Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἐπανελθὼν δ᾿ εἰς Ῥώμην δικτάτωρ διὰ βίου ἐψήφιστο, ὃ τυραννὶς ἐτύγχανεν ἄντικρυς, τῷ ἀνυ- [*](Cap. 11. Plutarchi Caesar c. 57 — 66. Addita sunt pauca de nomine Caesaris.)

368
[*](D) πευθύνῳ τῆς μοναρχίας προσλαβοῦσα τό ἀδιάδοχον. οὕτω δὲ καταστὰς εἰς μοναρχίαν πολλοὺς ἀφῆκε τῶν πεπολεμηκότων αὐτῷ, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμὰς ἔδωκεν, ὧν ἦσαν καὶ Βροῦτος καὶ Κάσσιος, καὶ τὰς Πομπηίου δὲ στήλας καταβεβλημένας ἀνέστησεν. ἀξιούντων δὲ τῶν φίλων δορυφορεῖσθαι αὐτὸν παρῃτήσατο “βέλτιόν ἐστιν εἰπών” “ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν.” μειζόνων δ’ ἐρῶν πραγμάτων καὶ καινοτέρας δόξης, γνώμην ἔσχε στρατεύειν ἐπὶ Πάρθους καὶ δι’ Ὑρκανίας εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν.

Μῖσος μέντοι τοῖς ἀνθρώποις κατ’ αὐτοῦ καὶ ἕτερα ἐνεποίησαν, τὸ δέ γε μεῖζον ὁ τῆς βασιλείας ἔρως εἰργάσατο, δι’ ὃν οἶ περὶ αὐτὸν καὶ λόγον εἰς τὸν δῆμον ἐνέσπειραν ὡς ἐκ γραμμάτων Σιβυλλείων φαίνοιτο μὴ ἄλλως ἔσεσθαι τὰ Παρθῶν Ῥωμαίοις ἁλώσιμα, εἰ μὴ βασιλεὺς αὐτοῖς συστρατεύσοιτο. καὶ ἐκ τῆς Ἄλβης δὲ πρὸς τὴν Ῥώμην ἰόντα τὸν Καίσαρα ἐτόλμησάν τινες προσειπεῖν βασιλέα. τοῦ δὲ δήμου θορυβηθέντος ἐκεῖνος οὐ βασιλεύς, ἀλλὰ Καῖσαρ ἔφη καλεῖσθαι.

Ἐλέγετο δὲ Καῖσαρ, ὥς τινες οἴονται, οἶα δὴ τάχα τῆς μητρὸς αὐτοῦ ἐν τῷ τίκτειν θανούσης, καὶ αὐτοῦ δι’ ἀνατομῆς προαχθέντος εἰς φῶς. οὐκ ἀληθὲς δὲ τοῦτό ἐστι· τὴν γὰρ μητέρα αὐτοῦ ζῆν οἱ [*](P) περὶ αὐτοῦ συγγεγραφότες ἱστόρησαν καὶ αὐτοῦ ἀνδρωθέντος. τὸ δ’ ἐξ ἀνατομῆς εἰς τὸν βίον ἐλθεῖν οὐκ ἐπ’ αὐτῷ γέγονεν, ἀλλ’ ἐπί τινι τῶν αὐτοῦ προγόνων, καὶ ἐξ ἐκείνου τὴν κλῆσιν ἔσχον οἱ ἐκείνου ἀπόγονοι.

Προσιόντων δέ ποτε τῶν ὑπάτων αὐτῷ καὶ τῶν στρατηγῶν καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, ὅτι μὴ ἐξανέστη καθήμενος, οὐ μόνον ἐλύπησε τὴν βουλήν,

369
ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ προπηλακιζομένης τῆς πόλεως, καὶ μετὰ κατηφείας οἶ πλείους ἀπῆλθον εὐθύς. ἐπιγίνεται δὲ τοῖς προσκρούσμασι τούτοις καὶ ὁ τῶν δημάρχων προπηλακισμός. ἐτελεῖτο μὲν γὰρ τῇ πόλει ἑορτή, Καῖσαρ δ’ ἐπὶ δίφρου χρυσέου καθήμενος κόσμῳ κατεκοσμεῖτο θριαμβικῷ· [*](C) Ἀντώνιος δὲ ὑπατεύων εἰς ἀγορὰν ἐνέβαλε φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον, καὶ ἐδίδου τῷ Καίσαρι. καὶ γίνεται κρότος οὐ λαμπρὸς ἐκ παρασκευῆς· ἀπωσαμένου δὲ τοῦ Καίσαρος ἅπας ὁ δῆμος ἀνεκρότησε· καὶ τούτου δὶς γεγονότος ἡ πεῖρα ἐξηλέγχετο καὶ ὁ Κατῖσαρ ἀνέστη. ἐπεὶ δὲ καὶ ἀνδριάντες αὐτοῦ διαδήμασιν ὤφθησαν ἀναδεδεμένοι βασιλικοῖς, ἀπέσπασαν ταῦτα οἱ δήμαρχοι, καὶ τοὺς προσειπόντας βασιλέα τὸν Καίσαρα ἀπῆγον εἰς δεσμωτήριον. καὶ ὁ δῆμος ἐπὶ τούτοις ἐκρότει καὶ Βρούτους ἐκάλει τοὺς ἄνδρας· Βροῦτος γὰρ ἦν, ὡς ἱστόρηται ἄνωθι, ὁ καταλύσας Ταρκύνιον καὶ τὸ κράτος εἰς τὸ κοινὸν περιστήσας ἐκ μοναρχίας. ἐπὶ τούτοις [*](D) ὁ Καῖσαρ παροξυνθεὶς τὴν μὲν ἀρχὴν τοὺς δημάρχους ἀφείλετο, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν, ἄμα καὶ τὸν δῆμον ἐφυβρίζων, πολλάκις Βρούτους ἀπεκάλει τοὺς ἄνδρας.

Ἐντεῦθεν πρὸς Μάρκον Βροῦτον τρέπονται οἱ πολλοί, ἐκ Βρούτου τοῦ πάλαι δοκοῦντα τὸ γένος ἕλκειν· καὶ πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον οἱ μεταβολῆς ἐφιέμενοι ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων προσομιλεῖν, νύκτωρ δὲ γράμματα περὶ τὸ βῆμα καὶ τὸν δίφρον ἐρρίπτουν ἐφ’ οὗ στρατηγῶν ἐχρημάτιζε, λέγοντα ‘καθεύδεις, ὦ Βροῦτε” καί “οὐκ εἶ Βροῦτος.” καὶ Κάσσιος δὲ παρώξυνεν αὐτόν.

[*](18 ἄνωθι] p. 332, C.)
370

Καὶ τῷ Καίσαρι δὲ πολλὰ λέγεται σημεῖα γενέσθαι δηλοῦντα τὸν ὄλεθρον, ὧν ἓν καὶ τοῦτό ἐστι. παριαύων τῇ γυναικὶ φωνὰς ἀσαφεῖς καὶ στεναγμοὺς ἀνάρθρους ἐκείνην ἀναπέμπουσαν ᾔσθετο· ἐδόκει δὲ κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον. ἣ καὶ μεθ’ ἡμέραν ἐδεῖτο τοῦ ἀνδρὸς μὴ προελθεῖν εἰς τὴν σύγκλητον. ὧς δὲ καὶ θύσαντες οἱ μάντεις δυσιερεῖν ἔλεγον, ἔγνω πέμψας Ἀντώνιον ἀφεῖναι τὴν σύγκλητον. Βροῦτος μέντοι Ἀλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, τοῖς δὲ περὶ Μάρκον Βροῦτον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο Καίσαρος ὡς διαβολὰς ἑαυτῷ προστρίβοντος καταφρονήσεως πρὸς τὴν σύγκλητον. ἥκειν γὰρ αὐτὴν ἐκείνου κελεύσαντος, καὶ πάντας ἑτοίμους εἶναι [*](P) ψηφίζεσθαι ὥστε τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν ἀναγορεύεσθαι βασιλέα καὶ τὴν ἄλλην ἐπιόντα γῆν τε καὶ θάλασσαν ἑαυτῷ περιτιθέναι διάδημα. ταῦθ’ ἄμα λέγων ὁ Βροῦτος ἦγε τὸν Καίσαρα λαβόμενος τῆς χειρός. οἰκέτης δέ τις ἀλλότριος ἐντυχεῖν αὐτῷ προθυμούμενος ἀπιόντι μὴ δυνηθεὶς παρέδωκεν ἑαυτὸν τῇ τοῦ Καίσαρος γυναικὶ φυλάττειν, εἰπὼν ἔχειν μεγάλα πράγματα ἐπανιόντι καταγγεῖλαι τό Καίσαρι. σοφιστὴς δέ τις Ἀρτεμίδωρος Κνίδιος βιβλίον περὶ τῆς συνωμοσίας γράψας καὶ ἐγγίσας αὐτῷ ‘‘τοῦτο’’ ἴφη Καῖσαρ μόνος καὶ ταχέως ἀνάγνωθι· μεγάλα γάρ σοι καταγγελεῖ καί σοι διαφέροντα.’’ ὃ δεξάμενος [*](C) ἐκεῖνος ὥρμησε μὲν ἀναγνῶναι, μὴ μέντοι δυνηθεὶς ὑπὸ τῶν ἐντυγχανόντων, κατεῖχε τῇ χειρί, καὶ παρῆλθεν οὕτω πρὸς τὴν σύγκλητον. ἡ δὲ ὑπεξανέστη. τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τοῦ δίφρου αὐτοῦ περιέστησαν, οἶ δὲ ἀπήντησαν ὡς περί τινος

371
φυγάδος δεόμενοι. τὸν δὲ Ἀντώνιον πιστὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον ἔξω παρακατεῖχε Βροῦτος Ἀλβῖνος. ὡς δὲ καθίσας ὁ Καῖσαρ διεκρούετο τὰς δεήσεις, ξίφει παρὰ τοῦ Κάσκα πρώτου πλήττεται τὸν αὐχένα, πληγὴν οὐ θανατηφόρον. ὡς δὲ καὶ τῶν συνωμοτῶν ἕκαστος τό ξίφος ἐγύμνωσε, λέγεται πρὸς μὲν τοὺς λοιποὺς ἀπομάχεσθαι ἐνειλούμενος [*](D) καὶ κεκραγώς, ὅτε δὲ καὶ Βροῦτον εἶδεν ἐσπασμένον τὸ ξίφος, ἐφελκύσασθαι κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον μηκέτι ἀπομαχόμενος. εἴκοσι μέντοι καὶ τρία λαβὼν τραύματα, ἀνδριάντος ὄντος ἐκεῖ Πομπηίου, περὶ τὴν βάσιν εὑρέθη κείμενος καὶ καθαιμάξας αὐτόν, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῶ̣ φόνῳ τοῦ πολεμίου Πομπήιον.

Ὁ μὲν οὖν Γάιος Ἰούλιος Καῖσαρ οὕτως ὑπὸ φιλοτιμίας καὶ φιλαρχίας ἀπώλετο. οἷ γὰρ θωπεύοντες αὐτὸν τὸ φιλόπρωτον αὐτοῦ καὶ φιλόδοξον κατανοοῦντες οὐκ ἐπαύοντο ἄλλα ἐπ’ ἄλλοις αὐτῷ ψηφιζόμενοι. ἦσαν δὲ τοιαῦτα τὰ ψηφιζόμενα, τὴν ἐπινίκιον στολὴν ἀεὶ φορεῖν, καὶ ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθέζεσθαι, τοῖς τε ῥαβδούχοις δαφνηφοροῦσιν ἀεὶ κεχρῆσθαι, πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπονομάζεσθαι, καὶ ἐς τὸ νόμισμα ἐγχαράττεσθαι, δημοσίᾳ τε ἑορτάζειν αὐτοῦ τὰ γενέθλια, ἐν τοῖς ναοῖς τε τῆς Ῥώμης καὶ ἐν πάσαις ταῖς πόλεσιν ἀνδριάντας αὐτοῦ ἑστάσθαι. ἐπὶ δέ γε τοῦ βήματος δύο αὐτοῦ ἀνδριάντας ἱδρύσαντο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος, τὸν δ’ ὡς ἐκ πολιορκίας ῥυσαμένου τὴν πόλιν· ἐστεφάνωντο δὲ καὶ ἄμφω στεφάνοις τοῖς ἐπὶ τοιούτοις νενομισμένοις. βουλευτήριόν τε καινὸν οἰκοδομηθῆναι ἐπέταξαν, ἵν Ἰουλιανὸν B [*](Cap. 12. Dionis Hist. Rom. l. 44, c. 3—7 et )

372
ἐπὶ τῶ αὐτοῦ κληθείη ὀνόματι. τιμητήν τε καὶ διὰ βίου καὶ μόνον αὐτὸν ἐψηφίσαντο εἶναι, ἔχειν δὲ καὶ τὰ τῶν δημάρχων προνόμια· καὶ εἴ τις αὐτὸν ἔργῳ ἢ λόγῳ ὑβρίσειεν, ἱερὸν εἶναι ἐθέσπισαν καὶ τῷ ἄγει ἐνέχεσθαι. τί δὲ τὸ ἱερὸν εἶναι νενόμιστο ἤδη μοι προαφήγηται. χαίροντα δὲ τούτοις ὁρῶντες αὐτόν, ἐπίχρυσόν τε δίφρον αὐτῷ ἔδοσαν καὶ στολὴν ᾗπερ οἶ βασιλεῖς πάλαι ἐκέχρηντο καὶ φρουρὰν ἐκ τῶν ἰππέων καὶ ἐκ τῶν βουλευτῶν, εὔχεσθαί τε δημοσίᾳ ὑπὲρ αὐτοῦ καὶ τὴν τύχην αὐτοῦ ὀμνύναι καὶ [*](C) τὰ πραχθησόμενα παρ’ αὐτοῦ πάντα κύρια τυγχάνειν ἐνομοθέτησαν, Δία τε αὐτὸν Ἰούλιον προσηγόρευσαν, καὶ ἄλλα πλείονα, ἔνα μὴ τὸ καθ’ ἕκαστον ἀπαριθμοῦντες τὸν ἀκροατὴν ἀποκναίωμεν, αὐτῷ ἐψηφίσαντο. ἐξ ὣν ἐπίφθονος ἔδοξεν ἢ μᾶλλον νεμεσητός, καὶ καθ’ ἑαυτοῦ πολλοὺς διηρέθισε, μέχρις ἂν εἰς τὸ ἐπελθὸν αὐτῷ κατηντήκει τέλος.

Καὶ ὁ μὲν ὄττω σφαγεὶς ἔκειτο, οἶ δὲ ἐκεῖ παρόντες ἄπαντες ἐταράττοντο, τὴν τῶν σφαγέων ἀγνοοῦντες διάνοιαν, καὶ ὡς αὐτίκα κινδυνεύσοντες ἔφευγον, καὶ τοὺς συναντῶντας ἐξέπλησσον, καὶ θρήνων τὴν πόλιν ἐπλήρουν. καὶ ἡ μὲν πόλις οὕτω διέκειτο, οἶ δὲ σφαγεῖς δεδιότες μή τις σφίσιν ἐπίθηται, [*](D) θηται, θῆται, γυμνοῖς καὶ ᾑμαγμένοις τοῖς ξίφεσι διὰ τῆς ἀγορᾶς διελθόντες ἀνέδραμον εἰς τὸ Καπιτώλιον, ἐκεῖ τε τὴν ἡμέραν καὶ τὴν νύκτα διήγαγον. ὁ δὲ Λέπιδος ἐν τῷ στρατοπέδῳ μαθὼν τὰ γεγενημένα, νυκτὸς σὺν τοῖς στρατιώταις κατέλαβε, καὶ κατὰ τῶν σφαγέων ἐδημηγόρει. Ἀντώνιος δὲ τοῦ Καίσαρος ἀναιρεθέντος φοβηθείς ἐκρύβη· τὸν δὲ Λέπιδον ἐλθόντα [*](6 προαφήγηται] p. 341, Β.)

373
μαθὼν καὶ τοὺς φονεῖς εἰς τὸ Καπιτώλιον ὄντας, θαρρήσας ἐξῆλθε, καὶ τὴν γερουσίαν ἀθροίσας ὡμίλει αὐτῇ, καὶ γνώμας εἰσῆγε πρὸς τὰ γενόμενα. ὁ δὲ Κικέρων δημηγορήσας ἔπεισε πάντας μὴ μνησικακεῖν ἀλλήλοις, ἀλλὰ κἄν τισιν ἡμάρτηταί τι, παρόψεσθαι τοῦτο, ἵνα μὴ ἐμφύλιος καὶ αὖθις γένηται πόλεμος καὶ τῶν πολιτῶν ὄλεθρος ὑπ’ ἀλλήλων ὀλλυμένων, ὁμονοῆσαι δὲ ὁμοφύλους ὄντας καὶ συγγενεῖς. καὶ προσέθετο δεῖν καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα, εἴτε ἐν δωρεαῖς ἢ τιμαῖς εἶεν ἢ ἐν ἀρχαῖς, φυλάξαι, καὶ μή τι τούτων πολυπραγμονῆσαι ἢ ἀνατρέψαι. πεισθέντες οὖν αὐτῷ μηδενὶ μνησικακεῖν ἐψηφίσαντο. καὶ οἱ σφαγεῖς δὲ τοῖς στρατιώταις ὁμιλοῦντες ἐκ τοῦ Καπιτωλέου μηδὲν τῶν τῷ Καίσαρι πραχθέντων ἀκυρῶσαι ὑπέσχοντο μήτ’ ἀφαιρήσεσθαί τινα μηδὲν τῶν ἑκάστῳ δεδομένων· καὶ οὕτως ἐς καταλλαγὰς ἧκον. οὐ πρότερον δὲ οἱ ἐν τῷ Καπιτωλίῳ κατέβησαν ἢ τόν τε τοῦ Λεπίδου παῖδα καὶ τὸν τοῦ Ἀντωνίου ὁμήρους λαβεῖν.

[*](P)

Μετὰ ταῦτα τῆς διαθήκης τοῦ Καίσαρος ἀναγνωσθείσης μαθὼν ὁ δῆμος ὅτι υἱὸν πεποίηται τὸν Οκτάβιον, καὶ ὅτι τῇ τε πόλει δωρεὰς καὶ ἑκάστῳ δραχμάς, ὡς μὲν Ὀκτάβιος γράφει, τριάκοντα, ὡς δ᾿ ἕτεροι 9 πέντε κέ ἑβδομήκοντα καταλέλοιπεν, ἐταράχθησαν. καὶ ὁ Ἀντώνιος τὸν νεκρὸν εἰς τὴν ἀγορὰν προθέμενος ᾑματωμένον καὶ λόγον ἐπὶ τῷ κειμένῳ εἰπὼν τὸ πλῆθος παρώξυνε πρὸς ὀργήν. εἶπε γὰρ πολλὰ μὲν πρὸς ἔπαινον τοῦ ἀνδρὸς καὶ πρὸς ἔλεον τοῦ πάθους τοὺς ἀκροατὰς ἐρεθίζοντα, εἶτα καὶ τὰ ψηφισθέντα αὐτῷ καταλέξας ὀνόματα ἐπήγαγεν “ἀλλ’ οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεύς, ὁ [*](C) ἄσυλος, ὁ ἥρως, ὁ θεὸς τέθνηκεν, οἴμοι, οὐ νάσῳ

374
βιασθεὶς οὐδὲ γήρᾳ μαρανθεὶς οὐδὲ ἔξω που ἐν πολέμῳ τρωθεὶς οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπαχθείς, ἀλλ’ ἐνταῦθα τοῦ τείχους ἐντὸς ἐπιβουλευθεὶς ὁ καὶ εἰς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδ’ εἰς τὴν θάλασσαν ἐκπεσόντα κτείναι δεδύνητο, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, [*](D) Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δ᾿ ἡ ἀσυλία, ποῦ δ’ οἱ νόμοι; ἀλλὰ σὺ μὲν ὅπως μηδ’ ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι· καὶ νῦν ἐν τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι’ ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος· καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατατετρωμένος, ἀφ’ οὗ πολλάκις ἐδημηγόρησας. οἴμοι πολιῶν ᾑματωμένων· ὢ στολῆς ἐσπαραγμένης, ἣν ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἔνα ἐν ταύτῃ σφαγῇς.”

Ἐπὶ τούτοις ὁ δῆμος ἐξοργισθεὶς τοὺς μὲν σφαγεῖς ἐζήτει, τὸ δὲ σῶμα τοῦ Καίσαρος ἁρπάσαντες ἐν τῇ ἀγορᾷ ἔκαυσαν, καὶ ἐπὶ τὰς τῶν φονέων οἰκίας ὥρμησαν, καὶ Ἕλβιον Κίνναν δημαρχοῦντα διεχειρίσαντο, πλανηθέντες τῇ ὁμωνυμίᾳ· οὐ γὰρ οὗτος τῷ Καίσαρι ἐπεβούλευσεν, ὁ στρατηγὸς δὲ Κίννας Κορνήλιος. βωμὸν δὲ ἔνθα κατέκαυσαν τὸ σῶμα τοῦ Καίσαρος ἤγειρε τὸ πλῆθος, ἵν ἐπ’ αὐτοῦ θύοιεν ὡς θεῷ τῷ Καίσαρι. οἱ δ’ ὕπατοι αὐτὸν ἀνέτρεψαν, ὤ καὶ νόμον εἰσήνεγκαν μηδένα αὖθις γενέσθαι δικτάτωρα, θάνατον θέντες τὸ ἐπιτίμιον, εἴ τις εἰσηγήσεται

375
τοῦτο καὶ εἴ τίς που δέξεται. Ἀντώνιος δὲ τότε πολλὰ ἐναυθεντῶν διεπράξατο, ἀρχάς τε διδοὺς καὶ χώραν καὶ ἐλευθερίαν καὶ ἀτέλειαν, καὶ φυγάδας κατάγων, ὡς τῆς δυναστείας τοῦ Καίσαρος τάχα διάδοχος, καὶ πολλὰ ἐκ τούτων ἠργυρολόγησε χρήματα.

[*](P)

Ὀκτάβιος δὲ Γάιος, ὃς Καιπίας ὠνόμαστο, ἀδελφῆς τοῦ Καίσαρος ἦν υἷός συνοικούσης Ὀκταβίῳ τῷ ἐκ Βελιτρῶν τῶν Οὐολουσκίδων, ἐτράφη δὲ παρὰ τῇ μητρὶ καταλειφθεὶς ὀρφανός. αὐξηθεὶς δὲ διῆγε παρὰ τῷ Καίσαρι ἄπαιδι ὄντι. διὸ καὶ ἔστεργε τὸν ἀδελφιδοῦν καὶ μεγάλας εἶχεν ἐπ’ αὐτῷ τὰς ἐλπίδας. ἥ τε γὰρ μήτηρ αὐτοῦ Ἀττία ἐγκυμονοῦσα αὐτὸν ἔδοξε κατ’ ὄναρ τὰ σπλάγχνα αὐτῆς εἰς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πάσαν ἐκτετάσθαι τὴν γῆν, καὶ ὁ ἐκείνης ἀνὴρ κατὰ τὴν αὐτὴν νύκτα ἐδόκει ὁρᾶν ἥλιον ἐκ τῆς νηδύος αὐτῆς ἀνατέλλοντα. ἄρτι δὲ τοῦ παιδὸς τεχθέντος, Νιγίδιος Φίγουλος βουλευτής, [*](C) διαγινώσκειν τὰς τῶν ἀστέρων κινήσεις ἄριστα πιστευόμενος, βραδύτερον εἰς τὸ συνέδριον τοῦ Ὀκταβίου ἀπηντηκότος, ἤρετο αὐτὸν τὴν αἰτίαν τῆς βραδυτῆτος. ὡς δὲ διὰ τὸν τοῦ παιδὸς τόκον ἐκεῖνος ἔφη, ἀνεβόησεν ὅτι δεσπότην ἡμῖν ἐγέννησας. τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον, καὶ μετεωρισθείς, αὖθις ἀπέδωκεν αὐτὸν καταπτάς. παιδίσκου τε αὐτοῦ ὄντος καὶ ἐν ῥώμῃ διατρίβοντος, ἔδοξεν ὁ Κικέρων καθ’ ὕπνους ὁρᾶν αὐτὸν ἀλύσεσι χρυσαῖς ἐκ τοῦ πόλου πρὸς τὸ Καπιτώλιον καθιμώμενον καὶ παρὰ τοῦ Διὸς μαστιζόμενον. Κάτουλος δὲ καὶ αὐτὸς ἐν ὕπνοις ἐδόκει [*](D) τὸν Δία τῆς Ῥώμης εἰκόνα εἰς τὸν κόλπον τοῦ Ὀκτα- [*](Cap. 13. Dionis Hist. Rom. l. 45, c. 1 — 11.)

376
βίου παιδὸς ἔτι ὄντος ἐμβεβληκέναι. ἐκ τούτων τοίνυν ὁ Καῖσαρ μεγάλα ἐπ’ αὐτῷ ἐπελπίσας εἰσεποιήσατό τε τὸν παῖδα καὶ κληρονόμον κατέλιπε, καὶ ἐπιμελῶς ἐπαίδευε λόγοις ῥητορικοῖς τῇ τε τῶν Λατίνων καὶ τῇ Ἑλληνίδι φωνῇ, καὶ ἤσκει πρός τε τὰς στρατείας καὶ πρὸς πραγμάτων διοίκησιν πολιτικῶν τε καὶ ἀρχικῶν.

Οὗτος οὖν ὁ Ὀκτάβιος, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν Ἀπολλωνίᾳ ἔτυχεν ὤν, ἐπὶ παιδείᾳ σταλείς. ἔνθα μαθὼν τὸ συμβεβηκὸς ἐπεραιώθη πρὸς τὸ Βρεντέσιον. καὶ τάς τε διαθήκας τοῦ Καίσαρος γνοὺς καὶ ὡς ὁ δῆμος τετάρακται, τὸ ὄνομά τε τοῦ Καίσαρος ᾠκειώσατο καὶ τὸν κλῆρον ἐδέξατο καὶ τῶν πραγμάτων εἴχετο, ὀκτωκαιδεκέτης ὤν. εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν Ῥώμην ἶρις πάντα τὸν ἥλιον ποικίλη καὶ πολλὴ περιέσχεν, ἣ προεδήλου τὴν μέλλουσαν ἔσεσθαι ταραχήν. εἰσελθὼν δὲ δημαρχῆσαι μὲν ἐπεχείρησεν, ἀλλ’ ἐκωλύθη ὑπὸ τόν περὶ τὸν Ἀντώνιον. ὁ δ’ οὐχ ἡσύχασεν, ἀλλὰ τὸν δήμαρχον ὑπελθὼν καὶ παρ’ αὐτοῦ ἐς τὸν δῆμον εἰσαχθεὶς ἐδημηγόρησέ τε καὶ τὴν καταλειφθεῖσαν εῖς ἀν’ ὑπὸ τοῦ Καίσαρος δωρεὰν εὐθὺς ἐκτίσειν ὑπέσχετο, ἄλλων τέ τινων αὐτοῖς ἐλπίδας ὑπέτεινε. καὶ οὕτω τὸν δῆμον ἐφελκυσάμενος, ἐπεί τις ἀστὴρ τότε ἐφάνη ἐξ ἄρκτου πρὸς ἐσπέραν, ὃν οἱ [*](P) μὲν κομήτην ἔλεγον προσημαίνοντα οἶά που εἴωθεν, οἶ δὲ τῷ Καίσαρι αὐτόν ἀνετίθεσαν ὡς ἐς τὸν τῶν ἀστέρων ἀριθμὸν ἐγκατειλεγμένῳ, θαρσήσας ὁ πρόην μὲν Ὀκτάβιος, ἤδη δὲ Καῖσαρ κληθείς, μετὰ ταῦτα μέντοι καὶ Αὔγουστος, χάλκεον ἀνδριάντα τοῦ Καίσαρος ἀστέρα φέροντα ὑπὲρ κεφαλῆς εἰς τὸ Ἀφροδίσιον ἔστησεν. ὡς δὲ παρ’ οὐδενὸς τοῦτο κεκώλυτο, φόβῳ τοῦ δήμου, καὶ ἄλλα τινὰ εἰς τιμὴν τοῦ Καίσαρος διεπράξατο.

377

Ἀντώνιος δὲ τὸν νέον Καίσαρα τοῦτον περιύβριζέ τε καὶ ἀδικῶν ἢν. δι’ ἅ ποτε θροῦς πρὸς τοῦ πλήθους ἐγένετο, καὶ σφόδρα πάντες σχεδὸν ἠγανάκτησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος εἰς λόγους ἦλθεν αὐτῷ· καὶ ἔδοξαν κατηλλάχθαι, ἀλλ’ αὖθις ἐξ ὑποψίας [*](C) τινὸς διηνέχθησαν. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησεν εἰς ἑαυτὸν τὸν ὅμιλον ἐπισπάσασθαι τινὰ αὐτοῖς χαριζόμενος. ἠδύνατο γὰρ αὐτὸς ὑπατεύων, θατέρου τῶν ἀδελφῶν αὐτοῦ δημαρχοῦντος, τοῦ Λουκίου δηλαδή, τοῦ δέ γε λοιποῦ τοῦ Γαΐου στρατηγοῦντος. τὰ δέ γε τῆς πόλεως ἐν ἀκαταστασίᾳ ἦσαν. ἐδόκει δὲ ὁ Ἀντώνιος, ἄτε καὶ ὑπατεύων, πλεονεκτεῖν. ὁ δὲ Καῖσαρ ὑπὸ τοῦ πλήθους μάλιστα ἐσπουδάζετο, καὶ διὰ τὸν πατέρα καὶ διὰ τὰς ὑποσχέσεις ἃς ἐποιεῖτο, τὸ δὲ μεῖζον, ὅτι πολὺ δυναμένῳ τῷ Ἀντωνίῳ ἤχθοντο καὶ ταπεινῶσαι αὐτὸν ἐβούλοντο.

[*](D)

Ἀντωνίου δὲ εἰς τὸ Βρεντέσιον ἀπελθόντος πρὸς τοὺς ἐκ Μακεδονίας περαιωθέντας στρατιώτας, ὁ Καῖσαρ ἐκεῖ μὲν φίλους μετὰ χρημάτων, ἵνα σφᾶς σφετερίσωνται, προαπέστειλειν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος συνέλεξεν ἐκ διαφόρων χωρῶν, τῷ πατρὶ τιμωρεῖν λέγων, χρήματα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνοῦ μένος, καὶ σὺν αὐτοῖς εἰς Ῥώμην ἠπείχθη πρὶν ἐπανελθεῖν τὸν Ἀντώνιον, καὶ τῷ δήμῳ ὁμιλήσας ἐπαίνων ἔτυχε, καὶ αὖθις ἀπεδήμησε δύναμιν ἀθροίσων. Ἀντώνιον δὲ οἱ στρατιῶται ἐν Βρεντεσίῳ φιλοφρόνως ἐδέξαντο· εἶτα πικρῶς αὐτοῖς προσφερομένου, ὡς καὶ πολλοὺς αὐτῶν ἀποκτεῖναι, [*](Cap. 14. Dionis Historiae Romanae l. 45, c. 12 — l. 46 c. 37.)

378
ἐνεωτέρισαν, καὶ συχνοὶ μετέστησαν πρὸς τὸν Καίσαρα.

Ἀντώνιος δὲ ἐκ τῆς ῾Ρώμης εἰς τὴν Γαλατίαν ἐξώρμησε, φοβηθεὶς μὴ αὐτή τι νεοχμώσῃ· καὶ ὁ Καῖσαρ δ᾿ ἐπηκολούθησεν. ἦρχε δὲ τότε τῆς Γαλατίας ὁ Βροῦτος ὁ Δέκιμος, εἷς ὢν τῶν συνομοσάντων κατὰ τοῦ Καίσαρος· καὶ ὃς μίσει τῷ πρὸς Ἀντωινιον οὐχ ὑπεΤξεν αὐτῷ. τοῦτο μαθὼν ὁ Καῖσαρ τὸν Βροῦτον προσηταιρίσατο· οὔπω γὰρ ἐώρα καιρὸν τοῦ τιμωρήσασθαι τοὺς φονεῖς τοῦ πατρός. ἐν δὲ τῆ̣ ῾Ρώμῃ ἡ σύγκλητος ἐβουλεύετο θορυβουμένη διὰ τὸν πόλεμον. [*](P) καὶ πολλοὶ μὲν γνώμας ἄλλας καὶ ἄλλας εἰσήνεγκαν, Κικέρων δὲ πολέμιον δεῖν εἶπε ψηφίσασθαι τὸν Ἀντώνιον, τὸν Καίσαρα μέντοι καὶ τὸν Βροῦτον τὸν Δέκιμον αὐτῷ ἐναντιουμένους καὶ ἐπαινέσαι ἐφ᾿ οἷς ἰδιογνωμονήσαντες πεποιήκασι, καὶ ἐπικουρῆσαι αὐτοῖς καὶ ἐξουσίαν νεῖμαι πρὸς τὸ μέλλον, καὶ τοὺς ὑπάτους ἄμφω πρὸς τὸν πόλεμον πεπομφέναι καὶ πολεμῆσαι αὐτῷ μηδὲ διατρίβειν καὶ μέλλειν. ταῦτα τοῦ Κικέρωνος συμβουλεύσαντος ὁ Καληνὸς ὁ Κύιντος ἐναντιούμενος αὐτῷ συνεβούλευε πέμψαι πρὸς ἅπαντας τὴν βουλὴν κελεύουσαν ὁμοίως αὐτοῖς καταθέσθαι τὰ ὅπλα καὶ ἐπ᾿ αὐτῇ καὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ποιήσασθαι, καὶ πεισθέντας μὲν ἐπαινέσαι, [*](C) εἰ δ᾿ ἀπειθήσουσι πολεμῆσαι, τὸν πόλεμον τοῖς ὑπάτοις πιστεύσασθαι. ὁ μὲν οὖν εἶπε ταῦτα, οἱ πράττοντες δὲ τὰ τοῦ Καίσαρος ἐπεκράτησαν. καί τινες πρὸς τὸν Ἀντώνιον ἐκ τῆς βουλῆς ἀπεστάλησαν κελευούσης αὐτῷ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἀπελθεῖν εἰς Μακεδονίαν, τοῖς αὐτῷ τε συστρατευομένοις προσταττούσης οἴκαδε ἀναχωρῆσαι ῥητῆς ἡμέρας ἐντός, ἢ γινώσκειν ὡς ἐν μοίρᾳ πολε-

379
μίων αὐτοῖς λογισθήσονται. πρὸ δὲ τοῦ τὴν γνώμην τοῦ Ἀντωνίου μαθεῖν τὸν πρὸς αὐτὸν πόλεμον τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, ἀρχὴν αὐτῷ στρατηγοῦ δόντες, ἐμπεπιστεύκασι.

Ταῦτα μαθὼν ὁ Ἀντώνιος τοὺς μὲν πρὸς αὐτὸν σταλέντας ἐξωνείδισεν, ἀντιστείλας δ’ ἑτέρους τὴν αἰτίαν τοῦ πολέμου δι’ ὣν προετείνετο εἰς τοὺς κατ’ [*](D) αὐτοῦ ψηφισαμένους ἀντιπεριίστα. οἶ δ’ ἐν τῆ̣ Ῥώμῃ πολέμιον αὖθις τὸν Ἀντώνιον ἐψηφίσαντο καὶ τοὺς αὐτῷ συστρατευομένους, εἰ μὴ αὐτὸν καταλίποιεν, ἑτέραν ἡμέραν εἰς τοῦτο αὐτοῖς ὁρισάμενοι. ὁ δὲ ἐπολιόρκει τὸν Δέκιμον ἐν τῇ Μουτίνη, οὐ μέντοι λόγου τι κατώρθωσεν ἄξιον. ὁ Δέκιμος δὲ πρῶτον μὲν ἰσχυρῶς ἠμύνετο τὸν Ἀντώνιον, ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ ἢ ἁλῴη ἢ ἀπορίᾳ τῶν ἐπιτηδείων ἐνδοίη, σύν γε τῷ Ἱρτίῳ ἐπεστράτευσε πρὸς Μουτίνην. τὸν δὲ πρὸς αὐτῇ ποταμὸν περαιωθῆναι οὐκ ἠδυνήθησαν διὰ τὴν ἐν αὐτῷ φρουράν· σπεύδοντες δὲ τὴν ἑαυτῶν παρουσίαν τῷ Δεκίμῳ γνωρίσαι, ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν. ὡς δ᾿ οὐ συνίει, μολίβδου λεπτὸν ἄγαν ποιήσαντες ἔλασμα ἔγραψαν ἐν αὐτῷ, καὶ ὡς χάρτην τοῦτο ἑλίξαντες κολυμβητῇ διενεγκεῖν ἔδωκαν· καὶ οὕτως ὁ Δέκιμος τὴν παρουσίαν αὐτῶν μαθὼν ἀντεπέστειλε σφίσι τὸν αὐτὸν τρόπον.

Ὁ οὖν Ἀντώνιος ὁρῶν οὐκ ἐνδιδόντα τὸν Δέκιμον, ἐκείνῳ τὸν ἀδελφὸν κατέλιπε Λούκιον, αὐτὸς δ ἐπὶ τὸν Καίσαρα καὶ τὸν Ἵρτιον ὥρμησε. καὶ πρότερον μὲν ἰσοπαλεῖς ἐγίνοντο μάχαι, ὑπερέσχε δ ὕστερον ὁ Ἀντώνιος. καὶ τὸν Ἰούνιον αἰσθόμενος πλησιάζοντα, ἀπῆρε λαθὼν νυκτὸς ἐπ’ αὐτόν, καὶ ἐνεδρεύσας αὐτόν τε κατέτρωσε καὶ τῶν στρατιωτῶν

380
τοὺς πλείους ἀπέκτεινε, τοὺς δέ γε λοιποὺς εἰς τὰ [*](P) ταφρεύματα κατέκλεισε· καὶ πρὸς τὸν Καίσαρα καὶ τοὺς ἄλλους ἐτράπετο. καί οἶ ὁ Ἵρτιος κἀκ τῆς πορείας

καὶ τῆς μάχης πεπονηκότι ἀνελπίστως ἀπαντήσας πολὺ ἐκράτησε. τὴν δ’ ἧτταν τοῦ Ἀντωνίου μαθοῦσα ἡ βουλὴ αὐτοκράτορας τόν τε Ἵρτιον καὶ τὸν Ἰούνιον καὶ τὸν Καίσαρα ὠνόμασαν, καίτοι τοῦ μὲν Ἰουνίου κακῶς ἀπαλλάξαντος, Καίσαρος δὲ μηδὲ μαχεσαμένου· ἐπὶ γὰρ τῇ τοῦ στρατοπέδου κατέμεινε φυλακῇ, τοῦ Ἱρτίου κατὰ τοῦ Ἀντωνίου ὁρμήσαντος.

Οὕτω μὲν οὖν ὁ Ἀντώνιος ἥττητο καὶ Τίτος δὲ Μουνάτιος Πλάγκος, τῶν Ἀντωνίου ὢν καὶ Ποντίῳ Ἀκύλᾳ τῷ Δεκίμῳ ὑποστρατηγοῦντι προσπολεμῶν, ἐνικήθη. κἀντεῦθεν οἵ τε τοῦ Ἀντωνίου στρατιῶται [*](C) οὐχ ὡς πρῴην διέκειντο πρὸς αὐτόν, καί τινες τῶν αὐτῷ προσκειμένων δήμων πρότερον ἐστασίαζον. ὁ δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ὡς δέ τις ἐκ τοῦ Λεπίδου δύναμις αὐτῷ παρεγένετο, ἀνεθάρσησεν καὶ αἰφνιδίαν ἐπεκδρομὴν ἐποιήσατο· φόνου δὲ ἐξ ἀμφοῖν τῶν στρατευμάτων γενομένου πολλοῦ τραπεὶς ἔφυγεν. ἡ δὲ γερουσία τὰ πραχθέντα μαθοῦσα, τῇ μὲν ἥττῃ τοῦ Ἀντωνίου ἔχαιρε, τοὺς δὲ αὐτῷ συνεξετασθέντας πολεμίους πάντας ἀπέφηνε, καὶ τὰς οὐσίας αὐτῶν καὶ τὴν ἐκείνου ἀφείλετο. τὸν δὲ Καίσαρα οὔτε τινὸς μεγάλου ἠξίωσαν καὶ καταλύειν προσεπεχείρησαν, πάντα ὅσα ἐκεῖνος ἤλπιζε [*](D) λήψεσθαι τῷ Δεκίμῳ δόντες. ἵνα δὲ μὴ δυνηθῇ τι δρᾶσαι κακόν, τοὺς ἐχθροὺς αὐτῷ ἐς ἀρχὰς ἐψησίσαντο, τῷ μὲν Πομπηίῳ Σέξτῳ τὸ ναυτικόν ἀναθέμενοι, τῷ δὲ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν, [*](Cap. 15. Dionis Historiae Romanae l. 46, c. 38 — c. 47.)

381
Κασσίῳ δὲ τὴν Συρίαν καὶ τὸν πρὸς Δολοβέλλαν πόλεμον ἐπιτρέψαντες. τοὺς δὲ τοῦ Καίσαρος στρατιώτας συγκρούσειν ἀλλήλοις αὐτοὺς μηχανώμενοι τοὺς μὲν ἐπῄνεσαν καὶ χρήματα καὶ στεφάνους αὐτοῖς παρέσχον ἐξ ἐλαιῶν, τοῖς δ᾿ οὐδὲν ἐψηφίσαντο. ἀλλ᾿ ἐκεῖνοι καὶ οὕτως ὡμονόουν, τοῦ Καίσαρος αὐτοὺς πρὸς τοῦτο ἐνάγοντος. μαθόντες οὖν οἱ ἐν τῇ πόλει ταῦτα, καὶ φοβηθέντες, ὕπατον μὲν αὐτὸν οὐδ᾿ οὕτως ἀπέδειξαν, ἄλλας δέ οἱ τιμὰς ἐψηφίσαντο. ὡς δ᾿ ἐν οὐδενὶ λόγῳ ταύτας ἔσχε, στρατηγὸν τὸ πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἐψηφίσαντο.

Καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα ἐδόκουν μεταχειρίζεσθαι ὡς παῖδα καὶ ὡς μειράκιον, ἅπερ καὶ διεθρύλουν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ὅτι παῖς ἤκουε δεινῶς ἀγανακτῶν ἐπὶ τὰ ὅπλα ἐτράπετο, καὶ πρός τε τὸν Ἀντώνιον λάθρᾳ διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς πολεμίους ἡ βουλὴ ἐψηφίσατο, συνήθροιζε, καὶ κατηγόρει παρ᾿ αὐτοῖς τῆς γερουσίας τε καὶ τοῦ δήμου. ταῦτα δὲ οἱ ἐν τέλει τέως μὲν ἐν ὀλιγωρίᾳ πεποίηντο, ἐπεὶ δὲ συμπεφρονηκότας ἔμαθον τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον, θεραπεύειν τὸν Καίσαρα ἤρξαντο, καὶ τὸν [*](P) πρὸς ἐκείνους αὐτῷ ἀνέθεντο πόλεμον, ἀγνοοῦντες τοὺς λόγους οὓς ἐπεποιήκει πρὸς τὸν Ἀντώνιον. ὁ δὲ τὸν πόλεμον ὑπεδέξατο, ὕπατος δι᾿ αὐτὸν ἀποδειχθῆναι πειρώμενος, πάνυ γὰρ ἦν αὐτῷ ἡ ὑπατεία δι᾿ ἔρωτος, καὶ τὴν μάχην ἀναδεξάμενος ἡτοιμάζετο μὲν ὡς πολεμήσων, τοὺς στρατιώτας δὲ λάθρᾳ παρεσκεύασεν ὀμόσαι δῆθεν ἀφ᾿ ἑαυτῶν πρὸς μηδὲν τῶν στρατοπέδων μαχέσασθαι τῶν ἐκείνου γενομένων τοῦ Καίσαρος. τοῦτο δ᾿ ἦν μήτε πρὸς Ἀντώνιον μήτε πρὸς Λέπιδον ἀντιτάξασθαι· πλεῖστοι γὰρ αὐ-

382
τοῖς ἐξ ἐκείνων συνεστρατεύοντο. πρέσβεις οὖν διὰ τοῦτο πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν [*](C) τετρακοσίους ἐκπέπομφε τοῦτο δὲ σκηνὴ μὲν ἦν πρεσβείας, τὸ δὲ πᾶν τῶν ἐψηφισμένων αὐτοῖς εἴσπραξις καὶ σπουδὴ τοῦ ἀποδειχθῆναι τὸν Καίσαρα ὕπατον. ἀναβαλλομένων δὲ αὐτῶν τὴν ἀπόκρισιν οἱ στρατιῶται ὠργίζοντο· εἷς δέ τις αὐτῶν ἐξελθὼν τοῦ βουλευτηρίου καὶ τὸ ξίφος λαβών, ἄοπλοι γὰρ εἰσελθεῖν ἐκελεύσθησαν, εἶπεν ‘ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δοίητε Καίσαρι, τοῦτο δώσει. ὁ Καῖσαρ μέντοι, ὅτι εἰς τὸ συνέδριον εἰσιόντες ἠναγκάσθησαν ἀποθέσθαι τὰ ὅπλα, καὶ ὅτι ἐπύθετό τις πότερον παρὰ τῶν στρατοπέδων ἐπέμφθησαν ἢ πρὸς τοῦ Καίσαρος, ἔγκλημα ἐποιεῖτο, καὶ τὸν Ἀντώνιον καὶ [*](D) τὸν Λέπιδον σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην μετὰ τῶν στρατιωτῶν, ὡς ὑπ’ αὐτῶν τάχα ἐκβιασθείς, ὥρμησε. καί τινας τῶν ἰππέων ἀπέκτειναν, ὡς κατασκόπους αὐτῶν. οἱ δὲ τῆς βουλῆς τὴν ἔφοδον γνόντες αὐτῶν, τά τε χρήματα αὐτοῖς μήπω πλησιάσασιν ἔπεμψαν καὶ ὕπατον τὸν Καίσαρα ἐψηφίσαντο. ἀλλ’ οἱ στρατιῶται ἀνάγκῃ ταῦτα πράξαντας εἰδότες αὐτοὺς καὶ ἐξεφόβουν καὶ ἐθρασύνοντο. πρὸς δὲ ταῦτα ἡ γερουσία μεταβαλλομένη ἀπηγόρευσε τῇ στρατιᾷ πλησιάσαι τῇ πόλει, καὶ τοῖς στρατηγοῖς τὴν φρουρὰν αὐτῆς ἐνεχείρισε. τῷ Καίσαρι δὲ σὺν τῇ στρατιᾷ πρὸ τοῦ ἄστεος γενομένῳ τῶν τε βουλευτόν τινες καὶ τῶν τοῦ δήμου πολλοὶ προσεχώρησαν, καὶ οἱ στρατηγοὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ἐκείνῳ παρέδοσαν· καὶ οὕτω τὴν πόλιν ἀμαχεὶ κατασχὼν ὕπατος καὶ παρὰ τοῦ δήμου προυβέβλητο, μηδ’ ἀπαντήσας εἰς τὴν συνάθροισιν, ἵνα μὴ δοκῇ βιάζεσθαι τούτους. καὶ συνάρχων αὐτῷ ἐδόθη ὁ Κύιντος
383
ὁ Πέδιος, εἴγε οὕτω καλέσαι αὐτόν, ἀλλὰ μὴ ὕπαρχον δεῖ.

Οὕτω δ’ ὕπατος αἱρεθεὶς ὁ Καῖσαρ τά τε ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὐτῷ κατεστήσατο καὶ χρήματα τοῖς στρατιώταις παρέσχετο, λόγῳ μὲν οἴκοθεν, ἔργῳ δ᾿ ἐκ τῶν κοινῶν, καὶ τούτοις χάριν ὡμολόγει. παρὰ δὲ τῆς βουλῆς αὐτῷ πολλὰ πρὸς τιμὴν ἐψηφίσθησαν, δοκήσει μὲν ἑκούσης, τῇ δ’ ἀληθείᾳ φόβῳ βιαζομένης. πρὸς δὲ τοῖς ἄλλοις καὶ εἰς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα εἰσεποιήθη, καὶ τὴν ἐπίκλησιν εἴληφεν. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον [*](B) αὐτὸς ἑαυτὸν Καίσαρα, ὡς μετὰ τοῦ κλήρου καὶ τὴν προσηγορίαν διαδεξάμενος, οὐ μέντοι βεβαίως αὐτὴν εἶχε πρὸ τοῦ ταύτην κατὰ τὰ πάτρια βεβαιώσασθαι. ἔκτοτε δὲ Γάιος Ἰούλιος Καῖσαρ Ὀκταβιανὸς ἐπεκλήθη· νενόμισται γὰρ τοὺς υἱοθετουμένους τὴν μὲν ἄλλην πρόσρησιν ἀπὸ τοῦ εἰσποιησαμένου λαμβάνειν, ἒν δέ τι τῶν προτέρων ὀνομάτων τηρεῖν.

Ἐπεὶ οὖν τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, τὴν τῶν καταλειφθέντων τῷ δήμῳ διανομὴν παρὰ τοῦ πατρὸς ἐποιήσατο, ἵνα καὶ τούτους ἐφ’ ἑαυτὸν ἐπισπάσηται καὶ μὴ ἐναντιουμένους ἔξει πρὸς τὴν τῶν φονέων τοῦ πατρὸς τιμωρίαν [*](C) τραπόμενος. δικαστήρια μὲν οὖν ἐκάθισεν, ἔνα μὴ δοκῇ βιαίως τι πράττειν, καὶ ταύτα τῶν πλειόνων ἀπόντων, τινῶν δὲ καὶ ἡγεμονίας ἐχόντων ἐθνῶν. εἰ δέ τινες καὶ παρῆσαν, οὔτε ἀπήντησαν δεδιότες, ἀλλὰ καὶ λάθρᾳ που ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ οἶ αὐτόχειρες οὐδ’ οἶ συνομόσαντες μόνον ἥλωσαν, [*](Cap. 16. Dionis Historiae Romanae l. 46, c. 48 — l. 47 c. 6.)

384
ἀλλὰ καὶ συχνοὶ ἕτεροι μὴ μετασχόντες τῆς ἐπιβουλῆς, τινὲς δὲ μηδ᾿ ἐνδημοῦντες τότε τῇ πόλει, ὧν εἷς ἦν καὶ ὁ Πομπήιος Σέξτος· οἳ πυρός τε καὶ ὕδατος εἴρχθησαν καὶ αἱ οὐσίαι σφῶν ἐδημεύθησαν.

Ταῦτα τοίνυν πράξας ὁ Καῖσαρ ἐπὶ τὸν Λέπιδον τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν· ἔργον δ᾿ οὐδὲν ἔπραξεν, οὐχ ὅτι τῷ Ἀντωνίῳ κεκοινολόγητο καὶ δι᾿ ἐκείνου καὶ τῷ Λεπίδῳ, ἀλλ᾿ ὅτι ἰσχυροὺς αὐτοὺς ἐώρα καὶ ὁμογνώμονας, καὶ ἤλπισε δι᾿ αὐτῶν τόν τε Κάσσιον καὶ τόν Βροῦτον μέγα δυνηθέντας ἤδη καταγωνίσασθαι καὶ μετὰ τοῦτο κἀκείνους δι᾿ ἀλλήλων χειρώσασθαι. διὰ ταῦτα τὰς συνθήκας ὁ Καῖσαρ καὶ ἄκων ἐτήρησε, καὶ καταλλαγὰς αὐτοῖς πρὸς τὴν βουλὴν καὶ πρὸς τὸν ὅμιλον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ταύτας εἰσηγησάμενος διὰ τὸ ἀνύποπτον, ἀλλὰ τὸν Κύιντον τοῦτο συμβουλεῦσαι παρασκευάσὰς. αὐτὸς δὲ τῶν ἐν τῇ πόλει κοινωσαμένων αὐτῷ περὶ τούτου ἄκων προσεποιεῖτο τῇ πράξει συγκατατίθεσθαι, παρὰ τῶν στρατιωτῶν βιαζόμενος. ψηφισθείσης δὲ τῆς καταλλαγῆς αὐτοῖς, ὥρμησαν καὶ ἄμφω ἐπὶ τὸν Καίσαρα, τὸ πλεῖστον καὶ τὸ κράτιστον τού στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ βεβαίως ἐπιστευον αὐτῷ οὔτε δι᾿ ἐκεῖνον ἤθελον δοκεῖν τὴν ἄδειαν ψηφισθῆναι αὐτοῖς καὶ τὴν κάθοδον, δι᾿ ἐαυτοὺς δὲ καὶ τὴν σφετέραν ἰσχύν, καὶ τυχεῖν ἤλπιζον ὧν ἐβούλοντο διὰ τὰ στρατόπεδα. καὶ ὁ Καῖσαρ δ᾿ αὐτοῖς μετὰ πλήθους στρατιωτῶν προσυπήντησε. καὶ συνῆλθον εἰς ὁμιλίαν, διαλεξάμενοί τέ τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἐς δὲ τὸ φανερὸν διωμολογήσαντο κοινῇ τοὺς τρεῖς ἐπιμελητὰς καὶ διοικητὰς [*](P) τῶν πραγμάτων γενέσθαι ἐπὶ πενταετίᾳ, ἵνα μὴ ὀλι-

385
γαρχίας· δοκῶσιν ἐφίεσθαι. ἰδίᾳ δὲ καὶ ἀρχὰς ἐθνῶν ἑαυτοῖς προσενείμαντο, ἔνα μὴ πᾶσαν τὴν ἀρχὴν νομίζωνται σφετερίζεσθαι. καὶ τῶν ἐχθρῶν σφαγὰς ἀλλήλοις ἀντέδοσαν. καὶ Λεπίδῳ μὲν τῆς τε Ῥώμης τὴν φυλακὴν καὶ τῆς λοιπῆς Ἰταλίας ἀνέθεσαν, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐπὶ τὸν Μάρκον Βροῦτον στρατεύσασθαι συνέθεντο καὶ τὸν Κάσσιον. καὶ ὅρκοις τὰ δόξαντα ἐπιστώσαντο, καὶ τοὺς στρατιώτας συγκαλέσαντες ἐδημηγόρησαν ὅσα ἐπὶ τούτοις εἰκός. οἱ δὲ τοῦ Ἀντωνίου στρατιῶται ἐξ ὑποθήκης αὐτοῦ τὴν θυγατέρα τῆς γυναικὸς Ἀντωνίου Φουλβίας, ἣν εἶχεν ἐκ τοῦ Κλωδίου, λαβεῖν ἠξίουν τὸν Καίσαρα. κἀκεῖνος [*](C) οὐ παρῃτήσατο, καίτοι ἑτέρας αὐτῷ προμεμνηστευμένης.

Ἐντεῦθεν εἰς τὴν Ῥώμην ἠπείγοντο. σημεῖα δέ τινα τῶ τε Ἀντωνίῳ καὶ τῷ Λεπίδῳ ἀπαίσια συμβεβήκασι, τῷ Καίσαρι δὲ ἀετός ὑπὲρ τῆς σκηνῆς ἱδρυθεὶς δύο κόρακας προσπεσόντας αὐτῷ καὶ τίλλειν τινὰ τῶν πτερῶν αὐτοῦ πειρωμένους ἀπέκτεινεν· ὃ τὴν νίκην κατ’ ἀμφοτέρων τῶν συνιόντων αὐτῷ προεσήμαινε. καὶ οἱ μὲν οὕτως εἰς τὴν Ῥώμην ἤλθοσαν μετὰ τῶν στρατευμάτων, καὶ παραχρῆμα τὰ σφίσι δόξαντα ἔπραττον· καὶ σφαγαὶ πολλῶν ἐποιήθησαν, ὡς πληρωθῆναι τὴν πόλιν νεκρῶν. οἱ μὲν γὰρ ἐν ταῖς οἰκίαις, οἶ δὲ ἐν ταῖς ὁδοῖς κἀν ταῖς [*](D) ἀγοραῖς καὶ πρός τοῖς ἱεροῖς ἀπεκτίννυντο, καὶ αἶ μὲν κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὐτοῖς ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ που ἐρριπτεῖτο βορὰ κυσί τε καὶ ὄρνισι, τὰ δὲ εἰς τὸν ποταμὸν ἐνεβάλλετο. καὶ οὐχ οἱ ἐχθροὶ αὐτῶν, ἀλλὰ καὶ οἶ φίλοι ἀπώλλυντο. πάντας γὰρ τοὺς ἑκάστῳ τῶν τριῶν συναραμένους ἢ συμπράξαντας ἐν πολεμίων μοίρᾳ

386
οἱ ἄλλοι ἐτίθεντο. καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς τοῖς ἑτέροις εἶναι, ὥστε ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντας αὐτῷ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν. οὐ γάρ τις τὸν ἑαυτοῦ ἐχθρὸν τιμωρήσασθαι φίλον ἑτέρου ὄντα ἠδύνατο, μὴ ἀντιδιδοὺς ἕτερον φίλον ἑαυτοῦ νομιζόμενον, ἢ καὶ πλείους, εἰ ὁ αἰτούμενος εἰς σφαγὴν ἔντιμος ἦν ἐξ ἀρετῆς ἢ γένους ἢ ἀξιώμα- τος. καὶ τοὺς πλουσίους δέ, κἂν μηδὲν εἶχον αὐτοῖς ἐγκαλεῖν, προσαπώλλυον, πολλῶν χρημάτων δεόμενοι, ἵνα τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπλήσωσι.

Ταῦτα δὲ ὑπὸ τοῦ Λεπίδου καὶ τοῦ Ἀντωνίου ἐπράττετο μάλιστα. τιμηθέντες γὰρ ὑπὸ τοῦ προτέρου Καίσαρος, καὶ ἐπὶ πλεῖστον ἄρξαντες καὶ ἡγεμονεύσαντες, [*](P) καὶ πλείστους εἶχον ἐχθρούς. ἐδόκει δὲ καὶ ὑπὸ τοῦ νέου Καίσαρος γίνεσθαι διὰ τὴν τῆς δυναστείας κοινωνίαν. αὐτὸς γὰρ οὐ συχνοὺς ἀπέκτεινε, φύσει τε οὐκ ὠμὸς ὣν καὶ τεθραμμένος τοῖς ἤθεσι τοῦ πατρός, καὶ μήτε πολλοῖς μῖσος τρέφων σφοδρὸν καὶ φιλεῖσθαι πραγματευόμενος. καὶ οὐ μόνον οὐ πολλοὺς ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους· καὶ τοῖς κρύψασί τινας ἐπιεικέστατα ἐχρήσατο, ἐπεὶ θάνατος καὶ τούτοις προείρητο.

Ὁ δὲ Λέπιδος ἀπαραίτητος ἦν, καὶ ὁ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς ἔκτεινε καὶ τοὺς ἐπικουρῆσαι τοῖς κτεινομένοις ἐπιχειροῦντας, καὶ τὰς κεφαλὰς τῶν [*](C) σφαττομένων καὶ σιτούμενος ἐπεσκόπει, καὶ τῆς ἀνοσίου θέας αὐτῶν ἐνεπίμπλατο. καὶ ἡ γυνὴ αὐτοῦ ἡ Φουλβία πολλοὺς καὶ αὐτὴ καὶ δι’ ἔχθραν καὶ διὰ [*](Cap. 17. Dionis Historiae Romanae l. 47, c. 7 — 15.)

387
χρήματα ἐθανάτωσεν, ἔστι δ᾿ οὓς οὐδὲ γινωσκομένους ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ποτὲ γοῦν καὶ τῆς τοῦ Κικέρωνος κεφαλῆς κομισθείσης, φεύγων γὰρ κατελήφθη καὶ ἐσφάγη, ὁ μὲν Ἀντώνιος πολλὰ αὐτὸν βλασφημήσας ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν᾿ ὅθεν ἠκούετο δημηγορῶν κατ’ αὐτοῦ, ἐκεῖ μετὰ τῆς χειρὸς τῆς δεξιάς ὁρῷτο· οὕτως γὰρ ἀπετέτμητο. ἡ δὲ δὴ Φουλβία ἔς τε τὰς χεῖρας αὐτὴν ἔλαβε, καὶ ἐμπικραναμένη [*](D) καὶ ἐμπτύσασα ἐπὶ τὰ γόνατα ἔθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τὴν γλῶσσαν ἐξείλκυσε, καὶ ταῖς βελόναις, αἷς εἰς τὴν κεφαλὴν ἐκέχρητο, κατεκέντησε, πολλὰ καὶ μιαρὰ ἐπισκώπτουσα.

Πολλοὶ μὲν οὖν ἀπώλοντο, τινὲς δὲ καὶ ἐσώθησαν. δοῦλοι γὰρ τὰς τῶν δεσποτῶν ἐσθῆτας περιβαλλόμενοι, ἐκείνους κατακρύψαντες, ὡς οἱ δεσπόται ἐσφάγησαν. καί τις στιγματίας δοῦλος οὐ μόνον οὐ προέδωκε τὸν στίξαντα αὐτὸν δεσπότην, ἀλλὰ καὶ περιέσωσεν. ὡς γὰρ συναπεδίδρασκε τῷ δεσπότῃ καὶ διώκεσθαι ἔγνω, ἀπέκτεινέ τινα συναντήσαντα σφίσι, καὶ τὴν στολὴν ἐκείνου τῷ δεσπότῃ δούς, ἀπιέναι ἀφῆκεν· αὐτὸς δὲ πυρὰν ἀνάψας τὸν νεκρὸν ἐπέθηκεν ἐπ’ αὐτήν, τὴν δ’ ἐσθῆτα τοῦ δεσπότου καὶ τὸν δακτύλιον φέρων ἀπήντησε τοῖς διώκουσι, καὶ εἰπὼν φεύγοντα τὸν δεσπότην ἀποκτεῖναι ἐπιστεύθη διὰ τὰ σκῦλά τε καὶ τὰ στίγματα, καὶ ἐκεῖνον ἔσωσε, καὶ αὐτὸς ἐτιμήθη. Κύιντον δὲ Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ οὐκ ἐξελάλησεν. ὁ δὲ πατὴρ αὐτοῦ μαθὼν τὸ γινόμενον καὶ ἐλεήσας τὸν παῖδα ἐθελοντὴς αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. πολλοὶ δὲ καὶ λανθάνοντες ἀπεδίδρασκον καὶ πρὸς

388
τὸν Βροῦτον ἀπῄεσαν καὶ τὸν Κάσσιον. οἶ δέ γε πλείους τῷ Σέξτῳ προσεχώρουν. ναυαρχεῖν γὰρ [*](B) πρότερον αἱρεθείς, καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἰσχὺν οἰκείαν, καίτοι τῆς ἀρχῆς ὕστερον ὑπὸ τοῦ Καίσαρος στερηθείς, περιεβάλλετο, καὶ τὴν Σικελίαν κατέσχεν. εἶτα, ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ ἐγένοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο, ὑποδεχόμενος τοὺς ἐς αὐτὸν ἰόντας καὶ παντοίως ἐπικουρῶν· ὅθεν καὶ συχνοὶ πρὸς αὐτὸν ἦλθον.

Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίνετο, πολλὰ δὲ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐ οὐσίας σὺν ἔβαινε, καὶ αἱ τῶν εὐπόρων οἰκίαι ἐπορθοῦντο, καὶ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν ἐν τῶ ἄστει οἰκιῶν καὶ τῶν ἐν τῇ λοιπῇ Ἰταλίᾳ ἐπράξαντο, τῶν μὲν μισθωθεισῶν καθ’ ὁλόκληρον, ὧν δ’ οἶ δεσπόται ᾤκουν, ἐξ ἡμισείας, [*](C) σείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν· καὶ τοὺς τῶν χωρίων κτήτορας τὸ ἥμισυ τῶν προσόδων ἀφείλοντο, καὶ τὰ κτήματα τῶν κτεινομένων τοῖς στρατιώταις παρεῖχον, τὰ μὲν δῶρον, τὰ δὲ ἐπευωνίζοντες· ἀπείρητο γὰρ μηδένα τῶν ἄλλων ἀπαντᾶν εἰς τὸ πρατήριον ὠνησόμενον· θάνατον τάξαντες τῷ ἀπαντήσαντι ἐπιτίμιον. καὶ ἀρχὰς καὶ τιμὰς καὶ ἀρχιερωσύνας ἐδίδοσαν, καὶ νόμους τοὺς μὲν ἀπήλειψαν, τοὺς δὲ ἀντενέγραψαν, καὶ πᾶν κατὰ τὸ δοκοῦν αὐτοῖς ἔπρασσον, ὥστε χρηστὴν τὴν τοῦ ἀνῃρημένου Καίσαρος μοναρχίαν νομίζεσθαι.

Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτα ἐποίησαν· [*](D) τοῦ δὲ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου τῷ ἐπιόντι ἔτει ὑπατευσάντων τέλη τε ἤδη [*](Cap. 18. Dionis Historiae Romanae l. 47, c. 16 — 34.)

389
ἐσχολακότα ἀνενεώθησαν καὶ ἐκ καινῆς προσατέστησαν ἕτερα, καὶ πολλὰ μὲν ἐπὶ τῇ γῇ, πολλὰ δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο. ὅ δὲ πλέον τῶν ἄλλων πάντας ἠνίασεν, ἦν τὸ παντὸς οὐσίαν δεκατευθῆναι ὁποσονοῦν εὐποροῦντος ἀνδρὸς ὁμοίως καὶ γυναικός. λόγῳ μὲν γὰρ τὸ δέκατον τῆς οὐσίας παρ’ ἑκάστου σφόν εἰσεπράχθη, ἔργῳ μέντοι οὐδὲ τὸ δέκατον κατελείφθη τινί. καὶ ἕτερον δέ τι ἐπινενόητο. τῷ γὰρ βουλομένῳ ἐνεδόθη πάσης τῆς οὐσίας ἐκστάντι τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τουτέστι μήτε τι λαβεῖν καὶ πράγματα σχεῖν. οἱ γὰρ βίᾳ τὰ δύο μέρη συλώμενοι προφανῶς, πῶς ἂν τὸ τρίτον ἀπέλαβον; καὶ ἄλλα δὲ πλεῖστα τοῖς ἀνθρώποις τότε πρὸς πενίαν αὐτοὺς συνελαύνοντα ἐπενήνεκτο, μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν.

Οὕτως οἱ ἄνδρες οἶ τρεῖς ἐκεῖνοι ἐποίουν, καὶ ἅμα τὸν Καίσαρα ἐκεῖνον τὸν πρότερον ἀπεσέμνυνον, καὶ τιμὰς ποικίλας τε καὶ πολλὰς αὐτῷ ἐψηφίσαντο. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν Ῥώμῃ τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος κατὰ τοῦ Βρούτου καὶ τοῦ Κασσίου ἐστράτευσαν. ἐκεῖνοι γὰρ τὸν Καίσαρα τὸν Ὁκτάβιον μαθόντες τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν ὅμιλον σφετερίζεσθαι, τήν τε δημοκρατίαν [*](P) ἀπέγνων καὶ ἐκεῖνον φοβηθέντες ἐν Ἀθήναις ἐγένοντο. καὶ οἱ Ἀθηναῖοι σφᾶς λαμπρῶς ὑπεδέξαντο, καὶ εἰκόνας χαλκᾶς αὐτοῖς ἐψηφίσαντο, ὡς ζηλώσασι τοὺς παρ’ αὐτοῖς τυραννοκτόνους, τὸν Ἁρμόδιον λέγω καὶ τὸν Ἀριστογείτονα. εἶτα πυθόμενοι ἐπὶ μεῖζον τὸν Καίσαρα αἴρεσθαι, ὁ μὲν Κάσσιος πρὸς τοὺς Σύρους ὥρμησε συνήθεις ὄντας αὐτῷ, Βροῦτος δὲ τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. καὶ

390
προσεῖχον αὐτῷ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ὅτι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που περιπλανωμένους, [*](C) τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ σὺν ἐξελθόντων ὑπολειφθέντας, προσλαβὼν εἶχε, καὶ χρήματα δέ οἱ ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἀπέσταλτο. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπόνως προσεποιήσατο, καὶ τὴν Μακεδονίαν δὲ μετὰ τοῦτο πάσαν καὶ τὴν Ἤπειρον προσλαβὼν τῇ γερουσίᾳ ἐπέστειλε τὰ πεπραγμένα δηλῶν. οἱ δέ, ἔτυχον γὰρ τότε ὑπόπτως πρὸς τὸν Καίσαρα ἔχοντες, καὶ ἐπῄνεσαν αὐτὸν καὶ πάντων ἄρχειν τῶν ἐκεῖσε ἐκέλευσαν. κἀντεῦθεν αὐτός τε γέγονε προθυμότερος καὶ ὑπεῖκον ἀπροφασίστως ἔσχηκε τὸ ὑπήκοον. ἐπεὶ δ’ ὁ Καῖσαρ ἐν τῇ Ῥώμῃ τε ἐνηυθέντησε καὶ τοὺς τοῦ πατρὸς ἐτιμωρεῖτο σφαγεῖς [*](D) φανερῶς, ἐσκόπει ὅπῃ αὐτὸν ἐπιόντα ἀμύναιτο, καί τινας ἐπιβουλὰς πρός τινων αὐτῷ γενομένας ἀπεκρούσατο. καὶ ἐς τὴν ἄνω Μακεδονίαν ἀνεχώρησεν, ἔχων τὸ ἰσχυρότατον τοῦ στρατοῦ, κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἔπλευσεν, ἔνα μὴ τὰ ἐν τῇ Ῥώμᾐ πραττόμενα ἐπὶ τὸ φοβερώτερον ἀγγελλόμενα μαθόντες οἱ στρατιῶται μεταβάλωνται. εἶτ᾿ αὖθις εἰς τὴν Εὐρώπην ἠπείχθη, δείσας μή τι νεωτερισθῇ.

Κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ Κάσσιος εἰς τὴν Ἀσίαν ἐπεραιώθη πρὸς τὸν Τρεβώνιον, καὶ λαβὼν παρ’ αὐτοῦ χρήματα καὶ ἱππέας συχνοὺς καὶ ἑτέρους πολλοὺς τῶν τε Κιλίκων καὶ τῶν Ἀσιανῶν, τοὺς Ταρσέας καὶ ἄκοντας εἰς τὸ συμμαχικὸν προσηγάγετο. καὶ εἰς τὴν Συρίαν ἐλθών, ἀμαχεὶ πάντα τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσε- ποιήσατο. παραλαβὼν οὖν τὴν Συρίαν εἰς τὴν Ἰουδαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν

391
τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι. ἐκείνους τε οὖν ἑτοίμως καὶ τοὺς Ἰουδαίους παρεστήσατο. οὕτω δὴ καὶ ὁ Κάσσιος διὰ ταχέων ἐγένετο ἰσχυρός, καὶ τῇ γερουσίᾳ τὰ ὅμοια τῷ Βρούτῳ ἐπέστειλε· καί οἱ τήν τε τῆς Συρίας ἀρχὴν ἡ βουλὴ ἐβεβαίωσε καὶ τὸν κατὰ τοῦ Δολοβέλλου πόλεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν, εἰς δὲ τὴν Ἀσίαν ἐνδιατρίβων τὸ δόγμα ἐμεμαθήκει, καὶ πρὸς μὲν τὴν Συρίαν οὐκ ἀπῆλθεν, αὐτοῦ δὲ καταμείνας τὸν Τρεβώνιον δόλῳ ἐν τῇ Σμύρνῃ ἀνεῖλε καὶ πάσαν τὴν Ἀσίαν κατέσχεν. οὕτω δὲ τῆς Ἀσίας γενόμενος ἐγκρατὴς εἰς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν Παλαιστίνῃ τυγχάνοντος, [*](P) καὶ τοὺς μὲν Ταρσεῖς ἑκουσίους προσλαβών, φρουροὺς τοῦ Κασσίου ἐν Αἰγαῖς ὄντας ἐνίκησεν· ἐς δὲ τὴν Συρίαν ἐνέβαλε, καὶ τῆς μὲν Ἀντιοχείας ἀπεκρούσθη, τὴν δὲ Λαοδίκειαν προσεποιήσατο. καὶ τὸ ναυτικὸν αὐτῷ προσῆλθε· κἀντεῦθεν ἰσχύσας εἰς Ἄραδον ἀπελήλυθεν, ἔνθα μετ᾿ ὀλίγων ἀπολειφθεὶς ἐκινδύνευε. διαφυγὼν οὖν ἀπήντησε τῷ Κασσίῳ, καὶ συμβαλὼν αὐτῷ ἡττήθη, καὶ εἰς τὴν Λαοδίκειαν ἐπολιορκεῖτο. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων ἀναγκασθείς, καὶ φοβηθεὶς μὴ ζῶν ἁλῷ, ἑαυτὸν διεχρήσατο. ὅ καὶ ὁ ὑποστράτηγος αὐτοῦ Μάρκος Ὀκτάβιος ἔπραξε.

Κάσσιος δὲ ἐπεὶ τὰ ἐν τῇ Συρίᾳ καὶ τῇ Κιλικίᾳ κατεστήσατο, εἰς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφέκετο. [*](C) ὡς γὰρ τὴν συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον, καθ᾿ ἑαυτῶν εἰδότες ἐκείνους πάντα ποιεῖν, 30 προθυμότερον καὶ αὐτοὶ κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ ἔπραττον. καὶ αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τοὺς μὴ ἐκείνοις ὁμοφρονοῦν-

392
τὰς προσήγοντο καὶ χρήματα καὶ στρατιώτας συνήθροιζον, τινῶν δὲ μὴ συμμαχῆσαι πειθομένων αὐτοῖς, ἐπ’ ἐκείνους ἐτράπησαν. καὶ Κάσσιος μὲν ναυμαχίᾳ τοὺς Ῥοδίους ἐνίκησε καὶ τὰς ναῦς αὐτῶν ἀφείλετο καὶ τὰ χρήματα, μετὰ δὲ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε· Βροῦτος δὲ τῶν Λυκίων ἐκράτησε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ [*](D) προσηγάγετο, Ξανθὸν δὲ εἰς πολιορκίαν κατέστησε, καὶ εἷλεν αὐτὴν καὶ κατέπρησεν. εἶτα πρὸς Πάταρα ἦλθε, καὶ προσεκαλεῖτο αὐτοὺς ὡς φίλους· ὡς δ᾿ οὐχ ὑπήκουσαν, τοὺς αἰχμαλώτους τῶν Ξανθίων συγγενεῖς αὐτοῖς ὄντας ἔπεμψεν, ἐλπίζων δι’ ἐκείνων αὐτοὺς προσαγαγέσθαι. οἱ δ’ οὐδ’ οὕτως ἐνέδοσαν. πωλήσας οὖν τινας τῶν αἰχμαλώτων τοὺς λοιποὺς ἠλευθέρωσεν. ἰδόντες δὲ τοῦτο οἱ Παταρεῖς εὐθὺς αὐτῷ ὡς ἀρετὴν ἔχοντι προσέθεντο. τοῦτο δὲ καὶ οἶ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ τἄλλα δὲ δι’ ὀλίγου παρεστήσατο.

Ἐντεῦθεν ἄμφω εἰς τὴν Ἀσίαν ἦλθον, καὶ εἰς τὴν Μακεδονίαν ἠπείγοντο. Γάιος δὲ ὁ Νωρβανὸς καὶ Δεκίλλιος Σάξας παρὰ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰς Μακεδονίαν ἐστάλησαν, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι τὴν σύντομον ὁδὸν προκατέλαβον. διὸ ὁ Βροῦτός τε καὶ ὁ Κάσσιος ἑτέραν μακροτέραν περιελθόντες, καὶ βιασάμενοι τὴν ἐκεῖ φρουράν, πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα παρῆλθον κἀκεῖ ἐστρατοπεδεύσαντο. ὑπερτεροῦντες ὑπερτεροῦντες δὲ τῷ πλήθει τῶν ἐναντίων τό τε ὄρος τὸ Σύμβολον [*](Cap. 19. Dionis Hist. Rom. l. 47, c. 35—48. Plutarchi Brutus c. 39, 43—45.)

393
κατέλαβον καὶ τὰ ἐπιτήδεια ἔκ τε τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. Νωρβανὸς δὲ καὶ Σάξας συμβαλεῖν αὐτοῖς οὐκ ἐτόλμων, τὸν Καίσαρα δὲ καὶ τὸν Ἀντώνιον μετεπέμποντο. [*](P) οἶ δὲ μέρος μέν τι τοῦ στρατοῦ πρὸς φυλακὴν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ πλείονι ἐπεραιώθησαν τὸν Ἰόνιον. καὶ Καῖσαρ μὲν νοσήσας ἐν Δυρραχίῳ κατέμεινεν, Ἀντώνιος δ’ ἐπὶ Φιλίππους ἤλασε, καί τινας τῶν ἐναντίων ἐνεδρεύσας σιταγωγοῦντας ἐσφάλη. ὁ δὲ Καῖσαρ καθ’ ἑκάτερον δείσας, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν Ἀντώνιος, εἴτε καὶ κρατήσει, ἐκ μὲν γὰρ τοῦ τὸν Βροῦτόν τε καὶ τὸν Κάσσιον 9 ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως, ἐφ’ ἑαυτὸν ἰσχύσειν ἐνόμισεν, ἠπείχθη καὶ ἔτι ἀρρωστῶν· καὶ οἱ περὶ τὸν Ἀντώνιον ἀνεθάρσησαν.

Ἀντικαθημένων δ᾿ ἀλλήλοις τῶν ἀντιπολέμων ἐκδρομαὶ μὲν παρ’ ἀμφοτέρων ἐγίνοντο, μάχη δὲ οὐδεμία [*](C) ἐκ παρατάξεως, καίτοι τοῦ τε Καίσαρος καὶ τοῦ Ἀντωνίου συμβαλεῖν σπουδαζόντων. ὁ δὲ δὴ Κάσσιος καὶ ὁ Βροῦτος ἀνεβάλλοντο, οὐκ ὀκνοῦντες τὴν μάχην, ἀλλ’ εἴ πὼς ἄνευ κινδύνων καὶ φθόρου τινῶν ἐπικρατήσειαν. ὡς δὲ τὰ στρατεύματα τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντικειμένων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον πρὸ τῶν ἀγώνων γινόμενον ἐντὸς τοῦ ἐρύματος ὡς δεδιότες ἐποιήσαντο οἱ περὶ Καίσαρα καὶ Ἀντώνιον, εἰς τὴν μάχην τε ὥρμησαν οἱ Βρούτου καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλέον ὑπερτιθῇ, ἐκλιπόντες τὸ στρατόπεδον σκεδασθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν.

Μέγιστος δὲ Ῥωμαίοις διαφανῶς ὁ ἀγὼν οὗτος [*](D) ἐγένετο. τοῦτο δὲ καὶ ἐκ τόν γεγονότων σημείων ἔν τε τῇ Ῥώμῃ καἰ ἐν τῆ̣ Μακεδονίᾳ τεκμήραιτό τις.

394
ἐν γὰρ τῷ ἄστει ὁ ἥλιος τοτὲ μὲν ἠλαττοῦτο, τοτὲ δὲ μέγας ἐφαίνετο, ἐξέλαμψε δέ ποτε καὶ νυκτός, λαμπάδες τε ἄλλοσέ πῃ καὶ ἄλλοσε ᾄττειν ἐδόκουν, καὶ σαλπίγγων ἠχαὶ καὶ ὅπλων κτύποι καὶ βοαὶ στρατο- πέδων νυκτὸς ἐκ τῶν τοῦ Καίσαρος καὶ τῶν τοῦ Ἀντωνίου ὁμορούντων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ἐξηκούοντο, καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε ἔτεκε τέρας · τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτά τε καὶ ἄλλα ἐγένετο, ἐν δὲ τῇ Μακεδονίᾳ περὶ τὸ στρατόπεδον τοῦ Κασσίου μέλισσαί τε πολλαὶ αὐτὸ περιέσχον, καὶ ἐν τῷ καθαρσίῳ τὸν στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε, καὶ ἐν πομπῇ τινι παῖς Νίκην φέρων χρυσῆν ὀλισθήσας ἔπεσε, καὶ γῦπες πολλοὶ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι εἰς τὰ ἐκείνων διεφοίτων στρατόπεδα ἔκλαζόν τε φρικῶδές τι καὶ δεινόν. τοῦ δὲ νέου Καίσαρος ἰατρὸς ἔδοξε τὴν Ἀθηνᾶν ἐν ὕπνοις λέγειν αὐτῷ ἐκ τῆς σκηνῆς τὸν Καίσαρα ἐξαγαγεῖν καὶ καταστῆσαι εἰς τὴν παράταξιν, καίτοι ἔτι κακῶς ἀρρωστοῦντα · ὃ καὶ περιέσωσεν αὐτόν , ὡς εἰρήσεται.

Τὴν μὲν οὖν ἡμέραν τῆς μάχης οὐχ ὡρίσαντο, [*](P) ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς ἔωθεν ἐξοπλισάμε- νοι προῆλθον, καὶ ἐν κόσμῳ καὶ ἡσυχῇ παρετάξαντο. εἶτα συμμίξαντες πολλῷ μὲν ἐχρήσαντο ὠθισμῷ, πολλῷ δὲ ξιφισμῷ καὶ προθυμίᾳ πολλῇ· καὶ οὔθ’ ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδένες ἐχρήσαντο, ἀλλ’ αὐτοῦ ὥσπερ εἶχον ἐτίτρωσκον, ἐτιτρώσκοντο, ἐφόνευον, ἐφονεύοντο. καὶ ὁ μὲν Βροῦτος τοῖς περὶ τὸν Καίσαρα ἀντιμαχόμενος ἐκράτει, Κάσσιος δὲ ἀντιτεταγμένος τοῖς περὶ τὸν Ἀντώνιον ἥττητο , καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. οὐκ ἔγνων μέντοι

395
οὔτε τὴν νίκην τῶν ἑτέρων οἶ ἡττημένοι οὔτε τὴν ἧτταν οἶ νενικηκότες· τά τε γὰρ στρατόπεδα πολὺ ἀφεστήκασι καὶ ἀπλέτου κονιορτοῦ γενομένου ἠγνόησαν [*](C) τό τέλος τῆς μάχης. τέως δὲ τό τε τοῦ Καίσαρος τάφρευμα καὶ τὸ τοῦ Ἀντωνίου ἐπορθήθη, καὶ τὰ ἐν αὐτῷ πάντα ἑάλω, ὥστ’ εἰ μὴ κατὰ τὸ ὄναρ τοῦ ἰατροῦ ὑπεξῆλθεν ὁ Καῖσαρ τοῦ χαρακώματος, ἐν αὐτῷ ἂν καταληφθεὶς κεκινδύνευκεν.

Ὁ δὲ Κάσσιος ἐκ μὲν τῆς μάχης ἐσώθη, τοῦ δὲ ἐρύματος καὶ αὐτοῦ πορθηθέντος ἐπὶ λόφον ἀνεχώρησεν ἔχοντα πρὸς τὸ πεδίον σκοπάς, ὑποτοπήσας δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι, ἔπεμψεν ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ,τι πράττοι. ἐπεὶ δὲ ὁ σταλεὶς συναντήσας ἱππεῦσιν, οὓς ἀπεστάλκει ὁ Βροῦτος [*](D) μαθησομένους περὶ τῶν κατὰ Κάσσιον, παρ’ αὐτῶν ἐκυκλώθη ἀσπαζομένων αὐτὸν καὶ δεξιουμένων, ἔδοξεν ὁ Κάσσιος πολεμίους εἶναι τοὺς προσιόντας καὶ ὑπ’ αὐτῶν ἐνσχεθῆναι τὸν ἑκατόνταρχον, καί τινι Πινδάρῳ ἐξελευθέρῳ τὸν ἑαυτοῦ φόνον προσέταξε.

Καὶ ὁ μὲν τοιοῦτον ἔσχε τέλος, καὶ ὁ ἑκατόνταρχος ἐπανελθὼν καὶ γνοὺς τὸ δρᾶμα κακίσας τε διὰ τὴν βραδυτῆτα ἑαυτὸν ἐπαπέκτεινεν · ὁ δέ γε Βροῦτος τήν τε ἧτταν τοῦ Κασσίου μαθὼν καὶ τὸν θάνατον ἐπεδάκρυσε, τοὺς δὲ περισωθέντας τῶν ἐκείνου στρατιωτῶν συναγαγών καὶ λόγοις καὶ δόσει χρημάτων παρεμυθήσατο. ἔπεσον δ’ ἐν τῆ̣ μάχῃ τούτων μὲν περὶ ὀκτακισχιλίους, τῶν δὲ περὶ Καίσαρα καὶ Ἀντώνιον πλείους ἢ διπλάσιοι. διὸ καὶ ἠθύμουν ἐκεῖνοι, πρὶν ἢ Δημήτριός τις Κασσίου θεράπων ἑσπέρας ἀφίκετο πρὸς Ἀντώνιον, τὰς χλαμύδας καὶ τὸ ξίφος ἐκείνου φέρων. ὧν κομισθέντων οὕτως

396
ἀνεθάρσησαν, ὥστε ἄμ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βροῦτος δ’ ἐκ παρατάξεως μαχέσασθαι οὐκ ἐβούλετο, θορυβεῖν δὲ καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο τοὺς πολεμίους. καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν. ἐπεὶ δ’ ἔγνω τινὰς αὐτομολοῦντας τῶν αὐτοῦ πρὸς τοὺς ἐναντίους, δείσας μὴ καὶ πλέον τι νεωτερισθῇ, συμμίξαι ἔγνω αὐτοῖς. πολλῶν δ’ αἰχμαλώτων ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντων, μὴ ἔχων [*](P) ὅπως αὐτοὺς διάθηται κατὰ τὸν τῆς μάχης καιρόν, τὸ μὲν δουλικὸν πλῆθος ἀναιρεθῆναι κεκέλευκε, τῶν δ’ ἐλευθέρων τοὺς μὲν φανερῶς ἀπέλυσε, τοὺς δὲ κρύπτων καὶ συνεκπέμπων ἔσωζεν, ὁρῶν τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, καίτοι τῶν ἐναντίων τοὺς ζωγρηθέντας τῶν αὐτοῦ στρατιωτῶν ἀποκτεινάντων.

Κατὰ δὲ τὴν ἐσπέραν, ὅτε τῇ ἐπιούσῃ μαχέσασθαι ἔμελλον, τὸ φάσμα ἐφάνη τῷ Βρούτῳ ὃ καὶ πρῴην ἐξ Ἀσίας διαβαίνων νυκτὸς ἐθεάσατο· ἦν δὲ τοιοῦτον. νὺξ ἦν βαθεῖα καὶ φῶς οὐ πάνυ λαμπρὸν ἐν τῇ σκηνῇ αὐτοῦ ὑπαυῆπτο· ὁ δ' ἠγρύπνει σκοπῶν τι καὶ λογιζόμενος. ἔδοξεν οὖν εἰσιέναι τινὰ τὴν [*](C) σκηνήν, καὶ ἀπιδὼν πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος σιωπῇ παρε- στῶτος αὐτῷ. ἐρόμενος δέ ‘‘ τίς ποτ’ ὣν ἢ τί βουλόμενος μένος ἥκεις; ἤκουσεν ἐξ ἐκείνου ‘‘ὁ σός εἰμι, Βροῦτε, δαίμων κακός, ὄψει δέ με περὶ Φιλίππους. καὶ ὁ Βροῦτος ἀπτοήτως ‘‘ὄψομαι’’ εἶπε. τοῦτο οὖν αὖθις τὸ φάσμα ἑώρακε τὴν αὐτὴν ἐπιδειξάμενον [*](Cap. 20. Plutarchi Brutus C. 13, 36, 48—53. Dionis Historiae Romanae 1. 47 c. 48 et 49.)

397
ὄψιν, οὐδὲν μέντοι φθεγξάμενον, ἀλλ’ οἰχόμενον. καὶ ἀετοὺς δύο φασὶν ἐν μεταιχμίῳ τῶν στρατοπέδων συμπεσόντας ἀλλήλοις μάχεσθαι τότε, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. Συμβαλὼν οὖν τοῖς ἐναντίοις καὶ αὐτὸς ἡττήθη. [*](D) τό τε γὰρ ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἐνέκλινε, κἀκ τούτου καὶ τὸ ἱππικὸν καίτοι γενναίως μαχόμενον ἐνέδωκεν. ἐνταῦθα καὶ Μάρκος ὁ Κάτωνος υἱὸς ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων ταττόμενος οὐκ εἶξε καταπονούμενος οὐδὲ ἔφυγεν, ἀλλὰ χρώμενος τῇ χειρὶ καὶ φράζων ὅστις εἴη καὶ πατρόθεν ἑαυτὸν ὀνομάζων ἔπεσεν ἐπὶ πολλοῖς τῶν πολεμίων νεκροῖς. ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.

Λουκίλλιος δέ τις ἀνὴρ ἀγαθὸς ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐλαύνοντας ῥύδην ἐπὶ τὸν Βροῦτον, αὐτὸς ἔφη Βροῦτος εἶναι καὶ ἄγειν ἐδεῖτο ἐπὶ τὸν Ἀντώνιον, ὡς τάχα τὸν Καίσαρα δεδοικώς. οἱ ἦγον τὸν ἄνδρα, ἀγγέλους προπέμψαντες. ἐπεὶ δ’ ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος διηπόρει ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθείς ‘Μάρκον μέν’ εἶπε ‘‘Βροῦτον, Ἀντώνιε, οὐδεὶς ᾕρηκεν οὐδ’ ἂν ἕλοι πολέμιος. μὴ τοσοῦτον κρατήσειεν σειεν ἡ τύχη τῆς ἀρετῆς. εὑρεθήσεται δὲ ζῶν ἐκεῖνος ἤπου καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ. θαυμάσας δὲ ὁ Ἀντώνιος τοῖς αὐτὸν ἄγουσι στρατιώταις ἔφη ‘‘χαλεπῶς, ὦ συστρατιῶται, φέρετε τὴν ἀπάτην ἴσως· ἀλλ’ ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας ᾑρηκότες · πολέμιον γὰρ ζητοῦντες φίλον ἡμῖν [*](P) κομίξετε.

Βροῦτος δὲ πρός τι χωρίον ὑλῶδες κατηντηκὼς

398
ἤδη σκότους ὄντος, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων ὄντων, εἰς τὸν οὐρανὸν ἀναβλέψας ἀνεφθέγξατο
  • Ζεῦ, μὴ λάθῃ σε τῶνδ’ ὃς αἴτιος κακῶν.
  • τοῦτον τὸν στίχον εἰπεῖν αὐτὸν ὁ Πλούταρχος ἀναγράφει· ὁ δέ γε Δίων ταὐθ’ ἱστορεῖ τότε τὸν Βροῦτον εἰπεῖν ‘‘ὦ τλᾶμον ἀρετά, ἄλλως ἄρ’ ἧσθα λόγος, [*](C) ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν, σὺ δ’ αὖ ἐδούλευες τύχῃ.’’ εἰπόντος δέ τινος ὡς δεῖ φεύγειν, ‘‘πάνυ μὲν οὖν’’ ἴφη ‘‘φευκτέον, ἀλλὰ διὰ τῶν χειρῶν, οὐ διὰ τῶν ποδῶν.’’ καὶ τοῦτο εἰπὼν καὶ τῷ ξίφει ία γυμνῷ ἐπιπεσὼν ἐτελεύτησε. τὸν δὲ τούτου νεκρὸν Ἀντώνιος ἀνευρὼν τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιέβαλε.

    Πορκία δὲ ἡ τοῦ Βρούτου γυνή, Κάτωνος δὲ θυγάτηρ, φυλαττομένη καὶ μὴ ἐωμένη ἑαυτὴν λεῖν, ἄνθρακας ἐκ τοῦ πυρὸς ἁρπάσασα καὶ καταπιοῦσα ἀπέθανε. περὶ ἧς ὁ Πλούταρχος ἔγραψεν ὡς πρὸ τῆς τοῦ Καίσαρος τοῦ προτέρου σφαγῆς ὁρῶσα τὸν ἄνδρα σύννουν καὶ μεστὸν ταραχῆς ἀήθους, καί [*](D) τι βούλευμα κατανοήσασα παρ’ ἑαυτῷ θάλποντα δυσεξέλικτον, οὐ πρότερον αὐτὸν περὶ τῶν ἀπορρήτων ἀνήρετο πρὶν ἢ λαβεῖν διάπειραν ἑαυτῆς. λαβοῦσα γάρ, φησί, μαχαίριον, τομὴν βαθεῖαν λάθρᾳ ἐπήνεγκε τῷ μηρῷ, ὡς μετὰ μικρὸν ὀδύνας ἐπιγενέσθαι νεανικὰς καὶ φρικώδεις ἀναφθῆναι πυρετοὺς ἐκ τοῦ τραύματος. ἀγωνιῶντος δὲ τοῦ Βρούτου ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα ἴφη αὐτῷ ‘‘ἐγώ, Βροῦτε, οὐχ ὡς αἶ παλλακευόμεναι κοίτης μεθέξουσα καὶ τραπέζης μόνον ἐδόθην σοι, ἀλλὰ κοινωνὸς εἶναι καὶ ἀγαθῶν καὶ ἀνιαρῶν. τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα, τῶν δὲ παρ’ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις εἰ [*](17 Πλούταρχος] Bruti c. 13.)

    399
    μήτε πάθος ἀπόρρητον συνδιοίσω σοι μήτε φροντίδα πίστεως δεομένην; οἶδ’ ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ' ἔστι τις καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς. ἐμοὶ δὲ τὸ Κάτωνος εἶναι θυγατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν. οἶς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δ’ ἐμαυτὴν ἔγνωκα καὶ πρὸς πόνον ἀήττητον εἶναι. ταῦτ’ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ’ ἐκπλαγεὶς ἐπηύξατο δοῦναι τοὺς θεοὺς κατορθοῦντα τὴν πρᾶξιν ἄνδρα