De Resurrectione
Methodius
Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917
τί δήποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον. ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἀλλὰ καὶ ὡς θέλει καὶ ὅε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.
οὐκοῦν εἶναι τὸν ἄνθρωον ἄνθρωπονθέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θέλων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος ἄνδρωπος παρὰ τὸν ἄνθρωπον, ἀλλὰ μετὰ σώματος, ἴνα μὴ ἄλλος ἄνθρωπος παρὰ τὸνἄνθρωπον γενηθῇ.
δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι, ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος· »ἔκτισε« γάρ φησιν ἡ Σοφία »τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρςίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐπίησεν αὐτόν«. οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.