Historia Ecclesiastica
Gelasius
Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.
βουλὴν δὲ λαμβάνει πρότερον τὰς ἀποστατούσας πόλεις τῆς ῾Ρωμαίων ἡγεμονίας ἀνακαλέσαθαι, τὰς μὲν τοῖς λόγοις τὰς δὲ τοῖς ὅπλοις τὰς δὲ τῇ τῆς φιλανθρωπίας εὐποιίᾳ. τούς τε γὰρ φόρους αὐτοῖς κουφοτέρους ἀπέφηνε καὶ τὴν τῆς ἀκροάσεως ἰσότητα παρεῖχε, τὰς δὲ νεωτεροποιίας καὶ ἀπονοίας συνετῶς διέλυε, σιωπῶν μᾶλλον ἢ φοβῶν, εἰδὼς τὰ Σαύρων καὶ τὰ Φράγγων καὶ τὰ Γερμανῶν ἔθνη φιλόκαινά τε εἶναι καὶ πρὸς τὰς τῶν βασιλέων ἐπαναστάσεις εὐρίπιστον ἔχειν ὁρμὴν [*](3 Vgl. Eus. H. E. IX 9, 12 p. 832, 20 — Capp. 3—7,4 gehen vermutlich auf den oben (S. 7, 14) genannten Rufin zurück A1H V1P3 M2P1) [*](5 Capitelüberschrift fehlt, doch ist wieder eine Zeile für sie freigelassen P3 11 καὶ2 > M2 | προστιμήσεις H 12 ἐπέβαλεν HP1M2 13 ἀνασφαλὲς] οὐκ ἀσφαλὲς, aber οὐκ auf Rasur A1 14 σωφροσύνην P3 20 ἐστρατεύσατο M2P1 24 τῆς + τῶν H 25 ἀνακαλεύσασθαι V1 | beidemale τὰς δὲ corr. aus τὰ δὲ B. 27 δὲ Brinkmann τε Wendland, Pasquali: γε HSS)
ὑπηγάγετο δὲ καὶ Σπάνους καὶ Βρεττανοὺς καὶ τὰς αὐτόθι νήσους καὶ τὰ λοιπὰ γένη καὶ ἅπαντας τοὺς τῶν τοῦ ἡλίου δυσμῶν γινομένους μάρτυρας, οὓς εἰδέναι φασίν, εἴτε ἀληθῶς τῷ ὠκεανῷ καταδύεται εἴτε καὶ περὶ τὸ ὕδωρ φθάσας πάλιν δι᾿ ἑτέρας ὁδοῦ πρὸς ἡμᾶς ἀνακάμπτει· εἷλε δὲ καὶ τῷ κράτει τῶν ὅπλων τὰ αὐτόθι βάρβαρα φῦλα, παρέργῳ τῆς μάχης πρὸς τὸ ἔργον συγχρησάμενος.
τοὺς μὲν γὰρ ὑποτάξας, τοὺς δὲ μισθοδοτήσας, τοὺς δὲ φίλους ἀντὶ πολεμίων καὶ συνήθεις ἀντὶ παλαιῶν ἐχθρῶν καταστήσας, ἐπανήγαγε πάντας συμμάχους, οὐδένα λυπήσας οὐδὲ πολιορκήσας καὶ ἐπὶ τὴν ἑτέρων σωτηρίαν ἐπειχθείας.
ὅπου γὰρ ὁ θεὸς συμμαχεῖ, πάντα κατευθύνεται καὶ τὸν ἀνθρώπινον λόγον ὑπεραίρει.
Μετὰ τοιαύτης φιλοθέου γνώμης ὁ πάντα πιστότατος Κωνσταντῖνος τὸν ῾Ρῆνον ἐπὶ δεξιὰ διαβὰς καὶ πολλὰ μὲν ὄρη πολλοὺς δὲ ποταμοὺς ἀνωνύμους ὀλίγῳ στρατῷ περαιωθείς, πολλά τε βάρβαρα ἔθνη χειρωσάμενος Γάλλων τε καὶ Φράγγων καὶ Σπάνων δέκα ἔθνη προσ<αγ>αγόμενος, προσῆγε λοιπὸν τοῖς Ἰταλίας ὄρεσι τὸ στράτευμα.
ταῦτα ἀκούσαντι τῷ Μαξεντίῳ ταραχή τις ἦν ἀδόκητος· οὐ γὰρ ἄν ποτε τοσαύτην χώραν διαβῆναι προσεδόκα ὄρεσι καὶ ποταμοῖς καὶ ποικίλοις βαρβάροις πεφραγμένην καὶ τοῖς αὐτοφυέσι τῆς ἐρημίας δυσχερείαις· μέγιστον γὰρ γίνεται πολλάκις ἐπιτείχισμα βασιλείας ἡ τῶν τόπων ἐρημία.
καὶ δὴ ἐδόκει σὺν πολλῷ τάχει τῆς ῾Ρώμης ὑπεξελθόντα τὸν στρατὸν ἀνθυπεξάγειν καὶ τῆς Ἰταλίας που προανακρούσασθαι. ὡς δὲ ἀντεπαρετάττοντο καὶ τὰ σημεῖα εἶδον ἀλλήλων, ἐνταῦθα ἡ μάχη λοιπὸν ἄνισον εἶχε τὴν ἐλπίδα. οἱ μὲν γὰρ ἀπὸ ῾Ρώμης προεκτεθέντες καὶ κατὰ φάλαγγας ἐκχεόμενοι καὶ ἐκ πολλῆς ἐκεχειρίας καὶ διαναπαύσεως ὄντες ἐδόκουν ἀξιόμαχοι καταφαίνεσθαι φρόνημά τε φέρειν ἄξιον τῆς πόλεως ἐφάμιλλον.
οἱ δὲ μετὰ Κωνσταντίνου παραταττόμενοι πολλὴν μὲν κατειλήφεσαν γῆν, πολλὰ δὲ λάφυρα καὶ σκῦλα τοῦ πολέμου συνήγοντο πόθῳ· δρόμῳ δὲ μᾶλλον τῆς νίκης ἢ ἀπολαύσει τῶν εἰλημμένων χρησάμενοι ἤδη λοιπὸν ἦσαν πρὸς τὸν κάματον ἀπαγορεύοντες καὶ πρὸς τὴν πυκνότητα τῶν πόνων ἐνδιδόντες.
[*](A1H V1P3 M2P1)[*](1f Σπάνους καὶ > V1 2 Βρεττανοὺς A1 Βρετανοὺς d. übr. HSS 3 οὓς H > i. d. übr. HSS 10 οὐδὲ πολιορκήσας > P3 | τὴν + τῶν H | ἑτέραν M2 12 λόγον] λογισμὸν P3 17 corr. Wendland, Friedländer 21 δυσχερείαις aber am Rand von 1. Hd. δυσχωρίαις P1 24 ἀντιπαρετάττοντο A1 26 προεκθέοντες H 27 ἐκκεχειρίας A1HV1P3 28 τε nur A1 > i. d. übr. HSS 30 πόθῷ [δρόμῳ] δὲ Holl 32 ἤδη + δὲ M2P1V1P3)Περὶ τοῦ σταυροῦ τοῦ ὀφθέντος ἐν οὐρανῷ τῷ βασιλεῖ Κωνσταντίνῳ·
Οὔπω δὲ κεκριμένης τῆς μάχης καὶ τῆς παρατάξεως ἰσορρόπου οὔσης οὐρανόθεν ὁ θεὸς Κωνσταντῖνον ὁπλίζει, δείξας αὐτῷ τὸ σωτήριον τοῦ σταυροῦ σύμβολον φωτοειδῶς ἐν οὐρανῷ· γράμματα δὲ ἐμήνυε τῆς ὄψεως τὴν δύναμιν λέγοντα· τούτῳ νίκα.
Τοῦτο τὸ διήγημα τοῖς μὲν ἀπίστοις μῦθος εἶναι δοκεῖ καὶ πλάσμα τοῖς [δὲ] ἡμετέροις δόγμασι κεχαρισμένον, τοῖς δὲ τἀληθῆ πιστεύειν συνειθισμένοις ἐναργὴς τοῦ πράγματος ἡ ἀπόδειξις. ὁ γὰρ τούτου τοῦ συμβόλου ζωγράφος θεὸς ἔδειξεν ἔργῳ μετὰ ταῦτα τὴν ἀληθεύσασαν τοῦ γράμματος χάριν.
Εἰ δὲ μήπω πείθομεν ἂ γράφομεν· πρότερον γὰρ ἱστορίας γράφομεν διὰ τὸ μικρὸν ἄνωθεν ἡμᾶς τὰ χρήσιμα συλλέγειν τῶν ἐκείνῳ βεβιωμένων· ἀλλ’ οὐκ ἐν τοῖς ἐφεξῆς ἀπιστεῖν δεῖ, ἂ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς οἱ Κωνσταντίῳ τῷ Κωνσταντίνου παιδὶ συμπαραταξάμενοι καὶ αὐτοπτήσαντες τὴν παλαιὰν ἀπιστίαν νεαραῖς ὄψεσιν ἐθεράπευσαν.
εἴτε γὰρ Ἑβραῖοι εἶεν οἱ τούτοις ἀντιλέγοντες, πολλῷ τούτων ἀπιθανώτερα τὰ ἐν ταῖς ἐκείνων βίβλοις πιστευόμενα· θάλασσα πεζευομένη καὶ ὕδωρ τειχίζον καὶ πέλαγος ὁδοιπορούμενον καὶ θεὸς ἐν βάτῳ φθεγγόμενος καὶ φλὸξ νομοθετοῦσα καὶ σάλπιγξ ἄνευ ὀργάνου τὴν ἔγημον συνηχοῦσα καὶ ἄγγελοι παραταττόμενοι καὶ ἀρχιστράτηγοι δυνάμεως κυρίου τῆς φάλαγγος ὑπερμαχοῦντες καὶ λίθοι χαλάζης καὶ βέλη πυρὸς ἀντὶ τῶν συνήθων δοράτων βαλλόμενα· καὶ ὅμως ἀνεξετάστως πάντες οἱ εὖ φρονοῦντες συντιθέμεθα.
θεοῦ γὰρ βουλομένου οὐδὲν ἀνήνυτον. εἴτε Ἕλληνες εἶεν οἱ τὸ θαῦμα μὴ παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. πόσα Ἀλεξάνδρῳ μέλλοντι περαιοῦσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον καὶ τὴν ἐπὶ Δαρείου παράταξιν ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ ἐκείνων πλάσματα τὴν φαινομένην ἀπόδειξιν οὐκ ἔχει. πῶς τε Σωκράτει τῷ φιλοσόφῳ δαιμόνιον διὰ φωνῆς προεμήνυε τῶν μὴ πρακτέων τὴν ἔκβασιν καὶ τὰ περὶ Πυθαγόρου τοῦ Σαμίου ὑπὸ τῶν ἐκείνου μαθητῶν συνταχθέντα;
[*](15 νεαραῖς ὄψεσι: wohl die Sonnenfinsternis vom 28. Aug. 360 vgl. Ammian. Marc. XX, 3 — 18 vgl. Exod. 14, 29 — 19 vgl. Exod. 3, 4. 19, 16 — 21 Jos. 5, 14 — 22 Jos. 10, 11 — 26 vgl. Plytarch Alexand. c. 16 — 28 vgl. Plutarch de genio Socr. — 30 vgl. Diog. Laërt. VIII 3ff A1H V1P3 M2P1P2 (von Ζ. 1 περὶ an))[*](2 οὔπω M2P1 οὕτω d. übr. HSS 4 φωτοειδές M2P1P2 7 δὲ tilgen Brinkm. Friedl. 9 ἔργον V1 | ἀληθεύουσαν M2P1P2, ἀληθεύσασαν corr. aus ἀληθεύουσαν H 11 εἰ — γράφομεν > P3 | lies πιστότερον? Lietzmann 14 κωνσταντίνω A1H 18 καὶ3 + ὁ P1 20 συμπαραταττόμενοι V1P3M2P1P2 29 διὰ φωνῆς δαιμόνιον ~ A1 | μὴ > H 30 περὶ + τοῦ M2P1P2)Ἐῶ λέγειν καὶ τὰ τῶν ποιητῶν πλάσματα, καὶ ὅπως τινες τῶν παρ’ αὐτοῖς εὐδοκίμων καὶ συμπολεμεῖν αὐτοῖς τινας τῶν παρ᾿ αὐτοῖς νομισθέντων θεῶν ἐξιστόρησαν, ἵνα μή τις με τὰ μυθώδη τοῖς ἀληθέσι καὶ τὰ μηδαμῶς πραχθέντα τοῖς πραχθεῖσιν ἀντεξετάζειν νομίσῃ.
τὴν γὰρ πολυδύναμον τοῦ Χριστοῦ χάριν, ἀφ᾿ οὑπερ εἰς ἀνθρώπους ἤνθησε, καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ έν θαλάσσῃ καὶ ἐν φυτοῖς καὶ ἐν ξύλοις καὶ ἐν ἱματίοις καὶ ἐν νόσω καὶ ἐν ὑγείᾳ καὶ ἐν βρωτοῖς καὶ ἐν ποτοῖς ἀλεξιφάρμακόν τε γενομένην καὶ γινομένην καὶ ἐσομένην θεραπείαν καὶ οἱ πειραθέντες μὲν ἴσασί, καὶ ἡμεῖς δὲ κατὰ τὸν ἴδιον καιρὸν προϊούσης τῆς ἰστορίας ἐκθησόμεθα.
Ὁ δ᾿ οὖν Κωνσταντῖνος τὴν τοῦ θαύματος ὄψιν εἰς τροπαίου σχῆμα μεταβαλὼν καὶ χρυσοκολλήτοις λίθοις συναρμόσας εἰς δόρατός τε ἀπαρτίσας ὑψηλοτάτου ὄψιν, ἐδίδου φέρεσθαι τοῖς προϊππεῦσι, τὴν τῶν γραμμάτων ὑπόσχεσιν διὰ τῶν ἔργων λοιπὸν ἐπιζητῶν.
καὶ τῆς ἐλπίδος οὐ διήμαρτε, θᾶττον μὲν οἷς τεθέαται πιστεύσας, ταχυτέραν δὲ τῆς ὄψεως τὴν νίκην ὑποδεξάμενος.
Ὁ μὲν οὖν Κωνσταντῖνος τὸν πολὺν τοῦ πολέμου κάματον τῇ πίστει ὑποτεμνόμενος καὶ τὸν ἀπὸ τῆς Ῥώμης στρατὸν οὐχ ὑφορώμενος γενναίως ἀντιπαρετάττετο. Μαξέντιος δὲ τὴν Κωνσταντίνου ἀλκὴν δείσας ἔτι τε καὶ τὸ μῖσος Ῥωμαίων ὑφορώμενος πρὸς γὰρ τοὺς πλείστους διὰ τὴν ἀσωτίαν αὐτοῦ διεβέβλητο) ἐσκέψατο δόλῳ τὴν ἐπιβουλὴν μετελθεῖν. ὁ δὲ δόλος γέφυρα ἦν εἰς μηχανῆς εἶδος † ὑπὸ τῶν τοιούτων συμπαγεῖσα.
τὸ μὲν γὰρ φαινόμενον ἄνωθεν διάβασις ἦν τὸν Κωνσταντῖνον ὑποδεξομένη, τὸ δὲ λανθάνον παγὶς ἦν πλάνης τοῖς ἐκείνου βήμασι συντεθεῖσα. διαβῆναι γὰρ μικρὸν ἔδει, καὶ τὸ μηχάνημα λέλυτο καὶ ὁ πολέμιος εἴληπτο τάφον ἀδόκητον τῆς ἀπωλείας τὸν τόπον λαβών.
ἀλλ᾿ ὃ μὲν οὕτως ἐσκεύασε τῆς ἐπιβάσεως τὰ θήρατρα· θεία δὲ χάρις τοῖς οἰκείοις σοφίσμασι τὸν τῶν κακῶν τεχνίτην περιβάλλει. πρὶν γὰρ Κωνσταντῖνον ἁλῶναι, [*](A1H V1P3 M2P1P2) [*](1 ὅπως A1H πῶς d. übr. HSS 3 ἐξιστόρησαν H > i. d. übr. HSS | με nur A1 > d. übr. HSS 9 θεραπείαν tilgt Holl 12 ἐν ούρανῷ > AiR 15 ἀναρτήσας H | φέρειν V1P3M2P1P2 16 λοιπὸν > H 18 τὴν > Ai 23 ἀντεπαρετάττετο V1P3 | τὴν + τοῦ H 25 αὐτοῦ > M2P1P2 26f τρόπον τὸν τοιοῦτον Wendland 28 ὑποδεξαμένη (auf Rasur corr. in ὑποδεξομένη) M2P2)
»ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, καθά φησιν Εὐσέβιος ὁ Παμφίλου, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. καὶ τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξῃ, ποιῶν τέρατα«.