De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

οὐκ ἄρα δεῖ μαργαρίτας μὲν τὰ μυστικώτερα τῶν μαθημάτων ἐκλαμβάνειν ἐνταῦθα, χοίρους δὲ τοὺς ἀσεβεῖς, οὐδὲ τό μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν τῶν χοίρων‘ εἰς τό »μὴ παραβάλητε τοῖς ἀσεβέσι καὶ ἀπέστοις τὰ μυστικὰ καὶ τελειοποιὰ τῆς εἰς Χριστὸν πίστεως διδάγματα« παραλαμβάνειν· ἀλλὰ μαργαρίτας μὲν τὰς ἀρετὰς ἐκδέχεσθαι χρή , αἶς ὥσπερ πολυτίμοις μαργαρίταις ἡ ψυχὴ καθωραΐζεται, μὴ παραβαλεῖν δὲ αὐτοὺς τοῖς χοίροις τουτέστι μὴ παραβαλεῖν αὐτὰς τὰς ἀρετάς, οἷον ἁγνείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀλήθειαν, δὴ μὴ παραβαλεῖν ταῖς μαχλώσαις ἡδοναῖς χοίροις γὰρ ἐοίκασιν ἕνα μὴ τὰς ἀρετὰς αὑται καταφαγοῦσαι χοιρώδη βίον καὶ πολυπαθῆ τὴν ψυχὴν βιοτεύειν παρασκευάσωσιν.