ Λέων ἕτοιμος ἦν πρὸς τοῦτο, καὶ λέγειν ἠξίου τί τὸ αἰτούμενον. καὶ ἡ βέβηλος ἐκείνη τῶν Ἰουδαίων δυὰς “οὔτε πλοῦτον” εἶπε “δοθῆναι ἡμῖν ἐξαιτούμεθα οὔτε πρὸς δόξης ἀναχθῆναι περιωπὴν οὔθ᾿ ἕτερόν τι τῶν τῆς βασιλείας λαμπρῶν, ἀλλ᾿ ἢ μόνον τὸ τὰ τοῦ Ναζωραίου καὶ τῆς αὐτὸν τεκούσης περιαιρεθῆναι πάντοθεν ἐκτυπώματα.” καὶ ὃς ἀβέβαιος ὤν περὶ τὴν πίστιν, ὥσπερ τι τῶν εἰκαίων καὶ ῥᾴστων τοῦτο ποιήσαι συνέθετο, καὶ τοῦ δεκάτου ἄρτι ἐνιαυτοῦ τῆς αὐτοῦ τυραννίδος ἀρξάμενος καὶ τοῦ θεομαχεῖν ἤρξατο καὶ μετὰ φρικώδους βρυχήματος κατὰ τῶν σεπτῶν εἰκόνων ἐχώρησε, καὶ διωγμὸν
[*](B) βαρύτατον ἤγειρε, πολλούς τε ἀνθεστηκότας τῇ ἐξαγίστῳ γνώμῃ αὐτοῦ ἐκόλασε καὶ μάρτυρας ἀπειργάσατο. πρὸς δὲ τοῖς ἄλλοις οἶς κατὰ τῶν εὐσεβούντων εἰργάσατο καὶ τοῦτο πεποίηκεν. οἶκος ἦν ἐν τῇ καλουμένῃ βασιλικῇ ἔγγιστα τῶν Χαλκοπρατείων βασίλειος, ἐν ᾧ καὶ βίβλοι τῆς τε θύραθεν σοφίας καὶ τῆς εὐγενεστέρας καὶ θειοτέρας πολλαὶ ἐναπέ κεῖντο. ἦν δ᾿ οὗτος ἀνέκαθεν τοῦ προύχοντος ἐν λόγοις κατοικητήριον, ὃν οἰκουμενικὸν ἐκάλουν δι-
341
δάσκαλον, ὃς καὶ δώδεκα εἶχεν ἑτέρους συνοικοῦντας αὐτῷ, κἀκείνους τῆς λογικῆς παιδείας μετέχοντας τὸ ἀκρότατον. τούτοις καὶ σιτήσεις ἀνεῖντο δημόσιαι, καὶ παρ’ αὐτοῖς ἐφοίτων οἷς ἔμελε λογικῆς παιδείας καὶ γνώσεως, οὑς καὶ ὁ βασιλεύων συμβούλους
[*](C) ἐν τοῖς πρακτέοις πεποίητο. τούτους οὖν εἰ ἕλοι καὶ τῆς ἑαυτοῦ ποιήσαιτο γνώμης, ἔκρινε τὸ πὰν κατεργάσασθαι. καὶ τοὺς ἄνδρας μεταστελάμενος τὴν περὶ τῶν σεβαστῶν εἰκόνων γνώμην αὐτοῦ τὴν πονηρὰν αὐτοῖς ἐκοινώσατο. οἶ δὲ οὐχ ὅσον οὐχ ὡμοδόξουν αὐτῷ, ἀλλὰ καὶ αὐτὸν μεταστῆσαι τῆς γνώμης ταύτης ἐπεχείρουν ὁλοσχερῶς, πῇ μὲν καταψῶντες τὸν θῆρα τὸν λεοντώνυμον καὶ κατεπᾴδοντες αὐτοῦ τὰ σωτήρια, πῇ δὲ γενναιότερον ἀντιβαίνοντες καὶ διελέγχοντες τὴν ἀσέβειαν. ὁ δὲ ὡσεὶ ἀσπὶς ἔβυε τὰ ὦτα καὶ φωνῆς ἐπᾳδόντων οὐκ ἤκουεν οὐδ’ ἐφαρμακεύετο παρὰ τῶν σοφῶν. πολλάκις οὖν
[*](D) αὐτοῖς προσωμιληκὼς καὶ τὴν αὐτῶν μετάθεσιν ἀπογνούς, τοὺς μὲν ἀφῆκεν εἰς τὴν σφετέραν πορευθῆναι διατριβήν, τὸν οἶκον ἐκεῖνον δηλαδὴ τὸν βασίλειον, αὐτὸς δὲ κελεύσας εὔπρηστον ὕλην συναχθῆναι πολλὴν καὶ πέριξ τοῦ οἴκου τεθεῖσαν ἀναφθῆναι νυκτός, οὕτω τόν τε οἶκον σὺν ταῖς βίβλοις καὶ τοὺς σοφοὺς ἐκείνους ἄνδρας καὶ σεβασμίους κατέκαυσε.
Διὰ ταῦτα ὁ τῆς πρεσβυτέρας Ῥώμης τότε τὴν ἐκκλησίαν ἰθύνων Γρηγόριος τῆς πρὸς τὸν τῆς νέας Ῥώμης προεδρεύοντα καὶ τοὺς ἐκείνῳ ὁμόφρονας ἀποστὰς κοινωνίας, ἐκείνους μὲν σὺν τῶ βασιλεῖ [*](A) συνοδικῷ καθυπέβαλεν ἀναθέματι, τοὺς δὲ μέχρι τότε τῇ βασιλείᾳ κομιζομένους ἐκεῖθεν φόρους ἐπέσχε, τοῖς Φράγγοις σπεισάμενος· οὐ γὰρ τοῦ τῶν Ῥωμαίων
342
γένους οἱ Φράγγοι, ἀλλὰ Γερμανικὸν ἔθνος τούτους εἶναί φησι τὴν ποικίλην ἱστορίαν ὁ Καισαρεὺς Προκόπιος συνταξάμενος, περὶ τὸν Ῥῆνον ποταμὸν καὶ τὸν Ῥοδανὸν καὶ τὰς ἐκεῖσε λίμνας πάλαι λατῳκημένον. τοῦ δὲ Βελισαρίου στρατηγοῦντος Ῥωμαίων ἐπὶ τοῦ προτέρου Ἰουστινιανοῦ καὶ Γότθοις ἀντιπαλαμωμένου περὶ Ἰταλίας καὶ τῶν ἐν ταύτῃ πόλεων καὶ τῆς Ῥώμης αὐτῆς, παρὰ γὰρ τῶν Γότθων κατείχουτο, τότε καὶ τούτους ἱστορεῖ τῇ Ἰταλίᾳ ἐπεμβαλεῖν.
[*](P�) τοὺς μέντοι Γότθους μὴ οἵους τε ὄντας καὶ Ῥωμαίοις καὶ Φράγγοις ἀντικαθίστασθαι πρὸς τοὺς Φράγγους θέσθαι σπονδὰς καὶ τὸν πρὸς ἐκείνους διαλύσασθαι πόλεμον, παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, Ἰουστινια δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι τοὺς Φράγγους, ἀλλ’ εἶναι τὰ πρὸς Ῥωμαίους τοὐτοις διὰ τὴν ἐπίρρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ
[*](C) τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατήσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετιῶν κατασχεῖν. οὕτως οὖ ’ν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε ’Ρωμαίοις καὶ τὰ ὑπ’ αὐτοὺς ληιζόμενοι. ἀποστατήσας οὖν, ὡς εἴρηται, τῆς τοῦ βασιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμμάτων τὸν Λέοντα τῆς μισοθεΐας μετενεγκεῖν καὶ μεταπεῖσαι τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ’
[*](2 Προκόπιος) Vandal. I, 3, p. 182, A. Gotth. 3, 33, p. 542, D. 543, B.) 343
ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε.
[*](D) τούς τ’ ἑ Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις νέοις ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι. ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μείρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σιυθῶν ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμπτώμασιν.
[*](A) ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρολόφου Α κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους πόλις καὶ πρὸς ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνικαί. τὴν γοῦν τῶν τειχῶν κατάπρωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς “ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη· ἀσύμφορον δ’ ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ’ ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φόλλεις εἴκοσι καὶ τέσσαρας ἐφ’ ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν B τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν.” ἔκτοτε τοίνυν καὶ μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη. οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ
344
δείλαιος Λέων βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίᾳ νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο.