De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω ὡς τούτων ἑτέρως λεχθέντων. ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτηνἀθανασίας δεκτικήν, ὄντως ἀνοίας ὑπεύθυνος ὢν νόσῳ βλασφημεῖ.

διὰ τί γὰρ μετὰ τὴν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυόμενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦν μετὰ σώματος εἰς τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον; ὡς δυναμένου γὰρ αὐτοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίγνεται.

φησὶ γάρ· »καὶ ἐποίησε κύριος ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῆ γυναικὶ αὐτοῦ χιτ[νας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. καὶ εἶεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἶς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ζήλου τῆς ζωῆς καὶ καὶ φάηῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. καὶ ἐξαπέσταειλεν ἀυτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆυν, ἐξ ἧς ἐλήφθη, καὶ ἐξέβαλε τὸν Ἀδάμ«.