Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἡμεῖς δὲ καὶ ἐπ᾿ ἄλλαις ἱστορίαις τὴν ἔκδοσιν νῖν ποιησόμεθα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ συνεργοῦντος, καὶ εἰ θέλεις, φιλόσοφε, αὐτὴν ὅλην τὴν λέζιν προτείνωμεν μετὰ καὶ τῆς ἀρχῆς αὐτῆς.

λέγει γὰρ ἡ ἀρχὴ αὐτῆς· »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«· εἶτα ἐπάγει λέγων »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν αρχῃ, προ του την γην ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὅθεν κατασκευάζων τὸ ὅτι κύριος ἔκτισέμ με« ἐπισυνάψας εἶπε »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους«.

ζητῶμεν λοιπὸν κύριον τὸν κτίσαντα αὐτὸν τὸν καὶ ποιήσαντα χώρας καὶ ἀοικήτους· νυγματισθεὶς γὰρ ὁ Σολομῶν ἐκ τῶν τοῦ πρὸς Ἰὼβ εἰπόντος »ποῦ ἦσθα ἐν τῷ θεμελιοῦν με τὴν γῆν«; εἶπε »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους«.