De Resurrectione
Methodius
Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917
Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν καὶ κατεργάζεσθαι, διὰ τό »οὐ γὰρ ὅ θέλω ποιῶ« λελέχθαι »ἀγαθόν, ἀλλ’ ὅ οὐ θέλω κακόν, τοῦτο πράσσω«, ἀξιώσομέν που, εἰ ἀληθῆ γέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὅ ἐμίσει ὁ ἀπόστολος καὶ ὃ οὐκ ἐβούλετο μὲν ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθὸν ὅ μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλ’ ἀντιστρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις, οὐ τὸ ἀγΜὸν ὅ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὅ μὴ ἤθελεν ἐποίει.
ἦρά γε οὐ θέλων εἰδωλολατρεῖν, ἀλλὰ θεολα- τρεῖν, ὅ μὲν ἤθελε θεολατρεῖν οὐκ ἠδύνατο, ὅ δὲ μὴ ἤθελεν εἰδωλο- [*](3 Psal. 19, 13. 14 — 6 II Kor. 10, 4. 5; vgl. S. 338, 14 — 9. 13 Plato Pol. 610 C — 12 Rom. 7, 19) [*](1 οὐ θέλω ἐνν. < S | θέλων Ph | ἐνν. οσα] ἐννοούμενος ἃ Ph | μὴ ἤθελεν S | ἐπισκέψασθε Ph Ausgg. 2 δεῖ + S | διὰ ταῦτα αὐτὰ] »von « S | αὐτὰ < V | καὶ . . ἐνετ. τ. θεῷ < S 2f δυσχαιραίνων U 3 τὸ λογίζ. V | καὶ αὐτὸν < S | ἅ μὴ θέλων ἅ μὴ ἤθελεν S (wahrsch. die Verdoppelung bei der Übers.) 4 ἐὰν — ἔσομαι καὶ Ζ. 5] »und bald « S 6 ὁ αὐτὸς δὲ S | ἐν ἑτέρῳ] ἑτέρους δὲ S 7 καθαιρ. S 104: φησί + S | καὶ πᾶν — θεοῦ Ζ. 8] »und bald « S 9 ὁμόσαι V: < Pha | ὁμόσε τ. λ. ἰέναι < S | τῷ λόγῳ] U 152v | τολμᾶ ἀποκρίνεσθαι εἰπεῖν?) S 10 διδάσκοι V Ph: »redet« S | ὡς — ἀξιώσομεν Ζ. 13] »nicht nur von Gedanken, sondern vom (o am Rd. in Sa: na »auf« S) Tun habe dies der Apostel « S 10f ὁ < Ph) μιδ.] νομιοῦμεν V 11 πράττομεν Phb: U | ποιεῖν Ph 11 f αὐτὸ nach κατ. Ph 12 καὶ V Ph τὸ Ph: τοῦ U: τοῦτο V ἀγ. λελέχθαι Ph 13 ἀλλὰ U | ἀξιώσωμεν U Ph b : V | εἰ] γὰρ übersetzt S 14 μὲν schon nach ἐμίσει Ph: < S 15 o vor οὐχ < U Ph | ἠβούλετο VU | ἐποίει δέ] καὶ τοῦτο ἐποίει S | καὶ τὸ — ἐποίει δὲ Ζ. 16 < Pha S | τὸ < U 16 ἀλλὰ U 17 f ἤθελεν ἐποίει, ἀλλὰ Ph | 18 ἆρά γε — κορυφαιότατον S. 336, 14 < Ph | ἆρά γε Jh: ἄρα γὰρ VU: ἆρα γοῦν? S 18f ἀλλὰ θεολατρεῖν < V 19 ἐδύνατο, ἢ V)
καὶ μὴν αὐτὸς ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάντας εἰς τὸ μὴ ἀνομεῖν οὐ μόνον τοὺς ποιοῦντας καὶ ἐπιτηδεύοντας τὰ ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς ἁμαρτίας ἐν ἡμῖν τὸ δίκαιον ἀσκεῖσθαι διαμιλλώμενος. Πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς σαρκός.
πολλάκις γοῦν ἐν ταῖς ἐπιστολαῖς άναφανδὸν αὐτὰ δὴ ταῦτα διδάσκων ἡμᾶς ὑπεκτρέπεσθαι καὶ μισεῖν »μὴ πλανᾶσθε· οὔτε πόρνοι« βοᾷ »οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἄρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι«. καὶ τὸ κορυφαιότατον, εἰς τὸ παν- τάπασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρέπων »μιμηταί μου« ἀποφαίνεται »γίνεσθε καθάπερ κἀγὼ Χριστοῦ«.