Historia Ecclesiastica
Gelasius
Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.
τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελειότατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἐπὶ πολὺ τούτων πρότερον παρ' αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστησατο.
Καὶ μεθ’ ἒτερα· οὕτω δὴ Κωνσταντίνου ὂν βασιλέα ἐκ βασιλέως εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ τὰ πάντα σωφρονεστάτου γεγονέναι [*](11—26 vgl. Eus. H. E. VIII 13 p. 776, 3—778, 2 — 27—8. 12 vgl. Eus. H. E. IX 9 p. 826, 20828 A1H V1P3 M2P1) [*](6 Κωνδυσντίνου Ρ3 κωνσταν V1 7 βασιλείας + καὶ H 8 Die Überschrift findet sich in A1HM2V1, in P3 ist eine Zeile für sie freigelassen, sie in P1 11 ὁ > P3 12 τὸν πάντα βίον πραότατος > 3 πραότα τ H 13 εὐνοϊκώτατα Α1 Eus. εύνοϊκώ τ H 1 5 μέτὰ] μὲν Ρ3 20 τρισμακάριστον Μ2Ρ1V1Ρ3 | εὐδόκιμον wie Eus. AT E1m εὔδαιμον d. übrig. Eus.-HSS 22 σώφρονι] σωφρονεστάτῳ Eus. nach σώφρονι + τε V1 Eus. ABDM | εὐσεβεστάτῳ εὐλαβεστάτω Η 24 ἐπὶ Α1Μ2Ρ1V1Ρ3 wie Eus. τ1, ertHEus. 25 ἀνηγορεθθείς P3 | ζηλωτόν Α1Η 27 δὴ wie Eus. ATER δῆτα Eus. BD δήτα M)
πρότερός γε μὴν ὁ τῇ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβών, θεὸν τὸν οὐράνιον τόν τε τούτου λόγον, αὐτὸν δὴ τὸν πάντων σωτῆρα Ἰησοῦν Χριστόν, σύμμαχον δι εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ τὰ τῆς ἐκ προγόνων ἐλευθερίας Ῥωμαίοις προμνώμενος. ταῦτα ὁ Εὐσέβιος.