Historia Ecclesiastica
Gelasius
Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.
κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον πολλαὶ προσθῆκαι τοῖς ἀποστολικοῖς ἐγίνοντο κηρύγμασιν. εἰ γὰρ καὶ Ματθαῖος Πάρθοις ἐκήρυξε κοὶ Βαρθολομαῖος Αἰθίοψι καὶ Θωμᾶς τοῖς τῆς μεγάλης Ἰνδίας Ἰνδοῖς, ἀλλὰ τοῖς πόρρω Ἰνδοῖς Πάρθων καί τισιν ἔθνεσι πλησιοχώροις αὐτῶν οὔπω ἠν ὁ περὶ Χριστοῦ λόγος γνώριμος.
γίνεται οὐν πρὸς ἀπομίμησιν Μητροδώρου φιλοσόφου τινός, ἐκπερινοστήσαντος πάντα σχεδὸν τὰ ἔθνη ἱστορίας ἕνεκα, Μερόπιον τοὔνομα τινὰ ἄνδρα Τύριον, ἐν φιλοσόφοις ἐπίσημον, τὴν αὐτὴν τοῦ Μητροδώρου ἱστορίας χάριν ὑπεισελθεῖν πραγματείαν, ὃς ἐπήγετο παῖδας συμφυεῖς δύο, μεμυημένους μὲν εἰς ἄγαν πᾶσαν τὴν τῶν πραγμάτων παιδείαν, σπουδὴν δὲ ἔχοντας <εἰς> ἱστορίας ἁπάσης παρακαλέσαντας αὐτὸν τὸν φιλόσοφον Μερόπιον μεθ᾿ ἑαυτοῦ αὐτοὺς παραλαβεῖν· ὡν ὁ μὲν εἷς Φρουμέντιος τοὔνομα, ὁ δὲ ἕτερος Αἰδέσιος.
ἐπειδὴ δὲ ἔθος καὶ νόμος ἠν τοῖς ἐκεῖσε βαρβάροις τοὺς σπονδαῖς τῆς εἰρήνης τῆς πρὸς αὐτοὺς μὴ στοιχοῦντας Ῥωμαίους τοὺς ἀφ΄ ἡμῶν παρ΄ αὐτοῖς εὑρισκομένους ἀναιρεῖν, συνέβη καὶ τότε κατὰ κράτος λελύσθαι τὰς σπονδὰς ἑκατέρων, ἐν ᾡ καιρῷ ὁ Μερόπιος τὴν ἐνδοτάτην Ἰνδίαν ἱστόρησεν ἅμα Φρουμεντίῳ καὶ Αἰδεσίῳ.
στενω- θέντες γοῦν τῇ τῶν ἀναγκαίων λήψει, μάλιστα ὕδατος, ἀπάραντες ἐκ τῆς χώρας καὶ τῇ θαλάσσῃ προσπλέοντες, προσορμίζονται τοῖς κατὰ τοὺς ἐκείνους ἐκείνους τοὺς ἐνδοτάτους διαφέρουσι τόποις, μὴ δυνηθέντες προβῆναι ἀνέμων ἐναντιότητι κωλυθέντες. καὶ δὴ ἐπὶ ἡμέρας τινὰς λανθάνοντες ἦσαν ἐκεῖσε, ἐκ τῆς αὐτόθι γῆς ποριζόμενοι τὰς χρείας τοῦ σώματος.
ἐν μιᾷ δὲ τῶν ἡμερῶν <τῶν> παίδων ὑπό τι ἐνδρον ἐπαδολεσχούντων ἀναγνώσμασιν, ἐπιστάντες οἱ βάρβαροι κατέσφαξαν σὺν τῷ Μεροπίῳ ἅπαντας πλὴν τῶν προρρηθέντων παίδων Φρουμεντίου κοὶ Αἰδεσίου, οὓς ἰδόντες καὶ εἰς ἐλθόντες ὡς ἅτε παίδων ἐφείσαντο, καὶ δῶρον αὐτοὺς τῷ οἰκείῳ βασιλεῖ προσήγαγον· ὧν εὐθὺς τὸν Φρουμέντιον, αἰσθόμενος αὐτοῦ [*](2—7 vgl. Rufin Χ 8 p. 971 Ζ. 5ff — 8—S. 150, 22 vgl. Rufin X 9f p. (erweitert)) [*](A2) [*](6 ἑαυτῷ A2 se deo subiecerat Rufin 1 7 corr. Hei. 28 ἐναντιότητι dem Wort ist mehrfach herumcorrigiert Α2 30 corr. Holl)
ἐν τούτοις ὄντων αὐτῶν καὶ προκοπτόντων αὐτῶν ὁσημέραι γίνεται τὸν βασιλέα τὸν ἀνθρώπινον ὑπεξελθεῖν βίον, ἀφέντα υἱὸν κομιδῇ νήπιον, τῆς οἰκείας βασιλείας διάδοχον νεύματι τοῦ μεγάλου τῶν Ἰνδῶν βασιλέως.
γίνονται τοίνυν οἱ περὶ Φρουμέντιον ἐφεξῆς πάσης τῆς βασιλείας τοῦ παιδὸς ἐπίτροποι, τῆς μητρὸς αὐτοῦ πάντων αὐτοὺς προθεμένης τὴν ἐξουσίαν ἔχειν διὰ τρόπων γνησιότητα καὶ πεῖραν πραγμάτων βιωτικῶν. εἶχον γὰρ σὺν τῇ φύσει καὶ γνῶσιν, προτριβέντες μάλιστα παιδείᾳ τε καὶ ξενιτείᾳ, δι᾿ ὡν μάλιστα καὶ τοῖς νέοις κατάστασις πρεσβυτέρων προσγίνεται.
ἐπειδὴ τοίνυν ἠσαν καὶ εὐσεβεῖς, πίστει τε τῇ πρὸς τὸν θεὸν διαπρέποντες ἁπάσῃ τε φιλανθρωπίᾳ τοὺς πολλοὺς ὑπερακοντίζοντες, γῆν τε καὶ θάλασσαν ἐπῄεσαν, τὰ τῆς βασιλείας τοῦ παιδὸς ἰθύνοντες πράγματα τοῖς τε πλησιοχώροις προσέταττον, ἵνα τοὺς ἐπιξενουμένους Ῥωμαίων πρὸς αὐτοὺς φέρωσιν, ἐπίγνωσιν τοῦ θεοῦ δέ αὐτῶν τοῖς Ἰνδοῖς ἐγκατασπεῖραι προμηθούμενοι.
εἰχον γὰρ καὶ τὸν καιρὸν προσυπακούοντα· τότε δῆτα ἀνευρόντες τινὰς προτρέπονται τοῖς ἔθεσι Ῥωμαίων χρησαμένους εὐκτήρια ποιεῖν καὶ οἴκους ἐκκλησιῶν δείμασθαι πρὸς συναθρισμὸν τῶν τὴν τοῦ θεοῦ ἐπίγνωσιν ὑποδεχομένων, εἰ καὶ μὴ δύναιντο θυσιαστήρια πηγνύναι τῷ μὴ παρεῖναι αὐτοῖς αὐθεντίαν ἱερωσύνης.
γίνεται γοῦν ἐκ τούτου πρόφασις τοῖς ἐπέκεινα Ἰνδοῖς θεογνωσίας λίαν τοῦ Φρουμεντίου εὐεργεσίαις καὶ θωπείᾳ παραινέσεσι φιλοτίμως αὐτοῖς προσιόντος.
Ὡς δὲ ἠνδρύνθη τὸ βασιλικὸν παιδίον, οὗπερ τὴν ἐπιτροπείαν τῆς βασιλείας ἐποιοῦντο, εἰς αὔξησιν μεγίστην ἐπιδόντος αὐτοῦ, αἰτοῦσιν αὐτοὶ χάριν αὐτὸν τὴν ἐπὶ τὰ οἰκεῖα ἐπάνοδον αὐτοῖς χαρίσασθαι. τοῦ δὲ βασιλέως σὺν τῇ μητρὶ πολλαῖς παρακλήσεσι λιπαροῦντος καὶ κρατοῦντος καὶ μὴ ἀπολύοντος, ὁ Φρουμέντιος ἔφασκε σφόδρα λυπεῖσθαι αὐτοὺς περὶ τούτου· διὸ κατηνάγκασαν τόν τε βασιλέα καὶ τὴν τούτου μητέρα ἐπιδοῦναι τὸ ἀπολυθῆναι αὐτούς· οἱ δὲ μετὰ πλείστης ὅσης θλίψεως ἐπένευσαν, ὡς δεσπότῃ γὰρ τῷ Φρουμεντίῳ ἀντειπεῖν οὐκ ἐβούλοντο.
οἱ δὲ παραδεδωκότες ἅπαντα τῷ παιδὶ καὶ τῇ τούτου μητρὶ τὰ ἐγχειρισθέντα αὐτοῖς τῆς βασιλείας πράγματα, ἐξῄεσαν τῆς Ἰνδίας σὺν τιμῇ πολλῇ τὴν ἐπὶ τὰ οἰκεῖα πορείαν ποιούμενοι.
τότε οὖν ὁ μὲν Αἰδέσιος τὴν Τύρον κατείλη- [*](A2) [*](5 οἰκείας Cer.] οἰκίας Α2 17 καιρὸν am Rand von 2. Hd. Α2 25 ἠνδρύνθη corr. von 1. Hd. (?) aus ἰδρύνθη Α2 36 οὖν + τότε A2)
τότε δῆτα ὁ μέγας Ἀθανάσιος σφόδρα σοφῶς καὶ συνετῶς τοῖς εἰρημένοις προσέχων, λέγει τῷ Φρουμεντίῳ· »καὶ τίνα εὑρήσομεν ἄλλον τοιοῦτον ἄνδρα, ἐν ᾡ πνεῦμα θεοῦ ἐν αὐτῶ̣ κατὰ σὲ, ἀδελφέ, τὸν δυνάμενον ταῦτα ὀρθῶς διακελεύσασθαι καὶ τὰς ἐκκλησίας ὡς ἔνι μάλιστα τὰς ἐκεῖσε ἰθύνειν«; καὶ χειροτονήσας αὐτὸν ἐπίσκοπον κελεύει πάλιν εἰς Ἰνδοὺς ἀποδημῆσαι καὶ τὰς ἐκεῖσε ἐκκλησίας καθιερῶσαι καὶ αὐτόθι λαοῦ προμηθεῖσθαι.
Πλείστη δὲ τοῦ θεοῦ χάρις προσετέθη μετὰ τὴν χειροτονίαν τῷ ἀνδρί, τὰς ἀποστολικὰς ἀφιέντι ἀκτῖνας. φθάσας γὰρ τὴν προρρη- θεῖσαν ἐνδοτάτην Ἰνδίαν, ἐπὶ σημείοις καὶ δυνάμεσι τὸ τοῦ Χριστοῦ βεβαιῶν εὐαγγέλιον, πολλὰ πλήθη τῶν Ἰνδῶν ἐπὶ τὴν τοῦ Χριστοῦ ἀληθῆ πίστιν ἐφείλκυσε, γνησιώτατα αὐτῶν τὸν θεῖον δι᾿ αὐτοῦ παραδεξαμένων λόγον. διὸ καὶ ἐκκλησίαι καὶ χειροτονίαι εἰς πλῆθος ηὔξησαν ἐν ἐκείνοις τοῖς ἔθνεσι.
ταῦτα ἡμῖν ὁ Αἰδέσιος ἐν τῇ Τύρῳ παραμείνας διηγήσατο· πρεσβύτερος γὰρ τῆς αὐτόθι ἐκκλησίας γενόμενος ἐν αὐτῇ παρέμεινεν ἕως τῆς τοῦ βίου τελευτῆς.
Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ οἱ πρὸς τῇ κατὰ Πόντον γῇ Ἴβηρές τε καὶ Λαζοὶ τὸν τοῦ θεοῦ ἐδέξαντο λόγον, μήπω πρὸ τούτου εἰς αὐτὸν πεπιστευκότες. τοῦ δὲ μεγίστου ἀγαθοῦ τούτου αἰτία κατέστη γυνή τις παρ᾿ αὐτοῖς αἰχμάλωτος οὖσα, ἄκρον δὲ βίον μετερχομένη δι᾿ ἐγκρατείας τε καὶ τῶν ἄλλων ἀγαθῶν ἔργων πάντας αὐτοὺς εἰς ἔκστασιν ἡγεν.
ὡς δὲ τὴν αἰτίαν διεπυνθάνοντο τῆς τοσαύτης αὐτῆς ἀσκήσεως, ἁπλότητι μὲν ἡ ἁγία ἐκείνη γυνὴ λέγει· »διὰ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ«. οὐδένα μέντοι ἐκ τούτου εἰς πίστιν ἔφερεν τῆς εὐσεβείας, ἐθαύμαζον δὲ μόνον τὴν γυναῖκα, καὶ τῷ ξένῳ βίῳ αὐτῆς προσέχοντες πολλὰ ἐλογίζοντο.
ἀλλ᾿ ἐπειδὴ ἔθος ἦν αὐτοῖς, εἴπερ νήπιον εἶχον ἀσθενείᾳ περιπεσόν, περιτρέχοντας αὐτοὺς πρὸς [*](20 auch die Quellenangabe wörtlich bei Rufin — 24—S. 154, 19 vgl. Χ 11 p. 973ff) [*](A2) [*](2 εἴη Ltz εἶναι Α2 | γινόμενον Α2 | zu θεῖον vgl. opus dominicum Ruf. θεὸν Α2 23 γυναικὸς + κατὰ τοῦ θεοδωρίτου Α2 25f τούτου aus τούτους, ς von 1. Hd. gestrichen A2)
ἡ δὲ πρὸς τῇ θύρᾳ ἑστώσῃ σὺν τῷ παιδαρίῳ τῇ γυναικὶ ἴφη· »οὐδὲν ἐγὼ τῷ παιδαρίῳ δυνήσομαι βοηθῆσαι, τὸν δὲ Χριστόν, ἃν ὑμῖν εἶπον πολλάκις, οἶδα δυνατὸν εἶναι καὶ νεκροὺς ἀνιστᾶν καὶ τοῖς ἀπηγορευμένοις χορίζεσθαι ἴασιν«. ἡ δὲ τοῦ παιδὸς μήτηρ καθικέτευε τὴν αἰχμάλωτον. τότε οἴκτῳ τῆς δεομένης κινηθεῖσα τὸ νήπιόν τε τῷ σάκκῳ τῷ ἑαυτῆς περιβαλοῦσα, προσευξαμένη τῷ θεῷ ἀπέδωκεν αὐτὸ τῇ μητρὶ ὑγιές.