Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Εἰς δὲ τὴν Κλεοπάτραν ἔπεμψε τὸν Προκλήιον, ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγούμενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον ἀπήγγειλέ Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ὃς ἐμήκυνε πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπηρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυναικῶν ἀνακραγούσης ‘‘τάλαινα Κλεοπάτρα, ζωγρῇ, ὥρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφίδιον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. ἔπεμψε δὲ Καῖσαρ Ἐπαφρόδιτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν πόλιν. καὶ ὁ Ἀντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενομένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ ἥλκωτο, [*](P) τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ [*](Cap. 31. Plutarchi Antonius c. 71 et 78—86. Historiae Romanae 1. 51, c. 6 et 14 — 22.)

432
τῶν τέκνων προσέβαλεν, οἶς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. ἧκε δὲ μετ’ ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐντευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μονοχίτων ἀναπηδήσασα προσπίπτει προσπίπτει ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθισαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχομένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ [*](C) ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος ἥδετο, καὶ εἰπὼν ὅτι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ᾤετο, μᾶλλον δ’ αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζὴ διὰ Συρίας ἔγνωκεν ἀπιέναι, αὐτὴν δ’ ἐς τὴν Ῥώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος ὅπως ἐπενέγκῃ τῷ Ἀντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, εἶτα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα ἄριστον ἠρίστα λαμπρόν. καί τις ἧκεν ἀπ’ [*](D) ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυλάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέδειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι ἔστειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐτῆς συνταφῆναι τῷ Ἀντωνίῳ, ταχὺ συνῆκε τὸ πεπραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γενόμενον ἔπεμψεν. οἳ δρόμῳ καταλαβόντες εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἴρας πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον ἤδη καρηβαροῦσα καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν
433
ἐκείνης διάδημα. εἰπόντος δέ τινος “καλὰ ταῦτα, Χαρμόνιον”, κάλλιστα μὲν οὖν” ἔφη “καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων.” καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην ἔπεσε καὶ αὐτή.

Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἶ δ’ ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμακον αὐτὴν ἔχειν ἐν κνηστίδι κοίλῃ, καὶ τὴν κνηστίδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ Δίων βελόνην αὐτὴν εἶναί φησιν, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν ἔχοντι, ἂν αἵματος ἅψηται, ὡς τάχιστα καὶ [*](P) ἀλυπότατα φθείρειν. ἡ μὲν οὖν ἀπώλετο, τὸ δ’ ἀληθὲς οὐκ ἐγνώσθη, ἢ ὅτι περὶ τὸν βραχίονα δύο νυγμαὶ ὤφθησαν λεπταί τε καὶ ἀμυδραί, οὔτε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθησεν οὔτε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. εἴκασται δὲ ἐξ ἀσπίδος αὐτὴν θανεῖν, ὅτι πολλὰ πρῴην συνῆγε θανάσιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμβανεν, [*](C) ὀδυνηρὸν δ’ ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳότερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ’ εὕρισκε τό δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ κάρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν. Ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγ- [*](11 Δίων] Hist. Rom. 51, 14.)

434
κεν. οἱ δὲ ψύλλοι ἄνδρες εἰσί, γυνὴ γάρ τὴν δύναμιν ταύτην ἔχειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον ἢ τετρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ [*](D) τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἢ μετὰ ὄφεων ἐμβληθέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων ἰοβόλοις τισίν· οὔτε γὰρ τῷ παιδί τι λυμαίνονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν.

Ὁ μὲν οὖν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ Ἀντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ἔτυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσσάρων Ἀντωνίῳ συνάρξασα· Ἀντώνιον δὲ οἱ μὲν ἔξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ Ἀντωνίου υἱὸν Ἄντυλλον τὸν ἐκ τῆς Φουλβίας καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ.

Ἀντώνιος μὲν οὖν καὶ Κλεοπάτρα οὕτως ἀπήλλαξαν· Καῖσαρ δὲ τὸν τοῦ Ἀλεξάνδρου τοῦ βασιλέως νεκρὸν εἶδε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτολεμαίων σώματα, καίτοι τῶν Ἀλεξανδρέων δεῖξαί οἶ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι βασιλέα, ἀλλ’ οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα.” οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἐπείσθη, λέγων ὅτι “θεούς, ἀλλ’ οὐχὶ βοῦς προσκυνεῖν εἴθισμαι.” τὴν δ’ Αἴγυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα εὗρε [*](P) καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει διοικησάμενος εἰς τὴν Ἀσίαν διὰ τῆς Συρίας ἀπῆλθε

435
καὶ ἐκεῖ παρεχείμασεν. οἶ δὲ Ῥωμαῖοι καὶ τότε καὶ πρότερον, ὅτε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τιμὴν αὐτ’ ᾦ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους καιρὸν ἐς τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἐπεραιώθη. καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος ἔθυσαν οἱ Ῥωμαῖοι καὶ ὁ ὕπατος ἐβουθύτησεν, ὃ μήπω πρότερον ἐπ’ ἄλλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἶ πομπαὶ πᾶσαι γεγόνασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ὥστε πάσαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς [*](C) Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν ἔχουσα τῷ βραχίονι, καὶ μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ὅ τε Ἀλέξανδρος ὁ καὶ Ἥλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ’ ἅπασι δ’ ὁ Καῖσαρ ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο.

Καὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν Ἐλλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν ἔθνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ’ ἔθνη ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶσαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν νεμόμενοι, προἰ·όντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ [*](D) ἄλλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ’ ὅσα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ἴστρον ἐμβάλλων ὑπὲρ τῆς Δαλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυσίας προκεχώρηκεν ὄνομα. καὶ ἐν αὐτοῖς ἄλλα τε πολλά εἰσιν ἔθνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες οἵ τε κεκλημένοι Δαρδάνιοι.

[*](Cap. 32. Dionis Historiae Romanae 1. 51, c. 22 — 1. 53 c. 18.)
436

Ταῦτα μὲν οὑν ἔν τε τῇ βασιλείᾳ καὶ τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσιν ἔπραξάν τε Ῥωμαῖοι καὶ ἔπαθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος τά τε ὅπλα καταθέσθαι βουλευομένου κα; τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ Ἀγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οἷς ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμενος, τὴν μὲν Ἀγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν τῆς μοναρχίας εὕρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν ἅπαν, εἰπὼν ἤδη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον εἶναι δυεῖν θάτερον, ἢ μεῖναι ἐπὶ τῶν αὐτῶν ἦι ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ ἅπαξ μοναρχήσασιν ἀσφαλῶς ἰδιωτεῦσαι εἶναι ἀδύνατον. ὑπέθετο δὲ καὶ ὅπως ἀσφαλῶς τε καὶ δικαίως ἄρξει, πρὸς δὲ καὶ ἀνεπαχθῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πάσι δὲ ταῦτα ἐπήγαγεν εἰ ὅσα ἕτερόν τινα [*](P) ἄρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράττεις, οὔτε τι ἁμαρτήσεις καὶ πάντα κατορθώσεις, ἥδιστά τε καὶ ἀκινδυνότατα ζήσεις.”

Οἱ μὲν οὑν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ ἄμφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, εἵλετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ οὔτε τὴν μοναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσειλήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ’ ἑξῆς ἔτει ἕκτον ὑπάτευσεν, Ἀγρίππα οἱ συνάρχοντος, ὃν ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν [*](C) Ὀκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ

437
νενόμιστο, ἄλλα τε πολλὰ πεποίηΚεν εἰς τιμὴν τῆς Ῥώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κατέκαυσε· καὶ ὅσα ἐπὶ Λεπίδου καὶ Ἀντωνίου ἀδίκως ἐγένοντο, δι’ ἑνὸς προγράμματος κατέλυσεν ἅπαντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ἕνα μᾶλλον τιμηθείη, καὶ παρ’ ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων ἄρχειν. καὶ τοὺς αὐτῷ μάλιστα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν [*](D) εἰσῆλθεν ἕβδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέγων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μοναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες τὴν γνώμην αὐτοῦ, οἱ δ’ ὑποπτεύοντες, οἶ μὲν ἐλέγξαι αὐτὸν οὐκ ἐβούλοντο, οἶ δ’ ἐδεδοίκεσαν. ὅθεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκάζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν οὕτως παρά τε τῆς γερουσίας καὶ τοῦ δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ’ ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ’ ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κατέσχεν ἔσχεν αὐτός, δοκήσει μὲν ὅπως ἡ γερουσία τὰ κάλλιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ’ οἱ πόνοι ἐπίκεινται, τῇ δ’ ἀληθείᾳ ἵνα ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. ἵνα δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατεδέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέσχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαετίας περανθείσης ἕτερα πέντε ἴτη, εἶτ’ αὖθις πέντε
438
καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα πάλιν, πεντάκις αὐτῶ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ [*](P) βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἶ μετ’ αὐτὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αὖθις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι.

Πόλλα δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καίσαρι, καὶ Αὔγουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ Ῥωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ’ ὀνόματι ἤχθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αὔγουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα [*](C) καὶ σεβάσμια αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πὼς, ὥσπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅ τι ἔν τε τῷ Παλατίῳ λεγομένῳ ὄρει, ἐν ᾧ Φαυστοῦλος ᾤκει ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε. καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει. πάσα δὲ ἐξουσία, ἥ τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρχοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς ἄλλοις ἅπασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι [*](D) τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ’ ἔστιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης εἶναι καὶ μηδενὶ τούτων ἐνέχεσθαι.

[*](20 Eadem Michael Glycas Annalium p. 266 ed. Bonn. Breviora sunt apud Dionem.)
439

Ὅτε δὲ Αὔγουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς Ῥώμης κατέλαβεν ὥστε πλεῖσθαι. καὶ οἶ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσει καὶ ὅτι πάσαν τὴν πόλιν ὑποχειρίαν ἵξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον ἔπραττεν, ὡς ἐθελόντων ἄρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ’ ἔστιν ἃ καὶ ἐς τὸ δημόσιον προετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ, ἐπανορρώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ εἴ τίς τι ἄμεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν ἄλλων ἀρχόντων ἴνα παρ’ ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι’ αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. ἔστι δ’ ὅτε καὶ ἐδίκαζε μετ’ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρημάτιζεν. ὅ τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, οὐ μέντοι ἐπράττετό τι ὃ μὴ ἐκείνῳ ἤρεσκε. καὶ τοὺς ἄρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ὥστε μήτ’ ἀνεπιτήδειοι μήτ’ ἐκ παρακελεύσεως ἢ καὶ ἐκ δεκασμοῦ [*](P) ἀποδείκνυνται. καὶ ἔθνη τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ δι’ ἑτέρων τῇ Ῥωμαίων ἡγεμονίᾳ ὑπέταξεν.

Ὁ δὲ τῆς Αἰγύπτου ἄρχων Αἴλιος Γάλλος ἐπὶ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὸς ἐβασίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον ἔστη τῶν πολεμίων, οὐ μὴν ἀπόνως προυχώρει. ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα [*](Cap. 33. Dionis Historiae Romanae 1. 53, c. 20 — 1. 54, c. 3.)

440
φύσιν ἄτοπον ἔχοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ πλεῖον φθαρῆναι τῆς στρατιάς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ [*](C) σκέλη κατῄει, ἅπαν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖνον, καὶ αὐτοῖς ἐλυμαίνετο. ἴαμά τε οὐδὲν ἦν ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις ἦν· ἥ τε γὰρ χώρα οὐδέτερον αὐτόν φέρει, κἀκείνοις οὐκ ἄφθονα ταῦτα προπαρεσκεύαστο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἶ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τὰ τε χωρία ἃ πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν.

Ὁ δ’ Αὔγουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ὥστε μηδ’ ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτήσων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ [*](D) Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσόδους εἰς βιβλίον ἐγγράψας ἔδωκε, τῷ δ’ Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. Ἀντώνιος δέ τις Μούσας οὕτω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ’ αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ἔλαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ὥν, ἐπετράπη κεχρῆσθαι, ἀτέλειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς οὖσί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. οὕτω δὲ σωθεὶς εἰς τὸ συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆναι ἐπέτρεπεν, ἐνδεικνύμενος μένος ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐτάς τις.

Λιμοῦ δὲ τῷ ἑξῆς ἔτει καὶ λοιμοῦ γενομένου ἐν πάσῃ τῆ Ἰταλίᾳ, νομίσαντες οἶ Ῥωμαῖοι οὐκ ἄλλως ταῦτα συμβεβηκέναι ἢ ὅτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αὔγουστον ἔσχον, δικτάτωρα αὐτὸν ἠθέλησαν

441
προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ὅς τὴν μὲν τοὐ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ’ ἐπεὶ μήτε διαλεγόμενος αὐτοῖς μήτε δεόμενος ἔπειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τούς δικτάτωρας ἔχων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ’ [*](P) αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνωμόται ἐρήμην ἥλωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ’ ὕστερον ἀπεσφάγησαν.

Μετὰ ταῦτα δ’ εἰς Σικελίαν ἦλθε. κἀκεῖ ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὕτω γὰρ ἐθορύβησαν καὶ ἅπαντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε ἀεὶ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ’ αὖ ἄναρχον αὐτὴνξ καταλείπειν τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. [*](C) καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν πρὸς αὐτὸ ἐπιτηδειότατον, βουληθεὶς δὲ καὶ μείζον’ αὐτῷ περιθεῖναι ἀξίωμα, ἵνα ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, κατηνάγκασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ Ἰουλίᾳ, καὶ ἐς τὴν Ῥώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως ἔπεμψε, διά τε τἄλλα καὶ ὅτι Μαικήνας εἶπε τῷ Καίσαρι ὡς “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστε ἢ γαμ- [*](Cap. 34. Dionis Historiae Romanae 1. 54, c. 6 — 35.)

442
βρόν σου γενέσθαι χρῆναι ἦι φονευθῆναι. Ἀγρίππας οὖν οἰδοῦντα εὑρὼν ἐν τῇ Ῥώμῃ τὰ πράγματα κατεστήσατο. [*](D) στήσατο. στήσατο. ὁ δ’ Αὔγουστος τὰ ἐν τῇ Σικελίᾳ διοικήσας εἰς τὴν Ἑλλάδα ἐπεραιώθη, καὶ τὸ Ἑλληνικὸν διαγαγὼν εἰς τὴν Σάμον ἔπλευσε, κἀκεῖ χειμάσας εἰς τὴν Ἀσίαν ἐν τῷ ἔαρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδουλώσατο, ὅτι Ῥωμαίους τινὰς μαστιγώσαντες ἔκτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίησεν, ἐν τῇ Συρίφ γενόμενος. ἡ Ἰουλία δὲ τὸν Γάιον ἔτεκε. καὶ ὁ Αὔγουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδωκὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αὖθις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσβεῖαι πλεῖσται· καὶ οἱ Ἰνδοὶ τότε φιλίαν ἐποιήσαντο, δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε Ῥωμαίοις ὀφθείσας. αὖθίς τε στάσις ἐν τῇ Ῥώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν οὖν ταῦθ’ ὁ Καῖσαρ, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν Ρώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν ὕπατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ὃ καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ ἄστεος καὶ ἐπανιών, ἴνα μηδενὶ ὀχληρὸς εἴη. εἶτα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ [*](P) τῶν ὑπάτων τιμὴν διὰ βίου ἔλαβε. τινῶν δ’ αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ Ἀγρίππᾳ, ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι’ ἄλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ’ ἄλλοτε ἄλλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. ἔθετό τε καὶ ἄλλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ
443
ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἴργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια ἔταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν [*](C) βουλευτῶν ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ’ ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἰσχύειν μνηστείαν μεθ’ ἣν οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ’ ἔστι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ἔτη εἰς τὴν τοῦ γάμου ὥραν πλήρη νομίζεται. ὁ δὲ Ἀγρίππας καὶ ἕτερον υἱὸν ἐκ τῆς Ἰουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ὃν Αὔγουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιήσατο, [*](D) καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ἵν ἧττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλλίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ἔτρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ’ οὐκ ἔπειθε τὸν Πωλίωνα, “φέρε” φησίν “ὅσα τοιαῦτα ἔχεις ἐκπώματα ἢ καὶ ἕτερα ἔντιμα, ἔν αὐτοῖς χρήσωμαι.” κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ἵνα μὴ διὰ ταῦτα οὕτως κολάζοιντο ἄνθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμενος, ὅτι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αὔγουστος, καὶ ἄκων ἡσύχασεν.

444

Ἀγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· οὗ ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν ῾Ρώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λόγον ἐπ᾿ αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυτελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψεν. ὁ δὲ τοῦ Ἀγρίππου θάνατος κοινόν τι τοῖς ῾Ρωμαίοις πένθος ἐγένετο. τά τε γὰρ ἄλλα ἄριστος τῶν καθ᾿ [*](P) ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον ἐκέχρητο, καὶ πάσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ᾿ ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν· ὅθεν οὔτ᾿ αὐτῷ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐχρημάτισε. τούτου μεταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο τὸν Τιβέριον καὶ ἄκων προσείλετο· οἱ γὰρ τοῦ Ἀγρίππου υἱοί, ἔγγονοι δ᾿ αὐτοῦ, ἐν παισὶν ἔτι ἐτέλουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγατέρα οὖσαν Ἀγρίππου ἐξ ἄλλης γαμετῆς, τὴν Ἰουλίαν αὐτῷ ἐνεγύησεν. εἶτα διά τε τούτου καὶ διὰ C τοῦ Δρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βουλῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν ἔστησεν, Ὑγιείας δὲ δημοσίας καὶ Ὁμονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ᾿ ἧττον ἐδίδοσαν, καὶ ὃς προστιθεὶς ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ Ὀκταβία, καὶ αὐτός τε ἐπ᾿ αὐτῇ δημοσίᾳ προτεθείσῃ ἐπιτάφιον εἶπε καὶ ὁ Δροῦσος· καὶ οἱ βου-

445
λευταὶ πενθήρεις χιτῶνας ἔλαβον, δημοσίᾳ τὸ πένθος ποιήσαντες.

Τῷ δ’ ἐχομένῳ ἔτει ὁ Δροῦσος ὑπατεύσας κατ’ [*](D) ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μείζονι ἢ κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, ἥ “ποί δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε” λέγειν αὐτῷ ἔδοξεν· οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ’ ἄπιθι· ἤδη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν ἔργων πάρεστι τελευτή.” ὑποστρέφοντι δ’ ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ ἧς ἐτελεύτησε. πυθόμενος δ’ ὁ αὐτοκράτωρ ὅτι νοσεῖ, τόν Τιβέριον κατὰ τάχος ἔπεμψεν· ὃς ἔμπνουν τε αὐτὸν εὗρε καὶ θανόντα ἐς τὴν Ῥώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ὅ τε Αὔγουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν. Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, ὅπως, εἰ μή τι ἀρέσκει ἢ ἄμεινόν τι νοήσουσιν, εἴπωσιν. οὕτω γὰρ δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ’ αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ ἔπεμψεν, ὡς αὐτὸς οὐκ ἄγων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς ἔφη ‘‘ἐγὼ δ’ ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ ἄλλον ἀντ’ ἐμαυτοῦ ἔπεμψα, ἀλλ’ αὐτός σου προεκινδύνευσα”, εἰς τὸ δικαστήριόν τε ἐφοίτησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων [*](P) ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, οὔτ’ ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· οὔτε γὰρ κολάσαι τινὰς διὰ τοῦτο οὔτε συγγνῶναι ἐλεγ- [*](Cap. 35. Dionis Hist. Rom. 1. 55, c. 1 — 10. Nonnulla)

446
χθεἰσιν ἠθέλησε. τὴν δ᾿ ἡγεμονίαν καίπερ, ὡς ἔλεγεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ἔτη παρῆλθον, ἄκων δῆθεν αὖθις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οἴκοι κατέμεινεν, ἐπ᾿ ἐκείνους δὲ τὸν Τιβέριον ἔπεμψεν. ὃν ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ ὕπατον αὖθις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνrεν. αὐτὸς δὲ τὸν Σεξτίλιον [*](C)καλούμενον μῆνα αὔγουστον ἀντωνόμασε.

Τοῦ δὲ Μαικήνου τελευτήσαντος ἤλγησε· πολλὰ μὲν γὰρ καὶ ἄλλα ὑπ᾿ αὐτοῦ ὤνητο, μάλιστα δὲ τῆς ὀργῆς, ὅτε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσῖλθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐν χάρτῃ μικρῷ “ἀνάστα, δήμιέ, καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ἔρριψεν· ὃ ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν ἃς τηνικαῦτα ἦν ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορθούμενος θούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ ἔχαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, ὅτι τῷ τε Αὐγουστῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, καὶ ὅτι πλεῖστον παρ᾿ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν.

Ὁρῶν δὲ ὁ Αὔγουστος τόν τε Γάιον καὶ τόν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, οὓς καὶ υἱοθετήσατο, μὴ τὰ ἤθη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆγον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς βοαὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τιβερίῳ εἰς πέντε ἔτη τὴν δημαρχικὴν ἐξουσίαν ἀπἐ-

447
νεῖμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ’ ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες ἤχθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν ἐφοβήθη· διὸ οὐδ’ εἰς Ἀρμενίαν ἀπεληλύθει, ἀλλ’ εἰς Ῥόδον ἀφίκετο. τῷ δ’ ἐφεξῆς ἔτει δωδέκατον ὑπατεύων ὁ Αὔγουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον ἔταξε καὶ ἐς τὸ βουλευτήριον ἄμα εἰσήγαγε καὶ πρόκριτον ἀπέφηνε τῆς νεότητος ἴλαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. καὶ μετ’ ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί [*](P) τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμψαντος, ἦλθεν ἐκεῖνος καὶ περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ ἥσθησαν ἅπαντες. τὴν δὲ θυγατέρα Ἰουλίαν ἀσελγαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ᾗ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησαμένων αὐτῇ τὸν μὲν Ἰούλιον Ἀντώνιον ἔκτεινεν ἄλλους τέ τινας ἐπιφανεῖς ἄνδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερώρισε.

Τῶν Ἀρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αὔγουστος [*](C) ἠπόρει τί ἂν πράξῃ. οὔτε γὰρ αὐτὸς στρατεῦσαι οἷός τε ἦν διὰ γῆρας, ὅ τε Τιβέριος, ὡς εἴρηται, μετέστη ἤδη, ἄλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ [*](Cap. 36, Dionis Historiae Romanae 1. 55, c. 1122. Nonnulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

448
ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον ἄπειροι. ἀνάγκης δ’ ἐπικειμένης τὸν Γάιον εἵλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα ἔδωκεν, ἔνα κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οἷα τοῦ αὐτοκράτορος ἔγγονος ἢ καὶ παῖς νομιζόμενος, [*](D) καὶ ὁ Τιβέριος δ’ ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Ἄδδων γάρ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ὥς τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ἔτρωσεν. ὁ μὲν οὖν πολιορκηθεὶς ἥλω, ὁ δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ ἄλλως μέντοι μὴ ὢν ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ὥστε τὸν Αὔγουστον περιαλγήσαντα προτρέψασθαι αὐτῷ ἐς τὴν Ἰταλίαν ἐλθόντι πράττειν ὃ βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ἔνθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. ἥ τε οὖν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς Ῥόδου πρὸς τὴν Ῥώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῖόν ἄστρων μαντικῆς ἐμπειρότατος ἦν καὶ Θράσυλλον εἶχεν ἄνδρα τὴν ἀστρολογίαν ἀκρότατον· ὅθεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπίστατο. λέγεται γοῦν ὅτι βουληθείς ποτε ὁ Τιβέριος ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ὤσειν, ὡς μόνον συνειδότα ὅσαπερ ἐνενόει, σκυθρωπάσαντά τε ἰδὼν αὐτόν, ἤρετο δι’ ὅ,τι συννένοφε· τοῦ δὲ
449
κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος [*](P) ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῶ διὰ τὰς ἐλπίδας ἠθέλησεν.

Ἀλλὰ ταύτα μὲν οὕτω ὁ δὲ Αὔγουστος δεσπότης ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρήματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ’ ἴτη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ παρὰ Ῥωμαίοις αἱ εἴκοσι καὶ πέντε δραχμαὶ χρυσοῦν νόμισμα ἕν, παρὰ δὲ τοῖς Ἕλλησιν εἴκοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα.

[*](C)

Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς ἔχων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οἰός τε ὤν, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ’ ὑπὸ τῆς Ἰουλίας ἀναπεισθείς, ἤδη γὰρ καὶ αὕτη ἐκ τῆς ὑπερορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελτοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερμανικὸν τὸν Δρούσου παῖδα εἰσεποιήσατο. πράσσοντι δὲ ταῦτα ἄλλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ’ [*](D) οὖν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν ἀπολλυμένων ἐώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθούμενον, μήτ’ ἀπολῦσαι θαρρῶν, ἵνα μὴ καὶ ἄλλους ἐκ τούτου ἐφ’ ἑαυτὸν ἐπισπάσηται, οὔθ’ ἡμέρας ἀφροντιστεῖν οὔτε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ’ ἡ Λιβία [*](12 Δέων] verba παρὰ δὲ τοῖς Ἕλλησιν — νόμισμα non leguntur apud Dionem. 13 Μετὰ δὲ — 19 ἐπέτρεψεν partim desiderantur apud Dionem.)

450
ὁρῶσα ἤρετο αὐτὸν τί ὅτι οὐ καθεύδει. ὁ δέ “τίς ἄν” εἶπεν “ὦ γύναι, κἂν ἐλάχιστον ἀτρεμήσειε, τοσούτους ἔχων ἐχθροὺς καὶ οὕτω συνεχός ἐπιβουλευόμενός;” ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλἐχθη αὐτῷ, τελευταῖον δὲ γνώμην ἔδωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πὼς αὐτοὺς σωφρονίζειν, ὥστε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. “οὐ γὰρ πείθειν ἢ ἀναγκάζειν” ἔφη φιλεῖν τινα τὸ ξίφος δεδύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ 10 δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν ὅτι ἐδικαιώθησαν ἕτεροι, ἀλλ᾿ ἀπεχθάνονται μᾶλλον ὅτι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται.” τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ ὕπατον προσαπέδειξε. καὶ ὁ λοιπὸς [*](P) δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς Ἰουλίας τῷ Ἀγρίππᾳ τεχθείς, ὃν καὶ Ἀγρίππαν ἐκάλεσεν, εἰς ἐφήβους ἐγράφη.

Ὁ δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν ῾Ρώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν Δακῶν καὶ Σαυροματῶν καὶ ἄλλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς 25 ἀνέστρεψεν ἐκ τῆς Κελτικὴς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αὔγουστος ἐκεῖ ἔπεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ τὸν καιρὸν τρίβοντος, ἵν᾿ ἐν τοῖς ὅπλοις εἴη διὰ τὸν [*](Caρ. 37. Dionis Historiae Romanae 1. 55, c. 27—1. 56, c. 25. Nounulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

451
πόλεμον. ἔπεμψε δὲ τὸν Γερμανικόν, ὅτι ὁ Ἀγρίππας [*](C) ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ ποιήσαντες οἶ Ῥωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο , τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ αὖθις παρὰ τοῦ Αὐγούστου εἰς Δαλματίαν ἐστάλη ἀνταιρόντων ἐκεῖ τινων · οὓς μόλις μὲν καὶ σὺν κινδύνοις , τέως δ' οὖν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους.

Καὶ ὁ μὲν πόλεμος οὗτος τοῦτο ἔσχηκε τέλος , ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικητήρια [*](D) τοὺς ἐν τῇ Ῥώμῃ ἐκώλυσεν. ἐν γὰρ τῆ Κελτικῇ εἶχον αὐτῆς τινα οἶ Ῥωμαῖοι, οὐχ ὁμοῦ συγκείμενα, ἀλλὰ σποράδην ὡς ἔτυχε χειρωθέντα. καὶ στρατιῶται ἦσαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο , καὶ οἱ βάρβαροι πρὸς ἔθη Ῥωμαϊκὰ καὶ εὐκοσμίαν μετερρυθμίζοντο. ἴως μὲν οὖν κατὰ βραχὺ καὶ ὁδῷ τινι ἐκ τῶν πατρίων μετήγοντο, οὐκ ἤχθοντο τῇ τοῦ βίου μεταβολῇ · ἐπεὶ δ’ ὁ Οὔαρος ὁ Κυντίλοις τὴν ἡγεμονιαν τῆς Γερμανίας λαβὼν ἔσπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι , καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα ἔπραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι τὸν Οὔαρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ Ῥήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας οὔτε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ ἄλλους ἀλλαχοῦ ἔπεμπε. θαρροῦντος οὖν αὐτοῦ καὶ μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται , καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσι στρατιώτας ἐπῆλθον αὐτῷ ἐν ὕλαις δυσεκβάτοις ὄντι μετὰ τῆς περὶ αὐτὸν

452
στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, ἔμπειροι τούτων ὄντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν Ῥωμαίων [*](P) ἀποβαλόντων πολλούς , τοῖς δὲ βαρβάροις ἀεὶ προστιθεμένων ὁμογενῶν ἑτέρων , ῥᾷον οἱ Ῥωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ὥστε καὶ τὸν Οὔαρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οἷ φοβηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἶ λοιποί, οἱ μὲν τὸν ἄρχοντα ἐμιμήσαντο , οἱ δὲ τὰ ὅπλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο οὖν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ’ ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ’ οὐδ’ ἐκεῖνο [*](C) χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ρωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ’ ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἶ δ’ ἐντὸς ὄντες Ῥωμαῖοι, ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον, βοήθειαν [*](D) πρόσ’ δεχόμενοι · ὡς δ’ οὔτε τίς ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ πολλοί, καὶ τὸ μὲν πρωτον καὶ τὸ δεύτερον φυλακτήκαὶ [*](12 τὰ ἐρύματα — 28 ἄοπλοι δὲ πολλοί omittunt Dionis condices.)
453
ριον τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες ἂν ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· εἶτα καὶ ὡς ἀληθῶς ἐπεκουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν ῾Ρῆνον οὐκ ἔκρινεν, ἀλλ᾿ ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ᾿ οὐδ᾿ ἐκεῖνοι διαβῆναι ἐτόλμησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐτὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν οὔτε ἔθνος τι ὑπηγάγοντο, ὅτι μηδ᾿ ᾔει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ᾿ αὐτοὶ τοῦ ῾Ρήνου πόρρω προήλθοσαν, δεδιότες μὴ καὶ αὖθις σφαλῶσιν, ἀλλ᾿ αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπανῆλθον.

Ὁ Αὔγουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως ἤδη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπατεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελουμένης [*](P) ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ Ἰουλίῳ Καίσαρι ἀνακείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ὃ πάντας ἐτάραξεν ὡς εἰς τὸν Αὔγουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε καὶ τοῦ οὐρανοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι ἔδοξε καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν· βουλῆς [*](Cap. 38. Dionis Historiae Romanae 1. 56, c. 26—45 Nonnulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

454
τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν εὐχὰς ποιήσωνται, κεκλεισμένον εὕρητο τὸ συνέδριον· καὶ κεραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν οὑν [*](C)ζῶντος ἔτι αὐτοῦ προεφάνη · ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ζήσας ἕξ ἴτη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν , μοναρχήσας δὲ ἀφ’ οὑ πρὸς τῷ Ἀκτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, ὅτι πρὸς τὸν Ἀγρίππαν ὁ Αὔγουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ἔνθα μετὰ τῆς Ἰουλίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ καταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτι ὄντα, ἐξ ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ [*](D) μὲν τὰ ἀφάρμακτα ἤσθιεν , ἐκείνῳ δὲ τὰ πεφαρμαγμένα προσέβαλεν. εἶτ’ οὖν οὕτως εἴτ' ἄλλως ἀρρωστήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ ἃ ἠβούλετο τούτοις διαλεχθεὶς τέλος ἔφη ὅτι “ τὴν Ῥώμην πηλίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω,” τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβηθεῖσα μή τι νεωτερισθῇ, ἐν Δαλματίᾳ τοῦ Τιβερίου διάγοντος , ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν Ῥώμην, τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσος ἐκ τόν ἀετπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε , καὶ τὰς [*](12 ἔνθα μετὰ τῆς Ἰουλίας τῆς μητρὸς πεφυγάδευτο non leguntur apud Dionem. 27 τὰς διαθήκας — p. 455, 2 τοῦ συνεδρίου] Horum plurima omittuntur in Dionis exemplaribus.)
455
σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο , καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ’ εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ὧν τὸ μὲν ἒν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ’ ἕτερον τὰς πράξεις ἃς εἴργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλωμάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐντολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. τούτων δ’ ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπιτάφιοι ἐρρήθησαν παρά τε τοῦ Δρούσου καὶ παρὰ [*](P) τοῦ Τιβερίου· εἶτα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, ὕστερον δὲ πάντες ἔσχον, μεμνημένοι ὅτι τε πᾶσιν εὐπρόσοδος ἦν καὶ πολλοῖς ἐπήρκει ἐς χρήματα , καὶ ὅτι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ’ οἷς ἐσφάλλετο· ὥσπερ καὶ τῷ Ἀθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ.

Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια ἦν , καί οἱ γυναῖκες ἐκομίζοντο ἃς ἐβούλετο ἐν καταστέγοις φορείοις καὶ οὕτως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ ἔπεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ Ἀθηνόδωρος , τῷ τῆς γυναικὸς ἐκείνης [*](C) ἀνδρὶ συνήθης ὥν, ἔτυχεν ἀπελθὼν τὸν φίλον ὀψόμενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευσεν· αὐτὸς γὰρ ἀπελθεῖν ἔφη πρὸς τὸν Αὔγουστον καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ εἰσελευσομένης, εἰσῆλθεν ὁ Ἀθηνόδωρος, καὶ ξίφος

456
λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπιτάξας οὕτω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θάλαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφήρης ἐκπεπήδηκεν εἰπών εἶτα οὐ φοβῇ μή τίς σε οὕτως εἰσελθὼν ἀποκτείνῃ ” ὁ δ' Αὔγουστος οὐ [*](D) μόνον οὐκ ὠργίσθη οὐδ’ ἐκάκισε τὸν Ἀθηνόδωρον, ἀλλὰ καὶ χάριν ἔγνω αὐτό καὶ σωφρονέστερος γέγονε. διὰ ταῦτα τοίνυν καὶ ἄλλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ τοῦ τοῦ Τιβερίου μετ’ αὐτὸν μοναρχήσαντος οὐχ ὁμοίου ἐπειράθησαν.

Ἐν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς Αὐγούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ὃς ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ καὶ πεντήκοντα καὶ ἑπτὰ ἔτη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν ἄλλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ἔτη. γένεται δὲ ἡ διαφωνία ἐντεῦθεν, ὅτι οἶ μὲν ἄλλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν Ἀντώνιον ἐν Ἀκτίῳ, ὅτε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν Ῥωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ὃν συνῆρξε τῷ Ἀντωνίῳ τῇ μοναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου ὅσα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζοντος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ἔρωτι, δι’ ὃν καὶ ἀπώλετο. οὕτως οὖν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς [*](Cap. 39. Eusebii (Hist. eccl. 1, 5) Dionis (Hist. Rom. 56, 30) et Lucae (Evangel. 3, 1 et 23) testimonia inter se comparantur.)

457
μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ἔτος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ἔνατον ἔτος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ἔτει [*](P) πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ Ἰωάννης ἐβάπτισε· τριάκοντα δ’ ἦν ἐτῶν ὅτε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ὥστε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων καταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περιλιμπανομένους ἐννέα εἶναι καὶ εἴκοσιν. ἐν γοῦν τῷ εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μάριας τῆς θεοτόκου ’τον κύριον.

1
[*](C)

Ὁ μὲν οὖν Αὔγουστος ἀπεβίω ὡς εἴρηται, τὴν δὲ μοναρχίαν ὁ Τιβέριος διεδέξατο. ὃς εὐπατρίδης μὲν ἦν καὶ πεπαίδευτο, τὴν δὲ γνώμην ἦν ποικιλώτατος, ἐναντίους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος. ὧν γὰρ ἐβούλετο τἀναντία ἔλεγεν, ἄλλα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων· καὶ ὀργίζεσθαι προσποιοῦ μένος ἐν οἶς οὐκ ὠργίζετο, καὶ ἐν οἶς ἐθυμοῦτο σχηματιζόμενος ἐπιείκειαν· καὶ ὡς οἰκειότατον ἐώρα τὸν ἔχθιστον, καὶ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο τῷ φιλτάτῳ. καὶ οὐκ ἠξίου τοῖς ἄλλοις ἄλλοις δῆλον εἶναί οἱ τὸ φρόνημα, τοῦτο προ·σήκειν τῷ αὐταρχοῦντι φρονῶν. καὶ εἴτε τις ἠναντιοῦτο οἶς ἔλεγεν εἴτε μὴν [*](D) καὶ συνῄνει, μεμίσητο.

Τέως δ’ οὖν εἰς τὰ στρατόπεδα καὶ εἰς τὰ ἔθνη πάντα ὡς αὐτοκράτωρ αὐτίκα ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ εἶναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομάτων οὐκ ἐδέξατο. καὶ τὰ τῆς ἀρχῆς διοικῶν ἅπαντα, μηδὲν αὐτῆς δεῖσθαι ἔλεγε, καὶ ταύτης ἐξίστασθαι ἐκομψεύετο καὶ διὰ τὴν ἡλικίαν, ἕξ γὰρ καὶ πεντήκοντα ἐτῶν ἦν, καὶ δι’ ἀμβλυωπίαν· βλυωπίαν· πλεῖστον γὰρ ἐν σκότει βλέπων ἐλάχιστα τὴν ἡμέραν ἑώρα. εἶτα κοινωνοὺς ᾔτει τῆς ἀρχῆς καὶ συνάρχοντας, οὐδὲν τούτων ποιῆσαι μέλλων, ἀλλ’ [*](Cap. 1. Dionis Historiae Romanae 1. 57, c. 1–13.)

2
ὅτι τε ὕπουλον εἶχεν ἦθος καὶ ὅτι καὶ τὰ στρατεύματα τά τε ἐν Παννονίᾳ καὶ ἐν Γερμανίᾳ ὑπώπτευε, καὶ τὸν Γερμανικὸν ἐδεδίει τῆς Γερμανίας ἄρχοντα τότε καὶ τοῖς στρατιώταις φιλούμενον. καὶ διὰ ταῦτα οὐδὲν ὡς αὐτοκράτωρ ἔπραττε φανερῶς, ἀλλὰ καὶ νοσεῖν προσποιοῦ μένος οἰκουρῶν ἦν καὶ διέμελλεν, ἕν ἐλπίδι τοῦ ἑκόντα τὴν ἀρχὴν ἀφήσειν αὐτὸν μή τί τινες νεοχμώσωσι, μέχρις οὗ τῆς ἡγεμονίας ἐγκρατὴς πάντων ἐγένετο. τὸν μὲν οὖν Ἀγρίππαν αὐτίκᾳ πέμψας ἀπέκτεινε, τοῦ Αὐγούστου, ὡς εἴρηται, [*](B) ὄντα θυγατριδοῦν ἐξ Ἰουλίας καὶ τοῦ Ἀγρίππου · τὸν δὲ Γερμανικὸν λίαν ἐφοβεῖτο.

Ἐθορύβησε δὲ καὶ τὸ ἐν τῆ Παννονίᾳ στράτευμα, ὡς καὶ κατὰ τοῦ ἄρχοντος αὐτῶν ὁρμῆσαι. εἶτα τῶν θρασυτέρων καὶ πρωταιτίων κολασθέντων κατέστησαν ’σαν οἱ λοιποί. οἱ δὲ ἐν τῇ Γερμανίᾳ τόν τε Τιβέριον ἐκακηγόρησαν καὶ τὸν Γερμανικὸν ἐπεκάλεσαν αὐτοκράτορα. δὲ τὸ ξίφος σπασαμένου ὡς ἑαυτὸν ἀναιρήσοντος, εἶς τις τῶν στρατιωτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας “τοῦτο” ἔφη “λάβε· ὀξύτερον γάρ ἐστιν.” ὁ οὖν Γερμανικὸς τοῦ κτεῖναι μὲν ἑαυτὸν ἀπέσχετο ἕνα μὴ μᾶλλον στασιάσωσι, γράμματα δὲ ὡς ἐκ τοῦ Τιβερίου πεμφθέντα πλασάμενος δωρεὰς αὐτοῖς διδόντα καὶ ἄλλα τινὰ ὑπισχνούμενα τὴν [*](C) στάσιν τότε κατέπαυσεν. ὕστερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου πεμφθέντων γνόντες τὸ τοῦ Γερμανικοῦ στρατήγημα καὶ ὑποπτεύσαντες τοὺς πρέσβεις ἀνατρέψοντας ἥκειν τὰ ὑπ’ ἐκείνου ἐπηγγελμένα, ἐθορύβησαν αὖθις καὶ κατὰ τῶν πρέσβεων ὥρμησαν. καὶ τὴν τοῦ Γερμανικοῦ γυναῖκα τὴν Ἀγριππῖναν, τῆς τοῦ Καίσαρος θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ Ἀγρίππου παῖδα γεγονυῖαν, συνέλαβον, καὶ τὸν υἱὸν

3
αὐτοῦ Γάιον· καὶ τὴν μὲν Ἀγριππῖναν ἐγκύμονα οὖσαν ἀφῆκαν αὐτῷ, κατεῖχον δὲ τὸν υἱόν. ὡς δ’ οὐδὲν ἤνυον, ἡσύχασαν καὶ αὐτοί. καὶ ὁ μὲν δυνάμενος [*](D) τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν, ὁ δὲ Τιβέριος κατὰ μὲν τὸ φαινόμενον ἐπῄνει αὐτὸν παρὰ τῇ βουλῇ, παρ’ ἑαυτῷ δὲ καὶ λίαν ὑπώπτευε καὶ ἐδεδίει αὐτὸν ὡς ἐγκεχειρισμένον στρατεύματα.

Ὡς δ’ οὐδὲν ἔτι νεώτερον ἠγγέλλετο, τὴν ἀρχὴν οὐκέτι εἰρωνευόμενος ὑπεδέξατο. καὶ μέχρις ὁ Γερμανικὸς περιῆν, οὐδὲν καθ’ ἑαυτὸν ἔπραττεν, ἀλλὰ πάντα εἰς τὴν γερουσίαν εἰσέφερε, καὶ οὐδὲ αὐτοκράτωρ καλεῖσθαι παρά του ἢ μόνων τῶν στρατιωτῶν ἠξίου, Καῖσαρ δὲ καὶ Γερμανικὸς καὶ πρόκριτος τῆς γερουσίας ὠνομάζετο, ηὔχετό τε τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ, καὶ διὰ πάντων δημοτικὸς δοκεῖν ἔσπευδε, καὶ ἐλάχιστα εἰς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε. τὰ πεπονηκότα τε ἀνορθῶν καὶ ἐπικοσμῶν, τὰς τῶν ἀρχῆθεν οἰκοδομησάντων αὐτὰ κλήσεις σφίσιν σ’ ἱν ἐπέγραφε, καὶ πόλεσι καὶ ἰδιώταις ἐπήρκει, καὶ τόν βουλευτῶν συχνοὺς πενομένους ἐπλούτισε, καὶ τὰ δωρούμενα εὐθὺς ὁρῶντος αὐτοῦ ἠριθμεῖτο, ἵνα μὴ οἶ δοτῆρες νοσφίζωνταί τι αὐτῶν, εἰδὼς τοῦτο ἐπὶ τοῦ Αὐγούστου γινόμενον. καὶ οὔτε ἀπέκτεινέ τινα διὰ χρήματα οὔτ’ οὐσίαν τότε ἐδήμευσεν οὐδενός, νὐδ’ ἔξω τι τῶν νενομισμένων ἠργυρολόγησεν. [*](B) Αἰμιλίῳ γοῦν χρήματα πλείω παρὰ τὸ διατεταγμένον πέμψαντι ἀντεπέστειλεν ὅτι “κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ ἀποξυρᾶσθαι βούλομαι.” καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ἦν, τούς τε ἄρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα καὶ τοῖς ὑπάτοις ὑπανίστατο, καὶ τοῖς ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, νοσοῦντάς τε

4
ἐπεσκέπτετο, μηδεμίαν φρουρὰν ἐπαγόμενος· καὶ ἐπί τινι αὐτῶν τελευτήσαντι αὐτὸς ἀνέγνω τὸν ἐπιτάφιον. καὶ τὴν μητέρα τὴν Λιβίαν ὁμοίως προσφέρεσθαι πᾶσιν ἐκέλευεν. ἡ δὲ πάνυ ὤγκωτο, καὶ αἱ C τοῦ Τιβερίου ἐπιστολαὶ χρόνον τινὰ καὶ τὸ ἐκείνης ὄνομα εἶχον, τά τε ἄλλα πάντα ὡς αὐταρχοῦσα διοικεῖν ἐπεχείρει, καὶ οὐκ ἐξ ἴσου ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ἤθελεν, αὐτὴ ποιήσαι αὐχοῦσα αὐτὸν αὐτοκράτορα. ὁ δὲ ἤχθετο πρῶτον αὐτῇ· εἶτα τῶν μὲν δημοσίων αὐτὴν ἔπαυσε, τὰ δ’ οἴκοι διοικεῖν ἀφῆκεν· ὡς δὲ κἀν τούτοις ἦν ἐπαχθής, ἀπεδήμει καὶ αὐτῆς ἐξίστατο. σωφρονέστατά τε χρόνον τινὰ διῆγε, καὶ ἄλλους δ’ ἐκόλαζεν ἀσελγαίνοντας, καὶ τῷ Δρούσῳ δὲ τῷ υἱῷ, ὃν ἐξ Ἀγριππίνης τῆς προτέρας αὐτοῦ γυναικὸς ἔσχηκε, καὶ ἀσελγεῖ τυγχάνοντι [*](D) καὶ ὠμῷ, ἐπετίμα καὶ ἤχθετο. καί ποτε αὐτῶ εἶπεν “ζῶντος ἐμοῦ οὔτε βίαιον οὔθ’ ὑβριστικόν τι πράξεις· ἂν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευτήσαντος.”

Οὕτω ταῦτα καὶ τἄλλα μέχρις ὁ Γερμανικὸς ἔζη ἐποίει· μετὰ δὲ τοῦτο συχνὰ τούτων μετήλλαξε. μήπω γὰρ τῶν παρὰ τοῦ Αὐγούστου τῷ δήμῳ καταλελειμμένων δοθέντων, ἐπεὶ νεκρὸς διὰ τῆς ἀγορὰς ἐξεφέρετο, καὶ προσελθών τις εἰς τὸ οὖς αὐτῷ ἐψιθύρισε, καὶ ἐρωτηθεὶς ὅ,τι εἴρηκεν, ἐντετάλθαι ἔφη τῷ Αὐγούστῳ εἰπεῖν ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο, τὸν μὲν αὐτίκα ἀπέκτεινε, καὶ εἶπεν ὡς ἐπισκώπτων, ἵν αὐτάγγελος αὐτῷ γένηται, τοῖς δ’ ἄλλοις τὰ καταλελειμμένα διένειμε. τοὐ δ’ ἐγγόνου αὐτοῦ, ὃν ἐκ τοῦ Δρούσου εἶχε, θανόντος, οὐδεμιᾶς τῶν συνήθων [*](Cap. 2. Dionis Historiae Romanae l. 57, c. 13 — l. 58, c. 15. Nonnulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

5
ἀπέσχετο πράξεως, μὴ δεῖν διὰ τοὺς οἰχομένους τὰ τῶν ζώντων λέγων προἵεσθαι.

Κλήμης δέ τις τοὐ Ἀγρίππου γεγονὼς δοῦλος καὶ προσεοικὼς αὐτῷ ἐπλάσατο αὐτὸς ὁ Ἀγρίππας εἶναι· καὶ εἰς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐκεῖ, πολλοὺς δὲ ἐν τῇ Ἰταλίᾳ προσεποιήσατο, καὶ τέλος ἐπὶ τὴν Ῥώμην ὥρμησεν ὧς τὴν παππῴαν μοναρχίαν ἀποληψόμενος. χειρωσάμενος δ’ ὅμως αὐτὸν ὁ Τιβέριος [*](B) διά τινων τὰ ἐκείνου προσποιησαμένων φρονεῖν, καὶ βασανίσας, ἔνα περὶ συνιστόρων τι μάθῃ, ἐπεὶ μηδὲν ἐξελάλησεν, ἤρετο αὐτόν “πῶς Ἀγρίππας ἐγένου;” καὶ ὃς ἀπεκρίνατο ὅτι “οὕτως ὡς καὶ σὺ Καῖσαρ.”

Τὴν δὲ γυναῖκα Ἰουλίαν οὔτε ἐπανήγαγεν ἐκ τῆς ὑπερορίας ἣν παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι’ ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ὥσθ’ ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. πολλῶν τε αὐτὸν ἀξιούντων τὸν Νοέμβριον μῆνα, οὗ τῇ ἕκτῃ ἐπὶ δεκάτῃ γεγέννητο, Τιβέριον ἐξ αὐτοῦ καλεῖσθαι, “καὶ τῖ’ ἴφη “ποιήσετε ἂν δεκατρεῖς Καίσαρες γένωνται;”

Ἐν τούτοις ὁ Γερμανικὸς ἐτελεύτησεν ἐν ’Αντιοχείᾳ [*](C) καταγοητευθείς τε καὶ φαρμαχθεὶς ὑπὸ Πείσωνος. ὀστᾶ τε γὰρ εὑρέθη ἀνθρώπεια κατορωρυγμένα ἐν τῇ οἰκίᾳ ἐν ᾗ κατῴκει. καὶ μολίβδινοι ἐλασμοὶ ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες. ὅτι δὲ καὶ φαρμάκῳ ἐφθάρη τὸ σῶμα αὐτοῦ ἐξέφηνεν εἰς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν. θανόντος δὲ ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία ἥσθησαν, οἱ δ’ ἄλλοι σφοδρότατα ἤλγησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα, ἄριστος δὲ τὴν ψυχὴν ἔφυ, παιδείᾳ τε ἅμα καὶ ἀνδρείᾳ ἐν πολέμοις εὐδοκιμῶν ἡμερώτατα τοῖς

6
ὑπ’ αὐτὸν προσεφέρετο, καὶ μέγα δυνάμενος, ἅτε [*](D) Καῖσαρ, ἐξ ἴσου τοῖς ἀσθενεστάτοις ἐσωφρόνει, καὶ οὔτε τι πρὸς τὸν Δροῦσον ἐπίφθονον οὔτε πρὸς τὸν Τιβέριον ἐποίει ἐπίβουλον, καὶ δυνάμενος παρά τε τῶν στρατιωτῶν ἑκόντων καὶ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν ἀρχὴν τὴν αὐτοκράτορα λήψεσθαι οὐκ ἠθέλησεν. ὁ δὲ Πείσων χρόνῳ ὕστερον εἰς τὴν ‘Ρώμην ἀνακομισθείς, καὶ ἐπὶ τῷ φόνῳ τοῦ Γερμανικοῦ εἰς τὸ βουλευτήριον ὑπ’ αὐτοῦ τοῦ Τιβερίου εἰσαχθεὶς διακρουομένου τὴν ὑποψίαν τὴν ἐπὶ τῇ φθορᾷ τοῦ Γερμανικοῦ, καὶ ἀναβολὴν αἰτήσας, ἑαυτὸν κατεχρήσατο. ἐπὶ τρισὶ δὲ υἱοῖς ὁ Γερμανικὸς ἐτελεύτησεν, οὓς ὁ Αὔγουστος ἐν ταῖς διαθήκαις αὐτοῦ Καίσαρας ὠνόμασε. τούτων ὁ πρεσβύτατος Νέρων κατὰ τὸν χρόνον ἐκεῖνον τοῖς ἐφήβοις κατηριθμήθη. μέχρι μὲν οὖν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ ὁ Τιβέριος ἔπραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δ’ ὁ Γερμανικὸς ἐκποδών οἱ ἐγένετο, κατ’ ὀλίγον ἠλλοίωτο. τά τε γὰρ ἄλλα ἀγρίως ἦρχε καὶ τοῖς εἰς αὐτὸν ἢ τὴν μητέρα ἢ τὸν Αὔγουστον πράξασί τι ἢ εἰποῦσιν ἀνεπιτήδειον ἀπηνῶς ὡς ἀσεβήσασι προσεφέρετο, καὶ εἰς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ἦν. ἤδη δὲ καὶ ἐνδεικνύμενός τισιν ὅτι βούλεται τεθνάναι τινάς, δι’ ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν. ἐξήταζέ τ’ ἑ τῶν δυνατῶν ἑκάστου τὴν ἡμέραν καὶ τὴν ὥραν [*](B) έν ᾗ ἐγεγέννητο, καὶ οὕτω τὸ πεπρωμένον ἑκάστῳ ἐξηρεύνα· ὥστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας ἔφη ‘καὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ.” ἐφείσατο δὲ αὐτοῦ, λέγων ὅτι ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξει. εἶτα μετὰ τοῦ Δρούσου ὑπάτευσεν ὁ Τιβέριος, ὅθεν πολλοὶ τὸν
7
ὄλεθρον ἐκ τούτου τοῦ Δρούσου προεμαντεύσαντο· οὐ γὰρ ἔστιν ὅστις τῶν συνυπατευσάντων αὐτῷ̣ οὐ βιαίως ἀπέθανε. μετὰ ταῦτα γὰρ φαρμάκῳ διώλετο. Σηιανὸς γάρ τις μέγα παρὰ τῷ Τιβερίῳ δυνηθεὶς καὶ ὑπέρογκος γεγονώς, πὺξ αὐτῷ ποτε ἐντείνας κἀκ τούτου δείσας κἀκεῖνον καὶ τὸν Τιβέριον, ἅμα καὶ προσδοκήσας, ἂν τὸν Δροῦσον κατεργάσηται, ῥᾷον [*](C) μεταχειρίσασθαι τὸν Τιβέριον, φάρμακόν τι αὐτῷ διά τινων θεραπόντων αὐτοῦ καὶ διὰ τῆς γυναικός, ἣν Ἰουλίαν, ἕτεροι δὲ Λιβίαν γράφουσι, καὶ γὰρ ἐμοίχευεν αὐτήν, ἔδωκεν. ὁ μὲν οὖν οὕτως διώλετο, ὁ δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφικόμενος ἐκεῖνόν τε ἀπωδύρατο καὶ τὸν Νέρωνα τόν τε Δροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, καὶ τὸ σῶμα τοῦ Δρούσου προυτέθη ἐπὶ τοῦ βήματος· καὶ ὁ Νέρων γαμβρὸς αὐτοῦ ὢν ἐπαίνους ἐπ’ αὐτῶ εἶπεν. ὁ δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αἴτιος θανάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. [*](D) πολλοί τε γὰρ καὶ ἄλλοι διώλοντο καὶ ἡ Ἀγριππῖνα μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτάτου χωρίς. πολλὰ γὰρ κατ’ αὐτῆς ὁ Σηιανὸς παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μἱτὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοικήσειν τῇ τοῦ Δρούσου γυναικί, ἧς ἤρα, καὶ τὸ κράτος ἕξειν, μηδενὸς τῷ Τιβερίῳ διαδόχου τυγχάνοντος· τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοιχίδιον. καὶ ἄλλους δὲ πολλοὺς ἐπὶ ἄλλαις καὶ ἄλλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε, καί τινα ὅτι τὰ τοῦ Καίσαρος καὶ τὰ τοῦ Αὐγούστου ἱστόρησε, καίτοι μή τι κατ’ ἐκείνων συγγεγραφότα, ἐκόλασε, καὶ τὸ σύγγράμμα ὅπου δὴ καὶ εὑρέθη κατέκαυσεν, ὅτι μὴ ἐκείνους ἐσέμνυνε. πλείονας δὲ ὡς αὐτὸν βλασφη-
8
μοῦντας διέφθειρε. καί τις Σαβῖνος ἐπὶ τοιαύτῃ κατηγορηθεὶς αἰτίᾳ εἰς τὸ δεσμωτήριον καθείρχθη, εἶτα καὶ ἐφονεύθη, καὶ τὸ σῶμα αὐτοῦ εἰς τὸν ποταμὸν ἐρρίφη. καὶ δεινὸν μὲν τοῦτο καὶ καθ’ ἑαυτὸ ἅπασιν ἦν, ἐδείνωσε δ’ αὐτὸ ἐπὶ πλεῖον κύων τις τοῦ Σαβίνου, συνεισελθών τε αὐτῷ εἰς τὸ δεσμωτήριον καὶ ἀποθανόντι παραμείνας καὶ εἰς τὸν ποταμὸν ῥιφέντι συνεισπεσών. ταῦτα ταύτῃ ἐγένετο, καὶ ἐκ πολλῶν ὀλίγα ἱστόρηται.

Ἡ δὲ Λιβία ὑπέργηρως γεγονυῖα μετήλλαξεν , ἓξ ζήσασα ἔτη καὶ ὀγδοήκοντα. καὶ οὔτε νοσοῦσαν αὐτὴν [*](B) ὁ Τιβέριος ἐπεσκέψατο οὔτ’ ἀποθανοῦσαν ἐτίμησε, πλὴν μόνης ἐκφορὰς καὶ εἰκόνων τινῶν. ἀλλὰ πρὸς διαβολὴν τοῦ Τιβερίου πένθος ταῖς γυναιξὶν ἡ βουλὴ παρ’ ὅλον ἐνιαυτὸν ἐπ’ αὐτῇ ἐψηφίσατο· καὶ ὅτι πολλοὺς αὐτῶν ἐσεσώκει καὶ παῖδας πολλῶν ἐτετρόφει κόρας τε πλείοσιν ἐξεδεδώκει, καὶ ἄλλας τιμὰς ἐκείνῃ ἀπένειμαν. οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ’ ἐκείνης δέδωκεν ὁ Τιβέριος. ἀπομνημονευτἐον δὲ καὶ τῶν παρ’ ἐκείνης εἰρημένων ἐνίων. λέγεται ὅτι γυμνούς ποτε ἄνδρας αὐτῇ ἀπαντήσαντας, καὶ μέλλοντας διὰ τοῦτο θανατωθῆναι, ἔσωσεν εἰποῦσα ὅτι “οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις [*](C) οἱ τοιοῦτοι διαφέρουσιν.” ἐρομένου δέ τινος αὐτήν “πῶς καὶ τί δρῶσα τοῦ Αὐγούστου κατεκράτησας;” ἀπεκρίνατο ὅτι “αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μηδὲν τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτ’ ἀκούειν μήτ’ αἰσθάνεσθαι προσποιουμένη.”

Τὸν δὲ Σηιανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάῥᾶς, καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυ-

9
γατρὶ ποιησάμενος, ὕστερον ἔκτεινε, τῆς γερουσίας αὐτοῦ καταψηφισαμένης θάνατον σπουδῇ αὐτοῦ. καὶ τῷ τι αὐτοῦ ἐπὶ τρισὶν ἡμέραις ἐρριμμένῳ τὸ πλῆθος ἐνύβριζεν, εἶτα εἰς τὸν ποταμὸν ἐνέβαλε. [*](D) τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, καὶ ἡ γυνὴ αὐτοῦ ἑαυτὴν διεχρήσατο. καὶ ἄλλοι δι’ ἐκεῖνον ἀπώλοντο, οἶ μὲν ἑαυτοὺς ἀνελόντες, οἱ δὲ ὑφ’ ἑτέρων ἀναιρεθέντες.

Τιβέριος δὲ πρὸς τοῖς ἄλλοις καὶ διὰ τοὺ ἔρωτας, οἶς ἀσελγῶς τε καὶ ἀναιδῶς ἐχρῆτο, τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν, διεβάλλετο, καὶ διὰ τὸν τῆς Ἀγριππίνης τοῦ τε Δρούσου θάνατον ἐς ὠμότητα ἐλοιδορεῖτο. δοκοῦντες γὰρ οἷ ἄνθρωποι ὑπὸ τοῦ Σηιανοῦ πάντα τὰ κατ’ ἐκείνων πρότερον γίνεσθαι, ὡς κἀκείνους κτανθῆναι ἔμαθον μετὰ τὴν ἐκείνου φθοράν, ὑπερήλγησαν. τὸν δὲ δὴ Γάιον τὸν νεώτερον τῶν τοῦ Γερμανικοῦ παίδων ταμίαν ἀπέδειξε. τὸν γὰρ ἔγγονον τὸν Τιβέριον, ὅτι τε παιδίον ἦν καὶ ὅτι μὴ εἶναι τοῦ Δρούσου παῖς ὑπωπτεύετο, παρεώρα, τῷ Γαΐῳ δὲ ὡς καὶ μοναρχήσοντι προσεῖχεν. ἠγνόει γὰρ οὐδὲν τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ ἴφη ποτὲ αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι “σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι.” οὔτε δὲ ἕτερόν τινα ὁμοίως προσήκοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον εἰδὼς ἐσόμενον κάκιστον, ἀσμένως τὴν ἀρχήν, ὥς φασι, δέδωκεν αὐτῷ, ὅπως τῇ τοῦ Μου τῆς κακίας ὑπερβολῇ τὰ ἑαυτοῦ κρυφθείη καὶ τὸ πλεῖστον καὶ εὐγενέστατον τῆς βουλῆς φθαρῇ παρελθόντος αὐτοῦ. B λέγεται δὲ καὶ πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον [*](Cap. 3. Diouis Historiae Romanae l. 58, c. 22–28. Eusebii Historiae ecclesiasticae l. l, c. 10 et 1. 2, c. 2.)

10
  • ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί,
  • καὶ τὸν Πρίαμον μακαρίζειν ὅτι ἄρδην μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο. τοσοῦτον δὲ πλῆθος τῶν τε βουλευτῶν καὶ τῶν ἄλλων διέφθαρτο, ὥστε τοὺς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔχοντας ἀπορίᾳ τῶν αὐτοὺς διαδεξομένων ἀδιαδόχους εἶναι. οἶ μὲν οὖν ἄλλοι δι’ ἄλλας αἰτίας καὶ ψευδεῖς καὶ ἀληθεῖς ἐκτιννύοντο, Αἰμίλιος δὲ Σκαῦρος διὰ τραγῳδίαν ἀπέθανεν. Ἀτρεὺς μὲν γὰρ τὸ ποίημα ἦν, παρῄνει δὲ δὴ τῶν ἀρχομένων τινὶ τὴν τοῦ κρατοῦντος ἀβουλίαν [*](c) φέρειν. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος ἐπ’ αὐτὸν πεποιῆσθαι τὸ ἔπος ἐνόμισε, καὶ εἶπε “κἀγὼ οὖν Αἴαντα αὐτὸν ποιήσω”, καὶ αὐτοεντίᾳ ἀπολέσθαι αὐτὸν ἠνάγκασεν. ἐν τούτοις νεανίσκος τις Δροῦσος εἶναι λέγων περί τε τὴν Ἑλλάδα καὶ τὴν Ἰωνίαν ὤφθη. καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις, καὶ κἂν ἐς τὴν Συρίαν προχωρήσας κατέσχε τὰ στρατόπεδα, εἰ μὴ ἐπιγνούς τις αὐτὸν συνέλαβε καὶ πρὸς τὸν Τιβέριον ἤγαγεν· ὁ δὲ ἐν Ἀντίῳ τοὺς τοῦ Γᾶ ἴου γάμους ἑώρταζεν.

    Ὁ Τίβερις δὲ τότε πολλὰ τῆς ‘Ρὠμης ἐπέκλυσεν ὥστε πλευσθῆναι, καὶ πυρὶ μυρία ἐφθάρη. εἰ δέ τι καὶ τὰ Αἰγυπτία πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ [*](D) φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη. καὶ ἔδοξε ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ὃς ἐνόσησε μὲν πρὸ πλείονος χρόνου, οὔτε δὲ τὴν δίαιταν παρήλλαξεν οὔτε τοῖς ἰατροῖς ἐκέχρητο, διὰ τὸν τοῦ Θρασύλλου λόγον, ὅς πάνυ μὲν ἀκριβῶς ᾔδει καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν τεθνήξεσθαι ἔμελλεν ὁ Τιβέριος, δὲ δέκα ἐνιαυτοὺς ἔτι βιώσεσθαι ἔλεγεν, ἔν ὡς ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ πολλοὺς ἀποκτεῖναι. οἷα δ’ ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ τοτὲ

    11
    μὲν κατεπονεῖτο, τοτὲ δὲ ἀνερρώννυτο. κἀντεῦθεν ἐνίοτε μὲν ἥδοντο οἵ τε λοιποὶ καὶ ὁ Γάιος ὡς τελευτήσοντος, ἐνίοτε δὲ ὡς καὶ ζησομένου πεφόβηντο. δείσας οὖν ὁ Γάιος μὴ καὶ ἀνασωθῇ, οὔτε φαγεῖν αἰτήσαντι ἔδωκεν, ὡς τάχα βλαβησομένῳ, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς θερμασίας δεομένῳ προσέβαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, ζήσαντα ἔτη ἑπτὰ πρὸς τοῖς ἑβδομήκοντα καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ’ ὧν δύο καὶ εἴκοσιν ἐνιαυτοὺς ἐμονάρχησε καὶ μῆνας ἑπτὰ καὶ ἡμέρας ἑπτά. μετήλλαξε δὲ τῇ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ.

    Τούτου τῷ πεντεκαιδεκάτῳ ἔτει ἐβαπτίσθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ παρεδόθη καὶ ἐσταυρώθη καὶ ἀνέστη. ἱστορεῖ δὲ ὁ Εὐσέβιος τὸν Πιλάτον τῆς Ἰουδαίας τηνικαῦτα [*](B) ἐπιτροπεύοντα γράψαι τὰ περὶ τοῦ κυρίου τῷ Τιβερίῳ, ἔθους ὄντος τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ παρὰ σφίσι καινοτομούμενα δηλοῦν τῷ τὴν μοναρχίαν ἰθύνοντι, ἵν’ αὐτῷ μηδὲν ἀγνοῆται τῶν παρ’ ἑκάστοις τῶν ἐθνῶν γινομένων. ἤδη γάρ φησι τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν εἰς ἅπαντας ἐν πάσῃ τῇ Παλαιστίνῃ διαβεβοημένης, τὰ περὶ αὐτῆς ὁ Πιλάτος ἐκοινώσατο Τιβερίῳ τῷ αὐτοκράτορι, ὃς τάς τε ἄλλας αὐτοῦ πυθόμενος τερατείας καὶ ὡς μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς εἶναι παρὰ πλείστοις ἤδη πεπίστευται, ἀνήνεγκε μὲν τῇ συγκλήτῳ ταῦτα· ἐκείνη δὲ τὸν λόγον ἀπώσατο, ὅτι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα ἦν, παλαιοῦ νόμου κεκρατηκότος [*](C) μὴ ἄλλως τινὰ παρὰ Ῥωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ [*](12 Τούτου τῷ — 14 καὶ ἀνέστη] Eusebii Hist. eccl. 1, 10. 14 ἱστορεῖ δὲ ὁ Εὐσέβιος] Hist. eccl. 2, 2.)

    12
    ψήφῳ τῆς συγκλήτου καὶ δόγματι. ταύτης δ’ οὖν ἀπωσαμένης τὸν περὶ τοὐ σωτῆρος ἡμῶν λόγον, τὸν Τιβέριον, ἣν καὶ πρῴην εἶχε γνώμην τηρήσαντα, μηδὲν ἄτοπον κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπινοῆσαι. μάρτυρα δ’ ἐπὶ τούτοις παράγει Τερτθλιανὸν ὁ Εὐσέβιος, ἄνδρα Ῥωμαῖον καὶ ἔνα τῶν ἐν τῇ ῥώμῃ λαμπρῶν, ἐν συγγραφῇ τινι παρ’ αὐτοῦ ἐκτεθείσῃ Ῥωμαϊκῇ διαλέκτῳ, μεταβληθείσῃ δ’ εἰς τὴν Ἑλλάδα φωνήν, λέγοντα ταῦτα “παλαιὸν ἦν δόγμα μηδένα θεὸν ὑπό του καθιεροῦσθαι πρὶν ὑπὸ [*](D) τῆς συγκλήτου δοκιμασθῇ. ὁ Τιβέριος οὖν, ἐφ’ οὗ τὸ τῶν Χριστιανῶν ὄνομα εἰς τὸν κόσμον εἰσεληλύθει, ἀγγελθέντος αὐτῷ ἐκ Παλαιστίνης τοῦ δόγματος τούτου ἔνθα πρῶτον ἤρξατο, τῇ συγκλήτῳ ἀνεκοινώσατο, δῆλος δῆλος ὡς τῷ δόγματι ἀρέσκεται. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, τοῦτο ἀπώσατο. ὁ δὲ ἐν τῇ αὐτοῦ γνώμῃ ἔμεινεν, ἀπειλήσας θάνατον τοῖς τῶν Χριστιανῶν κατηγόροις.” ταῦτα ὁ Εὐσέβιος ἱστορεῖ τὸν Τιβέριον ποιῆσαι μαθόντα περὶ τῆς θεότητος τοῦ σωτῆρος ἡμῶν καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῆς τοῦ Τερτυλιανοῦ συγγραφῆς αὐτὰ ἐκλεξάμενος.

    Καὶ ὁ μὲν Τιβέριος οὕτως ἀπεβίω, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς Ἀγριππίνης παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλλιγόλαν ἐπωνόμαζον. εἰ γὰρ καὶ ὁ Τιβέριος καὶ τῷ ἰδίῳ ἐγγόνῳ τῷ Τιβερίῳ τὴν αὐταρχίαν κατέλιπεν, ἀλλ’ ὁ Γάιος τὰς διαθήκας αὐτοῦ εἰς τὸ συνέδριον πέμψας ἀκύρους παρεσκεύασε γενέσθαι, ὡς παραφρονήσαντος, οἶα [*](7 συγγραφῇ τινι] Tertulliani Apolog. 5. Cap. 4. Dionis Historiae Romanae l. 59, c. 1–6.)

    13
    παιδί, ᾧ μηδ’ εἰσελθεῖν ἐξῆν εἰς τὸ βουλευτήριον, ἄρχειν τῶν ‘Ρωμαίων ἐπιτρέψαντος. τῆς μὲν οὖν ἀρχῆς αὐτὸν οὕτως αὐτίκα παρέλυσε καὶ μετὰ τοῦτο εἰσποιησάμενος ἀπέκτεινεν ὡς τελευτῆσαι αὐτὸν εὐξάμενον, χρήματα δὲ πολλὰ τοῖς στρατιώταις καὶ τῷ δήμῳ διένειμε, τὰ μὲν ἐκ τῶν Τιβερίου διαθηκῶν, τὰ δὲ ἐκ τῶν τῆς Λιβίας, ἃ ὁ Τιβέριος οὐ παρέσχε. καὶ εἴπερ καὶ τὰ λοιπὰ δεόντως ἀνήλισκε, μεγαλόνους [*](B) ἂν καὶ μεγαλοπρεπὴς ἔδοξε· νῦν δὲ καὶ εἰς ὀρχηστὰς καὶ ἵππους καὶ μονομάχους καὶ τοιουτότροπα ἕτερα ἀπλήστως δαπανῶν, καὶ τοὺς θησαυροὺς μεγάλους γεγονότας διὰ βραχέος ἐξεκένωσε καὶ ἑαυτὸν προσεξήλεγξεν ὅτι εὐχερείᾳ καὶ ἀκρισίᾳ κἀκεῖνα πεποίηκε. καὶ οὐδ’ ἐς τρίτον ἔτος μέρος αὐτῶν τι διέσωσεν, ἀλλ’ εὐθὺς παμπόλλων προσεδεήθη.

    Τῷ δ’ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ ἄλλα ἐκέχρητο. μοιχικώτατός τε γὰρ ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἁρπάσας ἐκδιδομένην ἀνδρί, ἄλλας δὲ ἤ δὴ ἐκδεδομένας καὶ συνοικούσας τισὶν ἀποσπάσας, πλὴν μιᾶς τὰς ἄλλας ἐμίσησε· πάντως [*](C) δ’ ἂν κἀκείνην ἐμίσησεν, εἰ ἐπὶ πλέον ἐβεβιώκει. καὶ ἐς τὴν μητέρα καὶ τὰς ἀδελφὰς τήν τε τήθην τὴν Ἀντωνίαν πολλὰ εὐσεβῶς ἐνδειξάμενος, μετὰ ταῦτα τὴν μὲν τήθην ἐπιτιμήσασάν τι αὐτῷ εἰς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, τὰς ἀδελφὰς δὲ διαφθείρας ἁπάσας εἰς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προετεθνήκει. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐποίησε. καὶ τὸν Τιβέριον ὡς ἀσελγῆ καὶ μιαιφόνον διέβαλλεν, ὥστε καὶ ἄλλους ἐκ τούτου χαριεῖσθαί οἷ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι· εἶτα ἐπῄνει τε καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ’ [*](D) οἶς κατ’ ἐκείνου εἰρήκεσαν· καὶ τοὺς βλασφημοῦντας

    14
    ἐκεῖνον ἐκάκιζεν, καὶ τοὺς ἐπαινοῦντας ὡς φίλους ἐκείνου ἐμίσει· καὶ παμπληθεῖς ἀπέκτεινε τῶν κατὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν αὐτοῦ τὸν Τιβέριον ἐρεθισάντων, καίτοι τὴν ὀργὴν αὐτοῖς ἀφεῖναι λέγων καὶ τὰ γράμματα καταφλέξαι αὐτῶν. καὶ ναοὺς δὲ ἑαυτῷ καὶ θυσίας ὡς θεῷ γίνεσθαι ἐκέλευσεν. αἰτούμενός τέ τι ὠργίζετο, καὶ αὖθις ἐμηνία ὡς μὴ αἰτούμενος· ὀξύς τ’ ἐπί τινας πράξεις ἐφέρετο, καὶ νωθέστατα ἐνίας μετακεχείριστο· τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε, καὶ ῥυπαρώτατα ἠργυρολόγει· τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις καὶ ἤχθετο ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας ἐκόλασε, πολλοὺς δὲ μηδὲν ἠδικηκότας ἀπ’ ἔκτεινε. καὶ τῶν ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε, τοὺς δὲ ὑπερύβριζε. τοιούτῳ δὲ τὸ σύμπαν οἶ Ῥωμαῖοι τότε παρεδόθησαν αὐτοκράτορι ὥστε τὰ τοῦ Τιβερίου ἔργα , καίτοι δο- κοῦντα παγχάλεπα, τοσοῦτον τὰ τοῦ Γαίου παρενεγ- κεῖν ὅσον κρείττω ἐκείνων τὰ τοῦ Αὐγούστου εἶναι ἐδόκουν. Τιβέριος μὲν γὰρ ἦρχε καὶ τοῖς ἄλλοις ὑπηρέταις πρὸς τὸ αὐτοῦ ἐγέχρητο βούλημα, Γάιος δὲ ἤρχετο μὲν ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ [*](B) τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς λοιποῖς τοῖς περὶ τὴν σκηνήν. τὸν γοῦν Ἀπελλῆν τῶν τότε τραγῳδῶν τὸν εὐδοκιμώτατον καὶ δημοσιεύων συνόντα αὐτῷ εἶχεν ἀεί, καὶ χωρὶς μὲν ἐκεῖνος, χωρὶς δ’ οἱ λοιποὶ πάνθ’ ὅσα ἂν τοιοῦτοι δυνηθέντες τολμήσειαν, ἐπ’ ἐξουσίας ἐποίουν. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίνετο, συσπουδάζων καὶ ἀντιστασιάζων τισίν· εἶτα καὶ ἅρματα ἤλασε καὶ ἐμονομάχησεν, ὀρχήσει τε ἐκέχρητο καὶ τραγῳδίαν ὑπεκρίνετο. ἅπαξ δὲ τοὺς πρώτους
    15
    τῆς γερουσίας νυκτὸς ὡς ἐπί τι ἀναγκαῖον μεταπεμ- ψάμενος ὠρχήσατο.

    Ἐν μὲν οὖν τῷ ἔτει, ἐν ᾧ ὁ Τιβέριος ἐτελεύτησε, [*](C) τούς τε βουλευτὰς καὶ τοὺς ἱππέας καὶ τὸν δῆμον ἐκολάκευε, πέμπτον καὶ εἰκοστὸν ἀνύων ἐνιαυτόν, καὶ τοὺς ἐν δεσμωτηρίοις ἀπέλυσε τά τε ἐγκλήματα τῆς ἀσεβείας κατέλυσε καὶ τὰ περὶ αὐτῶν τοῦ ιβερίου γράμματα, ὡς ἔλεγεν, ἔκαυσεν, ἐπῃνεῖτό τε ἐπὶ

    τούτοις· εἶτα καὶ ὑπάτευσε, τὸν θεῖον τὸν Κλαύδιον προσλαβών. οὗτος γὰρ ἱππεὺς ὢν τότε πρῶτον καὶ ὑπάτευσε καὶ ἐβούλευσεν, ἓξ καὶ τεσσαράκοντα ἐτῶν γεγονώς. ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανός, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν, προπηλακιζόμενός τε καὶ περιυβριζόμενος, [*](D) διεχειρίσατο ἑαυτόν, καίτοι παρὰ τοῦ Τιβερίου σφόδρα τιμώμενος. ὁ δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίναν, ἣν καὶ ἐν αὐτοῖς τοῖς γάμοις ἀφήρπασεν οὓς συνεώρταζε τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πείσωνι. καίτοι δὲ τοιοῦτος ὢν ἔπραξέ τινα καὶ ἐπαίνου ἄξια. ἐμπρησμὸν γὰρ μετὰ τῶν στρατιωτῶν κατασβέσας ἐπήρκεσε τοῖς ζημιωθεῖσι, τοῦ τε τῶν ἱππέων τέλους ὀλιγανδροῦντος ἐξ ἁπάσης ἀρχῆς τοὺς πρώτους μεταπεμψάμενος κατελέξατο, καὶ τὰς ἀρχαιρεσίας τῷ δήμῳ ἀπέδωκε, καὶ ἄλλα τινὰ τοιαῦτα ἐποίησεν. ὑπαίτια δὲ εἰργάσατο πολλαπλάσια. καὶ πολλοὺς ἀπέκτεινεν· ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων οὕτω δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ὅτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ ἀπλήστως εἶχε τῆς θέας τοῦ αἵματος. ὑπὸ γοῦν ὠμότητος ἐπιλιπόντων ποτὲ [*](Cap. 5. Ηistoriae Romanae 1. 59, c. 6–19.)

    16
    τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς ἰκρίοις προστετηκότος συναρ- πασθῆναί τινας καὶ παραβληθῆναι αὐτοῖς. καὶ ὅπως μήτε ἐπιβοήσασθαι μήτε τι αἰτιάσασθαι δυνηθῶσι, τὰς γλώσσας αὐτῶν προαπέτεμον. πολλοὺς δὲ καὶ διὰ τὰς οὐσίας ἐφόνευεν, ἕτερ’ ἄττα σφίσιν ἐπεγκαλῶν. [*](B) λῶν. καὶ ὁ τῆς Δρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ θάνατος οὐ μείους διέφθειρεν, ᾗ συνῴκει μὲν Μάρκος Λέπιδος παιδικὰ ἅμα αὐτοῦ καὶ ἐραστὴς ὤν, συνῆν δὲ καὶ ὁ Γάιος. ἀποθανοῦσαν οὖν πολλῶν μὲν καὶ ἄλλων ἠξίωσεν, εἶτα καὶ ἀπεθέωσε. μετ’ ὀλίγον δὲ ἔγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα αὐτῆς ἐγγυῆσαι αὐτῷ τὴν γυναῖκα βιάσας, ἔνα μὴ ἀνέγγυον αὐτὴν λαβὼν παρανομήσῃ.

    Ἐν στενωπῷ δέ ποτε πηλὸν πολὺν θεασάμενος, ἐκέλευσεν αὐτὸν εἰς τὰ τοῦ ἀγορανομοῦντος τότε καὶ τῆς τῶν ὁδῶν καθάρσεως ἐπιμελουμένου ἱμάτια ἐμβληθῆναι. βληθῆναι. Οὐεσπασιανὸς δὲ τότε ἦν ἀγορανομῶν· [*](C) ὥστε ὕστερον ἐκείνου τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος καὶ καταστήσαντος ἔδοξεν οὐκ ἀθεεὶ τὸ τότε συμβὰν γεγονέναι, ἀλλ’ ἄντικρυς αὐτῷ τὴν πόλιν πρὸς ἐπανόρθωσιν παρὰ Γαίου ἐγχειρισθῆναι.

    Διηνεκῶς δὲ πολλοὺς ὁ Γάιος ἐφόνευε, καὶ ἦν ἔξω τῶν φόνων οὐδέν. καὶ οὐδὲ τῷ πλήθει τι ἐχαρίξετο, κἀκεῖνοι πάνυ αὐτῷ ἀπηχθάνοντο· πολλὰ μὲν γὰρ καὶ ἄλλα αὐτῷ μὴ ἀρέσκοντα ἔλεγόν τε καὶ ἔπραττον, πρὸς δὲ τοῖς ἠγανάκτει δεινῶς ὅτι μεγαλύνοντες αὐτόν “νεανίσκε Αὔγουστε ἐπεβόων. οὐ [*](D) γὰρ μακαρίζεσθαι ἡγεῖτο ὅτι νέος ὢν ἐμονάρχει, ἀλλ’ ἐγκαλεῖσθαι ὅτι ἐν ἡλικίᾳ τοιαύτῃ τηλικαύτην εἶχεν ἀρχήν. ἐχρημάτιζε δὲ ἐκ τρόπου παντός, ἀργυρισμοῦ

    17
    ἄλλοτε ἄλλας ἐφευρίσκων λαβάς· καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδεὶς οὐκ ἀνήρ, οὐ γυνὴ καταλέλει- πτο. κἄν τινας καὶ τῶν ἀφηλικεστέρων ζῆν πα, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε ὀνομάζων καὶ τήθας καὶ ζῶντας ἐξεκαρποῦτο καὶ τελευτώντων τὰς οὐσίας ἐκληρονόμει.

    Ἐλάσαι δὲ διὰ τῆς θαλάσσης τρόπον τινὰ καὶ διιππεῦσαι ἐπεθύμησε, καὶ ἐγεφύρωσε τὸ μεταξὺ τῶν Ποτιόλων καὶ τῶν Βαύλων. τὸ δὲ χωρίον τοῦτο κατ’ ἀντιπέραν τῆς πόλεως ἐστι, διέχον αὐτῆς σταδίους ἕξ καὶ εἴκοσι. πλοῖα δὲ εἰς τὴν γέφυραν τὰ μὲν κα. τεσκευάσθη, τὰ δὲ ἠθροίσθη. ἀφ’ οὑπερ καὶ λιμὸς ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ρώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ὁ δὲ τὸν τοῦ Ἀλεξάνδρου, ὧς ἔλεγε, θώρακα ἐνδυσάμενος καὶ ἐπ’ αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον, πολλοὺς δὲ λίθους Ἰνδικαὺς ἔχουσαν, καὶ ξίφος περιζωσάμενος καὶ ἀσπίδα λαβὼν δρυί τε στεφανωσάμενος, σπουδῇ καθάπερ ἐπὶ πολεμίαν εἰς τὴν πόλιν εἰσήλασε, παμπληθεῖς ἱππεῖς τε καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος· καὶ ἄλλα δέ τινα τοιαῦτα ποιήσας καὶ ἑαυτὸν ὰποσεμνύνας [*](B) ἐν δημηγορίᾳ διὰ ταῦτα ἐς τὸν Δαρεῖον καὶ τὸν Ξέρξην ἀπέσκωπτεν, ὡς πολλαπλάσιον ἢ ἐκεῖνοι τῆς θαλάσσης μέτρον ζεύξας αὐτός.

    Αἰτία δὲ θανάτου πολλοῖς καὶ αὕτη ἡ γέφυρα γέγονε. χρήματα γὰρ εἰς αὐτὴν ἀναλώσας ἀμύθητα πολλῶ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ὥστε Ἰούνιός τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ’ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος· μαθὼν δὲ ὁ Γάιος ὅτι οὐδὲν ἄξιον τοῦ θανάτου ἐκέκτητο, εἷπεν ὅτι “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἡδύνατο.” Ἆφρος δὲ Δομίτιος παρὰ μικρὸν κινδυνεύσας παρα- [*](C)

    18
    δόξως ἐσώθη. ἐπί τινι γὰρ αἰτίᾳ ἐς τὸ συνέδριον ἀγαγὼν αὐτόν, λόγον κατ’ αὐτοῦ ἀνέγνω μακρόν, νικᾶν γὰρ ἠξίου πάντας τοὺς ῥήτορας, καὶ τὸν Δομίτιον δεινότατον ὄντα εἰπεῖν ὑπερβαλεῖν ἐσπούδασεν, ὁ ὲν, ὁ δὲ οὔτε τι ἀντεῖπεν οὔτ’ ἀνταπελογήσατο, θαυμάζεν δὲ τὴν τοῦ Γαΐου δεινότητα προσεποιεῖτο καὶ καταπλήττεσθαι, καὶ ἠντιβόλει τε καὶ ἱκέτευε, τὸν ῥήτορα μᾶλλον ἢ τὸν Καίσαρα φοβεῖσθαι λέγων. καὶ ἐπὶ τούτοις ἡσθεὶς ἐκεῖνος, καὶ πιστεύσας τῇ τῶν λόγων δεινότητι κρατῆσαι αὐτοῦ, ἐπαύσατο τῆς ὀργῆς.

    [*](D)Εἶτα εἰς τὴν Γαλατίαν ἀφώρμησεν ὡς τάχα τῶν Κελτῶν τι παρακινούντων, καὶ τοὺς μὲν πολεμίους οὐδέν τι ἔβλαψε, τοὺς δ’ ὑπηκόους καὶ τοὺς συμμά- χους καὶ τοὺς πολίτας πλεῖστα ἐκάκωσε. κυβεύων δέ ποτε, καὶ γνοὺς ὡς οὐκ ἔχει ἀργύριον, ᾔτησε τὰς τῶν Γαλατῶν ἀπογραφάς. καὶ κελεύσας θανατωθῆναι τοὺς πλουσιωτάτους αὐτῶν, ἐπανῆλθε πρὸς τοὺς συγκυβευτὰς καὶ εἶπεν ὡς “ περὶ ὀλίγων δραχμῶν ὑμεῖς ἀγωνίζεσθε, ἐγὼ δὲ μυρίας καὶ πεντακισχιλίας ἤθροισα μυριάδας.” οὕτως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν Λέπιδον δ’ ἐκεῖνον τὸν ἐραστήν, τὸν ἐρώμε- νον, τὸν τῆς Δρουσίλλης ἄνδρα, ὃν ὑπερετίμησε καὶ διάδοχον ἕξειν τῆς ἀρχῆς ἐπηγγέλλετο, ἔκτεινε· καὶ τὰς ἀδελφὰς τὰς οἰκείας ὡς ἐκείνῳ συμφθαρείσας εἰς τἀς Ποντίους νήσους ἀπήγαγε· καὶ ἄλλα πολλὰ τοιαῦτα πεποίηκεν. εἶτα τὴν Παυλῖναν ἐκβαλών, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ’ ἀληθὲς ὅτι διακορὴς ἐκείνης ἐγένετο, Μιλωνίαν Καισωνίαν ἕγημεν, ἣν πρότερον μὲν ἐμοίχευσε, τότε δὲ καὶ γαμετὴν [*](Cap. 6. Dionis Historiae Romanae 1. 59, c. 21 — 26, sed integrioris quam apud Xiphilinum.)

    19
    ἐσχηκέναι ἠθέλησεν, ἐπειδὴ ἐν γαστρὶ ἔσχεν, ἔν αὐτῷ παιδίον τέκῃ τριακονθήμερον.

    Οἶ’ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν ἐκ ἐταράττοντο δὲ καὶ ὅτι δίκαι σφίσι πλεῖσται ἐπήγοντο ἐπὶ τῆ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ, προσεδόκων δὲ καὶ ἐπὶ πλεῖον τήν τε ὠμότητα τοῦ Γαίου καὶ τὴν ἀσέλγειαν [*](B) αὐξήσειν, αὐξήσειν, εἰ ὁ τῆς ἀρχῆς αὐτοῦ χρόνος πλείων γένηται. καὶ οἶ μὲν οὕτω διέκειντο πρὸς αὐτόν, ὁ δὲ καὶ τὸν Πτολεμαῖον τὸν τοῦ Ἰόβα παῖδα μεταστειλάμενος ὡς πλουτοῦντα κἀκεῖνον ἀπέκτεινε.

    Τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευθήσεσθαι ἔμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν Ἀνίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μηδὲν ἐξελά- λησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ ἄδειαν ὑποσχόμενος, κατ’ εἰπεῖν τινων ἢ ἀληθῶς ἢ ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς ἄλλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κατεεινομένων [*](C) καὶ τὸν πατέρα παρεῖναι κατηνάγκασε τοῦ υἱοῦ φονευομένου· πυθόμενόν τε εἰ μύσαι αὐτῷ ἐ[οτρεπει, καὶ ἐκεῖνον σφαγῆναι προσέταξεν. ὁ δὲ κινδυνεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων εἶναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. καὶ πολλοὺς ἂν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. Καὶ ὁ μὲν ἀπέθανεν, τῷ δὲ Γαί·ῳ τὸν ὄλεθρον [*](12 Τοῦτον δὲ — p. 20, 13 περιφόβων ὄντων] Ηοrum plurima omittunt Dionis codices: nonulla habent Exc. Vatic.)

    20
    αὐτὸ τοῦτο παρεσκεύασεν. ἰδίᾳ γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενος “εἶς εἰμι” [*](D) ἔφη, “τρεῖς δὲ ὑμεῖς· καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισμένοι δ’ ὑμεῖς. εἰ οὖν μισεῖτέ με καὶ ἀποκτείνειν θέλετε, φονεύσατε.” ἐξ ἐκείνου δὲ μισεῖσθαι νομίσας καὶ ἄχθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευε σφᾶς, καὶ ξίφος κἀν τῆ πόλει παρεζώννυτο, καὶ συνέβαλλεν αὐτοὺς ἀλλήλοις, ὅπως μὴ συμφρονῶσι κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν λοιπῶν, μέχρις οὗ συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσι.

    Τῶν δὲ βουλευτῶν, ὅτι μὴ κατεψηφίσαντό τινων, περιφόβων ὄντων, Πρωτογενὴς τις πρὸς τὰ χαλεπώτατα τῷ Γαίῳ ὑπηρετῶν, ὥστε καὶ βιβλία δύο περιφέρειν ὧν τὸ μὲν ξίφος, τὸ δ’ ὠνόμαζεν ἐγχειρίδιον, εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ πάντων δεξιουμένων αὐτόν, οἶα εἰκός, δριμύ τι προσέβλεψεν ἑνὶ Σκριβωνίῳ Πρόκλῳ, εἰπών “καὶ σύ με ἀσπάζῃ, μισῶν οὕτω τὸν αὐτοκράτορα;” ἀκούσαντες δὲ τοῦτο οἷ παρόντες περιέσχον τὸν συμβουλευτὴν καὶ διέσπασαν· ἐφ’ ᾧπερ ἥσθη ὁ Γάιος καὶ ἔφη κατηλλάχθαι αὐτοῖς.

    Θωπευόντων δ’ αὐτὸν καὶ τῶν μὲν ἥρωα, τῶν δὲ θεὸν ἀποκαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῆ Σελήνη συγγίνεσθαι καὶ Ζεὺς εἷναι ἐπλάττετο, καὶ διὰ τοῦτο μάλιστα ταῖς ἀδελφαῖς προεφασί- ζετο μίγνυσθαι, καὶ πάντας θεοὺς ὑπεκρίνετο, καὶ [*](B) τὰς θηλείας αὐτάς, καὶ Ἥρα καὶ Ἄρτεμις καὶ Αφροδίτη ἐγίνετο, καὶ πρὸς τὴν τῶν ὀνομάτων μετάθεσιν [*](Cap. 7. Dionis Historiae Romanae 1. 59, c. 26 — 30. integrioris quam apud Xiphilinum. Euseebii Historiae eccles. l. 2, c. 6 et 7.)

    21
    καὶ πὰν τὸ σχῆμα μετήμειβεν, ὡς ποτὲ μὲν θηλυ- δρίαν ὁρᾶσθαι αὐτὸν καὶ κρατῆρα καὶ θύρσον φέρειν, ποτὲ δὲ ἀρρενωπὸν καὶ ῥόπαλον καὶ λεοντῆν ἐνημμένον, καὶ αὖθις λειογένειον ἢ πωγωνίαν δείκνυσθαι. τρίαινάν τε ἐκράτει καὶ ἀνέτεινε κεραυνόν, παρθένῳ τ’ ἑ κυνηγετικῇ ὡμοιοῦτο, καὶ ἐγυναίκιζεν αὖθις, καὶ τῆ στολῇ καὶ τοῖς προσθέτοις καὶ περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον ἢ ἄνθρωπος δοκεῖν αὐτοκράτωρ ἐβούλετο. καί ποτε ἰδών τις αὐτὸν ἀνὴρ Γαλάτης ἐπὶ δίφρου ὑψηλοῦ ἐν εἴδει Δῖός χρηματίζοντα, ἐγέλασε. μαθὼν οὖν τοῦτο [*](C) ἐκάλεσεν αὐτὸν καὶ ἤρετο “τί σοι δοκῶ εἶναι ” κἀκεῖνος “μέγα παραλήρημα” ἔφη. καὶ οὐδὲν ἔπαθε δεινόν· παρελογίσθη γὰρ σκυτοτόμος ὤν. ἠσπάζετό τε βραχεῖς, τοῖς δ’ ἄλλοις καὶ τῶν βουλευτῶν ἢ τὴν χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὤρεγε. πάντες δὲ αὐτὸν ἐκολάκευον. καί ποτε τὸν Λούκιον τὸν Οὐιτέλλιον ἄνδρα εὐγενῆ καὶ φρονήσεως εὖ ἔχοντα ἤρετο, τῇ Σελήνῃ μίγνυσθαι λέγων, εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ. ὁ δὲ κάτω νεύων, οἶα δὴ τεθηπώς, καὶ μικρόν τι φθεγξάμενος καὶ ὑπότρομον “ὑμῖν [*](D) ἔφη “τοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλους ὁρᾶν ἴξεστιν.”

    Οὕτω δ’ ἐξεμάνη ὁ Γάιος ὡς καὶ τοῖς ἐν τῇ Ἀσίᾳ τέμενος ἑαυτῷ ἀνεγεῖραι κελεῦσαι κατὰ τὴν Μίλητον. καὶ ἐν τῇ Ρώμῃ δύο ναοὶ αὐτῷ ἱδρύθησαν· τὸν μὲν γὰρ αὐτὸς ἑαυτῷ ἐν τῷ παλατίῳ ἐτε- κτήνατο, ὁ δ’ ὑπὸ τῆς βουλῆς αὐτῷ ἐψηφίσθη καὶ ἐδομήθη. ἐπενεκάλει δὲ καὶ τῷ Διὶ ὅτι τὸ Καπιτώλιον προκατέλαβε. καὶ ἀγάλματα δ’ ἑαυτοῦ πανταχοῦ [*](24 Οὕτω — 29 ἐδομήθη οmittunt Dionis codices, habent Exc. Peiresc.)

    22
    τῆς οἰκουμένης ἀπέστειλε, προσκυνεῖσθαι ταῦτα κε- λεύσας. τὸν δ’ ἐν Ἱεροσολύμοις ναὸν εἰς οἰκεῖον ἱερὸν μεθηρμόζετο, ἵνα Δῖός ἐπιφανοῦς νέον χρη- ματίζῃ Γαΐου, εἰ καὶ ὁ Ἰώσηπος τοῦτο παρεσιώπησεν ἀρχαιολογῶν. ὅθεν καὶ ἡ τῶν Ἰουδαίων ἀποστασία ἔσχηκε τὴν ἀρχήν. ἱερέας τε πολλοὺς ἑαυτῶ κατε- στήσατο, καὶ αὐτὸς δ’ ἑαυτῷ ἱερᾶτο. ταῖς τε βρον- ταῖς ἐκ μηχανῆς ἀντεβρόντα, ἀντήστραπτέ τε ταῖς ἀστραπαῖς. καὶ ὁπότε κατήνεκτο κεραυνός, λίθους ἀντηκόντιζεν, ἐπιλέγων ἐφ’ ἑκάστῳ τὸ τοῦ Ὁμήρου ἡ μ’ ἀνάειρ’ ἢ ἐγὼ σέ. Ἐπὶ τούτου, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ τῶν τὰς Ὀλυμπιάδας ἀναγραψάντων ἀναλέξασθαι ταῦτα λέγων, τοσαύταις περιέπεσε συμφοραῖς ὁ Πιλάτος ὥστε ἀναγκασθῆναι ἑαυτοῦ γενέσθαι αὐτόχειρ, τῆς θείας δίκης μετελθούσης αὐτόν.

    [*](B)

    Ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἀπαριθμεῖν γὰρ τὸ καθ’ ἕκαστον πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεισαν τὸ πραττόμενον καὶ οἶ περὶ αὐτὸν ὄντες· καὶ ὅσοι δὲ οὐ συνώμοσον, γνόντες οὔτ’ ἐξέφηναν καὶ ἄσμενοι εἶδον αὐτὸν ἐπιβουλευόμενον. ἐπεβουλεύθη δὲ θέαν ἐπιτελῶν. ὁ γὰρ Χαιρέας καὶ ὁ Σαρῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ὅμως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ἠθέλησεν ὑποκρίνασθαι, [*](B) καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγτὸν [*](2 δ’ — 4 Γαΐου] Εuseb. Hist. eccl. 2, 6, ex Philonis Legat. ad Gaium vol. 2, p. 596 ed. Mangey. 12 Εὐσέβιος Hist. eccles. 2, 7. 24 ὁ γὰρ Χαιρέας — 28 προήγγειλε pleniora sunt quam in Dionis codicibus.)

    23
    γειλε, τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξερχόμενον ἐν στενωπῷ τινι περιστάντες ἀπέκτειναν, καὶ πε- σόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν κατετίτρωσκον. καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα αὐτίκα ἀπέσφαξαν.

    Γάιος μὲν δὴ ταῦτα ἔν τ’ ἑ τρισὶν ἔτεσι καὶ μησὶν ἐννέα καὶ ἡμέραις ὀκτὼ καὶ εἴκοσι πράξας ἔργοις αὐτοῖς ὡς οὐκ ἦν θεὸς ἔγνωκεν. ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελγηκότων αὐτῷ πάντες ἔχαιρον, μεμνημένοι καὶ τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ, ὅτε ὀργισθεὶς τῷ δήμῳ ἔφη εἴθε ἴνα αὐχένα εἴχετε”, καὶ ἐπιλέγοντες ὅτι “σὺ μὲν ἕνα [*](D) ἔχεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς.” διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε ‘τίς Γάιον ὰπέσφαξεν;” Οὀαλἐριος Ἀσιατικός, ἀνὴρ ὑπατευκώς, ἀνῆλθεν εἰς ἄποπτόν τι χωρίον, καὶ ἐκβοήσας ἔφη “εἴθε ἐγὼ αὐτὸν ἤμην ἀπεκτονώς.” καὶ οὕτω καταπλαγέντες οἶ θορυβοῦντες ἡσύχασαν.

    Γάιος μὲν οὕτως ἐφθάρη· τῆς δὲ βουλῆς ἐν τῷ Καπιτωλίῳ συναθροισθείσης τοῖς μὲν δημοκρατεῖ- σθαι ἐδόκει, οἶ δὲ μοναρχεῖσθαι καὶ αὖθις ἔκρινον· καὶ τούτων οἱ μὲν τόνδε, οἶ δὲ τόνδε ᾑροῦντο. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ἵνα τι διαρπάσωσιν, εἰσπηδήσαντες εὗρον ἐν σκοτεινῇ γωνίᾳ κατακρυπτόμενόν που τὸν Κλαύδιον, συνῆν γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ, καὶ τὴν ταραχὴν φοβηθεὶς κατεκρύβη, καὶ ἐξεῖλκον αὐτὸν μὴ εἰδότες ὅστις ἦν· γνόντες δὲ αὐτοκράτορά τε προσηγόρευσαν [*](8 ὡς δὲ — 10 ἔχαιρον οmittunt Dionis codices. 26 τοῦ θεάτρου ἐξερχομένῳ οmittuut Dionis codices. Cap. 8. Dionis Historiae Romanae 1. 60, c. 1–12, sed integrioris quam apud Xiphilinum.)

    24
    καὶ ἐς τὸ στρατόπεδον ἤγαγον, καὶ μή τινος ἐνδοιά- σαντος ἅπαντες αὐτῷ τὸ κράτος δεδώκασιν, ὡς ἐκ γένους ὄντι βασιλικοῦ καὶ νομιζομένῳ ἐπιεικεῖ. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ’ ὅσον ἐξίστατο καὶ ἀντέκειτο, τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἰ [*](B) στρατιῶται μὴ παρ’ ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ’ αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ ἄκων, ὡς ἐδόκει, ὑπέκυψε. μαθόντες δὲ καὶ οἱ ὕπατοι καὶ οἷ βουλευταὶ ἤδη προκατειλῆφθαι τὴν ἀρχήν, καὶ αὐτοὶ ὡμο- λόγησαν.

    Καὶ οὕτω Τιβέριος Κλαύδιος Νέρων Γερμανικὸς ὁ τοῦ Δρούσου τοῦ τῆς λῖ βίας υἱοῦ παῖς τῆς αὐτοκρατοῦς ἀρχῆς ἔτυχεν, ἄγων ἔτος πεντηκοστόν. ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ἴ’. ὥστε καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα νοσώδης. πάνυ δὲ ἐγυναικοκρατήθη ἅμα καὶ ἐδουλοκρατήθη, ἅτε καὶ ἐκ παίδων ἴν τ’ ἑ νοσηλείᾳ [*](C) καὶ ἐν φόβῳ πολλῷ τραφείς, κἀντεῦθεν καὶ ἐπὶ πλεῖον τῆς ἀληθείας προσποιησάμενος εὐήθειαν καὶ ἤθους χαυνότητα, ὅπερ καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ, πολὺν δὲ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τ’ ἀπελευθέροις συνδιαι- τηθείς, οὐδὲν ἐλευθεροπρεπὲς ἐπεδείκνυτο. ἐπετί- θεντο δ’ αὐτῷ αἱ γυναῖκές τε καὶ οἶ ἀπελεύθεροι ἐν τοῖς πότοις καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις προσέκειτο. πρὸς δὲ καὶ δειλίαν εἶχε. τοιοῦτος δὲ πεφυκώς, ὡς συνελόντι εἰπεῖν, ὅμως οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν ὁσάκις τῶν εἰρημένων [*](D) παθῶν ἔξω ἐγίνετο καὶ ἑαυτοῦ ἐκράτει. οὐκ εὐθὺς μέντοι εἰς τὴν βουλὴν εἰσῆλθεν, ἀλλὰ μετὰ τριακοεἰ [*](3 γὰρ καὶ — 8 ὑπέκυψε omittunt Dionis codices.)

    25
    στῆν ἡμέραν, διά τε τὸν Γάιον οὕτως ἀπολωλότα δεδιὼς καὶ ὅτι τινὲς ἑαυτοῦ βελτίους εἰς τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ὠνομάσθησαν. ἀλλὰ τά τε ἄλλα ἀκριβῶς ἐφυλάσσετο καὶ πάντας τοὺς αὐτῷ προσιόντας ἐρευνᾶσθαι ἐποίει μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις στρατιώτας εἶχεν αὐτῷ συνόντας. ὃ καὶ μετὰ ταῦτα ἐγίνετο· ἡ δὲ τῶν ξιφιδίων ἔρευνα διὰ Οὐεσπασασιανοῦ ἐπαύσατο.

    Τὸν μὲν οὖν Χαιρέαν καί τινας ἄλλους ἀπέκτεινεν, οὐ διὰ τὸν Γάιον, ἀλλ’ ἑαυτῷ ἀσφάλειαν προμηθούμενος· μηθούμενος· καὶ ὁ Σαβῖνος δὲ ἑκὼν ἀπέθανε, μὴ ἀξιώσας κολασθέντος τοῦ Χαιρέου αὐτὸς περιεῖναι· τὰς δὲ τοῦ Γαί·ου ἀδελφὰς τήν τ’ ἑ Ἀγριππῖναν καὶ τὴν Ἰουλίαν καταγαγὼν ἐκ τῆς ὑπερορίας, καὶ τὰς οὐσίας αὐταῖς ἀπέδωκε, καὶ τοὺς ἄλλους τοὺς ἐκπε- σόντας ὁμοίως κατήγαγε. καὶ τοὺς ἐν εἱρκταῖς δεδε- μένους ἀκριβῶς ἐξετάσας, τοὺς μὲν συκοφαντουμένους ἀφῆκε, τοὺς δὲ κάκουργήσαντάς τι ἐκόλασε. καὶ τὰ φάρμακα, ἃ πολλὰ ἐν τοῖς τοῦ Γαΐου εὑρέθη, καὶ τὰ βιβλία τοῦ Πρωτογενοῦς, ὃν καὶ ἀπέκτεινεν, ἔκαυσε. τά τε γράμματα ἃ ἔλεγε μὲν κατακαῦσαι ὁ Γάιος, εὑρέθησαν δὲ ὄντα, τοῖς βουλευταῖς τε έπέδεειξε, καὶ ἔδωκεν ἀναγνῶναι τοῖς τε γράψασιν αὐτὰ καὶ τοῖς καθ’ ὧν ἐγέγραπτο, καὶ μετὰ τοῦτο κατέφλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι βουληθείσης τὸν [*](B) Γάιον, ψηφισθῆναι μὲν τοῦτο αὐτὸς ἐκώλυσε, νυκτὸς δὲ τὰς εἰκόνας αὐτοῦ πάσας ἠφάνισε, καὶ τὰ ὑπὸ τοῦ Γαΐου καὶ ὑφ’ ἑτέρων δι’ ἐκεῖνον οὐκ ὀρθῶς γεγονότα ἀνέτρεψεν. ἀνδριάντων δὲ αὐτῷ ψηφισθέντων παρῃτήσατο· καὶ θύειν ἢ προσκυνεῖν ἐν ἀγάλμασιν αὐτῷ ἀπηγόρευσε. καὶ ἄλλα δὲ τοιαῦτα πολλὰ ἐποίει, μετριοφρονῶν καὶ κρίσει ταῦτα πράττων, ἀλλ’

    26
    οὐκ ἐπιτηδεύσει. τὰς γοῦν θυγατέρας κατηγγύησε τὴν μὲν Λουκίῳ Ἰουνίῳ Σιλανῷ, τὴν δὲ Γναίῳ Πομπηίῳ Μάγνῳ. καὶ οὐδὲν ὑπέρογκον ἔπραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις ἐδίκασε καὶ ἡ βουλὴ ἠθροίσθη. ταῦτά τε οὖν ἐπιεικῶς ἔπραττε, [*](C) καὶ τῶν ὑπάτων ἐν τῷ συνεδρίῳ καταβάντων ἀπὸ τῶν δίφρων, ἔνα διαλεχθῶσιν αὐτῷ, προσεξαν ἔστη τε καὶ ἀντιπροσῆλθε σφίσιν. ἰδιωτικῶς τε ἔζη ὧς τὰ πολλὰ καὶ ἑλληνικῶς αὐτός τε καὶ οἱ περὶ αὐτὸν διῃτῶντο.

    Περὶ τὰ χρήματα δὲ θαυμαστὸς ἐγένετο. ἀπηγόρευσε γὰρ ἀργύριον αὐτῷ προσφέρεσθαι, ὃ καὶ ἐπὶ τοῦ Αὐγούστου ἐγίνετο. ἀπεῖπε δὲ μηδὲ κληροπαρά τινος συγγενεῖς ἔχοντας καταλιμπάνεσθαι. καὶ τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβερίου καὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς ἔτι περιοῦσι, τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκε· καὶ πολλοῖς παρὰ τοῦ Γαΐου τὰς σφετέρας ἀρχὰς καὶ χώρας ἀφαιρεθεῖσιν αὐτὸς [*](D) αὖθις ἐπανεσώσατο. καὶ ἄλλα τοιαῦτα ἔργα εἰργάσατο, δι’ ἃ ἐπῃνεῖτο. ὑπὸ δὲ τῶν ἐξελευθέρων αὐτοῦ 20 καὶ τῆς γυναικὸς Βαλερίας Μεσσαλίνης ἕτερα ἐπράχθη οὐχ ὁμοιότροπα. λιμοῦ μέντοι ἰσχυροῦ γενομένου οὐ μόνον τῆς τότε ἀφθονίας ἐφρόντισεν, ἀλλὰ καὶ τῆς εἰσέπειτα. ἐπεισάκτου γὰρ παντὸς σχεδὸν τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτηδείους ἔχουσα ἀνωφελὲς σφίσι τὸ κράτος τῆς θαλάσσης ἐποίει· οὐδὲν γὰρ κατὰ τὴν χειμερινὴν ὥραν ἠδύνατο εἰσφοιτᾶν. τοῦτο οὖν συνιδὼν λιμένας τε κατεσκεύασε καὶ ἀπετέλεσε πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τῆς Ῥώμης ἄξιον. ἐν πᾶσι δὲ μετριάζων, οὔτε γεννηθέν-

    27
    τος αὐτῷ υἱέος, ὃς τότε μὲν Κλαύδιος Τιβέριος Γερμανικός, ὕστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, ἄλλο τι ἐπιφανὲς ἔπραξεν, οὔτ’ Αὔγουστον αὐτὸν ἢ τὴν Μεσσαλῖναν Αὐγούσταν ἐπικληθῆναι ἐφῆκε.

    Συνεχῶς δὲ μονομαχίας ἀγῶνας ἐτίθει, πάνυ χαίρων αὐτοῖς, κἀντεῦθεν πολλοὶ ἀπώλλυντο ἄνθρωποι, ἐπ’ αἰτίαις τισὶ καταψηφισθέντες. ἐθισθεὶς οὖν οὕτως αἵματος καὶ φόνων ἀναπίμπλασθαι, προπεετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ τούτου οἵ τε Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγίνοντο. εἰ γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, [*](B) καὶ πάνθ’ ὅσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοὐ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνεενεγκὼν καὶ ἀναφρονήσας, μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο καὶ μετεγίνωσκε.

    Τοιαῦτα δὲ ποιοῦντος αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα ἐπὶ Κλαυδίῳ οἶ Ῥωμαῖοι ἐσχήκασι. διὸ καὶ ἐπεβουλεύθη ὑφ’ ἑτέρων τε καὶ ὑπ’ Ἀννίου Βινικιανοῦ, ὃς πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς Δαλματίας ἄρχοντα ἔπεμψε καὶ ἀνέπεισεν αὐτὸν ἐπαναστῆναι. τῶν δὲ στρατιωτῶν μὴ πεισθέντων αὐτῷ, αὐτὸς μὲν ἀπέκτεινεν ἑαυτόν, Κλαύδιος δὲ καίτοι πάνυ καταδείσας ὡς ἑτοίμως ἔχειν ἐκστῆναι αὐτῷ τοῦ κράτους ἐθελοντής, ὅμως τὸν θάνατον αὐτοῦ [*](C) μαθὼν ἀνεθάρσησε, καὶ τοὺς μὲν στρατιώτας ἄλλοις τέ τισι καὶ χρήμασιν ἀντημείψατο, τοὺς δὲ συνεπιβουλεύσαντας ἀνεζήτησε καὶ πλείστους ἐκό- λασε. συχνοὶ δὲ ἄλλοι τε καὶ ὁ Βινικιανὸς διεχειρί- [*](Cap. 9. Dionis Historiae Romanae 1. 60, c. 13 — 29, sed integrioris quam apud Xiphilinum.)

    28
    σαντο ἑαυτούς. ἡ γὰρ Μεσσαλῖνα καὶ ὁ τοῦ Κλαυδίου ἀπελεύθερος Νάρκισσος οἷ τε συναπελεύθεροι αὐτοῦ, τῆς ἀφορμῆς ταύτης λαβόμενοι, οὐδενὸς τῶν δεινοτάτων ἀπέσχοντο. ἄνδρες τε οὖν πολλοὶ καὶ γυναῖκες ἐκολάσθησαν· τινὲς δὲ καὶ τῶν πάνυ ὑπαιτίων ἐσώθησαν, οἶ μὲν χρήμασιν , ἔνιοι δέ γε καὶ χάρισι. Γαλαῖσος δέ τις ἀπελεύθερος τοῦ Καμίλλου ἐν τῷ βουλευτηρίῳ τοῦ Ναρκίσσου παρελθόντος εἰς τὸ [*](D) μέσον καὶ εἰπόντος αὐτῷ “τί ἂν ἐποίησας, Γαλαῖσε, εἰ Κάμιλλος ἐμονάρχησεν;” ἀπεκρίνατο ὅτι “εἱστήκειν ἂν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.” Ἀρρία δὲ γυνὴ Καικίνου ὑπάτου οὖσα, εἰ καὶ τῇ Μεσσαλίνῃ σφόδρα ᾠκείωτο, οὐκ ἤνεγκε ζῆν τοῦ ἀνδρὸς θνήσκοντος, ἀλλὰ καὶ τὸν ἄνδρα ἀποδειλιῶντα ἐπέρρωσε. τὸ γὰρ ξίφος λαβοῦσα ἑαυτὴν ἔπληξε κἀκείνῳ ἐπέδωκεν εἰποῦσα “ἰδοὺ Παῖτε, οὐκ ἀλγῶ.” καὶ οἶ μὲν ἐπὶ τούτοις ἐπῃνοῦντο, Κλαύδιος δὲ οὕτως πρὸς τὰς κολάσεις ἔσχεν ὥστε καὶ σύνθημα τοῖς στρατιώταις τὸ ἔπος τοῦτο συνεχῶς διδόναι, χρὴ

    ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἡ δὲ Μεσσαλῖνα καὶ οἶ ἀπελεύθεροι αὐτοῦ οὕτως τὴν πολιτείαν καὶ τὰς στρατείας καὶ τὰς ἐπιτροπὰς τάς τε ἡγεμονίας καὶ τὰ ἄλλα πάντα ἐπώλουν καὶ ἐκαπή- λευον ὥστε σπανίσαι πάντα τὰ ὤνια, κἀντεῦθεν βιασθῆναι τὸν Κλαύδιον ἀπὸ βήματος τὰς τιμὰς αὐτῶν διατάξαι. Αὔλου δὲ Πλαυτίου ἐς τὴν Βρεττανίαν στρατεύσαντος, καὶ τὰ μὲν παθόντος, τὰ δὲ δράσαντος, εἶτα τῷ Κλαυδίῳ τὰ συμβάντα γνωρίσαντος, ἐκεῖνος τὰ οἴκοι Οὐιτελλίῳ Λουκίῳ τῷ συνυὑπάτου [*](12 etiam Dionis codices: scr. Παίτου. 20 ἄν ἀπαμύνασθαι. I1. Ω 369. Οd. Π 72. Φ 133.)

    29
    πατευκότι ἐγχειρίσας ἐξεστράτευσε. καὶ πρὸς τὸν Ὠκεανὸν ἀφικόμενος εἴς τε τὴν Βρεττανίαν περαιωθεὶς μετὰ πλείονος παρασκευῆς καὶ ἐλεφάντων συνέμιξε [*](B) μῖξε τοῖς στρατεύμασι. καὶ μετ’ αὐτῶν τοῖς βαρβάροις συμβαλὼν ἐνίκησε καὶ τὸ βασίλειον αὐτῶν εἷλε. καὶ εἰς τὴν Ῥώμην ἐπανῆλθε, τὴν ἀγγελίαν τῆς διὰ τῶν γαμβρῶν τοῦ τε Μάγνου καὶ τοῦ Σιλανοῦ προπέμψας. μαθοῦσα δὲ ταῦτα ἡ γερουσία Βρεττανικὸν καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ ἐπεκάλεσε, καὶ πολλὰ αὐτοῖς ἐψηφίσατο ἕτερα.

    Ἡ δὲ Ηεσσαλῖνα ὀρχηστοῦ ἐρασθεῖσά τινος Μνηστῆρος ὠνομασμένου, ἐπεὶ μήθ’ ὑποσχέσεσιν αὐτὸν μήτ’ ἐκφοβήσεσιν ἀν’ ἔπειθε συγγενέσθαι αὐτῇ, τὸν Κλαύδιον παρεσκεύασεν ἐπιτάξαι αὐτῷ πειθαρχεῖν αὐτῇ, ὡς ἐπ’ ἄλλο τι δεομένη αὐτοῦ· καὶ εἰπόντος αὐτῷ τοῦ Κλαυδίου ὅσα προστάττεται παρὰ τῆς [*](C) Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ, ὡς καὶ τοῦτο ὑπ’ ἐκείνου κεκελευσμένος. τοῦτο δὲ καὶ πρὸς συχνοὺς ἑτέρους ἐποίει. ὡς γὰρ εἰδότος τοῦ ἀνδρὸς αὐτῆς τὰ γινόμενα καὶ συγχωροῦντος ἀκολασταίνειν αὐτῇ ἐμοιχεύετο. Βινίκιος δὲ ὅτι μὴ ἠθέλησεν αὐτῇ συμφθαρῆναι, φαρμάκῳ ὑπ’ αὐτῆς διεφθάρη. ἤσχαλλον δὲ οἶ Ῥωμαῖοι δουλεύοντα αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες.

    Τῷ δ’ ἑξῆς ἐνιαυτῷ ὀκτακοσιοστῷ ἔτει τῇ Ῥώμῃ ὄντι τὸ τέταρτον ὑπάτευσε Κλαύδιος. ὅτε Γάλλον τινά, βουλεῦσαι δυνάμενον, εἰς δὲ τὴν Καρχηδόνα ἐξοικήσαντα, σπουδῇ μετεπέμψατο, εἰπὼν ὅτι ‘χρυ- σαῖς σε πέδαις δήσω.” καὶ οὕτω τῷ ἀξιώματι πεδηθεὶς [*](D) κατὰ χώραν ἔμεινεν. ἐπιβουλῆς δέ τινος τῷ Κλαυδίῳ μηνυθείσης κατεφρόνησε τοῦ μηνυθέντος καὶ ἐν οὐδενὶ λόγῳ αὐτὸν ἐποιήσατο, εἰπὼν ὅτι ‘οὐχ

    30
    ὁμοίως δεῖ ψύλλαν καὶ θηρίον ἀμύνεσθαι.” ἄλλους δὲ πολλοὺς διαβληθέντας ὑπὸ τῆς Μεσσαλίνης καὶ τὸν Ἀσιατικὸν καὶ τὸν γαμβρὸν τὸν Μάγνον ἀπέκτεινε· τὸν μὲν Ἀσιατικὸν διὰ τὴν οὐσίαν, τὸν δὲ Μάγνον διὰ τὸ γένος καὶ τὸ κῆδος. ἑάλωσαν μέντοι ὡς ἐπ’ ἄλλοις τισίν. ἐπεὶ δὲ πολλοὺς δούλους νοσοῦντας οὐδεμιᾶς θεραπείας οἶ δεσπόται ἠξίουν, ἀλλὰ καὶ τῶν οἰκιῶν ἐξώθουν, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοὐ τοιούτου περιγενομένους ἐλευθέρους εἶναι. γεννηθέντος δέ οἶ ἐγγόνου ἐκ τῆς Ἀντωνίας τῆς θυγατρός, ἣν Κορνηλίῳ Φαύστῳ Σύλλα ἀδελφῶ τῆς Μεσσαλίνης ὄντι μετὰ τὸν τοῦ Μάγνου συνῴκισε θάνατον, οὐδὲν ἀφῆκε ψηφισθῆναι, μετριοφρονῶν. ἡ δὲ Μεσσαλῖνα καὶ οἶ ἐξελεύθεροι αὐτοῦ ἐξώγκωντο. ἦσαν δέ τρεῖς οἶ μάλιστα τὸ κράτος διειληφότες · ὅ τε Κάλλιστος, ὃς ἐπὶ ταῖς βίβλοις τῶν ἀξιώσεων ἐτέτακτο· καὶ ὁ Νάρκισσος, ὃς τῶν ἐπιστολῶν ἐπεστάτει, διὸ καὶ ἐγχειρίδιον παρεζώννυτο· καὶ ὁ Πάλλας, ᾧ ἡ τῶν χρημάτων διοίκησις ἐμπεπίστευτο.

    Ἡ δὲ Μεσσαλῖνα μὴ ἀρκουμένη ὅτι ἐμοιχεύετο, [*](B) ἐπεθύμησε καὶ ἄνδρας πολλοὺς ἔχειν· καὶ συνῴκησεν ἂν πᾶσι τοῖς αὐτῇ χρωμένοις μετὰ συμβολαίων, εἰ μὴ ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. ἴως μὲν γὰρ οἷ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, οὐδὲν ἦν ὃ οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πολύβιον, καίτοι κἀκείνῳ πλησιάζουσα, διέβαλε καὶ [*](1 ἄλλους — 6 ἄλλοις τισίν partim οmittunt Dionis codices. 10 γεννηθέντος — 19 ἐμπεπίστευτο οmittunt Dionis codices. 21 καὶ συνῴκησεν — p. 31, 2 ἐφθάρη οmittunt Dionis codices, haheM Exc. Peiresc.) [*](Cap. 10. Dionis Historiae Romanae 1. 60, c. 31 — 33. Multa Zonaras habet quae apud Xiphilinum desiderantur.)

    31
    ἀπέκτεινεν, οὐκέτ’ αὐτῇ ἐπίστευον, καὶ ἐρημωθεῖσα τῆς παρ’ αὐτῶν εὐνοίας ἐφθάρη. τὸν γὰρ Σέλιον τὸν Γάιον τὸν τοῦ Σιλίου τοὺ ὑπὸ Τιβερίου σφαγέντος υἱὸν ἄνδρα ἐπεγράψατο, καὶ τούς τε γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχα- ρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κειμηλίων συμφορήσασα εἰς αὐτήν· καὶ τέλος ὕπατον C αὐτὸν ἀπέφηνε. ταῦτα δῆλα τοῖς ἄλλοις ὄντα τὸν Κλαύδιον ἐλάνθανεν. ἀποδημήσαντι δέ ποτε αὐτῷ καὶ μονωθέντι ὁ Νάρκισσος μηνύει πάντα διὰ τῶν παλλακῶν τὰ γινόμενα. ὅθεν εἰς τὴν Ρώμην τε ἐπανῆλθε καὶ ἄλλους τε πολλοὺς καὶ τὸν ὀρχηστὴν τὸν νηστῆρα ἐφόνευσε, καὶ μετὰ τοῦτο καὶ αὐτὴν τὴν Μεσσαλῖναν ἀπέσφαξεν.

    Ἐκείνης δ’ οὕτω διαφθαρείσης τὴν Ἀγριππῖναν τὴν ἀδελφιδῆν ἔγημε σπουδῇ τῶν ἀπελευθέρων, ὅτι τὸν Δομίτιον ἐς προσήβους ἤδη τελοῦντα εἶχεν ὒ ἰόν, ὅπως ἔφεδρον αὐτὸν ἐπὶ τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. δεδογμένου δὲ ἤδη τοῦ γάμου, δείσαντες τὸν Σιλανὸν [*](D) ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς ἄνδρα ἀγαθόν, ἅμα δὲ καὶ τὴν Ὀκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς Ἀγριππίνης υἱῷ τῷ Δομιτίῳ προμνώμενοι, ἐγγεγυμένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιήσατο ὅτι συμφέρει τῷ κοινῷ γήμαι τὸν Κλαύδιον. καὶ τὴν Ἀγριππἶναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, καὶ βιάσασθαι σφίσιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβλού- [*](15 Ἐκείνης — p. 32, 4 ἐκεκώλυτο] Ηοrum plurima desiderantur apud Dionem.)

    32
    λεῦ ὲν. ἐντεῦθεν ὁρμηθέντες οἶ βουλευταὶ πρὸς τὸν Κλαύδιον ἦλθον καὶ ἠνάγκασαν δῆθεν αὐτὸν γήμαι, καὶ ψήφισμα ἐποιήσαντο ἐξεῖναι Ῥωμαίοις ἀδελφιδᾶς ἄγεσθαι· πρότερον γὰρ ἐκεκώλυτο.

    Ὡς δ’ ὁ γάμος ἐτελέσθη, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη οὖσα οὖσα χρῆσθαι, καὶ πρὸς οὓς εὐνοικῶς ἐκεῖνος εἶχε, τοὺς μὲν φόβῳ, τοὺς δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν μὲν Βρετ- τανικὸν τὸν παῖδα αὐτοῦ ὡς τῶν τυχόντων τινὰ τρέ- φεσθαι ἐποίει, ὁ γὰρ ἕτερος ἔθανε, τὸν δὲ Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, ὕστερον δὲ καὶ εἰσεποίησε, καὶ εἰσποιήσασα τῷ Κλαυδίῳ αὐτὸν καὶ πρὸς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευεν. ἀμύθητόν τε πλοῦτον συνέλεγεν, οὐδὲ τὴν τυχοῦσαν λαβὴν ἐπ’ ἀργυρισμῷ παραλείπουσα, [*](B) πολλοὺς δὲ καὶ φονεύουσα διὰ χρήματα. ἤδη δέ τινας καὶ γυναῖκας ζηλοτυπήσασα ἔκτεινε. τὴν γοῦν Παυλῖναν τὴν Λολλίαν ἀποκτείνασα καὶ τὴν κεφαλὴν αὐτῆς κομισθεῖσαν μὴ γνωρίσασα, τό τε στόμα αὐτῆς αὐτὴ ταῖς χερσὶν ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ἔχοντας.

    Μετὰ ταῦτα δὲ καὶ Αὐγύσταν τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ἐπεκάλεσε, καὶ τὸν υἱὸν αὐτῆς σἰσποιησάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα Δροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας ὅτι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξε. καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν Ὀκταουίαν εἰς ἕτερόν [*](C) τι γένος εἰσαγαγών, ἵνα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, ἐνεγύησεν αὐτῷ. Ἀγριππῖνα δὲ καὶ Καλπουρκαὶ [*](8 καὶ τέλος — 12 τῷ Κλαυδίῳ, partim οmissa in οnis codicihus, habent Exc. Peiresc. 22 Μετὰ ταῦτα — p. 33, 7 ἐνέβαλε desiderantur apud Dionem.)

    33
    νίαν γυναῖκα τῶν πρώτων ἐφυγάδευσεν, ἢ ὡς λέγεται καὶ ἀπέκτεινεν, ἐπειδὴ τὸ κάλλος αὐτῆς ὁ Κλαύδιος ἐθαύμασε καὶ ἐπῄνεσε. τοῦ δὲ Νέρωνος, τοῦτο γὰρ τὸ ὄνομα ἐπ’ αὐτῷ ἐξενίκησεν, ἐς τοὺς ἐφήβους ἐγγραφέντος , κατὰ τὴν ἡμέραν , ἐν ᾗ ἐνεγράφη, τὸ δαιμόνιον τήν τ’ ἑ γῆν ἐπὶ πολὺ ἔσεισε καὶ φόβον νυκτὸς πᾶσιν ὁμοίως ἐνέβαλε. Νέρων μὲν οὖν ηὔξετο, Βρεττανικὸς δὲ οὔτε τινὰ τιμὴν οὔτε ἐπιμέλειαν εἶχεν· ἡ γὰρ Ἀγριππῖνα τοὺς περιέποντας αὐτὸν τοὺς μὲν ἐξήλασε, τοὺς δὲ καὶ ἀπέκτεινε· καὶ τὸν [*](D) Σωσίβιον, ᾧ ἡ τροφὴ αὐτοῦ καὶ ἡ παιδεία προσετέ- τακτο, κατέσφαξεν ὡς τῷ Νέρωνι ἐπιβουλεύοντα. καὶ παραδοῦσα αὐτὸν οἷς ἤθελεν, οὔτε τῷ πατρὶ σθνεῖναι οὔτε δημοσιεύειν εἴα. ἠδύνατο δὲ πάντα, τοῦ Κλαυδίου κρατοῦσα καὶ τὸν Νάρκισσον καὶ τὸν Πάλλαμτα λαντα οἰκειωσαμένη· ὁ γὰρ Κάλλιστος ἐπὶ πολὺ προ- χωρήσας δυνάμεως ἐτελεύτησεν.

    Οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς Ἰταλίας ἠλάθησαν, καὶ οἶ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Καράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν 'Ρώμην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών, εἶτα περινοστήσας τὴν πόλιν μετὰ τὴν ἄφε- σιν , καὶ ἰδὼν αὐτῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος “εἷτα” ἔφη “ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι τῶν σκηνιδίων ἡμῶν ἐπιθμεῖτε;” Ἰουλίῳ δέ τινι Γαλ- λικῷ δίκην λέγοντι ἀχθεσθεὶς ὁ Κλαύδιος ἐκέλευσεν αὐτὸν εἰς τὸν Τίβεριν ἐμβληθῆναι. ἐφ’ ᾧ δὴ Δομίτιος Ἆφρος, πλεῖστον τῶν κατ’ αὐτὸν ἐν τῷ συνηγορεῖν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ [*](7 Νέρων — 14 δημοσιεύειν εἴα, οmissa in Dionis codicibus, habent Exc. Peiresc. 14 ἠδύνατο — 25 ἐπιθυμεῖτε οmittunt Dionis coddices. ΖΟΝARAS III.)

    34
    τινος τῆς παρ’ αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλικοῦ ἐγκατελείφθη, ἔφη πρὸς αὐτόν “καὶ τίς σοι εἶπεν ὅτι κρεῖσσον ἐκείνου νήχομαι;”

    Νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλθεν ὁ Νέρων εἰς τὸ συνέδριον , καὶ εἰ ἀναρρωσθείη [*](B) ὁ Κλαύδιος, ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρόπον ἡ Ἀγριππῖνα ἐκίνει ἔνα τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος ἔσεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα, ᾧ προσέκειντο μάλιστα, ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ Κλαυδίου ὑγείᾳ, ἣν καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν ἄρτων θόρυβόν τινα γενέσθαι παρασκευάσασα, ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προγραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι ὅτι, κἂν αὐτὸς ἀποθάνοι , ὁ Νέρων τὰ κοινὰ ἱκανὸς ἤδη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς τε ἐκ τούτου ἦν καὶ διὰ στόματος ἤγετο ἅπασι, τὸν δὲ Βρεττανικὸν συχνοὶ [*](C) μὲν οὐδ’ εἰ ἔζη ἐγίνωσκον , οἶ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον, ταῦτα κηρυττούσης τῆς Ἀγριππίνης, ᾤοντο. ῥαίσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν Ὀκταουίαν δὲ τότε ἔγημεν , ὥστε καὶ ἐκ τούτου ἀνὴρ ἤδη δοκεῖν. οὐδὲν δὲ ἀρκοῦν τῇ Ἀγριππίνῃ ἐδόκει· καίτοι ὅσα τε ἡ Λιβία ἔσχε κἀκείνῃ ἐδέδοτο, καὶ ἄλλ’ ἄττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ Κλαυδίῳ ἄντικρυς ὀνομάζεσθαι ἤθελε. καί ποτε πολλοῦ τὴν πόλιν ἐπινεμομένου πυρός, πρὸς τὴν ἐπικουρίαν ἐκείνῳ συμπαρεγένετο.

    [*](4 νοσήσαντος — p. 35, 6 παρεσκευάζετο οm. Diones codices. Cap. 11. Dionis Historiae Romanae l. 60, c. 34 et 35, ex Zonara supplendi. Eusebii Historiae ecclesiasticae l. 2 c. 11 et 13 — 15, unde petita sunt Iosephi, Lucae et Iustini Martyris testimonia.)
    35

    Ὁ γοῦν Κλαύδιος ἀχθόμενος τοῖς δρωμένοις τοῖςτέως εἰς γνῶσιν ἰοῦσιν αὐτῷ, καῖ τῷ Βρεττανικῷ [*](D) ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ ἤνεγκε τὰ γινόμενα, ἀλλ' ἐκείνην τε κταλῦσαι καὶ τὸν υἱὸν ἐς τοὺς ἐφήβους εἰσαγαγεῖν καὶ διάδοχον ἀποδεῖξαι παρεσκευάζετο. γνοῦσα δὲ ταῦτα ἡ Ἀγριππῖνα προκαταλαβεῖν αὐτὸν φαρμάκῳ πρίν τι τοιοῦτον πραχθῆναι ἐσπούδασεν. ὡς δ' ἐκεῖνο οὐδὲν ὑπό τε τοῦ οἴνου, ὃν πολὺν ἀεὶ ὁ Κλαύδιος ἔπινεν, ἐξειργάσατο, καὶ ὑπὸ τῆς ἄλλης διαίτης, ᾖ πάντες ἐπίπαν οἱ τὸ κράτος ἔχοντες χρῶνται πρὸς φυλακὴν ἑαυτῶν, Λουκούσταν φαρμακίδα τινὰ περιβόητον ἐπ' αὐτῷ τούτῳ νέον ἑαλωκυῶαν μετεπέμψατο· καί τι φάρμακον ἕτερον ἄφυκτον σκευάσασα δι' αὐτῆς, εἰς ἔνια τῶν καλουμένων μυκήτων ἐνέβαλε, καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ἔχοντος, ἄντος μεγίστου τε καὶ καλλίστου, φαγεῖν παρεσκεύασε. καὶ ὁ μὲν οὕτως ἐπιβουλευθείς, ὡς ὑπερκορὴς σφόδρα τῇ μέθῃ γενόμενος, ὅπερ καὶ ἄλλοτε πολλάκις ἐγένετο, ἐκ τοῦ συμποσίου ἐξεκομίσθη· κατεργασθεὶς δὲ τῷ φαρμάκῳ μετήλλαξε διὰ τῆς νυκτὸς μήτ' εἰπεῖν μήτ' ἀκοῦσαί τι συνηθείς, ζήσας ἔτη ἐπὶ τρισὶν ἑξήκοντα καὶ μῆνας δύο καὶ ἡμέρας τρισκαίδεκα, αὐταρχήσας δ' ἐνιαυτοὺς δεκατρεῖς μῆνάς τε ὀκτὼ καὶ ἡμέρας εἴκοσι.

    Ταῦτα δὲ ἡ Ἀγριππῖνα πεποίηκε τὸν Νάρκισσον εἰς Καμπανίαν προπέμψασα, ὡς τοῖς ὕδασιν ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον· οὐ γάρ ποτε παρόντος ἐκείνου τοιοῦτόν τι δεδρακέναι ἴσχυσεν ἄν· τοιοῦτος τοῦ δεσπότου φύλαξ ἐτύγχανε. θανόντος δὲ τοῦ Κλαυδίου καὶ αὐτὸς εὐθὺς διεφθάρη, μέγιστον δυνηθείς. πρὸ δὲ τοῦ σφαγῆναι ἔργον λαμπρὸν

    36
    διεπράξατο. τὰ γὰρ γράμματα τοῦ Κλαυδίου ὅσα ἀπόρρητα κατά τε τῆς Ἀγριππίνης καὶ καθ’ ἑτέρων τινῶν ἔχων, οἷα τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, ἅπαντα προκατέκαυσεν. ἐσφάγη δὲ παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ, ὅπερ ἐκ συντυχίας συνενεχθὲν ἔδοξεν εἰς τὴν ἐκείνης τιμωρίαν γενέσθαι. ὤφθη μέντοι κομήτης ἀστὴρ ἐπὶ πλεῖστον , καὶ ψεκὰς αἱματώδης καὶ [*](C) σκηπτὸς ἐς τὸ δορυφορικὸν σημεῖον ἐνέπεσε, καὶ ἕτερ’ ἄττα συνέπεσεν ἃ σημεῖα τῆς Κλαυδίου τελευτῆς ἐλογίσθησαν.

    Τούτου γοῦν βασιλεύοντος καὶ Θευδᾶς ἐγένετο, οὗ καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι μέμνηται, καὶ ὁ Ἰώσηπος ἐν τῷ ἐννεακαιδεκάτῳ λόγῳ τῆς ᾿Αρχαιολογίας ἱστορεῖ γόητα αὐτὸν ὄντα πολλοὺς ἀπα- τῆσαι, ἴως Φάδος ὁ τῆς Ἰουδαίας ἐπίτροπος ἴλην ἱππέων πέμψας πολλοὺς τῶν περὶ αὐτὸν ἀνεῖλε, πολλοὺς δ’ ἐζώγρησε, καὶ αὐτοῦ δὲ τοῦ Θευδᾶ ζωγρηθέντος τὴν κάραν ἀπέτεμε.

    Καὶ Σίμων δ’ ὁ μάγος ἐπὶ τούτου τοῦ βασιλέως τῇ ῾Ρώμῃ ἐπιδημήσας πολλοὺς τῶν τὴν ῾Ρώμην οἰκούντων γοητείαις ἠπάτησε καὶ ἐσφετερίσατο. δηλοῖ δὲ τοῦτο Ἰουστῖνος ὁ φιλόσοφός τε καὶ μάρτυς ἐν τῇ [*](D) πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ταῦτα “καὶ μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑ εἶναι θεούς, οἳ οὐ [*](11 Τούτου γοῦν — 18 κάραν ἀπέτεμε] EuSebii Hist. eccl. 2, 11. 12 Πράξεσι] 5, 36. 13 ἐννεακαιδεκάτῳ] immo Autiquit. l. 20, c. 5, § 1. Erravit Zonaras in exscribendo Eusebio, qui undevigesimum Iosephi librum paulo ante citaverat. Ceterum de Theuda Zonaras eadem habet p. 285, C. 19 Καὶ Σίμων — p. 37, 20 εὐαγγελίου συγγραφῆς] Eusebii Hist. eccl. 2, 13 — 15. 22 IuStini Martyris Apolog. I (c. 26, t. 1, p. 190 ed. Otton.) apud Eusebium.)

    37
    μόνον οὐκ ἐδιώχθησαν ὑφ’ ὑμῶν, ἀλλὰ καὶ τιμῆς ἠξιώθησαν· ὧν εἷς καὶ Σίμων ὁ Σαμαρεὺς ὁ ἀπὸ κώμης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν δαιμόνων ἐνεργείας δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ’ ὑμῖν τετίμηται έν τῷ Τιβέριδι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν ἱσταμένῳ, γράμμασιν ἐπιγεγραμμένῳ Ῥωμαϊκοῖς Σίμωνι δέω σάγκτῳ”· ὅπερ ἐξελληνιζόμενον Σίμωνι θεῷ ἁγίῳ δηλοῖ.

    Καὶ ὁ Πέτρος δὲ ἐπὶ Κλαυδίου πρῶτον ἐπεδή- μησε τῇ Ῥώμῃ, τὸ σωτήριον κήρυγμα ἐγκατασπείρων αὐτῇ καὶ τῷ φωτὶ τῆς ἀληθείας καταυγάζων τὰς διανοίας τῶν ἐν αὐτῇ, ὡς καὶ πολλοὺς πιστεῦσαι τῶν ῾Ρωμαίων καὶ οὕτως ἁλῶναι τῇ διδασκαλίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων ὡς μηδὲ τοῖς λόγοις αὐτοῦ ἀρκεσθῆναι μόνοις, παρακλήσεσι δὲ καὶ πρὸς Μάρκον χρήσασθαι τὸν ἀπόστολον ὀπαδὸν ὄντα Πέτρου, ἔγγραφον αὐτοῖς τῆς τοῦ κορυφαίου διδασκαλίας ἐκθέσθαι ὑπόμνηνα, καὶ αὐτοὺς αἰτίους γενέσθαι τῆς τοῦ κατὰ Μάρκον εὐαγγελίου συγγραφῆς. οὕτω ταῦτα ἱστορεῖ ὁ Εὐσέβιος.

    Καὶ Κλαύδιος μὲν ὃν εἴρηται τρόπον ἐξ ἀνθρώπων ἐγένετο, τὴν δ’ ἡγεμονίαν ὁ Νέρων ἐσφετερίσατο [*](B) τῆς Ἀγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ὢν καὶ εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος , τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου , ὃς γνήσιος ἦν τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ἔτι τυγχάνων τῇ ἡλικίᾳ. τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό [*](Cap. 12. Dionis Historiae Romanae l. 61 , c. 1 — l. 63 c. 16. Nonnulla Zonaras habet a Xiphilino praetermissa : sunt quae in eclogis Constantinianis reperiantur.)

    38
    τε τῆς βουλῆς καὶ τῆς στρατιὰς ἀναγορευθέντος ἡ ᾿Αγριππῖνα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει τῷ ἐκείνου ὀνόματι καπηλεύουσα πάντα. προϊόντος δὲ τοῦ χρόνου ὁ Σενέκας ἔπαρχος ὢν τοῦ δορυφορικοῦ καὶ ὁ Βοῦρρος διδάσκαλος τοῦ Νέρωνος τὴν μὲν ἔπαυσαν, αὐτοὶ δὲ τὴν ἀρχὴν· ἤνυσαν ἄριστα ἐφ’ [*](C) ὅσονπερ ἠδυνήθησαν. ὁ γὰρ Νέρων νεώτατος τυγχάνων ὅτ’ ἐμονάρχησεν , ἑπτακαιδέκατον ἕκατον γὰρ ἔτος ἦγε τότε τῆς ἡλικίας αὐτοῦ, καὶ μήτε φιλοπραγματίας ὤν, ἐτρύφα καὶ ἤρα καὶ ἐκώμαζε καὶ ἐμέθυε καὶ μονομαχίαις καὶ ἱπποδρομίαις ἐσχόλαζε. πολυδάπανος δὲ καὶ οὐ μικρόφρων ἦν, ἀλλὰ μᾶλλον ἀσωτευόμενος. τεκμήριον δέ, τινὶ τῶν περὶ αὐτὸν πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας ἀργυρίου δοθῆναι κελεύσας, ἐπειδὴ ἡ Ἀγριππῖνα ἀθροίσασα τὸ ἀργύριον ἐνώπιον αὐτοῦ τεθῆναι πεποίηκεν, ἔν ἀθρόον ἰδὼν αὐτὸ μεταβάληται, συνεὶς ἐκεῖνος ἤρετο πόσον εἴη τὸ κείμενον, καὶ μαθών “ἠγνόησα” εἶπεν “ὀλίγον οὕτω [*](D) κεχαρισμένος”, καὶ διπλασιασθῆναι ἐκέλευσεν. οὕτω δὲ ταχὺ τοὺς βασιλικοὺς ἐξήντλησε θησαυρούς, ταχὺ δὲ πόρων ἐδεήθη καινῶν καὶ τέλη οὐκ εἰθισμένα πάντοθεν ἐξελέγετο.

    Τῆς δ’ Ἀγριππίνης, ὅτι μὴ ἀργυρολογεῖν ἡδύνατο φιλαργυρωτάτη οὖσα, περιθύμως ὀργισθείσης, καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ, ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς διὰ τῆς ἀγορᾶς ἤγετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ἔτι τῆς γύψου οὔσης ἐπιπεσὼν ἅπασαν αὐτὴν ἀπέκλυσεν, τὸ δεινὸν μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι.

    39

    Ὕστερον δὲ καὶ τὴν μητέρα τὴν Ἀγριππῖναν, τὸν ἀπελεύθερον Ἀνίκητον πέμψας, διεχειρίσατο. ἣ τὸν πεμφθέντα ἰδοῦσα, καὶ γνοῦσα ἐφ’ ὅτῳ ἥκει, τὴν ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα μνώσασα “παῖε ταύτην” Ἀνίκητε, παῖε, Νέρωνα ἔτεκε.” καὶ ἡ μὲν ἐσφάγη, ὁ δὲ Νέρων καὶ αὐτόπτης τοῦ τολμήματος γέγονε καὶ πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα ἐξηρίθμησε. ταῖς δὲ νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἀναπηδᾶν καὶ ἐκδειματοῦσθαι. ἐν δὲ τῇ Ῥώμᾐ πολλαχόθι ἐγράφετο παρά τινων ἀφανῶς

    Νέρων, Ὀρέστης, Ἀλκμαίων μητροκτόνοι.

    Καὶ τὴν Αὐγούσταν Ὀκταουίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, τὴν τὴν γυναῖκα, ἀπεπέμψατο. [*](B) τῆς γὰρ Σαβίνης ἐρῶν, ἤθελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβίνα μήποτε ἡ Ὀκταουία μετακληθῇ, κατηγόρους ἐπ’ αὐτῆ̣ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶτον φυγαδευθῆναι αὐτήν, ἔπειτα καὶ σφαγῆναι ἐποίησεν. εἶτα καὶ αὐτὴ ἡ Σαβίνα ἐκτάνθη ὑπὸ τοῦ Νέρωνος· κυούσῃ γὰρ αὐτῇ λὰξ ἐνέθορεν. ἐπὶ πολὺ δὲ θανοῦσαν ἐπένθησεν. οὕτως δ’ αὐτὴν ἐπόθησεν ὥστε τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ ἐκείνῃ μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα παῖδα ἀπελεύθερον, [*](C) ὃν πόρον ὠνόμαζεν, ἐκτεμὼν ἔγημεν, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ ἐῴκει, καίπερ Πυθαγόρᾳ τινὶ ἐξ- ελευθέρῳ γεγαμημένος. καὶ συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή. καὶ ἐκιθαρῴδησε δὲ δημοσίᾳ, καίτοι βραχὺ [*](23 τὰ μὲν πρῶτα — 24 ἔσχεν, a Χiphilino omissa, habent Exc. peiresc.)

    40
    καὶ μέλαν φώνημα ἔχων, καὶ ἐν τῷ ἱπποδρομίῳ ἡρματηλάτησεν. ἐπεραιώθη δὲ καὶ πρὸς τὴν Ἑλλάδα, οὔτοι γε ὡς οἶ πρόγονοι αὐτοῦ, ἀλλ’ ἐπὶ ὀρχήσει καὶ ἐπὶ κιθαρῳδήσει κηρύξει τ’ ἑ καὶ τραγῳδίας ὑπο- κρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, ἀλλ’ ἐδεήθη [*](D) καὶ ἐκστρατείας, ἵνα καὶ περιοδονίκης, ὡς ἔλεγε, γένηται.

    Ἀλλὰ τί ἄν τις καθ’ ἕκαστον λέγοι τῶν παρ’ ἐκείνου πραττομένων; πάντα γὰρ ἀπλῶς ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος ἔλεγέ τε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ’ ὅσον χρυσαῖς ἐδεῖτο ἀλύσεσιν · οὐ γὰρ ἔπρεπε Ῥωμαίων αὐτοκράτορα σιδηραῖς δεῖσθαι. στρατιώτης δέ τις ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν. ἕτερος δέ, ἐρομένου τινὸς τί ποιεῖ ὁ αὐτοκράτωρ, ἀπεκρίνατο ὅτι “τίκτει”· τοιοῦτον γάρ τι ὑπεκρίνετο τότε. δὲ καὶ τὸν Ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι, καίπερ τῶν ἀνθρώπων ὀκνούντων. λαβὼν οὖν αὐτὸς δίκελλαν, καί τι καὶ ἀνασκάψας, ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι. αἷμα δὲ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς λέγεται ἀναβλύσαι καὶ οἰμωγὰς καὶ μυκηθμοὺς ἐξακούεσθαι καὶ εἰδώλων γενέσθαι φαντασίαν πολλῶν.