Ὁ τύραννος δὲ πολλοὺς εἰδὼς ἐν τοῖς αὐτῷ συνοῦσι τὰ Κωνσταντόυ φρονοῦντας, πάντας ἐκεῖθεν ἐξήλασεν, αὐτὸς δὲ πρὸς ἐμφύλιον ἡτοιμάζετο πόλεμον. ἐν τούτοις καὶ ἡ αὐτοῦ γυνὴ τελευτᾷ, ὡς μέν τινές φασι, τίκτουσα παρ’ αὐτῷ, ὡς δ’ ἕτεροι, ἤδη ἐκβεβλημένη. ἐκεῖνος δὲ τοὺς στρατιώτας συναγαγὼν ἐπὶ τὸν ἐμφύλιον ἠρέθιζε πόλεμον, καὶ συνεβούλευε δεῖν αὐτοὺς κατὰ τοῦ Κωνσταντίου [*](B) χωρήσαι καὶ μὴ μένειν ἐκεῖνον κατ’ αὐτῶν ἐπελθεῖν. ἤδη δὲ τὴν εἰς Χριστὸν ἐξομοσάμενος πίστιν, ηὐλαβεῖτο διὰ τοῦτο τοὺς στρατιώτας, εἰδὼς σχεδὸν ξύμπαντας χριστιανοὺς ὄντας. διὸ συσκιάζων τὴν ἑαυτοῦ κακίαν, ἕκαστον ἐκέλευε θρησκεύειν ὡς βούλοιτο. αὐτὸς δὲ τῆς γενεθλίου τοῦ Σωτῆρος ἡμέρας ἐφεστηκυίας, εἰσῆλθεν εἰς τὸν ναόν, καὶ προσκυνήσας, ἵν᾿
207
ὁμόδοξος τοῖς στρατιώταις δοκῇ, ἀπῆλθεν. ἐπέστησε δὲ καὶ ταῖς ἀρχαῖς οὓς ἐκεῖνος ἐβούλετο· καὶ οὕτως ᾔει πρός τὸν ἐμφύλιον πόλεμον. ἔλεγε δὲ μὴ κατὰ Κωνσταντίου χωρεῖν, ἀλλ’ ἐθέλειν εἰς ἔν συνελθεῖν τὰ ἑῷα στρατεύματα καὶ τὰ ἑσπέρια, ἵν ὁμοῦ γενόμενα τὸν αὐτῶν ἐκλέξωνται βασιλεύσοντα. ηὔχει δὲ καὶ προεγνωκέναι τὴν ἡμέραν καθ’ ἣν τεθνήξεται ὁ Κωνστάντιος, ἐν ὀνείρῳ αὐτὴν μυηθεὶς δι’ ἐπῶν ταῦτα φραζόντων· [χόοιο,
Ζεὺς ὅταν εἰς πλατὺ τέρμα μόλῃ κλυτοῦὑδροπαρθενικῆς[*](C)δὲ Κρόνος μοίρης βαίνῃ ἐπὶ πέμπτηςεἰκοστῆς, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴηςτέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἔξει. τέθνηκε δὲ ὁ Κωνστάντιος τὰ μὲν τῶν Περσῶν λιπών, ἐπεὶ καὶ ὁ ἐκείνων βασιλεὺς ἐπ’ οἴκου κατὰ δὲ τοῦ τυραννήσαντος ἐπιών. φροντίσι γὰρ πολλαῖς συνεχόμενος, κἀντεῦθεν συνεχεῖ ληφθεὶς πυρετῷ χολήν τε ἀναγαγὼν μέλαιναν, ἐτελεύτησεν ἐν Μόψου κρήνῃ, κεῖται δὲ αὕτη κατὰ τὴν τοῦ Ταύρου ὑπώρειαν, ἐπὶ τρισίν, ὡς λέγεται, μεμφόμενος
[*](D) ἑαυτῷ, τῷ φόνῳ τῶν συγγενῶν· οὐ γὰρ τὸν Γάλλον μόνον ἀπέκτεινεν, ὡς εἴρηται ἤδη, ἀλλὰ καὶ τοὺς ἀδελφοὺς τοῦ οἰκείου πατρός· τῇ ἀναρρήσει τοῦ Ἰουλιανοῦ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως. ἦν δὲ ὁ αὐτοκράτωρ οὗτος εὐμενὴς μὲν τοῖς ὑπηκόοις, δικαιοσύνῃ δὲ περὶ τὰς κρίσεις στοιχῶν, περὶ τὴν δίαιταν ἐγκρατής, καὶ ἐν ταῖς τῶν ἡγεμονιῶν καὶ ταῖς τῶν ἀξιωμάτων διανομαῖς τοῦ προσήκοντος στοχαζόμενος, μηδένα τῇ γερουσίᾳ συντάσσων ὃς οὐ παιδείας μετείληχεν οὐδὲ ἤσκητο πρὸς τὸ λέγειν καὶ ᾔδει γράφειν ἐμμέτρως τε καὶ πεζῶς. περὶ δὲ τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής· οὐ γὰρ τῇ πατρικῇ
208
εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέθετο τοῖς ἀρειανίξουσι, σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχων πρωτεύοντος
[*](A) Εὐσεβίου, ὅθεν καὶ τὸν θεῖον Ἀλέξανδρον, ὃς μετὰ τὸν ἱερὸν Μητροφάνην πατριάρχης τῆς νέας Ῥώμης κεχειροτόνητο, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι, ὁ δὲ οὐ κατένευε· διὸ καὶ σύνοδον ὁ βασιλεὺς συγκροτηθῆναι προσέταξεν. ὥριστο οὖν τῇ συνόδῳ ἡμέρα· καὶ ὁ Ἀλέξανδρος κατὰ τὴν ἐσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ θεοῦ μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν, ἢ ἐμὲ πρότερον τῆς ζωῆς ἀπόλυσον, ἔλεγε. ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. ἕωθεν οὖν ἄρτι τῆς συνόδου συνισταμένης ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν. καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρισιν κοιλίας καὶ κύστεως.
[*](B) παρεκκλίνας τ’ ἑ τῆς ὁδοῦ κεκάθικεν ἀποσκυβαλίσασθαι τὸ περίττωμα· συνεξερρύη δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ δειλαίου, βιαίως ἀπορρήξαντος τὴν ζωήν. ὁ μέντοι πατριάρχης Ἀλέξανδρος εἴκοσι πρὸς τρισὶν ἀρχιερατεύσας ἐνιαυτοὺς μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη παρὰ τῶν ὀρθοδόξων εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως Παῦλος ὁ ὁμολογητής. ἐπανελθὼν δ’ ὁ Κωνστάντιος ἐξ Ἀντιοχείας μεθίστησι τοῦ θρόνου αὐτὸν καὶ ἀντικαθίστησι τὸν Νικομηδείας Εὐσέβιον, αἱρεσιώτην Ἀρείου τυγχά- νοντα. ὁ δὲ ἄγιος Παῦλος τῷ πάπα τῆς Ῥώμης προσελθὼν Ἰουλίῳ, καὶ ὑπ’ αὐτοῦ εἰς τὸν θρόνον
[*](C) καταστὰς Κωνσταντινουπόλεως αὖθις ὑπὸ Κωνσταντίου διώκεται. καὶ σταλεὶς ὑπερόριος ὑπὸ Ἀρειανῶν ἀναιρεῖται. τοῦ δ’ Εὐσεβίου θανόντος, ὁ πνευματομάχος παρὰ τῶν Ἀρειανῶν εἰς τὸν τῆς νέας
209
Ῥώμης θρόνον ἀνάγεται Μακεδόνιος, ὃς ὑπερφρονήσας μετήνεγκε μετήνεγκε τὸ ἱερώτατον σῶμα τοῦ ἐν ἀγίοις Κωνσταντίνου ἐκ τοῦ τῶν ἁγίων Ἀποστόλων ναοῦ εἰς τὸ τοῦ ἁγίου μάρτυρος Ἀκακίου θεῖον τεμένισμα. διόπερ ἐξώργιστο ὁ Κωνστάντιος, καὶ πρὸς τὴν πατρικὴν πόλιν ἐπανελθὼν τὸν μὲν Μακεδόνιον ἔτος ἔν ἠνυκότα τοῦ θρόνου κατέσπασέ τε καὶ ὑπερώρισε, καθίδρυσε δ’ ἐν αὐτῷ τὸν Εὐδόξιον, τὰ τοῦ Ἀρείου πρεσβεύοντα, ἐπὶ δέκα ἐνιαυτοὺς ἀρχιερατεύσαντα. μετεκόμισε δ’ αὖθις τὸ σῶμα τοῦ οἰκείου
[*](D) πατρὸς εἰς τὸν τῶν ἁγίων Ἀποστόλων ναόν. οὗτος δὴ οὖν ὁ Κωνστάντιος καὶ τὰ τῶν ἀγίων Ἀποστόλων ἱερώτατα σώματα Ἀνδρέου τε καὶ Λουκᾶ διὰ τοῦ δουκὸς Ἀλεξανδρείας, ὕστερον δὲ καὶ καλλινίκον μάρτυρος Ἀρτεμίου, εἰς τὸ πατρῷον ἀνεκόμισεν ἄστυ· καὶ ἐν τῷ ναῷ τῶν ἀγίων Ἀποστόλων ἀπεθησαύρισε τοῦ θυσιαστηρίου ἐντός. γαμετὴ δὲ αὐτῷ ἦν Εὐσεβία, ἣ ἐπὶ κάλλει γέγονε περιβόητος. περὶ δὲ τὸν γαμέτην ἠτύχησε, μαλθακὸν ὄντα καὶ τὰ πρὸς ἀφροδίτην νωθέστερον ἐκ νόσων τε καὶ ἐκ φύσεως. ὅθεν κατὰ βραχὺ φθίνουσα τοῦ Κωνσταντίου προτέθνηκεν, ἄπαις διὰ βίου μείνασα· ὡς δέ τινες λέγουσι, καὶ μητρομανίας νοσήματι περιπεσοῦσα ἐξέλιπε. λέγεται δὲ καὶ πρὸς τὸ ἱππεύειν καὶ ἀκοντίζειν περιδέξιος
[*](A) ὁ Κωνστάντιος εἶναι καὶ λόγοις ὡμιληκέναι, ὡς ἔπος δύνασθαι συντιθέναι.
Ἀγγελθείσης δὲ τῷ Ἰουλιανῷ τῆς τοῦ Κωνσταντίου τίου τελευτῆς τὰ μὲν στρατεύματα Αὔγουστον αὐτὸν ἀνευφήμησαν, ἐκεῖνος δὲ τὸ βασιλικὸν ἀμείψας σχῆμα καὶ πενθῆρες ἐνδὺς σκυθρωπάζων ὦπτο. καὶ δημόσιον ἐπὶ τῷ τελευτήσαντι βασιλεῖ κατ’ ἔθος πεποίηκε πένθος. εἶτα ἐπὶ τὸ Βυζάντιον ὥρμησε· καί
210
οἱ προσυπήντησεν ἡ σύγκλητος καὶ ὁ δῆμος καὶ σὺν εὐφήμοις φωναῖς προῆλθεν εἰς τὰ βασίλεια, καὶ τῆς τῶν κοινῶν διοικήσεως ἥψατο. τὸ δὲ τοῦ Κωνσταντίου σῶμα τὸ σὺν ἐκείνῳ στρατιωτικὸν καὶ οἱ ἄρχοντες ἐπ᾿ ὀχήματος εἰς Κωνσταντινούπολιν διεκόμισαν·
[*](B) ᾧ καὶ ὁ Ἰουλιανὸς προσυπήντησε καὶ προέ πεμψε, περιελόμενος τῆς κεφαλῆς τὸ διάδημα. κατετέθη δὲ ὁ τοῦ τελευτήσαντος νεκρὸς αὐτοκράτορος ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ναῶ. πολλοὺς δὲ τῶν περὶ τὰ βασίλεια ὁ Ἰουλιανὸς τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ὑπερώρισε καὶ τῶν οὐσιῶν ἀπεστέρησε. ταῖς δὲ λοιπαῖς τῆς βασιλείας διοικήσεσι καὶ τὸ δικάζειν συνέταττε. ποτὲ γοῦν δικάζων τινὶ κεκλοφέναι κατηγορουμένῳ δημόσια χρήματα καὶ τὴν κλοπὴν ἀρνουμένῳ, νουμένῳ, ἐπεὶ ὁ κατήγορος “τίς” ἔφη “βασιλεῦ, ἐπ᾿ ἐγκλήματι δίκην ὑπόσχῃ, εἰ ἐξ ἀρνήσεως ὠφελοῖντο οἱ αἰτιώμενοι”; ἐκεῖνος ἀνταπεκρίνατο “καὶ τίς ἔσται ἀναίτιος, εἰ ἐλέγχων ἄνευ πιστεύοιντο οἱ κατήγοροι”;
[*](C) ἐχρημάτιζε δὲ καὶ πρέσβεσιν ἐκ διαφόρων ἐθνῶν σταλεῖσι πρὸς τὸν Κωνστάντιον. καὶ τὰ στρατεύματα δὲ ἐπεσκέπτετο καὶ ἐξήταζε, τὸ πολύ τε τῆς βασιλικῆς θεραπείας ἀπεπέμψατο. κουρέα τε ζητήσας, ὡς προσῆλθεν αὐτῷ τῶν Κωνσταντίου κουρεὺς πολυ- ἐσταλμένος, κουρέα ζητεῖν εἶπεν, ἀλλ᾿ οὐ συγκλητικόν, καὶ αὐτὸν ἀπεπέμψατο. καὶ μάγειρον δὲ τῶν βασιλικῶν ἐν ἐσθῆτι λαμπροτέρᾳ τῆς ὑπουργίας αὐτοῦ θεασάμενος, καὶ τὸν ἑαυτοῦ μετεπέμψατο μάγειρον κατὰ μάγειρον ἐσταλμένον· καὶ ἤρετο τοὺς παρόντας πότερον αὐτῶν κρίνοιεν μάγειρον. τῶν δὲ
[*](D) τὸν εὐτελῶς εἰπόντων ἐσκευασμένον, παρῃτήσατο τὸν λοιπόν. ταῦτα δ’ ἐποίει δόξαν θηρῶν ἐκ τοῦ δοκεῖν ἀπέριττος καὶ ὄντως φιλόσοφος. τοῖς στρα-
211
τιώταις δὲ διανείμας χρήματα, εἰς τὸν κατὰ Περσῶν ἡτοιμάζετο πόλεμον. αὐτοκράτωρ δὲ γεγονὼς καὶ ἑαυτῷ τὴν ἀρχὴν κρατυνάμενος, αὐτίκα εἰς προῦπτον ἐξερράγη ἑλληνισμόν. ἐξωμόσατο μὲν γὰρ καὶ πρότερον, ὡς εἴρηται, τὰ χριστιανῶν, οὐ μὴν εἰς τοὐμφανὲς ἐκρῆξαι τὴν ὠδῖνα τῆς ἀσεβείας ἐτόλμησε. λέγεται γὰρ ὅτι ἔρωτα τρέφων τῆς βασιλείας, καὶ ὡς ὑπὸ σποδιᾷ τοῦτον κρύπτων ἐν τῇ ψυχῇ, μάντεσι προσῄει καὶ γόησιν, εἰ τοῦ κράτους τεύξεται πυνθανόμενος, καὶ παρ’ ἐκείνων διέφθαρτο καὶ μετήνεκτο εἰς ἑλληνισμόν. τυχὼν δὲ τοῦ κράτους τοῖς ἀνεφίκτοις κρίμασι τοῦ θεοῦ πολλοὺς εἰργάσατο
[*](A) μάρτυρας· οὕτω γὰρ ἐξεμάνη κατὰ χριστιανῶν ὡς καὶ κωλύειν αὐτοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν, μὴ δεῖν λέγων μύθους αὐτὰ ὀνομάζοντάς τε καὶ διαβάλλοντας τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύειν καὶ δι’ αὐτῶν ὁπλίζεσθαι κατ’ αὐτῶν. ὅθεν τῶν παίδων τῶν χριστωνύμων εἱργομένων μετιέναι τοὺς ποιητὰς ὁ Ἀπολλινάιος λέγεται εἰς τὴν τοῦ Ψαλῆρος ὁρμηθῆναι παράφρασιν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἰς τὴν ποίησιν τῶν ἐπῶν, ἴν ἀντὶ τῶν Ἑλληνικῶν μαθημάτων ταῦθ᾿ οἱ νέοι μανθάνοντες τήν τε γλῶσσαν ἐξελληνίζωνται καὶ τὰ μέτρα διδάσκωνται. οὗτος καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνεγεῖραι ναὸν τοῖς Ἰουδαίοις ἐπέτρεψε. κἀκείνων σπουδῇ πολλῇ καὶ μεγάλαις δαπάναις τῆς οἰκοδομῆς ἀρξαμένων
[*](B) καὶ ὀρύττειν τὴν γῆν εἰς καταβολὴν θεμελίων ἐπιχειρούντων, πῦρ λέγεται τῶν ὀρυγμάτων ἀθρόον ἀναδιδόμενον καταφλέγειν τοὺς σκάπτοντας, ὡς ἀναγκασθῆναι αὐτοὺς τῆς οἰκοδομῆς ἀποσχέσθαι. Εὐσέβιον δὲ τὸν εὐνοῦχον, ὡς τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ Γάλλου κατεργασάμενον, ἔκτεινε, καὶ
212
τοὺς ἄλλους πάντας εὐνούχους τοῦ παλατίου ἐξήλασε. διιόντα δέ ποτε τὸν παραβάτην περὶ Χαλκηδόνα ὁ ταύτης ἐπίσκοπος Μάρις ἀλάστορα καὶ ἀρνησίχριστον ἐκάλει. ὁ δὲ τὸ ἀνεξίκακον προσποιούμενος “ἄπιθι” εἶπε “ταλαίπωρε, καὶ ἀποκλαίου σοῦ τῶν ὀμμάτων τὴν πήρωσιν·” ἦν γὰρ πάσχων ταύτην
[*](C) ἐξ ἐπιχύσεως. ὁ δέ “εὐχαριστῶ τῷ σωτῆρί μου Χριστῷ” ἀντεπήνεγκεν, “ὅτι μου προεμηθεύσατο μὴ ἰδεῖν τὸ ἀναιδές σου καὶ ἀσεβέστατον πρόσωπον. κατὰ Περσῶν δὲ τὴν στρατιὰν κινήσας κατήντησεν εἰς Ταρσὸν τῆς Κιλικίας πόλιν ἐπιφανῆ· ἔνθα γενομένῳ Ἀρτέμιος προσῆλθεν ὁ τοῦ Ἀσκληπιοῦ ἱερεύς. ἦν γὰρ ἐν Αἰγαῖς, πόλις δὲ καὶ αὗται τῆς Κιλικίας, περίφημον Ἀσκληπιοῦ ἱερόν, καὶ ᾔτησεν αὐτὸν τοὺς κίονας, οὑς ἔτυχεν ἀφελόμενος ἐκ τούτου τοῦ ἱεροῦ ὁ ἀρχιερεὺς τοῦ λαοῦ τῶν χριστιανῶν καὶ ἐποικοδομήσας αὐτοῖς οἰκεῖον ναόν, ἀποκαταστῆσαι αὖθις τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ. καὶ ὁ παραβάτης αὐτίκα τοῦτο γενέσθαι προσέταξε δαπάναις τοῦ ἐπισκόπου.
[*](D) μόλις οὖν οἱ Ἕλληνες καὶ πόνοις πολλοῖς καὶ ἀναλώμασι λώμασι πλείστοις ἔνα τῶν κιόνων καθελόντες καὶ μέχρι τῆς φλιᾶς τῆς πύλης τῆς ἐκκλησίας σὺν μηχανήμασιν ἀγαγόντες, καὶ χρόνῳ συχνῷ περαιτέρω προενεγκεῖν ἐκεῖνον οὐκ ἠδυνήθησαν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρησαν. τοῦ δὲ Ἰουλιανοῦ θανόντος, αὖθις αὐτὸν ὁ ἐπίσκοπος ἀνορθώσας ῥᾷστα εἰς τὸν τόπον τὸν ἑαυτοῦ ἐπανήγαγε. γενομένου δὲ τοῦ Ἰουλιανοῦ εἰς Ἀντιόχειαν, καὶ συνεχῶς προϊόντος εἰς τὸ τῆς Δάφνης χωρίον, ἐν ᾧ τοῦ Ἀπόλλωνος ἄγαλμα, ἔργον τι πρὸς τέχνην θαυμάσιον, ἵδρυτο, καὶ θυσίας αὐτῷ ποιοῦντος, οἱ Ἀντιοχεῖς ἀποσκώπτοντες εἰς αὐτὸν θύτην ἔλεγον καὶ οὐ βασιλέα
213
σφίσιν ἐπιδημῆσαι. καὶ διὰ τὸ καθειμένον ἔχειν ἐκεῖνον τὸν πώγωνα τράγον αὐτὸν ὠνόμαζον οἱ αὐτοὶ καὶ πρὸς σχοίνων πλοκὴν ἔλεγον αὐτὸν ἐπι-
[*](A) τήδειον. ὁ δὲ ἀντεπισκώπτων αὐτοῖς εῖς βλακείαν καὶ θρύψιν καὶ τρυφερότητα ἔλεγε “μὴ παρέχειν τοῖς Ἀντιοχεῦσι τὸν πώγωνα εἰς σχοίνων πλοκήν, ἔνα μὴ τῇ τούτου τραχύτητι θλιβεῖεν αἱ χεῖρες αὐτῶν· πρὸς οὓς καὶ λόγον ἔγραψεν, ὃς ἐπιγέγραπται Ἀντιοχικὸς ἢ Μισοπώγων. ἔθυε δὲ τῷ Δαφναίῳ Ἀπόλλωνι ἑκατόμβας ὅλας, χρησμὸν ζητῶν ἐξ αὐτοῦ. ὡς δ’ ἦν τὸ εἴδωλον ἐκεῖνο κωφόν, οἶ νεωκόροι τὴν αἰτίαν τῆς σιωπῆς ἀπαιτούμενοι διὰ τοὺς κειμένους ἐκεῖ νεκροὺς σιωπᾶν τὸ ἄγαλμα ἔλεγον. ἦσαν γὰρ ἐκεῖ ἑτέρων τε μαρτύρων κείμενα λείψανα καὶ τοῦ ἱερομάρτυρος δὲ Βαβύλα. πάντα τοίνυν μετατεθῆναι ἐκεῖθεν προσέταξεν Ἰουλιανός. ὡς δὲ μετηνέχθησαν,
[*](B) σκηπτὸς ἐνσκήψας νυκτὸς τῇ Δάφνῃ καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα ἀπετέφρωσεν. οἰηθεὶς οὖν ἐξ ἐπιβουλῆς χριστιανῶν γενέσθαι τὸν ἐμπρησμὸν ὁ ἀλάστωρ ἐκεῖνος καὶ ἐκμανείς, τὰς τῶν πιστῶν ἐκκλησίας ἀπέκλεισεν. ὑπ’ αὐτοῦ καὶ ὁ μέγας Ἀρτέμιος ἐκολάσθη μὲν ὡς χριστιανός· ἐπήνεκτο δὲ αὐτῷ ὁ τοῦ Γάλλου φόνος αἰτίαμα, καὶ οἶ πρεσβύτεροι Εὐγένιος καὶ Μακάριος ὑπὸ τούτου κολασθέντες τῶν μαρτυρικῶν στεφάνων κατηξιώθησαν· καὶ οἰ ἐκ Πέρσιδος πρὸς αὐτὸν σταλέντες πρεσβείας χάριν, Μανουήλ, Σαβέλ, καὶ Ἰσμαὴλ καὶ πολλοὶ ἄλλοι.
Στρατεύσας δὲ κατὰ Περσῶν πρότερον μὲν ηὐτύχησε καὶ πόλεις εἷλέ τινας καὶ πολλοὺς ἀνεῖλε καὶ λείας πολλῆς καὶ αἰχμαλώτων ἐκράτησε καὶ [*](C) Κτησιφῶντα ἐπολιόρκει. εἶτ’ ἀθρόον τῶν πραγμάτων αὐτῷ εἰς τὸ χεῖρον περιτραπέντων, αὐτός τε καὶ
214
τοῦ στρατεύματος τὸ πλέον ἀπώλετο. οἶ γὰρ Πέρσαι ἀπογνόντες καὶ εἰς ὄλεθρον ἑαυτοὺς εἰσωθεῖν προφανῆ ἐβουλεύοντο, ἔνα τι κατεργάσωνται τοὺς Ῥωμαίους δεινόν. δύο γοῦν ἐν σχήματι αὐτομόλων τῷ βασιλεῖ προσερρύησαν, καὶ νίκην αὐτῶ κατὰ Περσῶν, εἰ ἕποιτο αὐτοῖς, ἐπηγγέλλοντο. ἐᾶσαι γὰρ τὸν ποταμὸν αὐτῷ συνεβούλευον καὶ τὰς τριήρεις ἃς ἐπήγετο κατακαῦσαι καὶ τὰ ἄλλα πλοῖα τὰ φορτηγά, ἵνα μὴ τούτοις οἶ πολέμιοι χρήσαιντο, αὐτῶν δ’ ἡγουμένων δι’ ἑτέρων ὁδῶν διαγαγεῖν τὰ στρατεύματα,
[*](D) ἀκινδύνως τε καὶ δι’ ὀλίγου τὰ τῆς κατειληφέναι ἐνδότερα καὶ εὐμαρῶς κυριεῦσαι αὐτῆς. τούτοις φρενοβλαβῶς ὁ ἀλιτήριος ἐκεῖνος πεισθείς, καὶ ταῦτα πολλῶν λεγόντων αὐτῶ καὶ αὐτοῦ τοῦ Ὁρμίσδου δόλον εἶναι τὸ πρᾶγμα, πῦρ ἐνέβαλε ταῖς ναυσί, καὶ πάσας κατέκαυσε πλὴν δυοκαίδεκα. ἦσαν δὲ τριήρεις μὲν ἑπτακόσιαι, φορτηγοὶ δὲ τετρακόσιαι. ἤδη δὲ ἐκείνων ἐκτεφρωθεισῶν, ἐπεὶ πολλοὶ τῶν ταξιάρχων ἐνέδραν καὶ δόλον ἐνίσταντο εἶναι τὰ παρὰ τῶν αὐτομόλων ἐκείνων λεγόμενα, μόλις που κατένευσεν ἐτασθῆναι τοὺς ψευδαυτομόλους·
[*](A) οἱ ἐτασθέντες βασάνοις ἐξέφηναν τὸ ἀπόρρητον. οἶ μὲν οὖν οὕτως ἀπατηθῆναί φασι τὸν Ἰουλιανόν, οἱ δὲ ἀπειπάμενον λέγουσι πρὸς τὴν Κτησιφῶντος πολιορκίαν δι’ ὀχυρότητα καὶ ὅτι καὶ τῷ στρατεύματι τὰ ἀναγκαῖα ἐπέλιπον, ἐπανόδου μηνσθῆναι· ἀπιοῦσι δὲ ἐπιφανῆναι τοὺς Πέρσας ὄπισθεν καὶ τοὺς οὐραγοῦντας ταράττειν· τοὺς Γάλλους δ’ ὀπισθοφυλακοῦντας ἀντιτάξασθαι τοῖς πολεμίοις γενναιότερον καὶ πολλοὺς αὐτῶν ἀνελεῖν, οὐ τῶν τυχόντων μόνον, ἀλλὰ καὶ τόν παρ’ ἐκείνοις ἐπιφανῶν. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων οἶ Ῥωμαῖοι
215
σφοδρῶς ἐπιέζοντο. Ἰουλιανὸς δ’ ἐν ἀπορίᾳ τοῦ τί δεῖ πράττειν καὶ ὅθεν ἐπανιέναι χρεὼν καταστάς, εἵλετο διὰ τῆς ὀρεινῆς τὴν πορείαν ποιήσασθαι. τοῦτο οἶ Πέρσαι κατανοήσαντες, καὶ εἰς ταὐτὸν ἀθροισθέντες τοῖς Ῥωμαίοις ἐπέθεντο, καὶ κατὰ μὲν
[*](B) τὸ εὐώνυμον κέρας ἐκράτουν Ῥωμαῖοι, κατὰ δέ γε τὸ δεξιὸν ἠλαττοῦντο. ὃ γνοὺς Ἰουλιανὸς ἀμύνειν τοῖς ἡττωμένοις ἠπείγετο. ἔτυχε δὲ διὰ βάρος καὶ τὴν ἐκ τοῦ ἡλίου φλόγωσιν, θέρους γὰρ ἦν ὥρα, τὸν θώρακα ἐκδυσάμενος. ἐν μέσοις οὖν τοῖς πολεμίοις γενόμενος δόρατι βάλλεται κατὰ τῆς πλευρὰς. λέγεται δὲ ὅτι σφοδροῦ τότε πνεύσαντος πνεύματος ἀχλὺς βαθεῖα τοῦ ἀέρος τοῦ ἐκεῖ κατεσκέδαστο· τὰ γὰρ πλήθη τῶν στρατευμάτων πολὺν ἐκίνουν κονιορτόν, ὡς μηδὲ γινώσκειν οὔθ’ ὅποι εἰσὶν οὔθ’ ὅ, τι πράττοιεν· ἄδηλον δ’ εἶναι ὅθεν ἡ αὐτὸν πλήξασα αἰχμὴ κατ’ ἐκείνου ἐβέβλητο, εἴθ’ ὑπὸ πολεμίου εἴθ’ ὑπό τινος τῶν αὐτοῦ εἴτ’ ἐκ θειοτέρας δυνάμεως·
[*](C) ᾄδεται γὰρ καὶ ταῦτα. διό φασιν αὐτὸν ἐκ τοῦ καταρρέοντος τοῦ τραύματος αἵματος κοίλῃ δεξάμενον τῇ χειρὶ καὶ τοῦ ἀέρος τοῦτο κατασκεδάσαντα εἰπεῖν “κορέσθητι, Ναζωραῖε.” καὶ ὁ μὲν οὕτως ἀσεβῶς ζήσας βιαίως τὴν ψυχὴν ἐξηρεύξατο, βασιλεύσας ἔτη δύο. τὸ δὲ σῶμα αὐτοῦ ἡ στρατιὰ εἰς Ταρσὸν τῆς Κιλικίας κομίσασα ἔθαψεν ἐν προαστείῳ τῆς πόλεως· οὗ τῷ τάφῳ καὶ τόδε τὸ ἐπίγραμμα ἐπεγράφη·
Κύδνῳ ἐπ’ ἀργυρόεντι ἀπ’ Εὐφράταο ῥοάωνΠέρσιδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργωκινήσας στρατιὴν τόδ’ Ἰουλιανὸς λάχεσῆμα,[*](D)ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. 216
ὕστερον δὲ ἀνεκομίσθη εἰς τὴν βασιλίδα τῶν πόλεων. ἦν δ’ ἐκεῖνος περὶ δόξαν ἐπτοημένος καὶ ἐπὶ τοῖς τυχοῦσιν ἐπαινεῖσθαι βουλόμενος, ἐφ’ οἶς δ’ ἐσφάλλετο διορθούμενος παρὰ τῶν φίλων οὐκ ἤχθετο. ἦν καὶ παντοδαπῆς σοφίας μετειληχὼς καὶ μάλιστα τῆς περιττοτέρας, περὶ δὲ τὴν δίαιταν ἐγκρατής, ὥστε καὶ τὰ φυσικὰ ταῦτα διαφυγγάνειν, ἐρυγὰς καὶ τὰς ἐκκρίσεις τὰς διὰ στόματος. ἔλεγε
[*](A) δὲ χρῆναι τὸν φιλόσοφον, εἰ οἷόν τ’ ἑ, μηδὲ ἀναπνεῖν. φασὶ δὲ αὐτὸν ἐν Ἀντιοχείᾳ ὄντα ὄναρ ἰδεῖν νεανίαν ξανθὸν τὴν κόμην, εἰρηκότα αὐτῷ ὡς “ἐν Φρυγίᾳ τελευτῆσαί σε δεῖ.” ὅτε γοῦν ἐπλήγη, ἤρετο τοὺς παρόντας ὅπως ὁ τόπος καλοῖτο· ὡς δ’ ἤκουσε Φρυγίαν καλεῖσθαι αὐτόν, ἀνέκραξεν “ὦ ἥλιε, ἀπώλεσας Ἰουλιανόν”. λέγεται δὲ κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐτελεύτησεν ἐν Ἀντιοχείᾳ γνωσθῆναι τὸν θάνατον αὐτοῦ. τινὰ γὰρ τῶν τῆς τάξεως τοῦ ἐκεῖσε δικαστηρίου, Ἕλληνα κἀκεῖνον καὶ τῆς αὐτῆς θρησκείας τῷ παραβάτῃ, διανυκτερεύοντα περὶ τὴν φυλακὴν τοῦ ἀρχείου συνθήκην ἀστέρων ἐν οὐρανῷ θεάσασθαι γράμματα ἐκτυποῦσαν λέγοντα "σήμερον
[*](B) ἐν Περσίδι Ἰουλιανὸς ἀναιρεῖται.” σημειωθείσης οὖν τῆς ἡμέρας, μετὰ ταῦτα ἐγνώσθη ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν ἀνῄρητο. καὶ ὁ μὲν τριάκοντα πρὸς ἐνὶ βιώσας ἐνιαυτοὺς οὕτως ὡς εἴρηται ἀπεβίω. ὁ δὲ διὰ τῶν ἀστέρων τὴν ἐκείνου προμυηθεὶς τελευτὴν ἀφορμὴν ἔσχε πρὸς εὐπιστίαν τὸ ὅραμα.
Τελευτήσαντος δὲ Ἰουλιανοῦ ψήφῳ κοινῇ Ἰοβιανὸς εἰς τὴν αὐταρχίαν προυκέκριτο, τότε χιλιαρχῶν, ἀνὴρ εὐσεβής, υἱὸς Βαρωνιανοῦ χρηματίσαντος κόμητος. ὁ δ’ ἦν τὴν βασιλείαν ἀπαναινόμενος· καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἐξεβόησε χριστιανὸς εἶναι καὶ
217
μὴ ἀνέχεσθαι βασιλεύειν στρατοῦ ἑλληνίζοντος. καὶ εὐθὺς ὁμοφώνως ὡς ἐκ συνθήματος ἄπαντες ἀντεβόησαν εἶναι χριστιανοί. καὶ οὕτως ἐκεῖνος δεξάμενος
[*](C) τὴν ἀρχὴν τοῖς Πέρσαις ἐσπείσατο, οὐ προσηκούσας Ῥωμαίοις σπονδὰς ἐξ ἀνάγκης πεποιηκός. τῆς γὰρ Νισίβεως καὶ Σιγγάρας πόλεων περιφανῶν ἐξέστη αὐτοῖς, μετοικίσας τοὺς κατοίκους τῶν πόλεων· ὑφ’ ὧν θρηνούντων καὶ ἀνέδην ἐβλασφημεῖτο. ἀλλὰ καὶ χωρῶν αὐτοῖς πολλῶν παρεχώρησε καὶ δικαίων Ῥωμαίοις μαίοις ἀνηκόντων ἀνέκαθεν. καὶ ὁμήρων δοθέντων ἑκατέρωθεν, οὕτως ἐβεβαιώθησαν αἶ σπονδαί. ἐντεῦθεν ἀναζευγνύντες οἱ Ῥωμαῖοι, σπάνει τῶν ἀναγκαίων περιπεπτώκασιν, ὡς μηδὲ ὕδατος εὐπορεῖν. μόλις γοῦν εἰς τὴν τῆς Κοίλης Συρίας Ἀντιόχειαν ὁ Ἰοβιανὸς καταντήσας τοὺς τῶν χριστιανῶν ἱερεῖς, ὅσοι τε ἐπὶ Κωνσταντίου καὶ ὅσοι ἐπὶ τοῦ παραβάτου
[*](D) τῶν ἐκκλησιῶν ἐξηλάθησαν, εἰς αὐτὰς ἐπανήγαγε καὶ πρὸ τῶν ἄλλων τὸν μέγαν Ἀθανάσιον ἐπὶ Ἀλεξάνδρειαν. ἐξ Ἀντιοχείας δὲ εἰς Θαρσὸν γεγονὼς καὶ τὸ μνῆμα κοσμήσας τοῦ Ἰουλιανοῦ, ἐπανῄει· καὶ εἰς Ἄγκυραν τῆς Γαλατίας γενόμενος κἀκεῖθεν ἀπάρας καὶ σταθμὸν προελθών, εἰς Δαδάστανά τε καταλύσας, αἰφνίδιον τετελεύτηκεν, ὡς μὲν ἔνιοι συνεγράψαντο, ἀρτιφυεῖς μύκητας δηλητηρίους φαγέων· ἦν γὰρ λιτὸς περὶ δίαιταν· ὡς δ’ ἕτεροι, χειμῶνος ὄντος ἐν οἰκήματι κατέδαρθε νέον ἐμπεπλασμένῳ κονίᾳ, καὶ διὰ τὸ τοῦ ψύχους πολὺ ἀνθράκων
[*](A) ἀναφθέντων ἐντός, ἀτμὶς ἐκ τῆς κονίας πυρουμένης ἀνεδόθη πολλή, καὶ δι’ αὐτῆς ἀπεπνίγη κοιμώμενος, μηδ’ αἰσθόμενος τῆς πνιγμονῆς, ἐξ οἴνου καρηβαρῶν· πολλῷ γὰρ λέγεται κεχρῆσθαι ἀκράτῳ. καὶ οὐδὲ ἡ γυνὴ αὐτοῦ ἔφθη τοῦτον θεάσασθαι, καὶ
218
ταῦτα εἰς ὑπαντὴν αὐτοῦ προελθοῦσα μετὰ βασιλικῆς πομπῆς σὺν τῷ υἱῷ αὐτοῦ Βαρωνιανῷ. θανόντος μέντοι τοῦ Ἰοβιανοῦ οἱ στρατιῶται σκυθρωπάζοντες τὴν Νίκαιαν κατειλήφασι, καὶ γεγονότες ἐκεῖ περὶ βασιλέως ἐβουλεύοντο. καὶ οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ὠνόμαζον, οἱ πλείους δ’ ἐπὶ τῷ Σαλουστίῳ ὑπάρχῳ τῶν πραιτωρίων τυγχάνοντι ὡμοφώνησαν. ὁ δ᾿
[*](B) ἀπηνήνατο, τὸ γῆρας εἰς παραίτησιν προβαλλόμενος. αἰτουμένων δὲ τὸν τούτου υἱόν, οὐ κατένευσε, διὰ νεότητα καὶ γνώμης ἀφέλειαν κρίνας ἐκεῖνον πρὸς ἀρχὴν τοιαύτην ἀνεπιτήδειον. διὸ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ὁ Σαλούστιος βασιλέα καὶ ἀπόντα τὸν Οὐαλεντινιανὸν ἐψηφίσατο. ὁ μέντοι Ἰοβιανὸς εὐσεβὴς ἦν περὶ τὸ δόγμα καὶ ἀγαθοθελής. οἴνου δ᾿ ἥττητο καὶ ἀφροδισίων, καὶ τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης ἐτύγχανε καὶ γραμμάτων οὐκ ἄπειρος. ὃς ὀπίσω ποτὲ τοῦ Ἰουλιανοῦ πορευόμενος ὡς χιλίαρχος, ἐν τόπῳ κατάντει προϊόντος, ἐπάτησε τὸ κράσπεδον τῆς πορφυρίδος αὐτοῦ. ὁ δέ, εἴτ᾿ ἐκ τοὐτου διάδοχον αὐτοῦ τὸν Ἰοβιανὸν ἐτεκμήρατο εἴτ᾿ ἐκ
[*](C) μαντείας ἔγνω τοῦτό τινος, εἶπεν “αἴθε κἂν ἄνθρωπος”. ἦρξε δὲ οὐδ᾿ ὃλους μῆνας ὀκτώ. ὁ μέντοι νεκρὸς αὐτοῦ εἰς τὸ Βυζάντιον ἀνακομισθεὶς ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ἐτάφη ναῷ, ὅπου μετὰ ταῦτα συνετάφη καὶ ἡ γυνὴ αὐτοῦ Χαριτώ. ἔθανε δὲ Ἰοβιανὸς τρίτον ἄγων τῆς ἡλικίας ἔτος ἐπὶ τριακοστῷ.
Οὕτω μὲν οὖν, ὡς εἴρηται, Οὐαλεντινιανὸς ἐψήφιστο βασιλεύς. ἀχθεὶς δὲ καὶ ἀναρρηθεὶς καὶ τὰ βασιλικὰ περιέθετο σύμβολα. ὁ δὲ Σαλούστιος, ὅτι σπουδὴν ἐνεδείξατο ἀναρρηθῆναι αὐτόν, ἀμοιβὴν ᾔτει τῶν τῆς ἐπαρχότητος ἀνεθῆναι φροντίδων. καὶ ὁ βασιλεύς “διὰ τοῦτο” εἶπε “τοσούτων μοι πραγμά-
219
τῶν ἐπεφόρτισας ὄγκον, ἔν αὐτὸς μηδ’ ἐφάπτοιο τούτου”; ὥρμητο δὲ Οὐαλεντινιανὸς ἐκ Παιονίας.
[*](D) ἦν δ’ εὐσεβὴς τὰ πρὸς τὸν θεόν· διὸ καὶ ὑπερορίᾳ αὐτὸν ὁ Ἰουλιανὸς κατεδίκασεν· εἶτα τριβοῦνον ἀριθμοῦ τῆς ὑπερορίας ἀνακληθέντα ἐποίησεν. οὗτος καὶ τὴν ἰσχὺν γενναιότατος καὶ τὴν γνώμην ἦν δικαιότατος. διὸ καὶ τῶν ἀρχὰς τότε μετιόντων πολλοὺς ὡς ἀδικοῦντας ἐτιμωρήσατο, τὸν κρατοῦντα λέγων ἀπαιτεῖσθαι δικαιοσύνης πρὸ τῶν ἄλλων φροντίζειν. οὗτος κοινωνὸν τῆς βασιλείας Οὐάλεντα τὸν ἀδελφὸν προσελάβετο καὶ τὴν ἑῴαν μοῖραν αὐτῷ πιστεύσας, αὐτὸς ἐν τοῖς ἑσπερίοις διέτριβε καὶ πολέμους κατὰ βαρβάρων συγκροτήσας πολλοὺς τρόπαια κατ’ ἐκείνων ἐστήσατο. εἶχε δὲ πρὸ τῆς βασιλείας
[*](A) υἱὸν κεκλημένον Γρατιανόν, ὃς αὐτῷ ἐκ τῆς γαμετῆς Σευήρας ἐγένετο· ὃν καὶ ἀνηγόρευσεν αὐτοκράτορα. ἔγημε δὲ καὶ δευτέραν γυναῖκα, ἔτι περιούσης καὶ τῆς προτέρας. Ἰουστῖνα ἦν ἡ δευτέρα, ἐξ ἧς καὶ τὸν νέον ἐγείνατο Οὐαλεντινιανὸν καὶ θυγατέρας Ἰούσταν, Γράταν, καὶ Γάλλαν. ἐπὶ τούτου τελευτήσαντος Εὐδοξίου τοῦ κακοδόξου τῆς νέας Ρώμης ἀρχιερέως, ἀντεισήχθη Δημόφιλος ὁμόδοξος τυγχάνων τῷ πρὸ αὐτοῦ· ὃς ἐπ’ ἔτεσι δώδεκα τῆς ἐκκλησίας ἐκράτησεν. οὗτος ὁ βασιλεύς, καὶ τὸν μέγαν Ἀμβρόσιον ἐπίσκοπον τῆς Μεδιολανῶν προεχειρίσατο πόλεως. μαθὼν δὲ περὶ τοῦ ἀδελφοῦ Οὐάλεντος ὅτι τῆς Ἀρειανικῆς ἀντιποιεῖται αἱρέσεως καὶ πάντας βιάζει ταύτῃ συντίθεσθαι, διὰ γραμμάτων
[*](B) ἐπιπλήττει αὐτὸν καὶ ἀποστῆναι παραινεῖ τῆς αἱρέσεως. ὁ δὲ τοῦ οἰκείου θελήματος οὐκ ἀφίστατο καὶ μᾶλλον κατὰ τῶν ὀρθοδόξων ἐξηγριαίνετο. Ῥοδανὸς δέ τις πραιπόσιτος παρὰ Οὐαλεντινιανῷ μέγα
220
ἠδύνατο. κατ᾿ αὐτοῦ προσῆλθε γυνή τις Βερνίκη καλουμένη τῷ βασιλεῖ Οὐαλεντινιανῷ ἀδικίαν ἐπεγκαλοῦσα τῷ πραιποσίτῳ. ἐρευνήσας γοῦν ὁ αὐτοκράτωρ, καὶ γνοὺς μὴ ψεύδεσθαι τὴν γυναῖκα, προσκαλεσάμενος τὸν πραιπόσιτον, θεραπεῦσαι κεκέλευκε τῇ γυναικὶ τὸ ἀδίκημα. κἀκεῖνος τῇ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα θαρρῶν, οὐδένα λόγον ἔθετο τῆς ἀδικουμένης. προσῆλθεν οὖν καὶ αὖθις τῷ βασιλεῖ ἡ γυνή· καὶ ὃς μαθὼν μήτινα θέσθαι φροντίδα
[*](C) τῆς γυναικὸς τὸν πραιπόσιτον, αὐτίκα γυμνοῖ μὲν ἐκεῖνον τοῦ ἀξιώματος, κελεύει δὲ δεθέντα ἐν τῷ θεάτρῳ περιαχθῆναι, ἀγῶνος ἱππικοῦ ἀγομένου, κηρύκων αὐτοῦ προαγόντων καὶ τὸ εἰς τὴν γυναῖκα βοώντων ἀδίκημα καὶ τοῦ βασιλικοῦ κελεύσματος τὴν παρακοήν· καὶ μετὰ τὴν περιαγωγὴν καὶ τὸ κήρυγμα ἐκεῖ παρευθὺ καυθῆναι αὐτόν. καὶ ὁ μὲν τοιοῦτον εὕρατο τέλος· ἡ δὲ πᾶσα ἐκείνου περιουσία τῇ γυναικὶ διὰ βασιλείου παρακεχώρητο γράμματος. ἐξέλιπε δὲ ὁ βασιλεὺς οὗτος ἐν Γαλλίαις διάγων, ἀπολαύσας χρόνου μακροῦ· ἐβίω γὰρ ἔτη πρὸς τέσσαρσιν ὀγδοήκοντα, ἕνδεκα τούτων βασιλεύσας ἐνιαυτούς. καὶ τὸν υἱὸν Γρατιανὸν τῆς βασιλείας τῶν
[*](D) ἐσπερίων διάδοχον καταλελοιπώς.