Historia Ecclesiastica
Gelasius
Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.
Περὶ τῶν ἐν αἷς προεβλήθησαν ἐκκλησίαις οὐκ ἐμμενόντων. ὅσοι ῥιψοκινδύνως, μήτε τὸν φόβον τοῦ θεοῦ πρὸ ὀφθαλμῶν ἔχοντες μήτε τὸν ἐκκλησιαστικὸν κανόνα εἰδότες, ἀναχωροῦσι τῆς ἐκκλησίας, πρεσβύτεροι ἢ διάκονοι ἢ ὅλως ἐν τῷ κλήρῳ ἐξεταζόμενοι, οὐτοι οὐδαμῶς δεκτοὶ ὀφείλουσιν εἶναι ἐν ἑτέρᾳ ἐκκλησίᾳ, ἀλλὰ πᾶσαν αὐτοῖς ἀνάγκην ἐπάγεσθαι χρὴ ἀναστρέφειν εἰς τὰς ἑαυτῶν ἐπιμένοντας δὲ ἀκοινωνήτους εἶναι προσήκει. εἰ δὲ καὶ τις ὑφαρπάσαι τὸν τῷ ἑτέρῳ διαφέροντα καὶ χειροθετήσει ἐν αὐτοῦ ἐκκλησίᾳ μὴ συγκατατιθεμένου τοῦ ἐπισκόπου, οὗ ἀνακεχώρηκεν ὁ ἐν τῷ κανόνι ἐξεταζόμενος, ἄκυρος ἔστω ἡ χειροθεσία.
Περὶ κληρικῶν τοκιζόντων. ἐπειδὴ πολλοὶ ἐν τῷ κανόνι ἐξεταζόμενοι τὴν πλεονεξίαν καὶ τὴν αἰσχροκέρδειαν διώκοντες ἐπελά- [*](A1H V1P3 M2P1P2) [*](1 κοινωνίας ἐπιζητούντων μετασχεῖν M2P1P2 3 ἐξοδεύει Α1 4 καὶ2 — 5 τασχὼν > M2P1P2 so auch vulg. Text 6 οὖν > HV1P3 7 μετασχεῖν + δοκιμασίας Α1 13 ἑτέραν] πόλιν H 15 παρὰ] περὶ HP3 16 μὴ > HP2 19 πράγματι + τοιούτῳ Balf. nach vulg. Text 19f ἀποκαταστήσεται 24 εἰδότες κανόνα ~ Α1 29 τις > P3 | τὸν + ἐν P2 30 ἑαυτοῦ V1P3 | συγκαταθεμένου V1 31 ὁ > M2 32 πειδὴ (die Initiale vergessen) A1)
Περὶ πρεσβυτέρων λαμβανόντων παρὰ διακόνων τὴν εὐχαριστίαν. ἦλθεν εἰς τὴν ἁγίαν καὶ μεγάλην σύνοδον, ὅτι ἔν τισι ἢ πόλεσι πρεσβυτέροις τὴν εὐχαριστίαν οἱ διάκονοι διδόασιν· ὅπερ οὔτε ὁ κανὼν οὔτε ἡ συνήθεια παρέδωκε, τοὺς ἐξουσίαν μὴ ἔχοντας προσφέρειν τούτους τοῖς προσφέρουσι διδόναι τὸ σῶμα τοῦ Χριστοῦ. κἀκεῖνο δὲ ἐγνωρίσθη, ὅτι ἤδη τινὲς τῶν διακόνων καὶ πρὸ ἐπισκόπων τῆς εὐχαριστίας ἅπτονται. ταῦτα οὐν πάντα περιῃρήσθω, καὶ ἐμμενέτωσαν οἱ διάκονοι τοῖς ἰδίοις μέτροις, εἰδότες ὅτι τοῦ μὲν ἐπισκόπου ὑπηρέται εἰσί, τῶν δὲ πρεσβυτέρων ἐλάττους τυγχάνουσι. λαμβανέτωσαν δὲ κατὰ τάξιν τὴν εὐχαριστίαν μετὰ τοὺς πρεσβυτέρους ἢ τοῦ ἐπισκόπου αὐτοῖς διδόντος ἢ τοῦ πρεσβυτέρου. ἀλλὰ μήτε καθῆσθαι ἐν μέσῳ τῶν πρεσβυτέρων ἐξέστω τοῖς διακόνοις· παρὰ κανόνα γὰρ καὶ παρὰ τάξιν ἐστὶ τὸ γινόμενον. εἰ δὲ τις μὴ θέλοι πειθαρχεῖν, καὶ μετὰ τοὺς ὅρους πεπαύσθω τῆς διακονίας.
Περὶ τῶν ἐκ Παύλου τοῦ Σαμοσατέως προσελθόντλων ἢ προσιόντων τῇ καθολικῇ ἐκκλησίᾳ. περὶ τῶν Παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ ἐκκλησίᾳ ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. εἰ δέ τινες ἐν τῷ παρεληλυθότι χρόνῳ ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν ἄμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν, ἀναβαπτισθέντες χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς ἐκκλησίας ἐπισκόπου· εἰ δὲ ἀνακριθέντες ἀνεπιτήδειοι εὑρίσκονται, καθαιρεῖσθαι αὐτοὺς προσήκει. ὡσαύτως δὲ καὶ περὶ τῶν διακόνων καὶ ὅλως περὶ τῶν έν τῷ αὐτῷ κανόνι ἐξεταζομένων ὁ αὐτὸς τύπος παραφυλαχθήσεται.
[*](1 Psal. 14, 6 A1H V1P3 M2P1P2)[*](5 ἡμιολίας] ὁμιλίας P2 6 ἀλλότριον P3 | ἔσται τοῦ κανόνος ~ A1 7 τὴν > M2P1P2 9 πρεσβυτέροις > V1 9f ὅπερ οὔτε A1V1P3 οὔτε δὲ ὅπερ > H 11 προφέρειν M2 | τούτοις A1H 13 πάντα δὲ ταῦτα M2 πάντα οὐν ταῦτα ~ P1P2 18 ἐξέσται Μ2P1P2 20 θέλει A1 21 f Die Überschrift im Text H 21 σαμωσατέως P2 | προελθόντων Α1 23 ἐκτίθεται H 24 αὐτοὺς > P2 | τινες — S. 120, 6 θειοτάτου > folgt aber innerhalb des folgenden nach ἀταξίας ἐμποιῆσαι (S. 122, 21 f) P1 | παρεληθότι M2P1 25 ἐξετάσθησαν HV1P3 29 ἐν > V1P3 | φυλαχθήσεται V1P3)ἐμνήσθημεν δὲ καὶ τῶν διακονισσῶν τῶν ἐν αὐτοῖς, τῶν ἐν τῷ σχήματι ἐξετασθεισῶν, ἐπεὶ μήτε χειροθεσίαν τινὰ ἔχουσιν, ὡς ἐξάπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξετάζεσθαι.
Περὶ τῶν ἐν κυριακῇ γόνυ κλινόντων. ἐπειδὴ εἰσί τινες ἐν τῇ κυριακῇ γόνυ κλίνοντες καὶ ἐν ταῖς τῆς πεντηκοστῆς ἡμέραις, ὑπὲρ τοῦ πάντα ὁμοίως ἐν πάσῃ παροικίᾳ ὁμοφρόνως φυλάττεσθαι ἑστῶτας ἔδοξε τῇ ἁγίᾳ συνόδῳ τὰς εὐχὰς ἀποδιδόναι τῷ κυρίῳ.
Τούτους τοὺς εἴκοσι νόμους τὸ αὐτὸ ἅγιον αὐτῶν συνέδριον ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου καὶ πανευφήμου βασιλέως Κωνσταντίνου περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας ἐγράψαντο.
ἐβουλεύσαντο δὲ καὶ ἕτερον νόμον ἐκθέσθαι τινὲς τῶν ἐπισκόπων, ὃν ὁ ἐκώλυσε Παφνούτιος, περὶ οὗ ἀναγκαῖον ᾠήθην διηγήσασθαι μεγίστου θαύματος ἄξιον διήγημα. ἐδόκει τισὶ τῶν ἐπισκόπων νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν ἐν τῇ συνόδῳ <καὶ> ὡς περὶ τῶν τῆς ἐκκλησίας οὕτω καὶ τοῦτον ὁρίσαι.
Ἔγραφον οὖν περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους, εἴτε ἐπίσκοποι εἴτε πρεσβύτεροι εἴτε διάκονοι εἴτε ὑποδιάκονοι εἴτε τις τοῦ ἱερατικοῦ καταλόγου, συγκαθεύδειν ταῖς γαμεταῖς, ὃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο.
τούτων οὕτω διατυπουμένων, ἀναστὰς ἐν μέσῳ τοῦ ὄχλου τῶν ἐπισκόπων ὁ θεῖος Παφνούτιος μεγάλῃ τῇ φωνῇ ἐβόησε λέγων· »μὴ βαρύνετε τὸν ζυγὸν τῶν ἱερωμένων, τίμιος γάρ, φησίν, ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας τὴν ἐκκλησίαν μᾶλλον προσβλάψητε«, οὐ γάρ φησι πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν.
»οὐδείς, ὡς οἶμαι, φυλαχθήσεται ἐν τῇ σωφροσύνῃ τῆς ἑκάστου γαμετῆς τοῦ ἀνδρὸς στερουμένου. σωφροσύνην δὲ καλὴν καὶ τῆς νομίμου γαμετῆς ἑκάστου τὴν συνέλευσιν λέγω· μὴ μὴν ἀποζεύγνυσθαι ταύτην, ἣν ὁ θεὸς [*](13 —119, 6 Tgl. Socr. I 11 p. 88ff Sozom. I 23, 3f — 22 Hebr. 13 25 vgl. Matth. 19, 12 — 28 vgl. Matth. 19, 6 A1H V1P3 M2P1P2) [*](1 διακονισῶν M2P1 | ἐν2 + αὐτῶ M2P1P2 2 ἐξετασθεισῶν (fol. 34v) ἐπεὶ, aber am Kopf d. Seite die Überschrift von Kan. 20, die dann nicht wieder folgt H (vgl. 115, 24) 4 ἐν + τῇ P3 6 τούτου HSS 8 συνέδριον αὐτῶν ~ P2 10 ἐγράψατο HM2P1P2 | ἐβουλεύσατο Μ2 11 τινὲς > V1P3 13 τινὶ M2 14 corr. Ltz. 15 ὁρίσαι V1P3 ὡρίσθαι Α1 ὁρίσασθαι HM2P1P2 16 ἕκαστος P2 18 πρεσβύτεροι εἴτε διάκονοι εἴτε > Ρ3 22 βαρύνετε + λέγων M2P1P2 23 ἐν πᾶσι > M2P1P2 25 ὡς > H 27 übers. ῾wenn ihr der Mann geraubt ist’ στερουμένης M2P1P2 | σωφροσύνη H | καλὴν] καλὸν H καλεῖν P2 καλὴν von junger Hd. corr. in καλεῖν P3 28 τὴν > M2P1P2 | μὴ] οὐ A1)
κοὶ ταῦτα ἔλεγεν ὁ Παφνούτιος ἄπειρος ὢν γάμου διὰ τὸ νηπιόθεν ἀσκητηρίοις ἀναστρέφεσθαι αὐτόν. διὸ πεισθεὶς ὁ πᾶς τῶν ἐπισκόπων σύλογος τῇ τοῦ ἀνδρὸς συμβουλίᾳ ἀπεσίγησε περὶ τοῦ ζητήματος τούτου, τῇ γνώμῃ καταλείψαντες τῶν βουλομένων κατὰ συμφωνίαν ἀπέχεσθαι τῆς ἰδίας γαμετῆς.
Ταῦτα ἐπράχθησαν ἐπὶ τῆς ἁγίας καὶ μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας συναθροισθείσης. Εὐσέβιος δὲ κοὶ Θεόγνιος καὶ οἱ σὺν αὐτοῖς Ἀρειανοὶ οὐκ ἐνεγκόντες τὴν τῆς ἀληθοῦς πίστεως κρατυνθεῖσαν βεβαίωσιν ἔτι μὴν καὶ τὸν Ἄρειον ἀναθεματίσαι μὴ ἀνασχόμενοι, φωραθέντες καὶ αὐτις ἐπὶ τούτῳ ἐξορίᾳ ὑπέπεσον ψήφῃ τοῦ θεοφιλεστάτου βασιλέως καὶ κρίσει τῆς ἁγίας τῶν ἐπισκόπων συνόδου, ἄλλων ἀντ᾿ αὐτῶν ἐν ταῖς αὐτῶν παροικίαις καταστάντων ψήφῳ τῆς αὐτῆς συνόδου καὶ τοῦ τῆς ἑκάστου παροικίας κλήρου καὶ λαοῦ.
καὶ Ἀμφίων μὲν τὴν τῆς Νικομηδέων ἐκκλησίας ἡγεμονίαν παρέλαβε, Χρῆστος δὲ τὴν αὐτῆς Νικαίας καὶ ἄλλοι τὰς τῶν ὁμοφρόνων αὐτῷ. ἀλλὰ καὶ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς Εὐσέβιος καὶ Θεόγνιος καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξ ἀπάτης εὑρόντες, ἀναπαλαῖσαι πάλιν καὶ τὴν προτέραν δυναστείαν ἀπολαβεῖν ἐπειρῶντο.
καὶ τὰ μὲν τούτων κάκιστα μηχανήματα πάμπολλα ὄντα καὶ πάσης ἀσεβείας ἔμπλεα τυγχάνοντα πρὸς τὴν Θεοδωρήτου καὶ τῶν λοιπῶν συγγραψάντων ἐκκλησιαστικὴν ἱστορίαν ἱστορίαν τοὺς βουλομένους καταμαθεῖν παραπέμψοιμι, βαδιῶ δὲ ἐγὼ ἐντεῦθεν τῷ λόγῳ ἐπὶ τὰ ἑξῆς, περὶ ὡν ἡ τῶν ἐπισκόπων ἐπέστειλε σύνοδος τοῖς ἀπολειφθεῖσιν ἐπισκόποις καὶ ταῖς ἑαυτῶν παροικίαις, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ νικηφόρος καὶ πιστότατος βασιλεὺς εἰς σύστασιν τῆς τε ἐκτεθείσης ἁγιωτάτης πίστεως καὶ τῆς ἁγίας ἑορτῆς τοῦ πάσχα, εἰς ἔλεγχον δὲ τῶν τῆς ἀσεβείας προστατῶν.
ἐπὶ τούτοις γὰρ πᾶσι μεγαλοφυῶς συγκροτηθείσης τῆς συνόδου καὶ θεοπρεπῶς ἐκφωνηθείσης τῆς πίστεως τό τε κατὰ τὴν [*](15—20 vgl. Thdt. I 20, 11 p. 69. Sozom. I 21, 5 A1H V1P3 M2P1P2) [*](2 ὁ + μέγας V1P3 | ἄπειροι Μ2 3 ἀνατρέφεσθαι V1P3 | πεισθεὶς] προσθεὶς M2P1P2 4 συμβουλῇ H 8 ἀθροισθείσης V1P3 9 Θέογνις H 12 ἐπέπεσον P2 | ψήφῳ — βασιλέως > A1 | θεοφιλεστάτου + καὶ φιλοχρίστου 2 16 ἐκκλησίαν Η | ἡγεμονίαν > H | αὐτῆς Α1 τῆς d. übr. HSS αὐτῷ HV1P3 αὐτῶν d. übr. HSS 18 Θέογνις HP3 19 ἀναπαλέσαι (so) Ρ1 + δὲ M2 20 ἀναλαβεῖν M2P1P2 21 πάμπολα HM2P1P2 24 ἐγὼ nach λόγῳ 1 τὰ] τὸ Α1 25 ἀπέστειλε V1P3 26 ἑαυτῶν] αὐτῶν M2P1P2 αὐτῷ H 28 ἔλεγ- χον] ἔλεγον M2 28f πρωτοστατῶν V1P3)
Ἐπειδὴ δὲ καὶ Μελίτιός τις ἐπισκοπῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, διελεγχθεὶς ὑπὸ τοῦ θειοτάτου Πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, τοῦ καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀναδησαμένου, καθαιρεθεὶς ὁ αὐτὸς Μελίτιος οὐκ ἔστερξε τὴν τῆς καθαιρέσεως ψῆφον, ἀλλὰ τήν τε Θηβαίδα καὶ τὴν πελάζουσαν Αἴγυπτον θορύβων καὶ ζάλης ἐνέπλησε, τυραννίδι κατὰ τῆς Ἀλεξάνδρου τοῦ ἐπισκόπου χρώμενος προεδρίας· ἔγραψε δὲ τὸ κοινὸν τῆς συνόδου πρὸς τὴν τῶν Ἀλεξανδρέων ἐκκλησίαν, ἅπερ περὶ τῆς τούτου νεωτεροποιίας ἐνομοθέτησεν·
»Συνοδικὴ ἐπιστολὴ γραφεῖσα τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ >Αἴγυπτον καὶ Πεντάπολιν καὶ Λιβύην καὶ ταῖς κατὰ πᾶσαν τὴν >οὐρανὸν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις κλήροις τε καὶ λαοῖς >δόξου πίστεως παρὰ τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου· τῇ ἁγίᾳ καὶ >θεοῦ χάριτι Ἀλεξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον >Πεντάπολιν καὶ Λιβύην κοὶ τοῖς κατὰ τὴν ὑπ᾿ οὐρανὸν >ἀδεγφοῖς, κλήροις τε καὶ λαοῖς ὀρθοδόξοις, οἱ ἐν Νικαίᾳ καὶ τὴν ἁγίαν καὶ μεγάλην σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν >κυρίῳ χαίρειν.
>Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος κοὶ τοῦ θεοφιλεστάτου βασιλέως >Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ >ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συγκροτηθεῖσα τὰ περὶ >ἐκκλησιαστικῆς πίστεως διείληφεν, ἅτινα ἀναγκαῖον ἡμῖν [*](6—123, 13 vgl. Socr. I 9, 1 —14 p. 57ff. Thdt I 9. Das findet sich auch in den Athanas. HSS (vgl. G. Loeschcke im Rh. Mus. 59, 461ff und Parmentiers Theodoretausgabe S. 38), und bis 122,27 lateinisch S. Leonis opera III 587f A1H V1P3 M2P1P2) [*](4 u. ö. Μελέτιον M2P1P2 5 περὶ Μελιτίου τοῦ ἀνοσίου (am Rand) H 6 ἐπεὶ HV1P3 7 διελεχθείς H 8 τοῦ1 > P2 9 ἔστερξε] ἔστεξε Α1 ἐδέξατο H 11 τυραννίδος HP3 12 προεδρίας] παρρησίας P2 | δὲ] δεὶ (so) Α1 δὴ Klosterm. 14 νεωτερίας V1 νεοτεροποιίας P3 | ἐνομοθεσησ V1 16f τῆς . . . . ἁγίας . . . Α1 18 Νικαίας P3 | συνόδου + τῶν τριακοσίων ἐπισκόπων M2P1P2 + τῶν τ ἐπ. V1 + τῶν τῶν ἐπ. P3 | ἡ ἁγία καὶ μεγάλη σύνοδος steht vor τῇ ἁγίᾳ etc. Μ2P1P2V1P3 (vgl. G. Loeschke a. a. Ο. 464) | μεγάλῃ + τοῦ H 21 λαοῖς] τοῖς H | συναχθέντες — 22 μεγάλην > Ρ3 24 θεοῦ] χριστοῦ V1P3)
καὶ παμψηφὶ ἔδοξεν ἀναθεματι- >σθῆναι αὐτὸν καὶ τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ >νοήματα αὐτοῦ τὰ βλάσφημα οἷς ἐκέχρητο βλασφημῶν τὸν >τοῦ θεοῦ, λέγων ἐξ οὐκ ὄντων εἰναι καὶ πρὶν γεννηθῆναι μὴ >καὶ ἦν πότε ὅτε οὐκ ἦν καὶ αὐτεξουσιότητι κακίας καὶ >δεκτικὸν τὸν υἱὸν τοῦ θεοῦ λέγοντος καὶ κτίσμα ὀνομάζοντος >ποίημα.
ταῦτα πάντα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος, οὐδὲ ὅσον >ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς ἀπονοίας καὶ τῶν >ῥημάτων αὐτοῦ ἀνασχομένη. καὶ τὰ μὲν κατ’ ἐκεῖνον οἵου >τετύχηκε πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ >ἐπεμβαίνειν ἀνδρὶ δι᾿ οἰκείαν ἁμαρτίαν ἄξια τἀπίχειρα >μένῳ.