Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου· τί οὖν ἔστιν ὃ φὴς »ὁδὸν δὲ [*](μς΄) σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αύτῆς« καὶ τὰ ἑξῆς; ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ [*](μζ΄) ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου·

πολλάκις πρὸς τὰ ῥήματα τῆς σοφίας ἀπιδών, ὦ φιλόσοφε, ἐθαύμασας τῆς σοφίας τὴν δύναμιν, ὅτι δὴ μεγίστην νοημάτων ἀλήθειαν ἔστιν εὑρεῖν ἐν οὐτῇ βραχυτάταις ταῖς λέξεσι.

καὶ τάχα δικαίως ἄν τις παρεικάσειε τὰ ῥήματα [*](5 Matth. 12, 42 — 10 Act. 9, 15 — 11 Hebr. 4, 12 f — 17 Rom. 9, 5 — 23 Baruch 3, 23) [*](A1HR V1P3 M2P1P2) [*](2 κριτικὴν] κριτὴν P3 | ἔλαβε] ἔλεγε Μ2Ρ1Ρ2 5 καὶ > Η | πλείονα πλείονα von äterer Hd. corr. in πλείων Ρ3 6 γὰρ Α1RV1P3 καὶ d. übr. HSS 9 τὰ > P3 10 ὁ ’RVipa καὶ d. übr. HSS | Ἑβραίοις + γὰρ 11 λέγων R 20 ἀληθής R 24 αὐτοῦ RM2P1P2 25 ἁγίων > H | — 26 ἐπισκόπου > H 26 τοῦ > V1 | παμφύλου R 28 αὐτῇ] αὐταῖς 29 ταῖς > ViR | τὰ >)

80
τῆς γραφῆς τῇ εὐαγγελικῇ παραβολῇ τῇ διαγορευούσῃ ἐοικέναι τὴν βασιλείαν τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὅπερ βραχύτερον μέν ἐστι πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, φυὲν δὲ καὶ ἀναπληρωθὲν ἱκανὴν σκέπην τοῖς πετεινοῖς δίδωσιν.

οὕτως ὁρῶμεν τὴν τῶν θείων ῥημάτων δύναμιν έν βραχέσι σπειρομένην λέξεσιν, ἀναπληρουμένων δὲ τῶν νοημάτων καὶ ὥσπερ κλάδων ἐπὶ τὴν διάνοιαν τῶν πετεινῶν ἐπεκτεινομένων, τοῦτ᾿ ἔστι τῶν ἀνθρώπων, τοσαύτη τις εὑρίσκεται δύναμις, ὥστε μὴ μόνοις τοῖς γεωργοῖς ἀλλὰ καὶ τοῖς παρεστῶσι πετεινοῖς ἱκανὴν παρέχειν τὴν σκέπην.

πόθεν οὐν ἐκινήθην πρὸς ταύτην τὴν ἔννοιαν ἢ ἐκ τοῦ λόγου τῆς ἱερᾶς γραφῆς τοῦ ἱεροψάλτου Δαυὶδ πρὸς ἀπόδειξιν καὶ σύστασιν οὐ τῆς λογιστικῆς σοφίας, ὡς αὐτὸς ὑπείληφας, ἀλλὰ τῆς καὶ ταύτην καὶ πάντα τὰ γενητὰ δημιουργησάσης ἀκαταλήπτου σοφίας τῆς ἀκτίστου καὶ ἀνάρχου, τοῦτ’ ἔστι Χριστοῦ·

ἐπείπερ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία κατὰ τὸν τῆς ἀρρήτου καὶ ἀπερινοήτου θεότητος αὐτοῦ τρόπον, ὁ ἀληθὴς τοῦ θεοῦ θεὸς λόγος. τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοί, φησίν, ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στοματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«.

ἤκουσας λόγον κυρίου, ἤκουσας πνεῦμα τοῦ στόματος αὐτοῦ· ἄκουε τοίνυν καὶ πάλιν περὶ τῆς συστάσεως τῆς ἀληθοῦς πίστεως τῆς εὐσεβῶς ὑπὸ τῶν εὐσεβῶν νοουμένης τε καὶ κηρυττομένης, ἐπείπερ, οἶμαι, οὐδὲν τῶν προαναφωνηθέντων σοι παρὰ τοσαύτης ἁγίων ἀρχιερέων πνευματικῆς χορείας τὴν αἴσθησιν δέδεξαι, ἄκουε ἄκουε εὐσεβῶς,

καὶ μὴ τοῖς ἀνθρωπίνοις λογισμοῖς διερευνᾶσθαι πειρῶ τὰ ἀπόρρητα· ὁ τέλειος οὔτε μειοῦται οὔτε αὔξει. εἷς ἀγέννητος ὁ θεὸς καὶ πατήρ. εἷς καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ μονογενὴς υἱὸς θεὸς λόγος·

ὥσπερ οὐν οὐκ ἔστι συναγέννητος τῷ θεῷ καὶ πατρὶ θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος ἢ προγεγεννημένος ἢ μεταγεγεννημένος υἱὸς ἕτερος τοῦ θεοῦ [*](1 ff vgl. Matth. 13, 32 — 14 vgl. I Kor. 1, 24 — 16 Psal. 32, 6 — 25 vgl. Apol- ]inaris I 188, 3 f 300, 11 ff Lietzmann) [*](A1HR V1P3 M2P1P2) [*](2 ὅπερ] ὅτι V1P3 | μὲν > Μ2 3 τῆς > R 5 βραχείαις ΗΜ2Ρ1Ρ2 vgl. 68, 25 G κλάδος R | τὴν > Μ2Ρ1Ρ2 7 Μ2 9 παρέχει HP2 10 ἐκ + τῆς V1P3 11 τοῦ > 11 f λογικῆς Η λλογικῆς στι Ρ2 12 καὶ > V1 13 γεννητὰ RP2P3 16 β α > P2 υἱὸς verm. Holl 16 f κυρίου φησὶν οἱ οὐρανοὶ ἐστεραιώθησαν 17 φησίν > V1P3 19 αὐτοῦ > P2 20 εὐσεβοῦς H 21 οὐδὲν 22 παρὰ] περὶ R 25 ἀγένητος A1HR 26 γεννημένος Μ2 27 οὖν > 27 f τῷ πατρὶ πατρὶ καὶ θεῷ ~ R 29 ἢ μεταγεγεννημένος > H)

81
>τῷ μονογενεῖ υἱῷ αὐτοῦ θεῷ λόγῳ. εἷς ὄντως θεὸς >πατήρ, εἷς ὄντως ὄντως καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ ἀφράστως >υἱὸς θεὸς λόγος.

ὥσπερ οὖν οὐ λόγῳ μόνῳ πατὴρ ὁ θεός, >οὕτως οὐδὲ λόγῳ μόνῳ υἱὸς ὁ #x003E; ἀλλὰ ἀληθῶς υἱός· γνήσιος >πατήρ, γνήσιος ὁ υἱός· θεὸς ὁ πατήρ, θεὸς καὶ ὁ ἐξ >γεγεννημένος υἱός· τέλειος ὁ πατήρ, τέλειος αὐτοῦ καὶ ὁ >ἀσώματος ὁ πατήρ, ἀσώματος καὶ ὁ υἱός, ἀσωμάτου γὰρ >ρακτὴρ καὶ εἰκὼν ἀσώματος .

πιστεύεις τοῦτο, ὦ φιλόσοφε, ὅτι γεγέννηται ἐκ τῆς οὐσίας τοῦ πατρὸς ὁ μονογενὴς υἱὸς αὐτοῦ, καθάπερ ἐξ ὑπαρχῆς τῶν λόγων διὰ πλείστων ὅσων γραφικῶν μαρτυριῶν ἀπεδείξαμεν, ἢ οὔ; ἀντεπερώτησις τοῦ [*](μη΄) φιλοσόφου· πῶς καὶ τίνι τρόπῳ, φράσον. οἱ ἅγιοι ἐπίσκοποι [*](μθ΄) διὰ τοῦ αὐτοῦ Εὐσεβίου Παμφίλου εἶπον· μὴ ζήτει πῶς, φιλόσοφε·

εἰ δὲ μή, καθὰ ἤδη διὰ πλειόνων εἴρηταί σοι καὶ ἐν ἀρχῇ τῆς διαλέξεως διεμαρτυράμεθα, ὅτι κρημνίσαι σεαυτὸν σπουδάζεις διερευνᾶν πειρώμενος τὰ ἀνεξερεύνητα.