De Resurrectione
Methodius
Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917
σῶμα μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι· ἀλλ᾿ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.
Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν. καὶ πρῶτόν γε τὰ ἐν τῷ Ἰεζεκιήλ, [ἐπὶ τὸ ὅσον] ἐφ᾿ ὅσον βούλονται οἱ ἁπλούστεροι, κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων.
ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γἀρ εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ »ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην« καί »ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μοῦ« καί »ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μοῦ«, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν.