Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Οὕτω μὲν οὖν, ὡς εἴρηται, Οὐαλεντινιανὸς ἐψήφιστο βασιλεύς. ἀχθεὶς δὲ καὶ ἀναρρηθεὶς καὶ τὰ βασιλικὰ περιέθετο σύμβολα. ὁ δὲ Σαλούστιος, ὅτι σπουδὴν ἐνεδείξατο ἀναρρηθῆναι αὐτόν, ἀμοιβὴν ᾔτει τῶν τῆς ἐπαρχότητος ἀνεθῆναι φροντίδων. καὶ ὁ βασιλεύς “διὰ τοῦτο” εἶπε “τοσούτων μοι πραγμά-

219
τῶν ἐπεφόρτισας ὄγκον, ἔν αὐτὸς μηδ’ ἐφάπτοιο τούτου”; ὥρμητο δὲ Οὐαλεντινιανὸς ἐκ Παιονίας. [*](D) ἦν δ’ εὐσεβὴς τὰ πρὸς τὸν θεόν· διὸ καὶ ὑπερορίᾳ αὐτὸν ὁ Ἰουλιανὸς κατεδίκασεν· εἶτα τριβοῦνον ἀριθμοῦ τῆς ὑπερορίας ἀνακληθέντα ἐποίησεν. οὗτος καὶ τὴν ἰσχὺν γενναιότατος καὶ τὴν γνώμην ἦν δικαιότατος. διὸ καὶ τῶν ἀρχὰς τότε μετιόντων πολλοὺς ὡς ἀδικοῦντας ἐτιμωρήσατο, τὸν κρατοῦντα λέγων ἀπαιτεῖσθαι δικαιοσύνης πρὸ τῶν ἄλλων φροντίζειν. οὗτος κοινωνὸν τῆς βασιλείας Οὐάλεντα τὸν ἀδελφὸν προσελάβετο καὶ τὴν ἑῴαν μοῖραν αὐτῷ πιστεύσας, αὐτὸς ἐν τοῖς ἑσπερίοις διέτριβε καὶ πολέμους κατὰ βαρβάρων συγκροτήσας πολλοὺς τρόπαια κατ’ ἐκείνων ἐστήσατο. εἶχε δὲ πρὸ τῆς βασιλείας [*](A) υἱὸν κεκλημένον Γρατιανόν, ὃς αὐτῷ ἐκ τῆς γαμετῆς Σευήρας ἐγένετο· ὃν καὶ ἀνηγόρευσεν αὐτοκράτορα. ἔγημε δὲ καὶ δευτέραν γυναῖκα, ἔτι περιούσης καὶ τῆς προτέρας. Ἰουστῖνα ἦν ἡ δευτέρα, ἐξ ἧς καὶ τὸν νέον ἐγείνατο Οὐαλεντινιανὸν καὶ θυγατέρας Ἰούσταν, Γράταν, καὶ Γάλλαν. ἐπὶ τούτου τελευτήσαντος Εὐδοξίου τοῦ κακοδόξου τῆς νέας Ρώμης ἀρχιερέως, ἀντεισήχθη Δημόφιλος ὁμόδοξος τυγχάνων τῷ πρὸ αὐτοῦ· ὃς ἐπ’ ἔτεσι δώδεκα τῆς ἐκκλησίας ἐκράτησεν. οὗτος ὁ βασιλεύς, καὶ τὸν μέγαν Ἀμβρόσιον ἐπίσκοπον τῆς Μεδιολανῶν προεχειρίσατο πόλεως. μαθὼν δὲ περὶ τοῦ ἀδελφοῦ Οὐάλεντος ὅτι τῆς Ἀρειανικῆς ἀντιποιεῖται αἱρέσεως καὶ πάντας βιάζει ταύτῃ συντίθεσθαι, διὰ γραμμάτων [*](B) ἐπιπλήττει αὐτὸν καὶ ἀποστῆναι παραινεῖ τῆς αἱρέσεως. ὁ δὲ τοῦ οἰκείου θελήματος οὐκ ἀφίστατο καὶ μᾶλλον κατὰ τῶν ὀρθοδόξων ἐξηγριαίνετο. Ῥοδανὸς δέ τις πραιπόσιτος παρὰ Οὐαλεντινιανῷ μέγα
220
ἠδύνατο. κατ᾿ αὐτοῦ προσῆλθε γυνή τις Βερνίκη καλουμένη τῷ βασιλεῖ Οὐαλεντινιανῷ ἀδικίαν ἐπεγκαλοῦσα τῷ πραιποσίτῳ. ἐρευνήσας γοῦν ὁ αὐτοκράτωρ, καὶ γνοὺς μὴ ψεύδεσθαι τὴν γυναῖκα, προσκαλεσάμενος τὸν πραιπόσιτον, θεραπεῦσαι κεκέλευκε τῇ γυναικὶ τὸ ἀδίκημα. κἀκεῖνος τῇ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα θαρρῶν, οὐδένα λόγον ἔθετο τῆς ἀδικουμένης. προσῆλθεν οὖν καὶ αὖθις τῷ βασιλεῖ ἡ γυνή· καὶ ὃς μαθὼν μήτινα θέσθαι φροντίδα [*](C) τῆς γυναικὸς τὸν πραιπόσιτον, αὐτίκα γυμνοῖ μὲν ἐκεῖνον τοῦ ἀξιώματος, κελεύει δὲ δεθέντα ἐν τῷ θεάτρῳ περιαχθῆναι, ἀγῶνος ἱππικοῦ ἀγομένου, κηρύκων αὐτοῦ προαγόντων καὶ τὸ εἰς τὴν γυναῖκα βοώντων ἀδίκημα καὶ τοῦ βασιλικοῦ κελεύσματος τὴν παρακοήν· καὶ μετὰ τὴν περιαγωγὴν καὶ τὸ κήρυγμα ἐκεῖ παρευθὺ καυθῆναι αὐτόν. καὶ ὁ μὲν τοιοῦτον εὕρατο τέλος· ἡ δὲ πᾶσα ἐκείνου περιουσία τῇ γυναικὶ διὰ βασιλείου παρακεχώρητο γράμματος. ἐξέλιπε δὲ ὁ βασιλεὺς οὗτος ἐν Γαλλίαις διάγων, ἀπολαύσας χρόνου μακροῦ· ἐβίω γὰρ ἔτη πρὸς τέσσαρσιν ὀγδοήκοντα, ἕνδεκα τούτων βασιλεύσας ἐνιαυτούς. καὶ τὸν υἱὸν Γρατιανὸν τῆς βασιλείας τῶν [*](D) ἐσπερίων διάδοχον καταλελοιπώς.

Οὐάλης δὲ τῶν ἀρειανιζόντων ὑπερμαχῶν ὡς ὁμογνώμων αὐτοῖς, τοὺς ὀρθοδόξους ἐδίωκε καὶ πολλὰ ἐπήνεγκεν αὐτοῖς τὰ δεινά, τῇ οἰκείᾳ συζύγῳ Δομνίνᾳ πειθόμενος. καί ποτε ἐν Νικομηδείᾳ διάγοντι, προσῆλθον αὐτῷ εἰς πρεσβείαν ἐκ τοῦ τῶν ὀρθοδόξων συστήματος ἄνδρες ἱερατικοὶ ὀγδοήκοντα, οὓς ἅπαντας σὺν τῷ πλοίῳ, δι᾿ οὗ ἐκομίζοντο, καυθῆναι προσέταξε. καὶ κατεφλέχθησαν πάντες ἐν μέσῃ τῇ θαλάσσῃ σὺν τῇ νηὶ ἄχρι Δακυβίζης διαρ-

221
κεσάσῃ. ὧν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος μέμνηται, λέγων, Πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι. οὐ μόνον δὲ τοὺς ὀρθοδόξους ἐκόλαζεν, ἀλλὰ καὶ [*](A) τὰς ἐκκλησίας ἁπάσας ἀπένεμε τοῖς Ἀρειανοῖς, τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκδιώκων αὐτῶν. λέγεται γοῦν καὶ τῆς ἐν Νικαίᾳ καθολικῆς ἐκκλησίας ἐκδιωχθέντας τοὺς τοῦ ὀρθοῦ δόγματος τῷ μεγάλῳ προσελθεῖν Βασιλείῳ, κἀκεῖνον πρεσβεῦσαι περὶ τούτου πρὸς τὸν Οὐάλεντα, τὸν δὲ μὴ πείθεσθαι, καὶ τὸν μέγαν φάναι Βασίλειον ὡς ἐπιτρεπτέον, ὦ βασιλεῦ, τὴν περὶ τούτου κρίσιν τῷ θεῷ, καὶ κλεισθήτω μὲν ἀσφαλῶς ὁ ναός, ἐκτὸς δ’ ἑστῶτες οἱ τὰ Ἀρείου φρονοῦντες δείσθωσαν τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως αὐτοῖς ἀνοιχθῇ ὁ ναός, ἐχέτωσαν αὐτόν· εἰ δὲ μὴ ἀνοιγῇ, ἐπιτρεπτέον καὶ ἡμῖν δεηθῆναι τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως ἀναπετασθῶσιν αἶ πύ- [*](B) λᾶι, νομιστέον ἐκ θεοῦ προσκληρωθῆναι ἡμῖν τὸ θεῖον τεμένισμα· εἰ δὲ οὐδ’ ἡμῖν τὸ ἱερὸν ἀνοιγῇ, καὶ οὕτως ἀνείσθω αὐτὸ τοῖς ἀρειανίζουσιν. ἤρεσε ταῦτα τῶ βασιλεῖ, καὶ γενέσθαι οὕτως ἐπέτρεψεν. ἐκλείσθη οὖν πάντοθεν ὁ ἐν Νικαίᾳ ναός. ἐδέοντο οἱ ἀρειανίζοντες καὶ ἠδολέσχουν ἐφ’ ἱκανόν, ὁ δὲ ναὸς οὐκ ἠνέῳκτο. ὀψὲ δέ ποτε τῶν αἱρετικῶν μεταστάντων, οἱ ὀρθόδοξοι τοῦ μεγάλου Βασιλείου προισταμένου αὐτῶν τῆς δεήσεως ἤρξαντο· καὶ αὐτίκα τῶν κλείθρων διαρραγέντων καὶ τῶν μοχλῶν, αἱ πύλαι διέστησαν ἀπ’ ἀλλήλων, καὶ τῶν εἰσόδου τοῖς πιστοῖς παρεχώρησαν. οὗτος ὁ βασιλεὺς Ἕλλησι μὲν ἐδίδου θυσίας ποιεῖν, Ἰουδαίοις προσέκειτο· τοῖς δ’ ὀρθοδόξοις μόνοις ἀντέκειτο. Σκυθῶν δὲ τὴν C Θρᾳκῴαν καὶ Μακεδονικὴν κατατρεχόντων χώραν, ἐξῄει τούτοις ἀντιταξόμενος. ὅτε καὶ ὁ μέγας πατὴρ
222
Ἰσαάκιος ἐφίππῳ αὐτῷ ἐντυχών “ἀπόδος” ἔφη “τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, ὦ βασιλεῦ, καὶ ἴσθι ὡς ἐπανήξεις νενικηκώς· εἰ δὲ κατὰ θεοῦ στρατεύῃ, οὐκ ἐπανήξεις ἐκεῖθεν.” ὠργίσθη ἐπὶ τούτοις ὁ δυσσεβέστατος βασιλεύς, καὶ φρουρεῖσθαι προστάττει τὸν ἅγιον, ἴως ἐπανελεύσεται. ὁ δὲ “εἰ σὺ ὑποστρέψεις” ἴφη “οὐ λελάληκεν ἐν ἐμοὶ ὁ θεός”. καὶ ἐν ὀνείρῳ δὲ ἐθεάσατο ὁ Οὐάλης ἄνδρα τινὰ λέγοντα αὐτῷ, [*](D)
  • τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν,
  • ἔνθα μόρος σε δεινὸς ἁρπάζει, τάλαν.
  • διυπνισθεὶς οὖν ἐπυνθάνετο τίς ἂν εἴη ὁ Μιμὰς. καί τις τῶν λόγοις ἐσχολακότων, τοιοῦτοι γὰρ τοῖς βασιλεῦσι συμπαρωμάρτουν τε καὶ ᾠκείωντο, ὡς εἴθε καὶ νῦν, ἴφη αὐτῷ ὄρος εἶναι τῆς Ἀσίας τὸν Μίμαντα πρὸς τῇ θαλάσσῃ κείμενον. τούτου δὲ καὶ τὸν Ὅμηρον ἐν Ὀδυσσείᾳ μεμνῆσθαι λέγοντα “παρ ἠνεμόεντα Μίμαντα”. καὶ ὃς ἔφη “τίς οὖν μοι ἀνάγκη τὸ ὄρος τοῦτο καταλαβεῖν κἀκεῖσε θανεῖν;” στρατεύσας οὖν κατὰ Σκυθῶν καὶ περὶ τὴν Θρᾴκην αὐτοῖς συμβαλών, αἰσχρῶς ἡττήθη καὶ φεύγων ἐν οἰκήματι κατεκρύφθη· παρ’ ᾧ ἀχυρώδης σεσώρευτο συρφετός. τῶν οὖν Σκυθῶν μετὰ τὴν ἧτταν τοῦ [*](A) βασιλέως τὴν χώραν ἐκείνην ληιζομένων καὶ ἐμπιπρώντων καὶ τὰς οἰκίας, κἀκεῖνο τὸ οἴκημα καταπέπρηστο, καὶ ὁ Οὐάλης διέφθαρτο ἐν αὐτῷ. ὁ μέντοι ἅγιος Ἰσαάκιος καθειργμένος μένος τὴν κατάφλεξιν τοῦ Οὐάλεντος ἐγνώκει τῷ πνεύματι, καὶ εἶπε τοῖς παρατυχοῦσιν ἐκεῖ ὡς Οὐάλης ἄρτι θνήσκει διὰ πυρός. σημειωθείσης οὖν τῆς ἡμέρας, ἐγνώσθη μετὰ ταῦτα μὴ πλανηθῆναι τὸν ἅγιον. μετὰ δὲ τὴν τῶν βαρβάρων ἐκεῖθεν ὑπαναχώρησιν τὸ σῶμα τοῦ βασιλέως ἀναζητούντων τινῶν, εὑρέθη τάφος ἐν τῇ οἰκίᾳ, ἐν
    223
    ᾗπερ ἐκεῖνος ἐκέκαυτο, παλαιοῦ τινος ἔχων ἐπίγραμμα
  • “ἐνταῦθα Μιμὰς Μακεδὼν στρατηγέτης.”
  • τούτῳ τῷ βασιλεῖ ἐπανέστη Προκόπιος ὁ ἀνεψιὸς Ἰουλιανοῦ, [*](B) καὶ ἐκράτησε τοῦ Βυζαντίου. προδοθεὶς δὲ παρὰ τῶν οἰκείων, καὶ προσδεθεὶς ἐκ τῶν σκελῶν δύο δένδροις βίᾳ κλιθεῖσι, τῶν δένδρων ἀνεθέντων διεσπάσθη ὁ δείλαιος. καθῃρέθη δὲ τότε καὶ τὰ τείχη τῆς πόλεως Χαλκηδόνος, ὡς τῶν αὐτῆς πολιτῶν τὰ Προκοπίου φρονούντων· ὧν καθαιρουμένων εὑρέθη πλὰξ ἐν τοῖς θεμελίοις αὐτῶν ἔχουσα γεγραμμένα ταυτί·
  • ἀλλ’ ὅτε δὴ Νύμφαι ἱερὸν κατὰ ἄστυ χορείην
  • τερπόμεναι στήσονται ἐϋστεφέας κατ’ ἀγυιάς,
  • καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ,
  • δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων
  • ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν,
  • [*](C)
  • Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ
  • καὶ Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν.
  • Θρηικίης δ’ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν
  • αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι.
  • ὁ μὲν οὖν Οὐάλης τῇ τῶν τειχῶν τῆς Χαλκηδόνος ὕλῃ εἰς οἰκοδομὴν ὁλκοῦ ἐχρήσατο ὕδατος, ὃν ἀγωγὸν ἡ δημώδης ὀνομάζει φωνή, καὶ τοῦτον Οὐάλεντα ἐπωνόμασε, δι’ οὗ πεποίηκεν εἰς τὴν πόλιν ὕδωρ εἰσάγεσθαι, ἔν’ ἀφθονία ὕδατος εἴη αὐτῇ καὶ πρὸς ἄλλην χρῆσιν καὶ πρὸς λουτρά. ὁ δὲ τῆς πόλεως ἔπαρχος Νύμφαιον ἐν τῷ καλουμένῳ Ταύρῳ κατεσκευάκει, τὰς ἐκ τοῦ τῶν ὑδάτων ὁλκοῦ χάριτας ἐκ τούτου παραδεικνύς. οἶς εἵπετο καὶ ἡ τῶν βαρβάρων [*](D) ἐπέλευσις, κατὰ τὰ γεγραμμένα ἐν τῇ πλακί, οἳ ἐληίσαντο μὲν τὴν Θρᾴκην, περὶ δὲ αὐτὴν κατηναλώθησαν ὕστερον. ἐπὶ τούτου δὴ τοῦ Οὐάλεντος
    224
    λέγεται Λιβάνιος ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος, ἀλεκτορομαντείαν ποιῆσαι, ζητοῦντες γνῶναι τὸν μετὰ τὸν Οὐάλεντα βασιλεύσοντα. ἡ δὲ τοιαύτη, ὡς λόγος, ἐστίν. ἐν κόνει τὰ εἴκοσι τέσσαρα γράφονται γράμματα, καὶ τούτων ἑκάστῳ σίτου κόκκος ἢ κριθῆς ἐπιτίθεται. εἶτ’ ἀλέκτωρ ἀφίεται, ἐπᾳδομένων ἐπὶ τούτοις τινῶν ἐπῳδῶν, καὶ κατασκοπεῖται ἐκ τίνων στοιχείων λαμβάνει κόκκους. [*](A) καὶ ταῦτα συντιθέμενα δήλωσιν ποιεῖσθαι τοῦ ζητουμένου δοξάζεται. τοῦτο τοίνυν κἀκεῖνοι τότε ποιήσαντες εἶδον λαβόντα τὸν ἀλέκτορα τὸν ἐν τῷ θῆτα κόκκον καὶ τὸν έν τῷ ε,ݲ τὸν ἐν τῷ οݲ καὶ τῷ δ.ݲ ἔδοξεν οὖν ἀμφίβολον τὸ δηλούμενον. ἤ Θεόδωρον ἐδόκει δηλοῦν ἢ Θεοδόσιον ἤ Θεόδοτον. τοῦτο μαθὼν ὁ Οὐάλης πολλοὺς τῶν τοιούτοις κεκλημένων ὀνόμασιν ὑποπτεύσας ἀπώλεσεν. ἐζήτει δὲ καὶ αὐτοὺς τοὺς τὴν μαντείαν ποιήσαντας. ὅθεν τὴν ἐκείνου δείσας ὠμότητα ὁ Ἰάμβλιχος, φάρμακον δηλητήριον πεπωκώς, ὥς τινες ἱστορήκασιν, ἑαυτὸν τοῦ ζῆν ὑπεξήγαγεν. ἦν γὰρ δυσπαραίτητος τὰς ὀργὰς ὁ Οὐάλης· ὅθεν καὶ ἔλεγεν ὡς ὁ ταχὺ μεταθέμενος [*](B) τῆς ὀργῆς καὶ τοῦ δικαίου ἂν μετάθοιτο τάχιστα. οὗτος ἔτη βεβασίλευκε δέκα ἐπὶ τρισὶ καὶ μῆνας τέσσαρας καὶ ἀξίως τῆς οἰκείας δυσσεβείας διφέθαρτο.

    Γρατιανὸς δὲ ὁ υἱὸς Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανὸς ὁ νέος ὁ τούτου ἀδελφὸς τῆς Ῥωμαϊκῆς ἀρχῆς γεγόνασιν ἐγκρατεῖς· μόνος μὲν γὰρ ὁ Γρατιανὸς παρὰ τοῦ πατρὸς ἀνερρήθη, ὥσπερ ἤδη ἱστόρηται. ὅτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύτησεν, οὐ παρῆν οὗτος ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν

    225
    βασιλέα ἀνεῖπε τετραέτη τότε τυγχάνοντα. ἐπανελθὼν δ’ ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καί τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας [*](C) τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὡς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο. οὗτος ὁ βασιλεὺς τὸν πατέρα ἐζήλωσεν εἰς εὐσέβειαν. ὅθεν καὶ τῷ θείῳ Οὐάλεντι συμμαχίαν αἰτήσαντί ποτε κατὰ τῶν Σκυθῶν ἐξ αὐτοῦ, οὐ παρέσχετο, γράψας αὐτῷ ὡς οὐ δεῖ τῷ ἐχθρῷ τοῦ θεοῦ συμμαχεῖν. τοῖς δ’ ἐξελαθεῖσι ποιμέσι τῶν οἰκείων ἐκκλησιῶν διὰ δόγματος ἐφῆκε τὴν εἰς αὐτὰς ὑπονόστησιν. τῶν δὲ Σκυθῶν μετὰ τὴν Οὐάλεντος ἧτταν ἐξογκωθέντων τὸ φρόνημα, καὶ τήν τε Θρᾴκην ληιζομένων καὶ τὰ περὶ αὐτὴν καὶ ἀκαθέκτων [*](D) ὄντων, τὸν ἐξ Ἱσπανίας μετεκαλέσατο Θεοδόσιον, ἡ δὲ Ἱσπανία τῆς Εὐρωπαίας Ἰβηρίας ἐστὶ πόλις ἡ διαφορωτάτη τῶν ἐν αὐτῇ, ἄνδρα γενναιότατόν τε καὶ εὐσεβέστατον. τοῦτον οὖν στρατηγὸν μετὰ στρατιᾶς κατὰ τῶν βαρβάρων ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ νικήσας τρόπαιον ἤρατο, πλήθους μὲν Σκυθικοῦ κατασφαγέντος ἐν τῷ πολέμῳ πολλοῦ, τῶν δὲ λοιπῶν εἰς φυγὴν τραπέντων, καὶ τῶν μὲν ἀπολλυμένων ἐν τῷ καταλαμβάνεσθαι, τῶν δ’ ὑπ’ ἀλλήλων διαφθαρέντων ἐν τῇ φυγῇ. πάντων τοίνυν σχεδὸν τῶν βαρβάρων ἐκείνων ἀπολωλότων, τὴν στρατιὰν ἐκεῖ καταλείψας ὁ Θεοδόσιος, αὐτὸς πρὸς τὸν Γρατιανὸν τῆς νίκης ἧκεν αὐτάγγελος ἐν Παιονίᾳ τότε διάγοντα. ἀπαγγείλας δὲ τὴν νίκην τῷ βασιλεῖ καὶ τὸν τῶν βαρβάρων [*](A) εὐαγγελισάμενος ὄλεθρον, ἠπιστεῖτο διά τε τὸ
    226
    τοῦ ἔργου ταχὺ καὶ τὸ δυσμαχώτατον τῶν Σκυθῶν. ἐπεὶ δ’ ἔγνω τὸ ἀληθὲς καὶ τὴν τῶν βαρβάρων φθορὰν ὁ αὐτοκράτωρ πεπληροφόρητο, καὶ ἐθαύμασε τὸν ἄνδρα τῆς τε ταχυτῆτος καὶ τοῦ ἀριστεύματος ἕνεκα καὶ ἐπῄνεσεν. ἤδη δὲ καὶ τῆς Οὐάλεντος μοίρας προσκτηθείσης αὐτῷ μετὰ τὴν ἐκείνου φθορὰν ἀπιδὼν πρὸς τὸ ἄπειρον σχεδὸν τῆς ἀρχῆς καὶ συνιδὼν ὡς οὐχ ὁ ἰός τ’ ἂν εἴη αὐτὸς μόνος τὴν τοσαύτην ἰθύνειν ἀρχήν, βασιλέα τῆς νέας Ῥώμης ἀναγορεύει τὸν Θεοδόσιον, ἅμα μὲν τῆς ἀριστείας αὐτὸν ἀμειβόμενος, ἅμα δὲ καὶ μηδένα κρίνας ἕτερον εἰς [*](B) κοινωνίαν τῆς ἀρχῆς τούτου κρείττω ἐσόμενον. τὴν γοῦν ἑῴαν ἅπασαν καὶ τὴν Θρᾴκην αὐτῷ ἀναθέμενος, ἐκεῖνος ἑαυτῷ ἀπεκλήρωσε τὰ ἑσπέρια. καὶ ἐπὶ τὰς Γαλλίας γενόμενος ἀνῃρέθη δόλῳ ὑπ’ Ἀνδραγαθίου τοῦ στρατηγοῦ, βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἐπὶ ἐνιαυτοὺς ἕξ.

    Τοῦ δὲ Γρατιανοῦ τελευτήσαντος κατελείφθη βασιλεὺς αὐτοκράτωρ τῶν ἑσπερίων ὁ νέος Οὐαλεντινιανός, μήπω δὲ πρόσηβος γεγονώς. ὃς ὑποφθαρεὶς παρὰ τῆς μητρὸς Ἰουστίνης ἀρειανιζούσης τῷ τῶν ἀρειανῶν συνέθετο δόγματι καὶ τοῖς ὀρθοδόξοις ἀντέκειτο. ἐπαναστάντος οὖν αὐτῶ τοῦ Μαξίμου καὶ τυραννίδι ἐπιχειρήσαντος καὶ ἐν μάχαις [*](C) ὑπερτερήσαντος, ἔγραψε πρὸς τὸν βασιλέα Θεοδόσιον τὰ συμβάντα, συμμαχίαν αἰτούμενος. κἀκεῖνος μὴ δεῖν θαυμάζειν ἀντέγραψεν εἰ ὁ δοῦλος ὑπερτερεῖ δεσπότου κατεξαναστὰς τοῦ τὸν οἰκεῖον ἀθετοῦντος δεσπότην καὶ κτίσμα καὶ δοῦλον καλοῦντος τὸν κτίστην, καὶ τῷ πατρὶ ὁμοούσιον καὶ ὁμότιμον. ἀπελθὼν δὲ εἰς συμμαχίαν αὐτοῦ τόν τε Μάξιμον συλλαβὼν ἀνεῖλε καὶ τὸν στρατηγὸν Ἀνδραγάθιον, ὃς

    227
    ἐδολοφόνησε τὸν Γρατιανόν. εἶτ’ αὖθις Εὐγένιος ἐπανέστη κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ καὶ τυραννίδι ἐπέθετο. φοβηθεὶς οὖν Οὐαλεντινιανὸς ἀγχόνῃ τοῦ βίου ἑαυτὸν ὑπεξήγαγε. καὶ μαθὼν τὴν Εὐγενίου τυραννίδα Θεοδόσιος ἐξεστράτευσε κατ’ αὐτοῦ. καὶ εἰς Θεσσαλονίκην ἐλθὼν μετὰ τοῦ στρατεύματος, [*](D) ἐκεῖνος μὲν ὑβρίσθη ὑπὸ τῶν Θεσσαλονικέων, ὁ δὲ ἔπαρχος ἐφονεύθη, στασιάσαντος τοῦ δήμου δι’ αἰτίας τινάς. τότε μὲν οὖν ἐπὶ τῇ τοῦ λαοῦ κινήσει ἔδοξεν ἀνεξικακῆσαι ὁ βασιλεύς· μετὰ δὲ ταῦτα ἱππικὸν ἀγῶνα ἐκήρυξε, καὶ τοῦ λαοῦ ἀθροισθέντος ἐπὶ τὸ θέατρον περιέστησεν αὐτοῖς τὰ στρατεύματα, καὶ κατετόξευσαν τὸν δῆμον καὶ κατηκόντισαν, ὥστε θανεῖν ἐξ αὐτῶν ἄχρι τῶν πεντεκαίδεκα χιλιάδων. καὶ οὕτως ἐκπλήσας ὁ Θεοδόσιος τὸν θυμόν, ἐκεῖθεν ἀπάρας εἰς τὴν πόλιν τῶν Μεδιολάνων ἀφίκετο. ὅπου καὶ ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου καὶ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν οὐ συγκεχώρητο. καὶ οὐ πρότερον ἐφῆκεν αὐτῷ τὴν [*](A) εἰς τὸ θεῖον θέμενος εἴσοδον, εἰ μὴ νόμον ἔθετο τὰς ψήφους τὰς φονικὰς μὴ πρότερον ἐκβιβάζεσθαι, πρὶν ἂν παρέλθοιεν μετὰ τὴν ψῆφον ἡμέραι τριάκοντα. τοῦτο δ’ ἐποίησε διὰ τὸ τοῦ βασιλέως ὀξύρροπον εἰς θυμόν, ἔνα διὰ τῶν τριάκοντα ἡμερῶν τοῦ θυμοῦ καταστορεννυμένου ἀπαθῶς ἐπισκέπτηται τἀς ψήφους καὶ τὰς μὲν ἐννόμους κυροῖ, τῶν δὲ δι’ ὀργὴν ἴσως ἐψηφισμένων ἀργίαν καταψηφίζηται. τῷ δὲ τυράννῳ Εὐγενίῳ συμμίξας ἐν ταῖς Γαλλίαις ὁ Θεοδόσιος νικᾷ αὐτὸν καὶ συλλαμβάνει καὶ ἀναιρεῖ. οὗτος ὁ βασιλεὺς ἰδιωτεύων εἶχε γυναῖκα εὐσεβῆ τε καὶ σώφρονα καὶ φιλόπτωχον τὴν Πλακίλλαν, ἐξ ἧς αὐτῷ ἐγεννήθησαν Ὁνώριος καὶ Ἀρκάδιος· ἣν καὶ Αὐγού-
    228
    στὰν ἐποίησε. μετὰ δὲ τὴν βασιλείαν θανούσης αὐτῆς, [*](B) ἔγημε Γάλλαν τὴν Οὐαλεντινιανοῦ τοῦ μεγάλου θυγατέρα. ἀποδημοῦντος δὲ τοῦ βασιλέως τὰ ἑσπέρια οἱ Ἰουδαῖοι τὸν τῆς πόλεως ἔπαρχον Ὁνώρατον δεξιωσάμενοι κτίζουσι συναγωγὴν ἐν τοῖς Χαλκοπρατείοις πολυτελῆ, ἐκείνου παραχωρήσαντος· ἦν γὰρ τὰ Ἑλλήνων πρεσβεύων. ὁ δὲ τῆς πόλεως δῆμος ἀγανακτήσας ἐπὶ τούτῳ ἐβλασφήμει τὸν ἔπαρχον· καὶ ὃς ἐν οὐδενὶ λόγῳ τὰς βλασφημίας πεποίητο. μὴ φέρων οὖν ὁ λαὸς πῦρ ἐνίησι νυκτὸς τῇ συναγωγῇ καὶ ταύτην ἐμπίπρησι. γράφει οὖν περὶ τούτου τῷ βασιλεῖ Θεοδοσίῳ ὁ ἔπαρχος. κἀκεῖνος ἐπιτιμᾷ τοῖς τολμήσασι τὸν ἐμπρησμὸν τῆς συναγωγῆς ἔκτισιν τῶν ἀναλωμάτων τῶν εἰς αὐτήν, καὶ [*](C) ἐφίησιν αὖθις κτισθῆναι αὐτήν. τοῦτο μαθὼν ὁ μέγας Ἀμβρόσιος, τοῦ βασιλέως τῇ πόλει τῶν Μεδιολανῶν ἐνδημοῦντος καὶ κατά τινα τῶν δεσποτικῶν ἑορτῶν εἰς τὴν ἐκκλησίαν ἀφικομένου, ἤρξατο λέγειν “ἴνα τί, βασιλεῦ, τὸν ἐξ ἰδιώτου σε βασιλέα ποιήσαντα καὶ τὴν οἰκείαν ἐγχειρίσαντα ποίμνην, ἣν τῷ ἑαυτοῦ ἐκτήσατο αἵματι, καὶ ταινιώσαντά σου τὴν κεφαλὴν αὐχμῶσαν πρῴην, αὐτὸς ὑβρίζεις, τοὺς ἀθετοῦντας αὐτὸν τῶν ἐπεγνωκότων προτιμοτέρους τιθέμενος καὶ δίκας εἰσπράττων ὑπὲρ Ἰουδαίων χριστιανοὺς καὶ βίαν αὐτοῖς ἐπάγων ἐν μέσῃ τῇ πόλει, ἐν ᾗ κηρύττεται ὁ Χριστὸς καὶ προσκυνεῖται σταυρός, συναγωγὴν οἰκοδομῆσαι τοῖς χριστοκτόνοις;” καὶ ὁ βασιλεὺς [*](D) πρὸς τὸν ἔλεγχον αἰδεσθεὶς ἔφη “καὶ δώσομεν, ὦ ἐπίσκοπε, τοῖς δήμοις ἀτάκτως καὶ ἀναιδῶς ἐν εὐνομουμέναις πόλεσιν ὅσα βούλονται δρᾶν;” “ἀλλ’ οὐδὲ τοῦτο δοτέον, ὧ βασιλεῦ,” ὁ ἱερὸς Ἀμβρόσιος ἀντεπήνεγκε “τὸ συναγωγὰς ἔχειν τοὺς Ἰουδαίους ἐν
    229
    μέσῳ πόλεως εὐσεβοῦς καὶ βλασφήμους εὐχὰς ἀναπέμπειν ἐπ’ ἀκροάσει θεοσεβῶν.” μὴ σύγε τοῦτο θεσπίσαις, ὀρθοδοξότατε Αὔγουστε. τούτοις ὁ Θεοδόσιος μαλαχθεὶς τοῖς Βυζαντίοις τε ἀνῆκε τὸ ἐπιτίμιον καὶ συναγωγὴν ἐντὸς τῆς βασιλίδος τῶν πόλεων τοὺ ’ς Ἰουδαίους ἔχειν ἀπείρηκε. τοῖς Ἀντιοχεῦσι δὲ φόρων ἐπιταχθέντων νέων, κινηθεὶς ὁ δῆμος εἰς ἀγανάκτησιν διὰ τὸ καινὸν τῆς εἰσπράξεως εἰκόνας τῆς προτέρας γαμετῆς τοῦ βασιλέως Θεοδοσίου ἐν τῇ ἀγορᾷ τῆς πόλεως αὐτῶν ἱσταμένας κατέσπασε καὶ ἔσυρεν ἐν ταῖς δημοσίαις ὁδοῖς. διόπερ ὀργισθεὶς ἐκεῖνος, τά τε δίκαια τῆς πόλεως ἀφείλετο καὶ [*](A) τῇ ἐκ γειτόνων Λαοδικείᾳ ταύτην ὑπέταξε καὶ τοὺς αὐτῆς πολίτας διαθήσειν ἠπείλει κακῶς, καὶ διέθετο ἄν, εἰ μὴ Φλαβιανὸς ὁ τότε τῆς Ἀντιοχείας ἀρχιερεὺς τῷ βασιλεῖ προσελθὼν ἐπρέσβευσε καὶ ἐνδοῦναι αὐτὸν πεποίηκε τοῦ θυμοῦ. ὅτε καὶ ὁ μέγας πατὴρ ὁ Χρυσόστομος Ἰωάννης τοὺς Ἀνδριάντας ἐπιγραφομένους λόγους συνέγραψε, τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τυγχάνων πρεσβύτερος.

    Τότε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, κεκρυμμένως πρῴην διδάσκων τοὺς ὀρθοδόξους ἐν τῆς ἁγίας Ἀναστασίας ναῷ διὰ τὴν τῶν αἱρετικῶν ἀναίδειαν καὶ θρασύτητα τοῦ βασιλέως Θεοδοσίου τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις ἀνεικότος καὶ τοὺς [*](B) ἀρειανίζοντας ἐκδιώξαντος, παρρησίᾳ τόν τε υἱὸν ὁμοούσιον ἐκήρυττε τῷ πατρὶ καὶ τὸ ἅγιον πνεῦμα θεὸν ἀμφοῖν συμπροσκυνούμενον καὶ συνδοξαζόμενον. ὁ γὰρ Μακεδόνιος, ὃς καὶ πατριάρχης ἐπ’ ὀλίγον, ὡς ἤδη ἱστόρηται, τῆς Κωνσταντινουπόλεως γέγονε, θεὸν αὐτὸ λέγεσθαι οὐκ ἠνείχετο, ἀλλ’ οὐδ’ ἰσοσθενὲς τῷ πατρὶ καὶ τῷ υἱῷ οὔτε μὴν ὁμοούσιον.

    230
    διὸ καὶ ἡ δευτέρα τότε συγκεκρότητο σύνοδος, τοῦ βασιλέως προστάξαντος, ἑκατὸν καὶ πεντήκοντα σὐναθροισθέντων θεοφόρων πατέρων ἐν τῆ βασιλευούσῃ τῶν πόλεων, ὧν προεξῆρχον ἐν τοῖς ἀγῶσιν ὁ θεολόγος [*](C) καὶ ὁ μέγας Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος καὶ ὁ ἱερὸς Ἀμφιλόχιος, τῆς Ἰκονιέων προεστὼς ἐκκλησίας, οἳ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸν ἐδογμάτισαν καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιόν τε καὶ ὁμοδύναμον καὶ τὸν Μακεδόνιον καὶ τοὺς ὁμοδοξοῦντας αὐτῷ τῆς καθολικῆς ἐκκλησίας ἐξέκοψαν, καὶ εἰς τὸ ἅγιον σύμβολον τὴν περὶ τοῦ ἁγίου πνεύματος προσέθεντο συγγραφήν, ἀπὸ τοῦ καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον μέχρι τέλους, καὶ τὰ ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα ἐπεβεβαίωσαν. ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες τῷ θεολόγῳ τοῦ θρόνοῦ [*](D) χάριν τῆς Κωνσταντινουπόλεως οὐ κανονικῶς εἶπον αὐτὸν ἐπιβεβηκέναι τοῦ θρόνου, ὡς ἑτέρῳ πρότερον ἐπικηρυχθέντα. διὸ καὶ τὸν συντακτήριον ὁ ἅγιος συγγραψάμενος καὶ δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ εἰς τὴν οἰκείαν πατρίδα τὴν Ναζιανζὸν ἐπανῆλθε. κεχειροτόνητο δὲ τῆς Κωνσταντινουπόλεως πατριάρχης Νεκτάριος, συγκλητικὸς ἀνὴρ καὶ πολιτικὰς ἀρχὰς ἠνυκώς. τότε καὶ ὁ θρόνος τῆς νέας ῾Ρώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσβυτέραν ῾Ρώμην ταχθείς, τῶν ἑτέρων δὲ προκριθείς. ἀλλὰ καὶ ὁ μέγας Ἀμφιλόχιος τότε ἠξίου τὸν βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανούς, οἷα τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντας, ἢ τέως μὴ παραχωρεῖσθαι συνάξεις ποιεῖν. ὡς δὲ [*](A) νωθῆ πρὸς τοῦτο ἑώρα τὸν Θεοδόσιον, φυλάξας καιρόν, ὅτε καὶ ὁ Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρί, εἰσῆλθε καὶ τῷ μὲν βασιλεῖ τὴν προσήκουσαν ἀπένει-
    231
    με καὶ πρόσρησιν καὶ προσκύνησιν, πρὸς δὲ τὸν Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη “χαίροις καὶ σύ, παιδίον.” χαλεπήναντος δὲ τοῦ βασιλέως ἐπὶ τῆ καταφρονήσει τοῦ υἱοῦ, εἶτά φησιν ὁ ἅγιος “σὺ μὲν ἄνθρωλπος ὢν τὴν τοῦ παιδὸς ἀτιμίαν τοῦ σοῦ πρᾴως οὐκ ἤνεγκας. οἴει δὲ τὸν θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ παῖδα βλασφημοῦντας μὴ βδελύττεσθαί τε καὶ ἀπεχθάνεσθαι, μηδ’ ὀργίζεσθαι κατὰ τῶν ἐκχωρούντων ἐκείνοις τοῖς ὀρθοδόξοις συναναστρέφεσθαι καὶ διαφθείρειν πολλούς;” θαυμάσας οὖν ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου ὁ βασιλεὺς δόγματι τοὺς τῶν αἱρετικῶν συλλόγους κεκώλυκε. τὸν τελευταῖον δὲ τυραννήσαντα [*](B) ραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βασιλεῖ ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα, καὶ ἀναγορεύει τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. θέλων δὲ καὶ τῆς ἐν λόγοις μετασχεῖν αὐτοὺς παιδείας καὶ τῆς ἐν ἤθεσιν, ἐκ Ῥώμης ἤγαγε τὸν μέγαν Ἀρσένιον διάκονον ὄντα τῆς ἐκεῖ ἐκκλησίας, ἐπὶ σοφίᾳ τε καὶ ἀρετῇ περιβόητον· καὶ αὐτῷ τοὺς παῖδας παρ’ ἔδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ’ ὡς ἰδιώταις καὶ τοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καὶ μαστίζειν, εἰ ἀμελοῦντας ὁρῴη ἤ παρεξιόντας τι τοῦ καθήκοντος, καὶ ὡς οἰκείοις τούτοις κεχρῆσθαι παισί. τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν Ἀρσένιον καὶ χρήμασι κατεπλούτισεν. ὁ δὲ τοὺς παῖδας παραλαβών, ἐκείνους μὲν ἐπὶ θρόνων ἐκάθιζεν, αὐτὸς δ’ ἑστὼς ἐπλήρου τὴν διδασκαλίαν αὐτοῖς. καί ποτε ἀθρόον αὐτοῖς ὁ [*](C) βασιλεὺς ἐπιστάς, καὶ τοὺς μὲν καθημένους εὑρών, ἱστάμενον δὲ τὸν Ἀρσένιον, ἠγανάκτησε, καὶ τοὺς μὲν παῖδας τῶν θρόνων ἐξαναστήσας, καθίσας δὲ τὸν Ἀρσένιον, οὕτω διδάσκειν αὐτοὺς διετάξατο. καὶ ἦσαν ἔκτοτε οἱ μὲν παρεστῶτες τῷ διδασκάλῳ,
    232
    ὁ δὲ διδάσκων καθήμενος. ποτὲ τοίνυν παρασφαλέντι τῷ Ἀρκαδίῳ μάστιγας ἐνέτεινεν ὁ διδάσκαλος. ὁ δὲ μηνιῶν διὰ ταύτας αὐτῷ ἐπιβουλὴν συντίθησι κατ᾿ αὐτοῦ καὶ κτεῖναι τὸν ἄνδρα διεμελέτησε, καὶ τὸν σφαγέα ἡτοίμαζε. γνοὺς δὲ τὸ μελετώμενον ὁ Ἀρσένιος λάθρᾳ τῶν βασιλείων ὑπανεχώρησε, καὶ εἰς τὴν Σκῆτιν ἀπελθὼν τὴν μονήρη ζωὴν ὑπῆλθε [*](D) καὶ ἰσάγγελος γέγονε. πολλὴν δὲ αὐτοῦ θέμενος ζήτησιν ὁ βασιλεὺς Θεοδόσιος οὐκ ἔγνω ὅποι γῆς ἦν. νοσήσας δ᾿ ὁ βασιλεὺς οὗτος ἐν Μεδιολάνοις μετήλλαξε τὴν ζωήν, ἑπτακαίδεκα ἔτη τὴν βασιλείαν ἰθύνας ἐπὶ πέντε μησί, μερίσας δὲ ταύτην τοῖς δυσὶν υἱέσιν αὐτοῦ, καὶ τῷ μὲν Ἀρκαδίῳ τὴν νέαν ἀπονείμας ῾Ρώμην καὶ τὸ ἑῷον τμῆμα, τῷ Ὁνωρίῳ δὲ τὴν πρεσβυτέραν ῾Ρώμην προσκληρώσας καὶ τὰ ἑσπέρια.

    Ἦρχεν μὲν οὖν ἑκάτερος τούτων τῆς ἀπονεμηθείσης μοίρας αὐτῷ, καὶ γνόντες ὡς ἐν τῇ Σκήτει μονάζων ὁ μέγας Ἀρσένιος ἦν, πλειστάκις αὐτῷ ἐπεστάλκασιν [*](A) εὔχεσθαι ἀξιοῦντες ὑπὲρ αὐτῶν. ὁ δέ γε Ἀρκάδιος καὶ ἰδίᾳ τῷν ἁγίῳ ἐπέστειλε, παρακαλῶν συγγνώμην νεῖμαι αὐτῷ διὰ τὴν κατ᾿ αὐτοῦ ἐπιβουλήν, καὶ ἐπέτρεπε λαβεῖν αὐτὸν τὸν τῆς Αἰγύπτου πάσης δασμὸν τοῦ ἔτους ἐκείνου καὶ χρήσασθαι ὡς αὐτῷ πρὸς βουλῆς. ὁ δὲ μέγας᾿ Ἀρσένιος ἀντεπιστεῖλαι μὲν τοῖς αὐτοκράτορσιν οὐκ ἠθέλησε, τοῖς δ’ εἰς αὐτὸν ἀποσταλεῖσιν εἰπεῖν αὐτοῖς ἐνετείλατο ὅτι ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ τὰ αὐτοῦ πράττειν ποιήσει θελήματα· ἐμοὶ δὲ ἤδη νεκρωθέντι τῷ κόσμῳ τὰ χρήματα ἄχρηστα. οὗτος [*](B) ὁ βασιλεὺς Ἀρκάδιος ἐν τῇ Θρᾴκῃ πόλιν οἰκοδομήσας Ἀρκαδιούπολιν αὐτὴν ἐπωνόμασε, καὶ τὸν ἐν Ξηρολόφῳ ἀνήγειρε κίονα, καὶ ἐπ᾿ αὐτοῦ ἀνδριάντα οἰκεῖον ἐνίδρυσε. τοῦ πατριάρχου δὲ Κωνσταντινου-

    233
    πόλεως Νεκταρίου θανόντος, τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην ἐξ Ἀντιοχείας ἀγαγὼν τῆς μεγάλης πατριάρχην τῆς νέας ῾Ρώμης προβάλλεται. νωθὴς δὲ ὢν καὶ τὴν γνώμην πέρα τοῦ δέοντος μαλθακὸς ὑπὸ τῆς γαμετῆς κατήρχετο Εὐδοξίας. ἡ δὲ ἦν γύναιον ἰταμὸν καὶ χρημάτων ἡττώμενον ἔρωτος, κἀντεῦθεν καὶ ἀδικώτατον. ὅθεν καὶ παρὰ τοῦ μεγάλου πατρὸς ἀνακοπτόμενον τῆς ὁρμῆς, ἔστι δ᾿ οὗ καὶ ἐπιτιμώμενον, ἠρέθιστο εἰς ὀργὴν καὶ ἀμύνασθαι τὸν ἅγιον ἔσπευδεν. εὑροῦσα δὲ καὶ τὸν Ἀλεξανδρείας Θεόφιλον τῆς κακίας αὐτῆς συνεργόν, πείθει τὸν Ἀρκάδιον [*](C) ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐκβέβλητο καὶ ἀπήγετο ὑπερόριος. ὁ δὲ τῆς πόλεως δῆμος, οἱ μὲν ἐθρήνουν, οἱ δὲ ἐστασίαζον. ὃ γνοὺς ὁ νωθὴς Ἀρκάδιος, στέλλει κατὰ τάχος τὸν Ἰωάννην ἀνακαλούμενος, καὶ ἐπαναχθεὶς αὖθις ἀπεδόθη τῇ ἐκκλησίᾳ. ὁ δὲ ἀδούλωτος ὤν, οὐκ ἐπαύετο κατὰ τῶν ἀδικούντων τὴν γλῶτταν κινῶν. ἡ δὲ βασιλὶς Εὐδοξία ἑαυτῇ τὰς περὶ ἀδικίας διδασκαλίας προσαρμόττουσα, ἤλεγχε γὰρ αὐτὴν ἡ συνείδησις τοιαύτην οὖσαν, ἐμηνία, καὶ τοὺς θυμοὺς ἐξέκαιε κατὰ τοῦ μεγάλου πατρός. καὶ πάλιν, ἔνα τὰ ἐν μέσῳ παρῶ, πείθει τὸν γαμέτην, ἕλκουσα τοότον [*](D) ὥσπερ ἐκ φορβειᾶς, ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐξώσθη τυραννικῶς καὶ εἰς χώρας ἀπήγετο ἐπικινδύνους καὶ εἰς πορρωτάτω κειμένας ἐσχατιάς, πολλῶν πειραθεὶς κατὰ τὴν ὁδὸν δυσχερῶν, ἃ τῆς ἐκείνου χρυσέας γλώττης ἐν ἐπιστολαῖς ἔξεστιν ἀκούειν διηγουμένης. καταντήσας δ᾿ εἰς Κοὐκουσόν, κἀκεῖθεν εἰς Πιτυοῦντα ἀπαγόμενος, ἐν Κομάνοις γενόμενος, ἐκεῖ τὴν ζωὴν ἐξεμέτρησεν, ἐτῶν γεγονὼς δύο τε καὶ πεντή-
    234
    κοντα, ἀρχιερατεύσας δὲ τῆς βασιλίδος τῶν πόλεων ἔτη πέντε πρὸς τῷ ἡμίσει. οὐκ ἐπενύσταξε μέντοι ἡ θεία δίκη, ἀλλὰ ταχέως μετῆλθε τὴν τριτάλαιναν [*](A) ἐκείνην βασίλισσαν. οὔπω γὰρ τρεῖς παρῆλθον μῆνες μετὰ τὸν θάνατον τοῦ Χρυσοστόμου πατρὸς καὶ βιαίῳ περιπέπτωκε μόρῳ. κυούσης γὰρ τὸ ἔμβρυον τέθνηκε, καὶ ὠδῖνες ἐκείνην συνεῖχον δριμεῖαι· σαπέντος δ᾿ ἔνδον ἐκείνου καὶ ἡ νηδὺς τῆς βασιλίσσης μετέσχε τῆς σήψεως, καὶ οὕτως ἀθλίως μετήλλαξε τὴν ζωήν. τοῦ μέντοι χρυσορρήμονος ἐκείνου πατρὸς ἐκβληθέντος τῆς ἐκκλησίας ἀντεισάγεταί τις Ἀρσάκιος, καὶ ἐπὶ δύο ἐπισκοπήσας ἐνιαυτοὺς θνήσκει· μεθ᾿ ὃν κεχειροτόνητο Ἀττικός. τῆς δ᾿ Εὐδοξίας προτεθνηκυίας τοῦ ὁμευνέτου καὶ αὐτοκράτορος, καὶ αὐτὸς οὐ μετὰ μακρὸν ἐπαπῆλθεν αὐτῇ ὁ Ἀρκάδιος, βασιλεύσας μετὰ τὸν θάνατον Θεοδοσίου τοῦ οἰκείου πατρὸς ἔτη τεσσαρεσκαίδεκα καὶ μῆνας τρεῖς πρὸς [*](B) ἡμέραις τρισί. λέγεται δὲ τῆς Εὐδοξίας τυγχάνειν ὁ εἰς τὰ λεγόμενα Πιττάκια ἑστὼς κίων. θνήσκων δὲ ὁ Ἀρκάδιος τὸν υἱὸν ἑαυτοῦ τῆς βασιλείας διάδοχον κατέλιπε Θεοδόσιον τὸν μικρὸν λεγόμενον πρὸς ἀντιδιαστολὴν τοῦ πάππου αὐτοῦ ἢ ὅτι ἐν παιδικῇ πάνυ ἐτύγχανεν ἡλικίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος· ἑπτὰ γὰρ ἦν τότε μόνον ἐνιαυτῶν. ἀλλ’ ἀναβεβλήσθω τὰ περὶ τούτου· τὰ δὲ κατὰ τὸν Ὁνώριον ὁ λόγος ἐν ἐπιτομῇ διεξίτω.

    Οὗτος βασιλεὺς τῆς πρεσβυτέρας Ῥώμης καταλειφθεὶς παρὰ τοῦ πατρὸς ἐν νεωτάτῃ τῇ ἡλικίᾳ, δεκαέτης γὰρ ἦν, ὑπὸ ἐπίτροπον ἐτέλει γνώμῃ τοῦ πατρὸς τὸν Στιλίχωνα, ἄνδρα τῶν ἐν τῇ Ῥώμᾐ πρωτεύοντα καὶ τὴν τῶν κοινῶν πραγμάτων ἐγκεχειρισμένον διοίκησιν. ἄγεται τοίνυν τὴν τούτου θυγα-

    235
    τέρα Μαρίαν εἰς γαμετήν. ἧς θανούσης λέγεται τὴν [*](C) ἀδελφὴν αὐτῆς Θερμαντίαν γῆμαι ἐν ἀτελεῖ τυγχά νουσαν ἡλικίᾳ. κἀκείνη δὲ ταχὺ ἐτελεύτησεν. οὗτος ἀβέλτερος ὢν παρὰ τῶν ἐν τῇ Ῥώμᾐ μεμίσητο δυνατῶν καὶ γνοὺς ἐπιβουλευόμενος εἰς Ῥάβενναν τε μεταναστεύσας λέγεται διαπέμψασθαι πρὸς Ἀλλάριχον τὸν ἄρχοντα τοῦ τῶν Οὐανδήλων ἢ Γότθων ἔθνους, ἀξιῶν αὐτὸν κατὰ τῆς Ῥώμης στρατεύσασθαι, ἀμύνασθαι θέλων οὕτως τοὺς τῆς Ῥώμης πολίτας διὰ τὸ μῖσος τὸ πρὸς αὐτόν. καὶ ἐπελθεῖν μὲν τῇ Ῥώμῃ τὸν Ἀλλάριχον, μὴ μέντοι πορθῆσαι αὐτήν, ἀλλὰ σπείσασθαι τοῖς Ῥωμαίοις, λαβόντα ὅσα ἐν τοῖς βασιλείοις εὑρέθησαν χρήματα καὶ τὴν ἀδελφὴν Ὁνωρίου τὴν Πλακιδίαν, καὶ ὑπονοστῆσαι. παραδοῦναι [*](D) δὲ τὴν κόρην Κωνσταντίῳ τινὶ κόμητι ἐπὶ τῷ φυλάττεσθαι· τὸν δὲ προσειληφότα αὐτὴν ἀποδρᾶναι, καὶ κομίσαι τῷ ἀδελφῷ αὐτῆς, κἀκεῖνον συζεῦξαι ταύτην αὐτῷ, τετιμηκότα συγκλητικόν, εἶτα καὶ βασιλέα ἀναγορεῦσαι· γονῆς γὰρ οἰκείας ἄμοιρος ἦν Ὁνώριος. σφαγῆναι δὲ μετὰ μικρὸν τὸν Κωνστάντιον, γειναμένης αὐτῷ παῖδας τῆς Πλακιδίας, Οὐαλεντινιανὸν καὶ Ὁνωριάδα. οἱ μὲν οὖν οὕτω ταῦθ᾿ ἱστοροῦσιν· ἕτεροι δὲ σφαγῆναι μὲν λέγουσι τὸν Στιλίχωνα, ἀπεχθάνεσθαι δὲ τοὺς ἐν τῇ ῥώμῃ τῷ Ὁνωρίῳ, καὶ τὸν εἰς Ῥάβενναν μετοικήσασθαι. τὸν δὲ Ἀλλάριχον τῆς ἀβελτερίας ἐκείνου καταφρονήσαντα ἐπιστρατεῦσαι τῇ Ῥώμῃ, καὶ ταύτην πολιορκίᾳ ἑλεῖν· ἁλούσης δὲ ἐπιστῆναι τῷ Ὁνωρίῳ τινὰ δεδακρυμένον, ἀπαγγέλλοντα ὡς ἑάλω ὑπὸ Ἀλλαρίχου [*](A) ἡ Ῥώμη. τὸν δὲ πρὸς τὴν ἀγγελίαν συγκλονηθέντα σπασμῷ τὸ σῶμα καὶ τὼ μηρὼ πατάξαντα ταῖν χεροῖν φάναι “ἕως ἄρτι ὧδε ἦν ἡ Ῥώμη. πῶς οὖν ἐά-
    236
    λω;” συνέντα δὲ τὸν ἀγγελέα, καὶ μέγα στενάξαντα, εἰπεῖν ὡς “περὶ τῆς πόλεως λέγω καὶ οὐ περὶ τῆς ὄρνιθος.” ἦν γὰρ τῷ βασιλεῖ τούτῳ ἀλεκτορὶς ὑπερμεγέθης, ᾗ ἐγεγήθει, ἣν ὠνόμαζε Ῥώμην, δι’ ἣν καὶ ἀνῴ μωξεν, ἐκείνην νομίσας ἑαλωκέναι. ὑδέρῳ δὲ περιπεπτωκὼς πτωκὼς ὁ Ὁνώριος θνήσκει, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ δυσκλεῶς ἐκ τούτων τριάκοντα. Ἰωάννης δέ τις τυραννήσας ἐν Ῥώμῃ τὴν ἐκείνου [*](B) ἀδελφὴν Πλακιδίαν μετὰ τῶν δύο τέκνων αὐτῆς, Οὐαλεντινιανοῦ τε καὶ Ὁνωριάδος, ἐκεῖθεν ἐξήλασεν.

    Ὁ δὲ μικρὸς Θεοδόσιος ἐν Κωνσταντινουπόλει διάγων παρὰ τῆς οἰκείας ἀνήγετο ἀδελφῆς τῆς Πουλχερίας ἐπιμελῶς τρεφόμενός τε καὶ παιδευόμενος. μηδενὸς ἐπὰν ἱσταμένου αὐτοῖς, φόβῳ τοῦ τῶν Περσῶν βασιλεύοντος Ἰσδιγέρδου. ὁ γὰρ Ἀρκάδιος τελευτῶν ἐπίτροπον τοῦ οἰκείου ὒ ἰοῦ, παιδὸς ἔτι, ὡς εἴρηται, ὄντος, ἔγραψεν ἐν διαθήκαις τὸν Ἰσδιγέρδην· ὅς τῆς διαθήκης κομισθείσης αὐτῷ, ἔστειλεν Ἀντίοχον τῶν παρ’ αὐτῷ εὐνούχων τόν ἐντιμότερον, φύλακα τοῦ βασιλέως Θεοδοσίου καὶ κηδεμόνα ἐσόμενον, παραινέσας διὰ γραμμάτων τοὺς ἄρχοντας [*](C) ὑπείκειν τῷ σφετέρῳ βασιλεῖ· εἰ δὲ μὴ οὕτω ποιοῖεν, ἀπειλήσας αὐτοῖς αὐτὸς ἐπιστῆναι εἰς ἐκδίκησιν τοῦ παιδός. τούτῳ τοίνυν ἤδη τελεῖν ἠργμένῳ εἰς μείρακας ἡ ἀδελφὴ Πουλχερία μνηστεύεται τὴν ἐξ Ἀθηνῶν Εὐδοκίαν, κάλλους μὲν ἔχουσαν περιττός, σοφίας δὲ μετασχοῦσαν παντοδαπῆς. ἣ θυγάτηρ μὲν ἦν Λεοντίου τινὸς φιλοσόφου Ἀθήνηθεν ὡρμημένου, Ἀθηναῒς Ἀθηναὶς δ’ ὠνομάζετο. ὃς γνοὺς ἐξ ἐπιστήμης εὐτυχῆσαι μέλλουσαν τὴν θυγατέρα λαμπρῶς, διατιθέμενος τὴν μὲν περιουσίαν αὐτοῦ τοῖς υἱοῖς καταλέλοιπε· δύο δ’ ἦσαν Οὐαλέριος καὶ Γενέσιος· τῇ

    237
    δὲ θυγατρὶ ἑκατόν χρυσίνους μόνους δοθῆναι ἐπέσκηψε, γράψας ἀρκεῖν αὐτῇ τὴν τύχην αὐτῆς. τῶν [*](D) γοῦν συγγόνων αὐτῆς σφετερισαμένων τὴν πατρικὴν οὐσίαν, ἡ Ἀθηναΐς νόμιμον τὸ οἰκεῖον ἀπῄτει λάχος· καὶ ἠξίου τοὺς ἀδελφοὺς μὴ κατὰ τὰς τοῦ πατρὸς διαθήκας ἀδίκους οὔσας ποιεῖν. οἱ δὲ καὶ τῆς οἰκίας αὐτὴν ἐξῶσαν τῆς πατρικῆς. δεξαμένη τοίνυν αὐτὴν ἡ πρὸς μητρὸς θεία ἀνελήλυθεν εἰς Κωνσταντινούπολιν, καὶ τῆς Πουλχερίας ἐδέοντο, διηγούμεναι τὴν ὑπόθεσιν. ἰδοῦσα δ᾿ ἐκείνη τὴν κόρην περικαλλῆ καὶ νεάζουσαν, ἤρετο εἰ ἀπείρατος ἔτι ἀνδρός ἐστι· καὶ γνοῦσα τοῦτο, βαπτίζει αὐτὴν ἔτι οὖσαν ἀμύητον, καὶ Εὐδοκίαν μετονομάσασα τῷ ἀδελφῷ ταύτην Θεοδοσίῳ συζεύγνυσι καὶ διαδήματι ταινιοῖ καὶ Αὐγούσταν καλεῖ. γήμας δὲ ταύτην ὁ Θεοδόσιος τὸν Ἀντίοχον, ὃς τῶν βασιλικῶν εὐνούχων ὑπῆρχεν ὁ [*](A) κράτιστος, καὶ πάντα συνεκύκα δυναστεύων, οὐ παραδυναστεύων, ἀποσκευάζεται. καὶ οὕτως παραλύεται ὁ Ἀντίοχος τῆς τοῦ πραιποσίτου τιμῆς· ἀφαιρεῖται δὲ καὶ πᾶσαν τὴν ὕπαρξιν, αὐτὸς δὲ κείρεται κληρικὸς εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς πανευφήμου μάρτυρος Εὐφημίας, καὶ θνήσκει μετ᾿ οὐ πολύ. ἡ δὲ βασιλὶς Εὐδοκία μετακαλεῖται τοὺς ἀδελφούς, καὶ μηδὲν αὐτοῖς μηνίσασα, ἀλλὰ χάριτας μᾶλλον ὁμολογήσασα, ὡς οὐκ ἂν τυχοῦσα τῆς βασιλείας, εἰ μὴ παρ᾿ αὐτῶν ἐξώσθη, καὶ διὰ τοῦτο εἰς τὴν Κωνσταντινούπολιν πεπόρευτο, τὸν μὲν 1 ενέσιον ἔπαρχον τῶν Ἰλλυριῶν διὰ τοῦ βασιλέως πεποίηκε, τὸν δὲ Οὐαλέριον ἐτίμησε μάγιστρον. ὁ μέντοι πατριάρχης [*](B) Ἀττικὸς Ἰουδαῖόν τινα παράλυτον εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ παραινέσεων ἀγαγών, τοῦ θείου λουτροῦ κατηξίωσε καὶ ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξή-
    238
    γαγεν. οὗτος καὶ τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ὄνομα ἐν τοῖς τῆς ἐκκλησίας διπτύχοις ἐνέγραψε, μὴ πρότερον ἐγγραφέν· Ὠριγενιαστὴς γὰρ ὁ εὐσεβέστατος ἐκεῖνος πατὴρ καὶ ἐκαλεῖτο καὶ ἐνομίζετο. θανόντος δὲ Ἀττικοῦ, ὃς εἴκοσιν ἔτη τοῦ τῶν πιστῶν προέστη συστήματος, χειροτονεῖται Σισίννιος, καὶ ἐπὶ δύο ἔτη τὴν ἀρχιερωσύνην κατεσχηκώς, τὴν ζωὴν ἐξεμέτρησε, [*](C) κατὰ τὸ εἰκοστὸν δεύτερον ἔτος τῆς βασιλείας Θεοδοσίου. καὶ ἀντεισήχθη Νεστόριος, ὃς ἐπὶ τρισὶν ἀρχιερατεύσας ἐνιαυτοῖς ἐδίδασκε τὴν ἁγίαν παρθένον Μαρίαν θεοτόκον μὴ λέγειν, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν δογματίζων καὶ αὐτῷ ἐνοικῆσαι τὸν υἱὸν τοῦ θεοῦ φλυαρῶν ὡς ἐνὶ τῶν προφητῶν, καὶ εἰς δύο διαιρῶν αὐτόν, οὐ σάρκα λαβεῖν ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς θεομήτορος τὸν τοῦ θεοῦ λόγον ἀπισχυρίζετο, ἀλλὰ ἄλλον μὲν εἶναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον, ἄλλον δὲ τὸν Χριστὸν θέσει υἱοποιηθέντα καὶ χάριτι Θεωθέντα. ταῦτα δὲ μαθόντες οἱ [*](D) τῶν λοιπῶν πατριαρχικῶν προεστῶτες θρόνων, ὁ τῆς Ρώμης Κελεστῖνος, Κύριλλος ὁ Ἀλεξανδρείας, Ἰωάννης Ἀντιοχείας, Ἰουβενάλιος Ἱεροσολύμων, ἀναφέρουσι πρὸς τὸν ἄνακτα Θεοδόσιον καὶ τὴν Πουλχερίαν, αἰτούμενοι σύνοδον ἀθροισθῆναι καὶ γυμνασθῆναι τὰ παρὰ τοῦ Νεστορίου δογματιζόμενα. συγκροτηθείσης οὖν ἐν Ἐφέσω συνόδου διακοσίων πατέρων, ἧς ἐξῆρχεν ὁ ἁγιώτατος Κύριλλος, ἐπέχων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, μὴ δυνηθέντος συνελθεῖν δι’ ἀσθένειαν, τὰ τοῦ Νεστορίου κατεξητάσθησαν δόγματα, καὶ ἀπεβλήθησαν ὡς κακόδοξα· ἡ δὲ ἁγία παρθένος θεοτόκος ἀπεδείχθη καὶ φρονεῖσθαι καὶ λέγεσθαι, καὶ ὁ ἐξ αὐτῆς σαρκωθεὶς [*](A) ἀνάνδρως υἱὸς τοῦ θεοῦ καὶ θεὸς παρὰ τῶν ἱερῶν
    239
    ἐκείνων πατέρων κεκήρυκτο. πρὸς τρανοτέραν δὲ τῆς πίστεως ὁμολογίαν καὶ τῆς δυσσεβείας τοῦ Νεστορίου σαφέστερον ἔλεγχον καὶ δώδεκα συντάξας κεφάλαια ὁ ἱερώτατος Κύριλλος τῆς ὀρθῆς δόξης ὑπομνήματα τῇ ἐκκλησίᾳ παρέδωκεν. ὁ δὲ Νεστόριος ἀπεβλήθη καὶ τοῦ τῶν ὀρθὰ φρονούντων ἀρχιερέων ἀπεκινήθη χοροῦ. μετὰ τρίτην δὲ τῆς συνόδου ἡμέραν ἐφίστανται τῇ Ἐφέσῳ ὅ τε Ἀντιοχείας Ἰωκάννης καὶ ὁ Κύρου ἐπίσκοπος Θεοδώρητος καὶ ὁ Ἐδέσσης Ἴβας καὶ ἕτεροι, καὶ ὅτι μὴ καὶ τὴν αὐτῶν παρουσίαν ἀνέμειναν οἱ τῆς συνόδου, ὀργισθέντες κατὰ τοῦ μεγάλου Κυρίλλου ὡς τῶν ἄλλων ἐξάρχοντος, τήν τε τοῦ Νεστορίου καθαίρεσιν ᾐτιάσαντο, καὶ ἐκείνῳ θέμενοι τοῦ τε θείου Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφέσου καθαίρεσιν ἐψηφίσαντο. ὁ Θεοδώρητος [*](B) δὲ καὶ κατὰ τῶν δώδεκα κεφαλαίων τῶν τοῦ Κυρίλλου ἐχώρησε, καὶ εἰς ἀνατροπὴν αὐτῶν συνέταξεν ἕτερα, πρὸς ἃ πάλιν ὁ μέγας ἀντηγωνίσατο Κύριλλος, οὐκ ὀρθῶς δογματίζειν ἐλέγχων τὸν Θεοδώρητον. κατεγνώσθησαν δὲ παρὰ τῆς συνόδου ὅ τε Ἀντιοχείας καὶ οἱ λοιποί, καὶ τῶν ὀρθοδόξων ἠλλοτριώθησαν. οὕτως οὖν τούτων ἐχόντων καὶ κατ’ ἀλλήλων γενομένων τῶν ἐπισκόπων, καὶ σχίσματος ὄντος μέσον αὐτῶν, ὁ βασιλεὺς Θεοδόσιος ἀφικέσθαι πάντας ἐκέλευσεν εἰς Κωνσταντινούπολιν· καὶ παραγενομένων ἐνώπιον τοῦ βασιλέως, ἡ ζήτησις γέγονε, καὶ καθῃρέθη Νεστόριος καὶ εἰς τὴν ἑῴαν ὑπερωρίσθη, τοῦ Ἀντιοχείας καὶ τοῦ Θεοδωρήτου συμφρονησάντων τῇ ἱερᾷ συνόδῳ, ὡς διὰ λύπην καὶ [*](C) ἔριν ἀντικαθισταμένων τὸ πρότερον. τοῦ δὲ Νεστορίου πολλοὺς διαστρέφοντος, ὁ Ἀντιοχείας Ἰωάννης ἀναφορὰν περὶ τούτου πρὸς τὸν αὐτοκράτορα έποιή-
    240
    σατο, ἀξιῶν μετενεχθῆναι αὐτὸν ἀλλαχοῦ. καὶ ἀπηνέχθη ὁ δείλαιος εἰς Ὄασιν, χώραν οὖσαν τῆς Αραβίας λυπρὰν καὶ ὑπ’ ἀνέμων καταπνεομένην φθοροποιῶν. ἀντεισήχθη δὲ εἰς τὴν τῆς νέας Ῥώμης ποιμαντικὴν Μαξιμιανὸς τῆς ἐκκλησίας πρεσβύτερος. καὶ μετὰ τοῦτον ἐπὶ διετίαν ἀρχιερατεύσαντα Πρόκλος ὁ τοῦ Χρυσοστόμου μαθητὴς πατριάρχης προεχειρίσθη, ὑπὸ Σισιννίου τοῦ πατριάρχου πρῴην ἐπίσκοπος χειροτονηθεὶς Κυζίκου, μὴ δεχθεὶς δὲ παρὰ τῶν ἐκεῖ, ἕτερον ἑλομένων ἀρχιερέα, καὶ τὸν [*](D) μεταξὺ χρόνον σχολάζων. οὗτος τοίνυν τῷ θρόνῳ τῆς Κωνσταντίνου ἐνθρονισθεὶς ἀξιοῖ τὸν βασιλέα τὸ σῶμα τοῦ Χρυσοστόμου ἐκ Πιτυοῦντος ἀνακομισθῆναι, καὶ μὴ μένειν καὶ θανόντα τὸν ἄγιον ὑπερόριον. πείθεται τούτω ὁ βασιλεύς, καὶ ἀνακομίζεται ὁ τοῦ ἁγίου νεκρός, καὶ ὑποδέχεται μεθ’ ὑπερβαλλούσης τιμῆς, καὶ κατατίθεται ἐντὸς τοῦ θυσιαστηρίου τοῦ τῶν ἁγίων Ἀποστόλων περιωνύμου ναοῦ. βουληθεὶς δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ τείχη μεταθεῖναι τῆς πόλεως καὶ μείζονα τὴν ταύτης θέσθαι περιοχήν, Κύρῳ τῷ ἐπάρχῳ τὸ ἔργον ἀνέθετο· καὶ ὃς σπουδῇ πολλῇ καὶ προθυμίᾳ χρησάμενος ἀνήγειρε τὸ χερσαῖον τεῖχος ἀπὸ θαλάσσης ἕως θαλάσσης δι’ ἐξήκοντα ἡμερῶν. ὁ γοῦν δῆμος τῆς πόλεως ἐπί τε τῷ ἔργῳ ἡσθεὶς καὶ τῆς ταχυτῆτος ὑπερθαυμάσας τὸν ἔπαρχον, ἐξεβόησε δημοσίᾳ, ὑπερθαυμάσας ἔκτισε, Κῦρος ἀνενέωσε.” διὸ φθονηθεὶς παρὰ τοῦ βασιλέως καὶ ὑποπτευθείς, καὶ ἄκων κείρεται κληρικός, εἶτα καὶ Σμύρνης ἐπίσκοπος γίνεται.

    Τοῦ πατριάρχου δὲ Πρόκλου θανόντος μετὰ δωδέκατον ἔτος ἐξ ὅτου προέστη τοῦ ἐν Κωνσταντινουπόλει ὀρθοδόξου λαοῦ, ὁ θεῖος Φλαβιανὸς εἰς

    241
    τὸν ἐκείνου θρόνον ἐγκαθιδρύεται. ὅτε καὶ ὁ Εὐτυχὴς ἀρχιμανδρίτης ὢν ἐδογμάτιζε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ τὰ ’ς δύο φύσεις τηρῆσαι μετὰ τὴν ἐνανθρώπησιν, ἀλλ’ εἰς μίαν φύσιν ἄμφω συγκραθῆναι καὶ συμφυρθῆναι. τοῦτον ἀδιόρθωτον [*](B) μένοντα ὁ Φλαβιανὸς τοῦ τῆς ἐκκλησίας ἐξέκοψε σώματος, ἵνα μὴ τῆς λύμης καὶ τῷ ὑγιαίνοντι μεταδῷ. πρόσεισιν οὖν ὁ Εὐτυχὴς Χρυσαφίῳ τῷ ἐκτομίᾳ ὁμοδοξοῦντι αὐτῷ καὶ πλεῖστα δυναμένῳ παρὰ τῷ βασιλεῖ· καὶ ὃς πείθει τὸν Θεοδόσιον ἐπιτρέψαι τῷ μετὰ τὴν τοῦ ἁγίου Κυρίλλου μετάστασιν τῆς Ἀλεξανδρείας τὸν θρόνον διέποντι Διοσκόρῳ παραγενέσθαι εἰς Ἔφεσον μεθ’ ἑτέρων ἐπισκόπων καὶ τὰ κατὰ τὸν Εὐτυχῆ γυμνάσαι, παρόντος καὶ τοῦ Φλαβιανοῦ. οὗτος οὖν ὁ Διοσκόρος τοῦ Εὐτυχοῦς τυγχάνων ὁμόδοξος, καὶ ἄλλους ἐπισκόπους προσειληφὼς ὁμογνώμονας, εἰς Ἔφεσον παραγίνεται καὶ κυροῖ τὰ [*](C) παρὰ τοῦ Εὐτυχοῦς εἰσαγόμενα. ἀντιλέγοντος δὲ τοῦ ἱερωτάτου Φλαβιανοῦ, οἷά τις ἄγριος ὄνος ἀναθορὼν ὁ Διοσκόρος λὰξ τῷ στέρνῳ ἐνέθορε τοῦ εὐσεβοῦς ἐκείνου ἀνδρὸς καὶ πὺξ αὐτὸν κατὰ κόρρης τύπτων οὐκ ἀνῆκεν ἕως τοῦ συνεδρίου ἐξώθησε. καὶ ὁ μὲν ἅγιος μετὰ τρίτην ἡμέραν ἐκ τῆς τοῦ στέρνου πληγῆς μετήλλαξε τὴν ζωήν, ἐν δύο ἐνιαυτοῖς τὸν ἀρχιερατικὸν κοσμήσας θρόνον τῆς νεωτέρας Ῥώμης. ὁ δὲ Διοσκόρος τοὺς ἐκεῖ παρόντας ἐπισκόπους ὑποσημήνασθαι ἐβιάσατο τῷ παρ’ αὐτοῦ ἐκτεθέντι ὅρῳ. ἡ γὰρ τοῦ δηλωθέντος εὐνούχου δυναστεία στρατιώτας ἐνόπλους ἐκεῖ παρεῖναι ἐποίησε καὶ τοὺς ἀντιλέγοντας ἐκφοβεῖν. Δόμνος δὲ ὁ [*](D) τῆς Ἀντιόχου ὑπεσημήνατο μὲν καὶ αὐτὸς συναρπαγείς, εἶτα κατεβόα τοῦ Διοσκόρου, καὶ τὸν ὅρον
    242
    διέβαλλεν ὡς ἀσεβείας μεστόν. ταῦτα μαθὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὰ κατὰ τὸν Φλιαβιανὸν γνούς, ἐν αἰτίαις πεποίητο τὸν Χρυσάφιον καὶ ὠργίζετο. δείσας δὲ ὁ Διοσκόρος, ὑποτίθησιν αὐτῷ πεῖσαι τὸν βασιλέα πατριάρχην Κωνσταντινουπόλεως προχειρίσασθαι Ἀνατόλιον τὸν αὐτοῦ ἀποκρισιάριον, ἔνα καὶ τὸν Εὐτυχῆ δέξηται πρὸς κοινωνίαν καὶ τὰ κατὰ τὸν [*](A) μακάριον Φλαβιανὸν μείνῃ ἀνεξερεύνητα. πείθει τοίνυν ὁ ἐκτομίας τὸν βασιλέα, εὐάγωγον ὄντα, καὶ χειροτονεῖται πατριάρχης ὁ Ἀνατόλιος. οὗτος ὁ εἰρημένος ρημένος Χρυσάφιος τῆς εὐκολίας τοῦ κρατοῦντος κατατρυφῶν ἔπεισεν αὐτόν, καὶ τὴν βασίλισσαν Εὐδοκίαν προσειληφὼς συνεργόν, τὴν Πουλχερίαν τῆς τῶν πραγμάτων μετενεγκεῖν διοικήσεως. καὶ ἡ μὲν τῶν ἀνακτόρων ὑποχωρήσασα καθ’ ἑαυτὴν ἔζη τ’ ἑ καὶ ἐν τῷ Ἑβδόμῳ ἡσύχαζεν. ὁ δὲ βασιλεὺς εἰς ἑαυτὸν ὀψὲ καὶ μόλις ἐλθών, καὶ τὴν κατὰ τοῦ μακαρίου Φλαβιανοῦ μιαιφονίαν ἀναλογισάμενος καὶ τὰ κατὰ τὴν Πουλχερίαν, καὶ πάντων αἴτιον τὸν βέβηλον ἐκεῖνον εὐνοῦχον εὑρών, εἰς δίκαιον κατ’ αὐτοῦ κινεῖται θυμόν, καὶ τοῦ μὲν ὑπερορίαν καταψηφίζεται καὶ δημεύει τὴν οὐσίαν αὐτοῦ, τὴν δὲ [*](B) ἀδελφὴν μετακαλεσάμενος συγγνώμην ᾔτει, καὶ τὴν τῶν πραγμάτων διοίκησιν αὖθις αὐτῇ ἐνεχείρισεν. ἦν δὲ ἡ Πουλχερία συνετωτάτη, καὶ πολλὰ τῶν ἐλαττωμάτων τωμάτων τοῦ ἀδελφοῦ τὰ μὲν ἐπηνώρθου, τὰ δὲ συνεκάλυπτε. λέγεται γοῦν ἀπροσέκτως τὸν βασιλέα τοῦτον ὑποσημαίνεσθαι τὰς γραφάς ἡ δὲ παρῄνει αὐτῷ μὴ πᾶν τὸ προσαγόμενον βεβαιοῦν, ἀλλὰ τὰ γεγραμμένα προεπισκέπτεσθαι. ὁ δὲ διεβεβαιοῦτο μήτι παρά του κακουργεῖσθαι· εἰδέναι γὰρ αὐτὸς τὰ γραφόμενα ἀπισχυρίζετο. εἰς ἔλεγχον τοίνυν τῆς
    243
    νωθρᾶς γνώμης τοῦ ἀδελφοῦ τοιόνδε τι τῆ Πουλχερίᾳ ἐπινενόηται. ἔγγραφον ἐξ ἐκείνου συντίθησι πράσεως, ὡς αὐτῇ τὴν Αὐγούσταν Εὐδοκίαν πωλήσαντος, καὶ ὡς ἕτερόν τι αὐτῷ προσαγαγοῦσα τὸ [*](C) ὠνητήριον ἔπεισε βεβαιῶσαι τῇ οἰκείᾳ ὑπογραφῇ, εἶτα μετακαλουμένην παρ’ ἐκείνου τὴν Εὐδοκίαν ἀπιέναι οὐκ εἴα. ἐρομένου δὲ τὴν αἰτίαν τοῦ αὐτοκράτορος, τὸ πρατήριον ἡ Πουλχερία αὐτῷ ἐνεφάνισε, καὶ οὕτως ἤλεγξεν αὐτὸν πολλὰ ὑποσημαίνεσθαι, ἃ οὔτ’ οἶδεν οὔτ’ ἴσως βούλεται γίνεσθαι. τότε μὲν οὖν τῆς πεπλασμένης ἐκείνης πράσεως σχολασάσης, ἡ βασιλὶς ἀποκατέστη τῷ αὐτοκράτορι. μετέπειτα δ’ αἰτίας συμβάσης τινός, ἀπέστερξε τὴν Αὐγούσταν ὁ βασιλεύς· ἡ δ’ αἰτία, μῆλον ὑπερφυὲς εἰς ὄγκον ἐκομίσθη τῷ βασιλεῖ. ὁ δὲ τοῦτο θαυμάσας τῇ βασιλίδι ἀπέστειλε, κἀκείνη τῷ Παυλίνῳ τὸ μῆλον δέδωκεν. ἦν δὲ λόγιος ὁ ἀνήρ, κἀντεῦθεν τῇ βασιλίσσῃ ᾠκείω [*](D) τὸ. ὁ δὲ τὸ τοῦ μήλου μέγεθος ἀγασθεὶς καὶ ἀγνοῶν περὶ αὐτοῦ προσάγει τοῦτο τῷ βασιλεῖ. ἐκεῖνος δ’ ἐπέγνω τὸ προσαχθέν, καὶ κρύψας αὐτὸ τὴν γυναῖκα ἠρώτησε ποῖ δῆτα τὸ σταλὲν αὐτῇ μῆλόν ἐστιν. ἡ δὲ φαγεῖν εἶπε τοῦτο, δείσασα μὴ ὁ ἀνὴρ ὑποπτεύσῃ ὃ ἐκεῖνος ἤδη ὑπώπτευσεν. ὁ δ’ ἔτι προσήρετο ἐπιτατικώτερον· ἡ δ’ αὖθις μεθ’ ὅρκου φαγεῖν τὸ μῆλον ἀπισχυρίζετο. ἐξάγει τοῦτο μεστὸς ὁ αὐτοκράτωρ ὀργῆς. καὶ ἡ μὲν ἐπ’ αὐτοφώρῳ ἑάλω μὴ ἀληθεύουσα. τῷ δὲ τὰ τῆς ὑπονοίας ἐστήρικτο. κἀντεῦθεν κτείνεται μὲν ὁ Παυλῖνος ἐξ ὑπονοίας ψευδοῦς, ἡ δ’ Εὐδοκία μεμίσητο. καὶ ᾔτησεν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, ἔνθα δὴ ἀπελθοῦσα σὺν πλούτῳ βαθεῖ ναούς τε ἐδείματο καὶ πολλὰ τοῖς πενομένοις καὶ [*](A) τοῖς ἐκεῖ μοναστηρίοις δέδωκεν. ἐκεῖθεν δὲ ἐπανελ-
    244
    θοῦσα αὖθις μετὰ θάνατον τοῦ ἀνδρὸς ἐκεῖσε ἀφίκετο, κἀκεῖ τετελεύτηκεν. οἵα δὲ περὶ λόγους ἦν αὕτη δηλοῦσι τὰ λεγόμενα Ὁμηρόκεντρα. Πατρικίου γάρ τινος ἐπιχειρήσαντος τῷ σπουδάσματι, ἀτελὲς δὲ καταλιπόντος αὐτὸ καὶ οἷον εἰπεῖν ἀνοργάνωτον, ἐκείνη καὶ εἰς τέλος ἤγαγε καὶ ὠργάνωσεν, ὡς καὶ ἡ παρ’ ἐκείνης διὰ στίχων ἡρωικῶν τῷ πονήματι γενομένη ἐπιγραφὴ τοῖς ταύτην ἐπιοῦσι παρίστησι. θνήσκει δὲ ὁ βασιλεὺς Θεοδόσιος πεντηκοντούτης γενόμενος καὶ σχεδὸν ἅπαντας οὓς ἐβίω ἐνιαυτοὺς βασιλεύσας, βραχεῖς μὲν πάνυ σὺν τῷ πατρί, τοὺς [*](B) δ’ ἄλλους καθ’ ἑαυτόν. τὴν δ’ αἰτίαν τῆς αὐτοῦ τελευτῆς οἶ μὲν νόσον γεγονέναι φασίν, οἱ δ’ ἐν θήρᾳ οἱ ἐλαύνοντι συμπεσεῖν τὸν ἵππον ἱστόρησαν, καὶ πληγέντων αὐτῷ καιρίων μερῶν μετ’ ὀλίγον θανεῖν. ἦν δὲ λογικῆς παιδείας οὐκ ἀνομίλητος, ἀλλὰ καὶ τῶν ἄλλων μετεσχηκὼς μαθηματικῶν βίβλων καὶ τῆς ἀστρονομίας αὐτῆς ἀπεγεύσατο· ἱππεύειν δὲ καὶ τοξεύειν εἰς ἄκρον ἤσκητο, καὶ πρὸς τὴν γραφικὴν καὶ τὴν πλαστικὴν δεξιῶς εἶχεν. ἐπιεικὴς δὲ τὸν τρόπον γενόμενος μαλθακῶς πρὸς μεταχείρισιν πραγμάτων διέκειτο· ὅθεν καὶ οἱ παρ’ αὐτῷ δυνηθέντες ἐκτομίαι πολλὰ τῶν οὐ δεόντων εἰργάσαντο, ὁ Ἀντίοχος καὶ μετ’ ἐκεῖνον Ἀμάντιος, καὶ τελευταῖος Χρυσάφιος. ἐν τοῖς χρόνοις δὲ τούτου [*](C) τοῦ βασιλέως, Πρόκλου τοῦ πατριάρχου λιτανεύοντος σὺν τῷ κλήρῳ καὶ πλείστῳ μέρει τοῦ πλήθους τῆς πόλεως, ἄφνω παιδίον αἴρεται ἐναέριον. τοῦ δὲ λαοῦ θαμβουμένου καὶ ἐπὶ πλεῖστον βοῶντος τὸ Κύριε ἐλέησον, αὖθις κατάγεται τὸ παιδίον, λέγον μυηθῆναι μὴ δεῖν προστίθεσθαι τῷ Τρισαγίῳ τὸ “ὃ σταυρωθεὶς δι’ ἡμᾶς”.

    245

    Ὁ μὲν οὖν Θεοδόσιος τέθνηκε. Πουλχερία δὲ μήπω πολλοῖς γνωσθείσης τῆς τοῦ αὐτοκράτορος τελευτῆς τὸν Μαρκιανὸν μετεπέμψατο, ἄνδρα γηραιὸν ἤδη, χρηστὸν δὲ τοὺς τρόπους καὶ σώφρονα, καὶ ἀπαγγέλλει αὐτῷ τοῦ βασιλέως τὸν θάνατον, καί φησιν ὡς “σὲ παρὰ πάντας εἰς βασιλέα προκέκρικα, εἴ μοι δῴης πληροφορίαν τηρῆσαί μου τὴν παρθενίαν ἀνέπαφον, ἣν τῷ θεῷ ἀνατέθεικα. τοῦ δὲ συνθεμένου, [*](D) θεμένου, μετακαλεῖται τὸν πατριάρχην καὶ τὴν βουλήν, καὶ ἀναγορεύει τοῦτον καὶ ταινιοῖ διαδήματι. ἦν δὲ ὁ Μαρκιανὸς οὔτε τῶν ἐπιφανῶν πρῴην οὔτε τῶν ἐκ γένους λαμπροῦ, ἀλλὰ στρατιώτης ἁπλῶς· ὅς ποτε εἰς ἐκστρατείαν σὺν τῷ οἰκείῳ τάγματι ἀπιὼν κατὰ τὴν Λυκίων ἐπαρχίαν ἐνόσησε καὶ τῶν ὁμοταγῶν ἀπελείφθη. ξενισθεὶς οὖν ἐκεῖ παρά τισι δυσὶν ἀδελφοῖς, ὧν τῷ μὲν ἡ κλῆσις Ἰούλιος, τῷ δ’ ἑτέρῳ Τατιανός, καὶ τῆς νόσου ῥαίσας, θηρεύσων ἔξεισι σὺν τοῖς ξενισταῖς. ἐν δὲ τῷ θηρεύειν γεγονότες κατάκοποι κατὰ γῆς ἀνεκλίθησαν, ἑαυτοὺς ἀναπαύσοντες, καὶ ὕπνωσαν περὶ μεσημβρίαν. τὸν [*](A) ὕπνον δὲ πρὸ τῶν ἄλλων ὁ Τατιανὸς ἀποτιναξάμενος, ἀετὸν ὁρᾷ διαπεπετασμέναις ταῖς πτέρυξι κατα- σκιάζοντα τὸν Μαρκιανὸν καὶ τὸν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρούμενον καύσωνα. θαυμάσας οὖν ἠρέμα διυπνίζει τὸν ἀδελφὸν καὶ τὸ καινὸν ὑποδείκνυσι· κἀκεῖνος οὖν ἐξεπέπληκτο. ἐδοξάτην οὖν καὶ ἄμφω τὼ ἄνδρε βασιλείας εἶναι σημαντικὸν τὸ ὑπὸ τοῦ ἀετοῦ γεγονὸς εἰς Μαρκιανόν, καὶ διεγερθέντι τοῦ ὕπνου αὐτῷ τὴν βασιλείαν προκαταγγέλλουσι, καὶ μεμνῆσθαι αὐτῶν ἀξιοῦσιν ὅτε τεύξεται τῆς ἀρχῆς· καὶ δόντες αὐτῷ νομίσματα διακόσια ἀπιέναι ἀφῆκαν. αὖθις οὖν σὺν Ἄσπαρι στρατευόμενος κατὰ

    246
    Οὐανδήλων πόλεμον ἀραμένῳ, αἰχμάλωτος σὺν ἑτέ- [*](B) ροις πλείστοις ἑαλωκός, ἐν αὐλῇ τινι μετὰ τῶν συναιχμαλώτων πεφρούρητο. ἄνωθεν δὲ ὁ τῶν Οὐανδήλων ἀρχηγὸς προκύψας ἐπεσκόπει τοὺς αἰχμαλώτους, καὶ ὁρᾷ κἀκεῖνος κοιμώμενον τὸν Μαρκιανόν, καὶ ἀετὸν ἄνωθεν αὐτοῦ διηρμέναις ταῖς πτέρυξι σκιὰν αὐτῷ ἐργαζόμενον. κἀκεῖνος τοίνυν εἰς βασιλείαν τείνειν τὸ ὅραμα οἰωνίσατο, καὶ μεταπεμψάμενος τὸν Μαρκιανὸν ἀπῄτησεν αὐτόν, εἰ βασιλεύσειε, μὴ πολεμεῖν Οὐανδήλοις· τοῦ δὲ συνθεμένου ἀπέλυσεν αὐτὸν τῆς εἱρκτῆς. οὕτω μὲν οὖν πρὸ μακροῦ τὴν βασιλείαν αὐτῷ προεσήμαινεν ὁ θεός. τότε δ’ εἰς ἔργον ἐκβεβήκασι τὰ προσημαινόμενα, καὶ αὐτίκα μετακαλεῖται τοὺς ξενίσαντας αὐτὸν ἀδελφοὺς καὶ εὐαγγελισαμένους αὐτῷ τὴν ἀρχήν, [*](C) καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον τῆς πόλεως ἀναδείκνυσιν, Ἰουλίῳ δὲ τὴν τῶν Ἰλλυριῶν ἀρχὴν ἐνεχείρισε. γέγονε δὲ περὶ πάντας χρηστός. κατὰ τοὺς χρόνους τούτους τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἡ Πουλχερία ἀνήγειρε, καὶ ἡ τετάρτη γέγονε σύνοδος, Λέοντος τοῦ πάπα Ῥώμης καὶ Ἀνατολίου τοῦ πατριάρχου τῆς νέας Ῥώμης αἰτησαμένων τὸν βασιλέα Μαρκιανὸν μὴ μεῖναι ἀζήτητα τὰ κατὰ τὸν Ἀλεξανδρείας Διόσκορον καὶ τὸν Εὐτυχῆ καὶ ὅσα παρ’ αὐτῶν εἰς τὸν ἱερώτατον ἐτολμήθη Φλαβιανόν. ὡρίσθη τοίνυν σύνοδον γενέσθαι, καὶ συνηθροίσθησαν εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς ἁγίας μάρτυρος Εὐφημίας θεοφόροι πατέρες ἑξακόσιοι καὶ τριάκοντα. ἐξῆρχον δὲ τούτων Λέων ὁ πάπας Ῥώμης καὶ ὁ Κων- [*](D) σταντινουπόλεως Ἀνατόλιος καὶ Ἰουβενάλιος Ἱεροσολύμων. συνήθροιστο δὲ τὸ τῶν πατέρων πλῆθος κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς, ἑτεροούσιον ἡμῖν τὴν σάρκα
    247
    τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν φορέσαι μυθολογούντων καὶ μίαν φύσιν αὐτὸν ὑπάρχειν, ὡς ἐντεῦθεν τῇ θεότητι τὰ παθήματα προσαρμόττεσθαι. οὓς καθεῖλόν τε καὶ ἀνεθεμάτισαν οἱ θεῖοι πατέρες, τὴν ἑαυτῶν κακοδοξίαν παραιτήσασθαι μὴ θελήσαντας. ἐδέξαντο δὲ τόν τε Θεοδώρητον καὶ τὸν Ἴβαν, ἀναθεματίσαντας τὸν Νεστόριον καὶ ἅπερ αὐτοὶ ἐκδεδώκασι πρὸς ἔριν κεφάλαια, ἐκύρωσαν δὲ καὶ τὰς προτέρας τρεῖς συνόδους καὶ τὸ ἅγιον σύμβολον ἐπεκράτυναν, ἀναθέματι καθυπαγαγοντες τούς τε υἱῶν δυάδα εἰσάγοντας καὶ τοὺς παθητὴν δογματίζοντας [*](A) τὴν θεότητα καὶ τοὺς κρᾶσιν καὶ σύγχυσιν ἐπὶ τῶν δύο φύσεων φρονεῖν καὶ λέγειν τολμῶντας, ἤ δύο μὲν εἶναι φύσεις πρὸ τῆς ἑνώσεως ἐπὶ Χριστοῦ μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας καὶ τοὺς οὐράνιον ἥ τινος ἑτέρας οὐσίας μυθεύοντας τὴν προσληφθεῖσαν ἐξ ἡμῶν τῷ κυρίῳ μορφήν. ἐδογμάτισαν δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι καὶ θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὁμοούσιον κατὰ τὴν ἀνθρωπότητα καὶ ὅμοιον κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἕνα τὸν αὐτὸν ἐν δύο φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, σωζομένων τῶν ἰδιωμάτων [*](B) φύσεως ἑκατέρας καὶ εἰς ἕν πρόσωπον συντρεχόντων καὶ μίαν ὑπόστασιν.

    Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέωςσιλέως Μαρκιανοῦ, ὁ Διόσκόρος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ Διοσκόρου τῆς Αλε-

    248
    ξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώτατος καὶ ὀρθοδοξότατος. τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συνόδου [*](C) δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τῶν τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους “ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ’ αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγχύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ’ ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ’ [*](D) ἡμῶν τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πὰν εὐφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν”. ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφραγίζεται ὑπ’ ἀμφοῖν τοῖν μεροῖν. τὸ δ’ ἐντεῦθεν ἱκεσίαι πρὸς θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχον- [*](A) ται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος, τῶν θαυμασίων σου, κύριε, εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ
    249
    κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχειρίζουσα. οἶ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος ὑπ’ αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ’ ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο. κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ’ ἐλπίσι χρησταῖς. πάντα γὰρ τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον. Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὁνωρίου, [*](B) οὗ ἄνω που ἐπεμνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, ἄγεται εἰς γυναῖκα Εὐδοξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώσκων καὶ ἀσελγῶς, τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαντείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώσκει ἐλεεινῶς. Μάξιμος γὰρ εἶς τῶν ἐν τῇ Ῥώμᾐ πατρικίων, ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατεπολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει, καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται, καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου θανόντος [*](C) καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα καλούμενον καὶ τῆς τοὶ Μαξίμου τυραννίδος ἀπαλλαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυνάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης, καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιξέριχος ἀπόνως τῆς Ῥώμης
    250
    κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν [*](D) θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὁνωρίχῳ συνέζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ, ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασιλεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμβιώσασα ἔτη ἑκκαίδεκα, καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ’ ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐ- [*](A) τῆς θανούσης· εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ. Μαρκιανὸς δὲ θνήσκει ἕξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσιν, νοσήσας, ὡς δ’ ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μακρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐ χ’ ᾑρετίσθη βασιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέχων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ’ ἕτεροι, παρὰ τοῦ δήμου τὴν ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς
    251
    λέγεται, προνοούμενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον B εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκόμισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυβρίᾳ τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ Δακῶν τῶν ἐν Ἰλλυριοῖς.

    Ἄρτι δὲ καταστάντος τοῦ Λέοντος αὐτοκράτορος ὁ Ἄσπαρ ἐπέκειτο βιάζων αὐτὸν Καίσαρα ποιῆσαι θάτερον τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ὑπόσχεσιν. ἀναβαλλομένου δ’ αὐτοῦ ὁ Ἄσπαρ τῆς βασιλικῆς ἁλουργίδος ἁψάμενος ἔφη “βασιλεῦ, τὸν ταύτην ἀμπεχόμενον ψεύδεσθαι οὐ χρεών”· καὶ ὃς ἀνθυπήνεγκεν “ἀλλ᾿ οὐδὲ βιάζεσθαι καὶ ἄγεσθαι ὡς ἀνδράποδον.” μέχρι δὲ τέλους ἀντέχειν μὴ οἶός τε ὤν, εἴκων ἀνάγκῃ [*](C) Καίσαρα ποιεῖ ἀπὸ πατρικίου τὸν τοῦ Ἄσπαρος παῖδα, Ἀρδαβουρίου δὲ ἀδελφόν. τοῦτο καὶ τῇ συγκλήτῳ ἔδοξεν ἀποθύμιον καὶ τὸν δῆμον τῆς πόλεως εἰς στάσιν ἐκίνησεν. ἐδεδίεσαν γὰρ μὴ εἰς τὸ γένος τοῦ Ἄσπαρος περιστάντος τοῦ κράτους παρρησίας αὖθις λαβόμενοι οἱ Ἀρειανοὶ πλείονα κακὰ τῶν προτέρων εἰς τοὺς ὀρθοδόξους ἐνδείξωνται. συνελθόντες οὖν οἱ τοῦ κλήρου καὶ οἱ μονάζοντες καὶ τοῦ δήμου τῆς πόλεως ὅσον ὑγιῶς ἐφρόνει περὶ τὴν [*](D) πίστιν, ἐδέοντο τοῦ βασιλέως ὁμόφρονα σφίσι Καίσαρα προχειρίσασθαι. ὁ δὲ τότε μὲν οἷς τε εἶπε καὶ οἷς ἐποίησε τὴν στάσιν κατηύνασε. μεταξὺ δὲ παραρρυέντος καιροῦ, ἐπιβουλεύοντας αὐτῷ γνοὺς τοὺς περὶ Ἄσπαρα, κἀκεῖνον καὶ τὸν Ἀρδαβούριον ἔκτεινε. Ἰσοκάσιον δὲ τὸν κοιαίστωρα λόγιον ἄνδρα, διαβληθέντα ἐπ’ ἄλλοις τέ τισι καὶ ἐπὶ ἑλληνισμῷ,

    252
    τῆς ἀξίας γυμνώσας τῷ ἐπάρχῳ παρέδωκεν εἰς ἐξέτασιν· εἰσαγομένῳ δ’ εἰς τὸ δικαστήριον ἐν σχήματι κατακρίτου ἔφη αὐτῷ ὁ ἔπαρχος “ὁρᾷς, Ἰσοκάσιε, ἐν οἵᾳ εἰ καταστάσει”; ὁ δὲ ὁρῶ εἶπεν καὶ οὐ ξε- [*](A) νίζομαι ὅτι ἄνθρωπος ὢν ἀνθρωπίναις περιπέπτωκα συμφοραῖς· σὺ δὲ δίκασον ἐπ’ ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί.” τούτων ἀκούσας ὁ δῆμος, τὸν μὲν βασιλέα εὐφήμησε, τὸν δ’ Ἰσοκάσιον ἐξαρπάσαντες εἰς τὴν ἐκκλησίαν ἀπήγαγον· βαπτισθέντα δὲ τοῦτον μαθὼν ὁ κρατῶν ἥσθη. οὗτος ὁ βασιλεὺς εἶχε γυναῖκα κεκλημένην Bηρίναν, ἐξ ἧς ἐγένοντο αὐτῷ θυγατέρες δύο, Ἀριάδνη καὶ Λεοντία· ὧν τὴν μὲν τῷ Ζήνωνι κατηγγύησε, τὴν δὲ Λεοντίαν συνέζευξε τῷ πατρικίῳ Μαρκιανῷ, υἱῷ Ἀνθεμίου τοῦ βασιλεύσαντος ἐν τῇ Ῥώμῃ. ἐπὶ τούτου τοῦ βασιλέως γέγονεν ἐν τῇ νέᾳ Ρώμῃ φρικωδέστατος ἐμπρησμός, ὃς ἀπὸ ἴως θαλάσσης, ἀπὸ τοῦ ἀρκτῴου δηλαδὴ μέρους ἕως [*](B) τοῦ μεσημβρινοῦ, τὴν πόλιν διέζωσεν, εἰς μῆκος δὲ διεξῆλθεν ἀπὸ τοῦ Βοοσπορίου μέχρι τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ καλυβίτου, πρὸς δὲ νότον ἀπὸ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μέχρι τοῦ ναοῦ τῶν μεγάλων μαρτύρων Σεργίου καὶ Βάκχου· ἐν δὲ τῷ μέσῳ τῆς πόλεως ἀπὸ τῶν Λαύσου ἕως τοῦ Ταύρου τὰ ἐν μέσῳ πάντα κατέκαυσε. ὅτε λέγεται καὶ ὁ Ἄσπαρ διαθέειν τὰς ἀγυιὰς ἀγγεῖον ὕδατος πλῆρες ἐπὶ τῶν ὤμων φέρων καὶ τὸν δῆμον παρακαλῶν ὁμοίως ποιεῖν, ἔνα τὸ πῦρ κατασβέσωσι, καὶ διδοὺς ἑκάστῳ ὑπὲρ μισθοῦ νόμισμα ἀργυροῦν. διήρκεσε δὲ τὸ πῦρ ἐκεῖνο τὴν πόλιν νεμόμενον ἐφ’ ἡμερῶν τετρακτύν, καὶ κατέκαυσε πρὸς τοῖς ἄλλοις τόν τε ἐν [*](C) τῷ Σενάτῳ καλουμένῳ μέγιστον οἶκον, εἰς ὃν ἥ τε γερουσία καὶ οἱ λογάδες συνερχόμενοι ἐβουλεύοντο,
    253
    καὶ αὐτὸς ὁ βασιλεύων, ὅτε στολὴν ὑπατικὴν ἀνελάμβανεν, ἔργον περιφανὲς καὶ ὑπέρλαμπρον, καὶ τὸ καλούμενον Νύμφαιον, οἶκον ἕτερον ἀντικρὺ κείμενον τοῦ προρρηθέντος οἴκου, εἰς τὸ τοὺς γάμους γίνεσθαι ἐν αὐτῷ χρηματίζοντα τῶν μὴ κεκτημένων οἴκους, χωροῦντας πλῆθος ἐν ἑαυτοῖς· καὶ ἕτερον οἶκον ἐν τῷ Ταύρῳ βασιλικὸν πολυτελῆ τε καὶ μέγιστον· καὶ ἐπὶ τούτοις ναοὺς περιφανεστάτους καὶ ἰδιωτικὰς οἰκίας τῶν λαμπροτέρων πολλάς. τούτου κρατοῦντος λέγεται καὶ σεισμὸν γενέσθαι σφοδρότατον ἐν Ἀντιοχείᾳ, ὡς μικροῦ τὴν πόλιν ἐκείνην πᾶσαν καταπεσεῖν. ὑσθῆναι δὲ καὶ σποδὸν ἐν τῇ Βυζαντίδι [*](D) πολλήν, ὥστε καὶ εἰς παλαιστὴν αὐτὴν ὑψωθῆναι. ἐκ τούτου δὲ δεδειλιακότα τὸν βασιλέα τῆς πόλεως ἐξελθεῖν καὶ διατρίβειν ἐπὶ πολὺ κατὰ τὸν ἅγιον Μάμαντα. οὗτος βασιλεύσας στρατοπεδάρχην προεχειρίσατο Ῥουστίκιον, ἄνδρα γενναῖόν τε καὶ στρατηγικώτατον· θανόντος δ’ ἐκείνου τὸν τῆς βασιλίσσης Βηρίνης ὁμαίμονα Βασιλίσκον ἀνθείλετο. ὃς σὺν στόλῳ πολλῷ κατὰ Γιζερίχου στρατεύσας ἐν Ἀφρικῇ ἡττήθη λίαν αἰσχρῶς καὶ τὸ πλεῖον στόλου ἀπέβαλε, ὡς μέν τινες ἱστοροῦσιν, ἐκ κακοβουλίας καὶ τοῦ μὴ στρατηγικῶς διαθεῖναι τὸν πόλεμον, ὡς δ’ ἕτεροι, ἐκ προδοσίας· χρήματα γὰρ αὐτὸν λαβεῖν πλεῖστά φασι παρὰ Γιζερίχου, καὶ τοῦ πολέμου συρραγέντος στρέψαι τὴν στρατηγίδα τριήρη, [*](A) καὶ πρύμναν κρουσάμενον εἰς φυγὴν τραπέσθαι, A κἀντεῦθεν θάρσος μὲν ἐνεικέναι τοῖς ἐναντίοις, τῶν δ’ οἰκείων καταβαλεῖν τὰ φρονήματα, καὶ τὸν μὲν ἐπανελθεῖν δυσκλεῶς μετ’ ὀλίγων, τοὺς δὲ λοιποὺς ἐν τῇ ναυμαχίᾳ πεσεῖν. τούτῳ τῷ βασιλεῖ ἔγγονος ἐξ Ἀριάδνης τῆς θυγατρὸς ἐγεννήθη καὶ Ζήνωνος,
    254
    ὃν Λέοντα ὀνομάσας ἐκεῖνος βασιλικῷ ταινιοῖ διαδήματι ἐπὶ πάνυ νηπίᾳ τῇ ἡλικίᾳ. τὸν γὰρ Ζήνωνα τῇ βασιλείᾳ μὴ προσήκοντα ἔκρινεν, ὅτι μήτε τὴν γνώμην εἶχε βασιλικὴν μήτε μὴν εἶδος ἄξιον τυραννίδος, ἀλλὰ καὶ τὴν ὄψιν ἦν εἰδεχθέστατος καὶ τὴν ψυχὴν εἶχε τῆς ὄψεως χείρονα. διὰ τοῦτό τινες ἱστοροῦσιν ἀναιρεθῆναι τὸν Ἄσπαρα καὶ τὸν Ἀρδαβούριον παρὰ τοῦ αὐτοκράτορος Λέοντος, θέλοντος [*](B) τὸν θυγατριδοῦν αὐτοῦ τὸν μικρὸν Λέοντα βασιλεύειν, φοβουμένου δ᾿ ἐκείνους ὡς μέγα δεδυνημένους, μήποτε τῆς νηπιότητος ἐκείνου καταφρονήσαντες τὴν ἀρχὴν σφετερίσωνται. ἐπὶ τούτου τοῦ βασιλέως καὶ ἡ τιμία τῆς ὑπεραγίας θεοτόκου ἐσθὴς εἰς Κωνσταντινούπολιν ἐκομίσθη ἐκ Παλαιστίνης, καὶ ἀπετέθη ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι ναῷ ἐν Βλαχέρναις ἐν ἀργυρέᾳ σορῷ· δι’ ἣν καὶ ὁ ναὸς Ἀγία σορὸς κατωνόμασται. τοῦ πατριάρχου δὲ θανόντος Ἀνατολίου, ὃς ἐπ’ ἔτη τῆς ἐκκλησίας προέστη ὀκτώ, Γεννάδιος χειροτονεῖται. τούτου δὲ ἐνιαυτοῖς τὴν ἐκκλησίαν ἰθύναντος δέκα ἐπὶ τρισί, καὶ τὴν ζωὴν [*](C) ἐκμετρήσαντος, ἀντεισήχθη Ἀκάκιος. καὶ ὁ βασιλεὺς δὲ Λέων νοσήσας ἐξέλιπεν, ὀκτωκαίδεκα βασιλεύσας ἐνιαυτούς, τὸν μικρὸν Λέοντα διάδοχον τῆς βασιλείας καταλιπών. κεκόσμητο δὲ καὶ ἄλλαις μὲν ἀρεταῖς, ἐπέλαμπε δ’ ἐκείνῳ μάλιστα τὸ φιλοίκτιστον, εἰωθότι λέγειν ὅτι ὥσπερ ὁ ἥλιος οἶς ἐπιλάμπει, τῆς θέρμης αὐτοῦ μεταδίδωσιν, οὕτω δεῖ καὶ τὸν βασιλέα, οἶς ἂν ἐπιβλέψῃ, οἴκτου αὐτοὺς ἀξιοῦν.

    Καταλειφθεὶς οὖν ὁ μικρὸς Δέων νηπιάζων ἔτι, ἐφ’ ἔνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ

    255
    ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. ἦν δὲ ὁ Ζήνων [*](D) ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς. καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ’ ὡς ἄντικρυς τύραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφαγαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βασιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος, φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς ὁμογενεῖς.

    Καὶ ὁ Βασιλίσκος ἐν τῷ κάμπῳ ἀναγορεύεται βασιλεύς, καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν [*](A) ἔστεψε, καὶ Μάρκον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ Διοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβασθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν, καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν ἐκάλεσε. διὰ ταῦτα τοίνυν ὁ Βασιλίσκος παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας μεμίσητο. ἔπεμψε δὲ [*](B) κατὰ Ζήνωνος μετὰ δυνάμεως Ἴλλον καὶ Τροκοῦνδον· οἱ ἐπελθόντες ἐπολιόρκουν αὐτόν. ὅτι δὲ πολλὰ αὐτοῖς ὁ Βασιλίσκος ἐπαγγειλάμενος οὐκ ἐπιτελεῖς

    256
    τὰς ὑποσχέσεις πεποίητο, καὶ ἡ σύγκλητος δὲ βαρυνομένη τὸν Βασιλίσκον διὰ τὴν κακίαν αὐτοῦ ἔγραψε τοῖς εἰρημένοις ἀνδράσι τὰ παρ’ ἐκείνου δρώμενα, προσέθεντο τῷ Ζήνωνι, καὶ ἀντὶ πολεμίων φίλοι αὐτῷ γεγόνασι καὶ συνέριθοι· καὶ λαβόντες αὐτὸν ἐπανῄεσαν. ὁ δὲ Βασιλίσκος Ἁρμάτιον τὸν οἰκεῖον ἀνεψιὸν μετὰ τῶν Θρᾳκικῶν ταγμάτων στέλλει κατὰ τοῦ Ζήνωνος· καὶ ὃς συναντήσας αὐτῷ περὶ Νίκαιαν, καὶ χρήμασιν ὑποφθαρείς, πρὸς δὲ τοῖς καὶ ὑποσχέσει τοῦ Καίσαρα στεφθῆναι τὸν υἱὸν αὐτοῦ [*](C) Βασιλίσκον, τῷ Ζήνωνι προσχωρεῖ. κἀντεῦθεν ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν ὁ Ζήνων ἐδέχθη ὑπό τε τῆς συγκλήτου καὶ τοῦ λαοῦ. καὶ ὁ Βασιλισκος τῇ ἐκκλησίᾳ προσπέφευγε μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, ὅθεν ἐξῆλθε πληροφορίαν λαβὼν ὡς οὐ στερηθήσεται τῆς ζωῆς. καὶ ἀπήχθησαν εἴς τι φρούριον, ἔνθα λέγεται εἰς πύργον κατακλεισθῆναι σὺν τοῖς φιλτάτοις καὶ διαφθαρῆναι λιμῷ. ἕτεροι δὲ ἀναιρεθῆναι αὐτοὺς ἐν τῷ ἀπάγεσθαι λέγουσιν. ὁ Ζήνων δὲ καὶ τὴν ἑαυτοῦ πενθερὰν τὴν βασιλίδα Βηρίναν ἐξώρισεν. ὁ γοῦν Βασιλίσκος εἴτε ὡς εἴρηται εἴτ’ ἄλλως ἐπὶ δύο τυραννήσας ἐνιαυτοὺς διώλετο. οὑ κρατοῦντος ἐμπρησμὸς ἐν Κωνσταντινου- [*](D) πόλει ἐγένετο μέγιστος, ἐκ τῶν Χαλκοπρατείων ἀρξάμενος καὶ πάντα τὰ προσεχῆ τούτοις νεμηθεὶς καὶ ἀποτεφρώσας, τάς τε τῶν δημοσίων πλατειῶν στοὰς καὶ τὰς αὐταῖς ἐπικειμένας οἰκοδομάς, ἀλλὰ μὴν καὶ αὐτὴν τὴν κεκλημένην Βασιλικήν, καθ’ ἣν καὶ βιβλιοθήκη ἐτύγχανε δώδεκα μυριάδας βιβλίων ἀποκειμένων ἐν αὐτῇ ἔχουσα· ἐν οἷς ἀναγράφεται εἶναι καὶ δράκοντος ἔντερον, μήκους ὄν ποδῶν ἑκατὸν εἴκοσιν, ἔχον ἐγγεγραμμένα χρυσοῖς γράμμασι τὰ τοῦ
    257
    Ὁμήρου ποιήματα, τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, οὗ καὶ ὁ Μάλχος τὰ περὶ τούτων τῶν βασιλέων συγγραφόμενος μέμνηται. διέφθειρε δὲ τὸ πῦρ ἐκεῖνο καὶ τὴν ἐν τοῖς Λαύσου τῆς πόλεως ἀγλαίαν καὶ τὰ ἐκεῖ ἐνιδρυμένα ἀγάλματα τῆς τε Σαμίας Ἥρας [*](A) καὶ τῆς Λινδίας Ἀθηνᾶς καὶ τῆς Κνιδίας Ἀφροδίτης τὰ κατὰ τέχνην περιβόητα ἀφιδρύματα, καὶ μέχρι τοῦ Φόρου ἐπέδραμε. Ζήνων δὲ αὖθις τῆς ἐξουσίας δραξάμενος τὸν μὲν τοῦ Ἀρματίου υἱὸν προεχειρίσατο Καίσαρα, πληρῶν τὴν ὑπόσχεσιν, αὐτὸν δὲ τὸν Ἁρμάτιον στρατηλάτην· καὶ μετ’ ὀλίγον τὸν μὲν Ἁρμάτιον ἔκτεινε, λέγων ὅτι ὥσπερ εἰς τὸν Βασιλίσκον οὐκ ἐφύλαξε πίστιν, οὐδ’ εἰς ἐμὲ πάντως φυλάξει αὐτήν. τὸν δὲ υἱὸν ἐκείνου τὸν Καίσαρα πεποίηκε κληρικόν. ἀνεῖλε δὲ καὶ τὸν Ἴλλον τὸν μάγιστρον, τυραννίδι ἐπιχειρήσαντα, ὅτι ἔγνω ἐπιβουλευόμενος παρὰ τῆς βασιλίσσης Ἀριάδνης, εἰδότος καὶ Ζήνωνος, ἀλλὰ μὴν καὶ Πελάγιον τὸν πατρίκιον, ἄνδρα [*](B) λογιώτατόν τε καὶ δικαιότατον, τῷ μὲν δοκεῖν, ἑλληνισμὸν αὐτῷ ἐγκαλῶν, τῇ δ’ ἀληθείᾳ τοὺς ἐλέγχους ἐκκλίνων αὐτοῦ· γνώμης γὰρ ὢν ἐλευθέρας ἤλεγχε τὰς ἀνοσίους πράξεις αὐτοῦ. καὶ ἄλλους δὲ πλείστους ἄνδρας τῶν περιφανῶν ὁ ἔχθιστος Ζήνων ἀπώλεσε, καὶ εἰς αἱρέσεις ἀπέκλινε καὶ ἀθεμίτους πράξεις καὶ διεφθαρμένην ζωήν· καὶ οὕτω βιοὺς βιαίως ἀπερράγη τοῦ ζῆν. ὁ δὲ τρόπος τῆς τούτου τελευτῆς ἀντιλέγεται· οἶ μὲν γὰρ γαστριζόμενον αὐτόν φασι καὶ μεθύοντα τῶν τε φρενῶν ἐξίστασθαι καὶ καταπίπτοντα μηδὲν διαφέρειν νεκροῦ. μισούμενον ὢ δὲ καὶ ὑπ’ αὐτῆς τῆς γαμετῆς αὐτοῦ Ἀριάδνης, οὕτως οἴνωθέντα ποτὲ ὡς ἤδη θανόντα λάρνακι τῶν [*](C) βασιλικῶν ἐντεθῆναι παρ’ ἐκείνης, καὶ αὐτίκα τὸν
    258
    ἐπιπωματίζοντα ταύτην μέγιστον λίθον ἐπιτεθῆναι αὐτῇ· τὸν δὲ ἀνανήψαντα βοᾶν μὲν καὶ ὀλοφύρεσθαι ἔνδοθεν, μήτινος δ’ ἐπιστρεφομένου, οἰκτρῶς ἐκεῖσε θανεῖν. οἱ δὲ νοσήσαντά φασι καὶ περιωδυνίαις βαλλόμενον σφοδροτάταις δόκησιν τοῖς ὁρῶσιν ὡς τέθνηκε παρασχεῖν, καὶ οὕτως ἐντεθῆναι τῷ τάφῳ, καὶ ἐν αὐτῷ τεθνάναι γοώμενον καὶ τοὺς οἰκείους ἀνακαλούμενον, τῆς Ἀριάδνης μήτινι συγχωρούσης ἀνοῖξαι τὸ μνῆμα ἢ ὅλως ἐπιστροφὴν ἐκείνου ποιήσασθαι.

    [*](2)[*](D)

    Οὕτω δὲ θανόντος οἰκτρότατα Ζήνωνος, ἡ Ἀριάδνη τὸν Δίκορον Ἀναστάσιον σελεντιάριον ὄντα, τῶν χαμαιζήλων δὲ τοῦτο ἀξιωμάτων, εἰς τὴν βασιλείαν ἀνήγαγε, γνώμῃ καὶ τῆς γερουσίας καὶ τοῦ στρατεύματος, Οὐρβικίου τοῦ ἐκτομίου, μέγα τότε δυναμένοῦ, σπουδάσαντος εἰς τὴν τούτου ἀνάρρησιν. Δίκορος δ᾿ ἐκαλεῖτο ὁ Ἀναστάσιος, ὅτι ἀνομοίας ὰλλήλαις τὰς κόρας εἶχε τῶν ὀφθαλμῶν· τῆ μὲν γὰρ ἦν τὸ χρῶμα μελάντερον, ἡ δὲ λαιὰ πρὸς τὸ γλαυκότερον ἐχρωμάτιστο. μέλλοντα δὲ στεφθῆναι αὐτὸν ἀπῄτησεν ἔγγραφον ὁμολογίαν τῆς πίστεως καὶ τοῦ μήτι παρακινῆσαι τῶν τῆς ἐκκλησίας δογμάτων ὁ πατριάρχης Εὐφήμιος. μετὰ γὰρ Ἀκάκιον, κάκιστον [*](A) τοῖς ὀρθοδοξοῦσι γενόμενον, καὶ τὴν ἐκκλησίαν ἔτη κατεσχηκότα δέκα πρὸς τοῖς ἑπτά, καὶ θανόντα, Φραβίτας κεχειροτόνητο πατριάρχης, ὁμόδοξος Ἀκακίῳ καὶ Ζήνωνι. μετὰ δὲ τρεῖς μῆνας πρὸς τῷ ἡμίσει καὶ οὗτος μετήλλαξε τὴν ζωήν, καὶ προέστη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ὁ Εὐφήμιος, ὅσιος ἀνὴρ καὶ ὀρθοδοξότατος. ὃς τοῦ Μογγοῦ Πέτρου ὄνομα τὸν θρόνον τῆς μεγάλης Ἀντιοχείας ἁρπάσαντος λῃστρικῶς τῶν διπτύχων ἀπήλειψεν ὡς αἱρετι-

    259
    κοῦ. ἀντ’ ὲν ἔγραψε δὲ τὴν Φήλικος κλῆσιν τοῦ πάπα Ρώμης, ἀνδρὸς ὀρθοδόξου καὶ καθαψαμένου γραμμάτων τοῦ τε Ζήνωνος καὶ τοῦ Ἀκακίου, ὅτι τῷ Μογγῷ ἐκοινώνουν Πέτρῳ, τῆς Εὐτυχοῦς καὶ Διοσκόρου ὄντι αἱρέσεως, μάλιστα δὲ καὶ καθαιρέσεως λίβελλον στείλαντος Ἀκακίῳ, διὸ καὶ τὸ ὄνομα [*](B) αὐτοῦ ὁ Ἀκάκιος ἐκ τῶν διπτύχων ἀπήλειψεν. οὗτος τοίνυν ὁ πατριάρχης Εὐφήμιος, ἔγγραφον ἰδιόχειρον τοῦ Ἀναστασίου δεξάμενος ὡς δέχεται τὰ τῆς ἐκκλησίας δόγματα καὶ τὰ παρὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα φυλάξει πάντα, στέφει αὐτόν. ὁ δὲ αὐτίκα τὴν Ἀριάδνην μνηστεύεται, καὶ γραφὴν ποιεῖται βασίλειον ἀφιεῖσαν τὰ μέχρι τότε τῷ δημοσίῳ παρά τινων ὀφειλόμενα. ἤδη δὲ τεσσαρακοστῆς παραρρυείσης ἡμέρας μετὰ τὴν ταφὴν Ζήνωνος, καὶ τοὺς γάμους ἐτέλεσε. δασμοῦ δὲ τοὺς ὑπηκόους πιέζοντος τοῦ λεγομένου χρυσαργύρου, καὶ τοῦτον ἐξέκοψεν.

    ἦν δὲ ὁ τοῦ χρυσαργύρου δασμὸς τοιοῦτος· ἅπαντες καὶ προσαῖται καὶ πένητες καὶ [*](C) πᾶσα πόρνη καὶ ξύμπαντες ἀπελεύθεροι ἐν ἀγροῖς τε καὶ πόλεσι διατρίβοντες εἰσφέρειν ἠναγκάζοντο τῷ δημοσίῳ τέλος ἐτήσιον. καὶ ὑπὲρ ἵππων καὶ ἡμιόνων καὶ βοῶν ὄνων τε καὶ κυνῶν ἐπράττετο φορολόγημα, ὑπὲρ ἀνθρώπων μὲν ἑκάστου νόμισμα ἀργυροῦν, τὸ δ’ αὐτὸ καὶ ὑπὲρ ἵππου, ἡμιόνου τε καὶ βοός, ὑπὲρ ὄνου δὲ φόλλεις ἴξ, ὁμοίως δὲ καὶ ὑπὲρ κυνός. καὶ ἦν διὰ ταῦτα συντριβὴ τῶν ἀνθρώπων καὶ ὀδυρμὸς πανταχοῦ. ἀλλὰ ταύτην ἐκκόψας τὴν εἰσφορὰν ὁ βασιλεὺς Ἀναστάσιος καὶ αὐτὰς τὰς περὶ ταύτης ἀπογραφὰς ἐναντίον τοῦ δήμου κατέκαυσεν ἐν τῷ Ἱππικῷ· καὶ ἦν μὲν ἐν τούτοις φιλότιμος καὶ τὴν τῶν πολιτικῶν πραγμάτων [*](D)

    260
    διοίκησιν καλῶς μετερχόμενος. τὰς γὰρ πολιτικὰς ἀρχὰς ὠνίους παρεχομένας τὸ πρὶν ἐκεῖνος ἀμίσθους ἐδίδου. περὶ δὲ τὴν εἰς τὸ θεῖον δόξαν οὐκ ἀγαθὸς ἦν· ἀποκλίνας γὰρ εἰς τὴν τῶν Συγχυτικῶν αἵρεσιν τῶν μίαν φύσιν δοξαζόντων ἐπὶ τοῦ σωτῆρος μετὰ τὴν ἕνωσιν τῶν διττῶν φύσεων, πολλὰ τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε καὶ ἀδυσώπητος ἦν τοῖς τούτων προισταμένοις. τόν τε γὰρ πατριάρχην Εὐφήμιον ἐξώρισε, μὴ ·πειθόμενον ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρότερον μετὰ δόλου τὸ οἰκεῖον ἔγγραφον ἀφελόμενος, ἢ βίᾳ, ὡς ἕτεροι λέγουσι, καὶ τὸν μετ’ ἐκεῖνον Μακεδόνιον, ἱερὸν ἄνδρα, μὴ καταδεξάμενον συνθέσθαι αὐτῷ, εἰς Εὐχάϊτα ὑπερώρισε. μεθ’ ὃν ἀντεισήχθη Τιμόθεος ὁμόφρων τῷ βασιλεῖ. Λογγῖνος δὲ ὁ ἀδελφὸς Ζήνωνος, τυραννίδι ἐπιθέμενος, ἐχειρώθη παρὰ Ἀναστασίου, καὶ περιωρίσθη εἰς Ἀλεξάνδρειαν, ἔνθα καὶ πρεσβύτερος χειροτονηθεὶς ἔθανε. καὶ τοὺς Ἰσαύρους δὲ πολλοὺς ἐν τῇ βασιλίδι τῶν πόλεων διατρίβοντας ταύτης ἐξήλασεν· οὓς προσλαβόμενος ὁ μάγιστρος Λογγῖνος, οὐχ ὁ τοῦ Ζήνωνος ἀδελφός, ἀλλ’ ἕτερος, καταστασιάζει, καὶ πολλὰ τῆς ἑῴας ἐληίσατο· κατεπολεμήθη δέ, καὶ οἶ μετ’ αὐτοῦ διεφθάρησαν βάρβαροι. τότε λέγεται καὶ Θευδέριχος ὁ τῆς Ἀφρικῆς ἡγεμών, Ἀρειανὸς ὤν διάκονόν τινα ὀρ- B θόδοξον αὐτῷ πάνυ ᾠκειωμένον καὶ διὰ θεραπείαν αὐτοῦ εἰς ἀρειανισμὸν μεταθέμενον ἀποκτεῖναι, εἰπὼν ὡς “ἐπεὶ τῷ θεῷ οὐκ ἐτήρησας πίστιν, μᾶλλον οὐ τηρήσεις ταύτην ἐμοί”. Ἀναστασίου δὲ τοῦ τῆς πρεσβυτέρας Ῥώμης πάπα θανόντος, καὶ τοῦ λαοῦ μερισθέντος, καὶ τῶν μὲν Λαυρέντιόν τινα ψηφισαμένων, τῶν ὀρθοδόξων δὲ σύμμαχον, κἀντεῦθεν πρὸς
    261
    ἀλλήλους στασιαζόντων, ὁ εἰρημένος Θευδέριχος, τῆς Ῥώμης τότε κρατῶν, ἀφίκετο πρὸς αὐτὴν καὶ σύνοδον ἀθροίσας τὸν μὲν Σύμμαχον ἐπίσκοπον τῆς Ρώμης εἷναι ἐκύρωσεν, ἀπήλασε δὲ τὸν Λαυρέντιον. κατὰ τούτους τοὺς χρόνους ἱστορεῖται τὸ τῶν Βουλγάρων ἔθνος τὸ Ἰλλυρικὸν καὶ τὴν Θρᾴκην καταδραμεῖν, [*](C) μήπω πρὶν γινωσκόμενον. τῶν δέ Ἀγαρηνῶν τὴν ἑῴαν ληιζομένων, σπονδὰς πρὸς αὐτοὺς ἐποιήσατο Ἀναστάσιος. τοῦ μέντοι Θρᾳκὸς Βιταλιανοῦ τυραννίδι ἐπικεχειρηκότος, Μυσούς τε καὶ Σκύθας προσεταιρισαμένου, καὶ ἅμα τούτοις τὰ περὶ τὴν βασιλίδα ληιζομένου τῶν πόλεων, ἀλλὰ μὴν καἰ στόλῳ κατ’ αὐτῆς ἐπελθόντος, ἀντικατέστη τούτῳ διὰ Μαριανοῦ τοῦ ὑπάρχου ὁ Ἀναστάσιος, καὶ ναυμαχίας γενομένης ἔκ τινος μηχανῆς παρὰ Πρόκλου τοῦ πάνυ γεγενημένης, τότε γὰρ ἤνθει ἐπὶ φιλοσοφίᾳ καὶ ἐν τοῖς μηχανήμασι, τά τε τοῦ περιβοήτου ἐν τούτοις Ἀρχιμήδους ἅπαντα διελθὼν καὶ αὐτὸς [*](D) ἐκείνοις προσεξευρών, τὸ ναυτικὸν τῶν ἐναντίων κατεπολεμήθη. κάτοπτρα γὰρ ᾄδεται χαλκεῦσαι πυρφόρα ὁ Πρόκλος, καὶ ταῦτα ἐκ τοῦ τείχους τῶν πολεμίων νεῶν ἀπαιωρῆσαι κατέναντι, τούτοις δὲ τῶν τοῦ ἡλίου ἀκτίνων προσβαλουσῶν πῦρ ἐκεῖθεν ἐκκεραυνοῦσθαι καταφλέγον τὸν νηίτην τῶν ἐναντίων στρατόν, καὶ τὰς νῆας αὐτάς, ὃ πάλαι τὸν Ἀρχιμήδην ἐπινοῆσαι ὁ Δίων ἱστόρησε, τῶν Ῥωμαίων τότε πολιορκούντων Συράκουσαν. Ἀναστάσιος δὲ σπουδαστὴς τῆς Εὐτυχοῦς αἱρέσεως ὤν, ἐβουλήθη προσθεῖναι εἰς τὸ Τρισάγιον τὸ “ὁ σταυρωθεὶς δι᾿ ἡμᾶς”. ἔστειλεν οὖν διὰ τοῦτο εἰς τὴν ἐκκλησίαν τὸν [*](26 Δίων] V. fragm. 57, 45.)
    262
    λογοθέτην τε καὶ τὸν ἔπαρχον· οἱ ἐν τῷ ἄμβωνι ὡς [*](A) ἐπ’ ὀκρίβαντος στάντες διαγγέλλειν ἤρξαντο τὸ πρόσταγμα τὸ βασιλικόν. κινεῖται τοίνυν ὅσον τοῦ πλήθους ὀρθόδοξον, καὶ διασπάσαι τοὺς ἄνδρας ὡρμήκεσαν. ἀλλ’ οἱ μὲν μόλις τὴν δημοτικὴν μανίαν ἐξέφυγον, τὸ δέ γε πλῆθος εἰς θυμὸν ἐκκαυθὲν κατὰ τῶν οἰκιῶν ἐπῆλθον τῶν εἰρημένων ἀνδρῶν. καὶ τὰς μὲν καθῃρήκασι, τὰ δ’ ἐν αὐταῖς διηρπάδασι καὶ πολλοὺς ἀνεῖλον, καὶ εἰς τὸν βασιλέα ἐξύβριζον, τὸν δὲ Βιταλιανὸν ὡς βασιλέα εὐφήμουν, καὶ πολλοὺς οἴκους ἐνέπρησαν καὶ πλείστους ἐφόνευσαν, καί τινα μοναχὸν πλησίον ὄντα τῆς παρὰ τοῦ Ἀναστασίου κτισθείσης κινστέρνης τῆς Μωκισίας καλουμένης, καὶ διὰ τιμῆς τῷ βασιλεῖ τούτῳ ἀγόμενον, κτείναντες, ἀλλὰ μὴν καί τινα μονάζουσαν ἐγκεκλει- [*](B) σμένην ἐγγὺς τῆς πόρτης τῆς Ξυλοκέρκου ἀνελόντες, ὡς πίστιν καὶ εἰς αὐτὴν κεκτημένου τοῦ βασιλέως, καὶ συνδήσαντες ἄμφω τὰ σώματα ἔσυραν, εἶτα κατέκαυσαν.