Τῆς σφαγῆς δὲ τοῦ Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πο- λίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσσων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νίκαιαν παρεδίδου φρουρεῖν ἐν τῷ πρὸς Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τά τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος φρουρεῖν τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκδεχόμενον. ὁ δὲ Ἀπελχασὴν [*](Β) ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν ταύτην κατασχών, ἐν ᾗ καὶ τὸ σουλτανίκιον ἦν, καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας ἐν ἀμεριμνίᾳ τέως ἦν τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι [*](4 ἀπήλασεν 5 ἐπικρατήσαντα 8 8 τινι καθάπερ 10 καὶ τὴν μέντοι 12 οὕτω 21 φυλάττων F 24 τὴν Ἀντιόχειαν 31 τέως] τε)
209
οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν. δεινὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων τὴν Βιθυνῶν ἐλῄζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ τοὺς μὲν προνομεῖς ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς συνήλαυνε.
[*](C) βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ αὐτοῦ καὶ τὰς σπονδὰς ἀναβαλλόμενον δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι στράτευμα. τὸν Τατίκιον δέ, περὶ
[*](P. 137) οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, ἑὲ γε τέως ἔξωθέν τισιν ἐντύχοιεν. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι τὰς
[*](D) πύλας εἰς διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κελτοί ἦσαν γὰρ ἱκανοί) τούτους θεασά- μενοι κατὰ πρόσωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ᾿ αὐτῶν ἴενται καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. ὁ δέ γε Ταιίκιος ἵστατο αὖθις ἐπὶ ταὐτοῦ σχήματος τῆς παρατάξεως μέχρις ἡλίου δυσμῶν. ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τὴν Βασίλειαν τὸν χάρακα ἐπήξατο δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθώς αὐτῷ ἀγρότης τὸν Προσοὺκ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν
[*](V. 172) παρὰ τοῦ νεωστὶ γεγονότος σουλτὰν τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι’ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἶχεν, ἀναλύων τὰ δόξαντα πρότερον ἀγαπητὸν ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειε καὶ
[*](2 ὢν] ἦν καὶ ἀρκεῖσθαι 9 στράτευμα] παράταξιν 12 sq. ἐντυχεῖν ἔξωθέν τισι γένοιτο 15 τὰς πύλας om (S) 31 διατηρήσειεν) 210
μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχνροτέρονς μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καὶ πρὸς ταύτην ἑώρα διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντίνου ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον ἐξεληλυθὼς παρείπετο, ἵν᾿ ἐπὰν ἐν
[*](Β) ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα θεάσοιτο, προσβαλεῖ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακὼς ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν μάχην ἀναρρήγνυσιν. ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον καταστησάμενος τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι χαλάααντες ὅλας ἡνίας ὡς πῦρ κατὰ τῶν βαρβάρων ἴενται καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος, κᾆθ᾿ οὕτως διὰ τῆς Βιθυνῶν πρὸς τὴν βαβιλεύουβαν ὁ Τατίκιος ἐπανέρχεται, ὁ μέντοι Ἀπελχασὴμ
[*](C) οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήβασθαι ἀρχῆς, εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν παρὰ θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα γοῦν λογιζόμενος πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο τὴν Κίον καταλαβών (πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη), καὶ προέβαινεν, ὡς ᾤετο, τὰ κατὰ σκοπὸν αὐτῷ ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθε, καὶ παραχρῆμα τὰς παρατυχούβας διήρεις τε καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας Μανουὴλ
[*](D) τὸν Βουτουμίτην δοῦκα προβαλόμενος κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, ἐν ὁποίᾳ καταστάβει ταύτας εὑρήσει. ἀλλὰ
[*](1 πολοστὸς F ἰσχυρωτέςους (s) 5 Κωνσταντινούπολιν 6 ἵνα 7 θεάσηται προσβάλγῃ 14 τῶν om 15 sq. οὕτω πρὸς τὴν βασιλεύουσαν διὰ τῆς Βιθυνῶν 19 περὶ τὴν θάλατταν 20 οὖν 23 τὰ om (s) 25 διέλαθεν 27 προβαλλομενος) 211
καὶ τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’
[*](P. 138) αὐτοῦ ἐκπέμπει. ἀμφοτέρων οὖν τῆς πόλεως ἐξεληλυθότων, ἐπεὶ τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο, μεμαθήκοι δὲ καὶ περὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων καὶ τὸν τόπον, ἐν
[*](V. 173) ᾧ ἕτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογίζεται διὰ τὸ τραχὺ καὶ στενὸν καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον ὡς μὴ ἀποχρῶντα τούτοις πρὸς τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, παρὰ δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος θᾶττον ἢ λόγος τὰς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησε. τῇ δὲ μετ’ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος ἐν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πη μὲν
[*](Β) ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἐπὶ ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἴν’ οὗτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέξωνται μάχην. ὁ δέ, κἂν μὴ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα ἐδόκει, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασὴμ ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε
[*](C) πόλεμον. πολλοὶ μὲν οὖν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καὶ ἁλίσκονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι μηδὲ τῶν οἰκείων σκευῶν φροντίδα ποιησάμενοι. καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόγις διασῴζεται. λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν. ταῦτα
[*](4 ἐμεμαθήκει περὶ om 6 λογίζεται om F 13 ἐνέπρησεν 22 τὸ πρᾶγμα ἐδόκει αὐτῷ 26 οὑν om 27 πλεῖστοι] πολλοὶ S 29 μόλις) 212
μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καὶ λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασὴμ συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι
[*](D) καὶ τιμῆς, ὁ δὲ Ἀπελχασήμ, ἐπεὶ καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα παρά τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προοπελάζειν ἐφ᾿ ᾧ πολιορκῆσαι ταύτην, τὴν ἀνάγκην φιλοτιμίαν, ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκὼς τὴν μετ᾿ αὐτοῦ εἰρήνην ἀσπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθεισῶν μελετήσας καὶ ἕτερόν
[*](P. (??)) τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεὶ οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι. πείθεται ὁ Ἀπελχασήμ. καὶ εἰσελθὼν εἰς τὴν βαβιλεύουσαν παντοίας ἀξιοῦται φιλοφροσύνης. ὡς δὲ τὴν Νικομήδους (πόλις δὲ αὕτη μητρόπολις Βιθυνίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τούρκοι, ἐκεῖθεν ὁ βασιλεὺς ἐξελάσαι τούτους βουλόμενος ἕτερον παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἥδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς ναυσὶν
[*](V.) ἅπαντα τὰ πρὸς κτίσιν χρειώδη σὺν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν ἐζαπέστειλε τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ τῷ τοῦ
[*](B) στόλου δρουγγαρίῳ ἀναθέμενος καὶ τὸ ἀπόρρητον ἐκκαλύψας, ἐπισκήψας, εἴ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι καὶ ἐς κόρον διδόντα ἐπαπολαύειν τῶν χρειωδῶν προτιθέναι τὸ μετ᾿ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον.
[*](8 ὑπό 21 ἐλάσαι 23 ἤδραατο (‘an δέδραστο?’ s) 24 κτίσιν] χρῆσιν 28 εἰς διδόντα Diesterwegius: διδόντας ἐπιλαύνειν χρειωδῶν] δωρεῶν 29 προοτιθέναι δὲ τὸ) 213
τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδοὺς οὐκ ἐνεδίδου εἰς βαλανεῖα τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας
[*](C) στήλας ἀναθεωρεῖν· ἀλλὰ καὶ ἱππικὸν ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δοκιμασίας ὁρᾶν ἠρέθιζεν, ἴν’ ἐντεῦθεν τριβομένου τοῦ καιροῦ ἐκεχειρία τοῖς οἰκοδόμοις διδῶται. ὡς δὲ τὸ πολίχνιον ἤδη τετέλεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε, πλείοσι δωρεαῖς τοῦτον ἀμειψάμενος τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας διὰ τιμῆς αὐτὸν ἐξέπεμψε διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κάστρου οἰκοδομῆς,
[*](D) κἂν καὶ ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησε. τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει μὴ συγχωροῦντας ἀνοικοδομηθῆναι
[*](175) Ἀθήνας καθαιρεθείσας ὑπὸ Περσῶν. παραγλείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσι μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. καὶ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς ἄλλαις τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παραπεμπόμενος ἀπαρτίσας τὸ φρούριον καὶ τηνικαῦτα
[*](Β) τοῦ σύμπαντος τελεσθέντος ἔργου τὸν ἄνδρα τῆς βασιλίδος ἀπέλυσε πόλεως.
Ὁ δὲ Προσοὺχ δεινῆς μετὰ δυνάμεως, ὡς ἠλπίδίδοται [*](9 11 σεβαστοῦ Ducangius: σεβαστοτάτῳ libri 12 ἐξέπεμψεν αὐτὸν 14 καὶ om 15 ἐσίγησεν 17 ἀνοικοδομῆσαι 21 οἰκοδομοῦσιν 31 δεινῆς δεινῆς Diesterwegius: δεινὸς)
214
ζετο, καταλαβὼν ἐπολιόρκει τὴν Νίκαιαν, καθὼς ὁ τῷ Τατικίῳ Νυκτὸς προσεληλυθὼς τότε ἔλεγε, καὶ ἐπὶ τριςὶ μηςὶ Πολιορκῶν ταύτυην οὐκ ἐνεδίδου. ἐν στενῷ δὲ κομιδῆ τὰ Κατ᾿ αὐτοὺς οἱ ἐντὸς καὶ αὐτὸς δὴ ὁ Ἁπελχαςὴυμ ἑωραςότες καὶ μὴ ἐπὶ πλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνάμενοι Διαπεμψάμενοι πρὸς τὸν βασιλέα ᾐτοῦτέα ᾐτοῦντο τῆς ἐξ αὐτοῦ βοηθείας Τυχεῖν κεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. ὁ δὲ παραχρῆμα
[*](V.1) τοῦς τῶν παρατυχόντων ἐκκρίτους διελὼν σημαίας τε καὶ
[*](C) σκῆπτρα ἀργφυρόηλα ἐπιδοὺς εἰς ἀρωγὴν τούτους ἐκπέμπει. Οὐ γὰρ ἄντικρυς βοηθῶν τῷ Ἀπελχαςὴμ στρατιὰν ἔπεμπεν, ἀλλὰ τὰ τῆς βοηθείας ἐντεθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελχαςὴμ περΐστατο. Δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἔδει τῷ ἀσθενεστέρῳ συνθέσθαι, οὐχ ἵν᾿ ἐπικρατέστερος Γένηται, ἀλλ᾿ ἵνα τὸν μὲν ἀποκρούσηται, ἀφ᾿ οὗ Δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον Αὐτοῦ ἰδίαν ποιήσηται καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ
[*](D) Μάλα ἄλλην Ἑλόμενος τὴν τῶν Ῥωμαίων ἀρχὴν πλατυτέραν ποιήσηται εἰς στενὸν κομιδῆ καταστᾶσαν καὶ μᾶλλον. ἐξ ὅτου Τὸ τῶν Τούρκων δόρυ ἐπικρατέστερον γέγονεν. ἦν μὲν γὰρ ὄτε οἱ ὄροι τῆς τῶν Ῥωμαίων ἡγεμονίας αἱ ἀμφότεραι στῆλαι ἦσαν ἀνατολὴν καὶ δύσιν περιορίζουσαι, ἐξ ἑσπέρας μὲν
[*](P. 1) αἱ τοῦ Ἡρακλέους ὀνομαζόμεναι, ἐξ ἕω δὲ αἱ ἀγχοῦ που ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἱ τοῦ Διονύσου. Κατὰ γὰρ Πλάτος οὐκ ἔστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν Ῥωμαίων βασιλείας Τὸ κράτος ** Αἴγυπτος καὶ Μερόη καὶ Τρωγλοδυτικὴ Πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου Μέρους ἡ περιθρύλλητος Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ κλίμα τὸ Βόρειον, οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. ἀλλ᾿ ἐπ᾿ ἐκείνῳ γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γεί-
[*](2 μηςὶ τριςὶ 4 δὲ (s) 10 ἐπιδιδοὺς 15 ἵνα 24 Ἡρακλέους s ἡρακλέος F Ἡρακλέως 27 lacunam signavi 29 πολυθρύλλητος 31 ἐκεῖνο ὁ F) 215
των Βόσπορος ὅριον τῶν Ῥωμαϊκῶν σκήπτρων, ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ καθίστατο πόλις. ἀλλ’ ὅ γε βασιλεὺς Ἀλέξιος ἀμφοτέραις ὥσπερ παίων χερσὶ τοὺς ἑκατέρωθεν
[*](Β) ἐπιτιθεμένους βαρβάρους καὶ καθάπερ ἀπὸ κέντρου τῆς Βυζαντίδος περιορχούμενος ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας καὶ ἐκ μὲν ἑσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον, ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. καὶ κἂν εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν ἀνενεώσατο, εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίνδυνοι ἦν γὰρ καὶ ἀμφότερα ὁ αὐτοκράτωρ μεγαλοκίνδυνός τε καὶ πυκνοκίνδυνος) τοῦτον ἀπέστησαν τοῦ ὁρμήματος. ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, ὅτι στρατιὰν ἀποστέλλων τῷ τῆς Νικαίας τυράννῳ Ἀπελχασὴμ γνώμης εἶχεν οὐχ ἴν’ ἐκεῖνον ἐξέληται
[*](C) τοῦ κινδύνου, ἀλλ’ ὅπως ἄν ἑαυτῷ τὴν νίκην περιποιήσηται· οὐ μὴν ἡ τύχη τούτῳ συνέπνευσεν. ἔσχε γὰρ οὕτως τὰ κατ’ αὐτούς. οἱ γὰρ ἀποσταλέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον· οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα τοῦ τείχους ἀνελθόντες τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλαδὸν κατέστησαν ἀλαλάζοντες ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. ὑφ’ ὧν οἱ μὲν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ᾤχοντο αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἱ δὲ Ῥωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν ὑπέστρεψαν.
[*](D) οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς ἔφοδον
[*](141) Περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς ἐξουσίας αὖθις ἐλεύσεσθαι.
Τὴν δὲ τοῦ Σιαοὺς ὑποστροφὴν ὁ σουλτὰν ἀπεκδεχόμενος, ἐπεὶ ἑώρα τοῦτον ἐμβραδύνοντα, μεμαθήκοι δὲ καὶ τὰ κατ’ αὐτόν, ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος [*](3 ἀμφοτέραις om 7 κἂν man al ex ἂν F: om 8 ἀνενεώστο ἄν 10 ἀμφοτέραις 15 πρὸς τούτῳ οὕτω 20 ἀλλαλάζοντες (S) 29 ἐμεμαθήκει 30 καὶ om)
216
καὶ κατὰ τὴν ἑσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη τὴν
[*](Ρ. 17) δουκικὴν ἐξουςίαν Ἀγχιάλου περιζωςάμενος, ἠνιᾶτο καὶ ἤσχαλλε. δεῖν οὐν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυ¬νάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι, ἅμα δὲ καὶ πρὸς τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνονσαν αὐτῷ ἐγχειρίσαι. εἶχε δὲ τὰ γράμματα οὕτως. “ἠκηκόειν, ὦ βασιλεῦ, τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βαοιλείας ἀναδησάμενος ἀρχὴν ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος οἱ Σκύθαι κατὰ σοῦ ἑτοιμάζονται καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ
[*](Β) τὰς μετὰ σοῦ τοῦ Σολνμᾶ σπονδὰς καταλύσας μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν λῄζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιόχειαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν υἱῶν. καὶ τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἕω μόνον, ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἑσπέρας ἁπάσης διὰ δυνάμεων ἀποστελλομένων σοι παρ᾿ ἡμῶν καὶ ὁ ἀντικαθιστάμενός σοι τοῦ λοιποῦ οὐκ ἔσεται”. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Περσῶν σουλτάν· ὁ δὲ Πουζάνος μέχρι Νικαίας καταλαβὼν καὶ ἀπόπειραν
[*](C) ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ τοῦ Ἀπελχασὴμ γενναίως ἀνταγωνιζομένου, ἐξαιτησαμένου καὶ ἀπὸ τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος πρὸς τὴν τῶν λοιπῶν πόλεών τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν ἐκεῖθεν ὑποχωρήσας τὴν σκηνὴν κατὰ τὴν Λάμπην πηξάμενος. μετὰ δὲ τὴν τούτον ὑποχώρησιν ἑνδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο ἀπέρχεται πρὸς τὸν Περσῶν σουλτὰν δῶρον αὐτῷ κομίζων ἐφ᾿ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς, καταλαμβάνει D
[*](3 ἤαχαλλεν 18 ἑῴαν 20 καὶ . . . ἔσεται om 21 τὸν] τῶν 27 τὴν] τὸν 28 πηξάμενος· ποταιχὸς οὗτος περὶ Λοπάδιον. 30 τὸν] τῶν) 217
δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτὰν ἠξίου , μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος ὑπ’ αὐτῶν ἔφη “ἐπεὶ καθάπαξ τὴν ἐξουσίαν τῷ Ἀμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαιρήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα ἀπελθὼν πρὸς αὐτὸν καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῶ καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καὶ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς ἀπάρας ἐκεῖθεν ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος συναντᾷ τοῖς ἐξ ἐκείνου
[*](P. 178) κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις σατράπαις. οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐξέλευσις τοῦτον διέλαθεν. οἳ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέπνιξαν· τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἦν κατ’ ἐμὸν λόγον, ἀλλὰ τοῦ σουλτὰν ἐκείνου τοιαῦτ’ οἰκονομῆσαι κατὰ τοῦ Ἀπελχασὴμ δηλώσαντος.
[*](V. 142) ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Ἀπελχασήμ· ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτὰν ὑπαναγνοὺς γραφὰς οὐδ’ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. καὶ πῶς γάρ ; τὸ γὰρ βασιλικὸν
[*](Β) θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ υἱῷ τοῦ βαρβάρου , ἦν ἄρα δυστυχές, ὡς ἔοικεν , εἰ ἀνεληλύθει εἰς Περσίδα βασιλείας μετεσχηκὸς ἁπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε ὁ θεὸς τοῦτο ἐπέτρεπεν οὔτε ὁ βασιλεὺς εἶχε γνώμη ςοὕτω ταῦτα προβῆναι, οὐδ’ ἀν εἰς στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα. εὐθὺς γὰρ καὶ κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέξεως ὑποφθεγξάμενος ὅτι “ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτοῦ ἀνεβίβασε’’. περὶ μὲν τοῦ κήδους οὕτως ἔσχεν
[*](C) ὁ αὐτοκράτωρ · ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτὰν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος μεταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν ἀποστέλλει τούτους πρέσβεις καὶ γράνάφαθρευ;γσεσυαθ
[*](4 10 ἀνδράσι καὶ σατράπαις 15 τοιαῦτα F οἰκονομήσαντος 16 τὰ om (s) 20 αὐτοῦ υἱῷ τοῦ βαρβάρου om 22 ὁ om 27 αὐτῷ ἀνεβίβασεν περὶ τοῦ μὲν 29 καταπεμψάμενος (s)) 218
ματα , δι’ ὧν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἅμα καὶ αὐτὸς ἄλλα τινὰ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χοροσὰν κατέλαβον, καὶ τὴν τοῦ σουλτὰν μεμαθηκότες ἀναίρεσιν ὑπέστρεψαν. καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας αὐτοῦ στρατεύσαντα τυφωθεὶς καὶ τὸν σουλτὰν μεμαθηκὼς εἰς εἰρηνικὰς
[*](D) σπονδὰς μετὰ τοῦ αὐτοκράτορος ἤδη ἐπείγεσθαι πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίοuς τῇ Περσίδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτὰν ἐξέπεμψε καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τἀδελφοῦ σφαγῆς , “ἄπιτε” φάμενος “καὶ πρῶτα μὲν διακηρυκεύσατε, ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτὰν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθαι , πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελίσατε ἀδελφόν”. οἱ δὲ πρέσβεις ἤ μᾶλλον φονεῖς
[*](Ρ.) καθάπερ εἰς δεῖπνον ἤ εὐωχίαν πεμπόμενοι προθυμότατα πρὸς τὴν τοῦ σουλτὰν σφαγὴν ἀπῄεσαν. μεθύοντα τοίνυν τοῦτον καταλαβόντες, ἐπεὶ πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτὰν φυλακὴν πόρρωθεν ἑστηκότων , αὐτοὶ πλησιάσαντες τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. τοιοῦτον γὰρ τὸ τῶν Χασίων ἐστὶν αἵμασι χαῖρον καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι , εἰ μόνον διὰ σπλάγχνων ἀνθρωπίνων τὸ ξίφος ἐλάσειαν · τοῦ λοιποῦ δέ, κἄν τινες αὐτοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, καθάπερ
[*](B) τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνατον ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διατοῦ
[*](3 χρόνου 4 Χορασὰν 5 ἀναίρεσιν μεμαθηκότες 7 ἀρραβίας FC 11 Χασίους οὕτω τῇ 13 τοῦ ἀδελφοῦ 17 βούλεσθε 18 διαμελήσατε (S) 21 τοίνυν om 26 ἀνθρώπων) 219
δεχόμενοί τε καὶ παραπέμποντες. ἐκείνων μὲν οὖν πρὸς τὸν Τουτούσην ὑπέστρεψεν οὐδεὶς ἀντίλυτρον οἷον τὰς ἰδίας
[*](P. 143) ὑποσχόντων σφαγάς· ὁ μέντοι Πουζάνος ταῦτα μεμαθηκὼς σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χοροσὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χοροσὰν προσπελάσειε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρεθέντος ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο
[*](C) καὶ θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ Πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράσσων τὰς φάλαγγας· ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο ἄλλος ἄλλοσε σκεδασθέντες. σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χοροσὰν ἐπανέστρεφεν ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος καὶ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνηντηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτὰν υἱός , ὁ Παργιαρούχ, ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν καὶ συμβαλὼν ὅλῃ χειρὶ καὶ γνώμῃ εἰς
[*](D) πολλὰ τὰς τοῦ Τουτούση δυνάμεις διέσπασε καὶ τρέψας ἀνὰ κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυσῶν Τουτούσης. τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χοροσὰν σουλτὰν ἐξεληλυθότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν, ὁ ἀδελφὸς αὐτοῦ Πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. αἰσθόμενος δὲ τούτου ὁ αὐτοκράτωρ τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν, ἀλλ’ ἀνεβάλλετο αὖθις ἀποβλέπων πρὸς τὸν Ἀπελχασὴμ καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο ἀπαιωρῶν
[*](V. 180) οἷον αὐτόν, τῇ δ’ ἀληθείᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. ὁ παρὰ τῶν Χασίων ἀναιρεθεὶς τοῦ Χοροσὰν σουλτὰν ἔφθασε κατασχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ
[*](2 ὑπέστρεψεν οὐδεὶς πρὸς τὸν Τουτούσην 4 Χορασὰν: sic semper 5 προσεπέλασε 10 συνταράττων . 16 ὥστε 17 II. 3, 23 18 τοῦ om 19 φυσσῶν F) 220
μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοροςὰν ὀξέως τὴν Νίκαιαν κατέλαβον. τούτονς οἱ ἐντὸς Νικαίας θεασάμενοι δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ ὁ Πουλχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νίκαια ν προθύμως αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σονλτὰν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα τῶν τηνικαῦτα ἐν Νικαίᾳ παρόντων μεταπεμψάμενος ἐν αὐτῇ καθίδρνσεν ἀποκαταστήβας τὴν πόλιν
[*](Β) ταύτην σονλτάνων, ὡς ἄν τις εἴποι, κατοικητήριον. οὕτω δὲ τὰ κατὰ τὴν Νίκαιαν οἰκονομήσας τὸν μὲν Πονλχάσην τῆς ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μονχοῦμετ τὴν ἡγεμονίαν τῶν ἐν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπὼν κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.
Ἀλλὰ τοιαῦτα μὲν τὰ περὶ τῶν σονλτάνων· ὁ δὲ Ἐλχάνης ἀρχισά τράπης μετὰ τῶν ὑπ᾿ αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον (πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐλῄζετο ἅπαντα. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ ἀπὸ τῶν παρατνχόντων ἀκατίων (ούδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκενασάμενος καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναίων εἰσαγαγὼν τὸν Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ [*](C) γένος καὶ κατὰ ἀνδρείαν περίφημον, τὴν ἡγεμονίαν τούτων αὐτῷ ἀναθέμενος κατὰ τοῦ Ἐλχάνη ἐξέπεμψε, καταλαβὼν τὴν Ἀπολλωνιάδα παραχρῆμα ἐπολιόρκει. δι᾿ ἓξ δὲ ἡμερῶν μηδ᾿ ἐν νυξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος κατέσχε τὸν ἔξοοθεν τοῦ κάστρον κύκλον, ὅνπερ ἐξώπολον ἡ σννήθεια [*](V. 1) νῦν καλεῖν εἴωθεν. ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκρο πόλεως δυνάμεις ελπίζω ν ἔξωθεν ἐλθεῖν. καὶ δὴ στρατιὰ ν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνονσαν εἰς ἀρωγὴν τοῦ Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς [*](D) δ᾿ ὑπ᾿ αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σῴζοντας, βέλτιον ἔγνω, καν μὴ νικῴη, ἀλλά γε [*](7 τέκνα] παιδία 24 τὴν om 26 ἐξώπυλον Possinus 28 ἐλθεῖν om F 31 δὲ F)
221
τοὺς τοὺς ὑπ᾿ ἀσινεῖς διατηρῆσαι. ἐν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτὸν ἐληλακότα συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐκ ἐπιλέλειπται, ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει. καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλῴζετο. στοχασάμενος δὲ ὁ ᾿Ελχάνης τὸν τοῦ ᾿Αλεξάνδρου
[*](181) σκοπὸν προκαταλαβὼν τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν ἐν τῷ ποταμῷ γέφυραν, ἐν ᾗ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ’ ὀνόματι τοῦ μεγάλου Κωνσταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτοςυ ἐπιστήσας ἐφ’ ἑκάτερα παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ
[*](Β) στομίου τῆς λίμνης ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς δεινὸν καὶ μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν τῇ χέρσῳ τὰς νῆας ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι περὶ τὴν ἤπειρον ἐξεληλύθεσαν. καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων μέγας ἀναρρήγνυται πόλεμος. καὶ πολλοὶ μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δί- ναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν. ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς καὶ μὴ φέρων τὴν ἧτταν ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ’ αὐτῶν ἐξέπεμψεν. ὃς καὶ τὴν Κύζικον καταλαβὼν ἐξ ἐπιδρομῆς ταύτην κατέσχε. διελὼν δὲ καὶ τῶν ἰδίων ταγμάτων ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν.
[*](C) οἳ καὶ ἐξ ἐφόδου τοῦτο κατέσχον καὶ τοὺς μὲν τῶν ἐντὸς αὐτοῦ που κτείνουσι, τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὁ δὲ ᾿Ελχάνης ἀποχρῶσαν ἀπαρτὶ πρὸς αὐτὸν μὴ ἔχων δύναμιν τὴν
[*](3 οὐχ ὑπολέλειπται 7 τὴν τοῦ ποταμοῦ 16 δράσειεν 17 ‘fortasse ἁλόμενοι’ s 21 μεμαθηκὼς ὁ βασιλεὺς 27 ἐντὸς τον́του αὐτοῦ) 222
μὲν πόλιν ἐθελοντὴς παραδίδωσιν, αὐτὸς δὲ μετὰ τῶν καθ᾿ αἷμα προσηκόντων αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου, τοῦ ἁγίου φημὶ φωτίσματος, ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ
[*](D) ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς * (ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν) μεμαθηκότες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος προσεληλυθότες καὶ αὐτοὶ τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ἦν γὰρ δ βασιλεὺς οὗτος ἄντικρυς ἱερατικώτατος καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. διδασκαλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καὶ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον καὶ εἴσω τῆς ἡμετέρας πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουςὶ Σκύθας, ἀλλὰ καὶ τὴν
[*](P. 1) Περςίδα πᾶσαν καὶ ὁιτόσοι τὴν Αἴγυπτον καὶ τὴν Λιβύην νέμονται βάρβαροι καὶ ταῖς τοϋ Μωάμεθ τελεταῖς ἀργιάζουσιν.
Ἀλλὰ περὶ μὲν τούτων ἅλις· βουλομένη δὲ δεινοτέραν καὶ μείζονα τῆς προλαβούσης κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς ἔφοδον διηγήσασθαι εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον ἄλλα γὰρ ἐπ᾿ ἄλλοις διεκυμάνθησαν. γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ᾿ ἑκάστην σκυλευίμενοι ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων σπείσασθαι, τούτου συνδόξαντος πᾶσιν εἰς ὁμιλίαν ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ τοῦ καὶ Χαλῆ [*](Β) ὀνομαζομένου καὶ τοῦ Σεσθλάβου καὶ τοῦ Σατζᾶ (χρὴ γὰρ καὶ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ᾿ αὐτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται), τοῦ μὲν τὴν Δρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. σπεισάμενοι γοῦν μετ᾿ αὐτῶν ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν ἐλῄζοντο τὴν παρακειμένην χώραν, [*](6 lacunam signavit β μαθόντες 15 τὴν ante Λιβύην om 26 τοῦ ante καὶ om)
223
ὡς καὶ πολίχνιά τινα κατασχεῖν. κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες ἀροτριῶντες ἕσπερον κέγχρους τε καὶ πυρούς. ὁ δὲ τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον
[*](c) κατασχόντες ὁμόφρονες, περὶ ὧν ὁ λόγος φθάσας πλατύτερον ἐδίδαξε, τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες ὃ πάλαι ὤδινον εἰς φῶς ἐξήγαγον καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς καὶ στενωποὺς μετεκαλοῦντο τοὺς Σκύθας. κἀντεῦθεν τὴν Ρωμαίων ἐλῄζοντο χώραν. γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ αἵμασιν ἀνθρώπων λαφύσσειν καθαπερεὶ κύνες ἀεὶ ἱμειρόμενον. ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκῶς παρακελεύεται τῷ δομεστίκῳ τῆς ἑσπέρας Πακουριανῷ γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καὶ κατὰ φάλαγγα στῆσαι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτατον
[*](D) σὺν αὐτῷ τῷ Βρανᾷ ἀνὴρ δὲ καὶ οὗτος μαχιμώματος) τὰς δυνάμεις ἀναλαβόμενον κατ᾿ αὐτῶν ἀπελθεῖν. καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν τὸν χάρακα πηξαμένους, πλῆθος ἀναρίθμητον τούτους θεασάμενος , πρὸς τὸν μετ’ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμον βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι δυνάμεις ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδησάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολωλεκέναι.
[*](83) ἀλλὰ τῷ Βρανᾷ φιλοκινδυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτα οὐκ ἤρεσκεν. ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑποψία τις κατ᾿ αὐτοῦ ἀναβαλλομένου τὸν πόλεμον δοθῇ, ἐνεδίδου ταῖς ὁρμαῖς τοῦ Βρανᾶ καὶ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας κατὰ τῶν Σκυθῶν ἐχώρησε τὸ μεσαίτατον αὐτὸς διέπων τῆς φάλαγγος. ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντιτεταγμένων τὸ ῾Ρωμαϊκὸν ἔσῳζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. προσβαλόντες δ’ ὅμως τοῖς Σκύθαις ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ
[*](2 ἔσπειρον 5 ἐδίδαξε πλατύτερον 14 στῆσαι s: στῆναι παράταξιν Cs πράγματα F 21 ἀναδυσάμενον (S) 29 πολοστὸν F) 224
Βρανᾶς. ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς
[*](V.) τὰς κατὰ τῶν ἐναντίων ἱππασίας ποιούμενος φηγῷ
[*](Β) προσκεκρουκὼς ἀφῄρηται παραχρῆμα τὴν ψυχήν. τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ταῦτ’ οὖν μεμαθηκὼς ὁ αὐτοκράτωρ ἐπένθει μὲν τοὺς πεπτωκότας ἅπαντας ἰδίᾳ καὶ καθ’ ἕκαστον καὶ ὁμοῦ · ἐπὶ δὲ τῷ τοῦ δομεστίκου θανάτῳ μᾶλλον στενάζων κρουνοὺς ἠφίει δακρύων. ἐφίλει γὰρ ἐξόχως τὸν ἄνδρα καὶ πρὸ τῆς ἀναρρήσεως. οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν, ἀλλὰ μεταπεμψάμενος τὸν Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν, ἐφ’ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς, συλλέγειν δὲ καὶ ἁπανταχόθεν δυνάμεις, ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. τὸν δὲ Οὐμπερτόπουλον
[*](c) εἰς Κύζικον φρουρὰν ἀξιόμαχον καταλιπόντα μετὰ μόνων τῶν Κελτῶν εἰς τὸν Τατἱκιον γοργῶς ἐφθακέναι παρεκελεύσατο. οὗτος δὲ τοὺς Λατίνους καὶ τὸν Οὐμπερτόπουλον θεασίμενος καὶ τεθαρρηκώς , ἐπεὶ καὶ ἱκανὸν προεφθάκει συλλέξασθαι στράτευμα, κατευθὺ Σκυθῶν ἐχώρει παραχρῆμα. καταλαβὼν δὲ τὰ περὶ τὴν Φιλιππούπολιν παρὰ τῷ χείλει τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καὶ δορυαλώτους συνεπαγομένους, μήπω σχεδὸν
[*](D) τὰς σκευὰς εἴσω τοῦ χάρακος καταθέμενος ἱκανοὺς ἀποτεμόμενος αὐτῶν ἐκπέμπει αὐτός τε ὁπλισάμενος καὶ πάντας θωρήξασθαι κελεύσας τὰς φάλαγγας καταστησάμενος τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τὦν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν † πυρὸν ὄχθον, διχῆ τὸ στράτευμα διελὼν καὶ τὸ ἐνυάλιον ἑκατέρωθεν ἠχῆσαι κελεύσας σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ
[*](P.) [*](6 ἰδίᾳ τε 7 καὶ μᾶλλον 12 ἁπανταχόσε F 18 ἐχώρησε 20 βλίσνον CΑ σαλίνον F 23 κατασκευὰς ἱκανοὺς τοῦ στρατοῦ ἀποτεμόμενος 24 τε] δὲ 29 πυρὸν FAC 1 πυρρὸν C 2 Εὔρου s σπιορὸν) 225
προσβάλλει τοῖς βαρβάροις. καὶ καρτερᾶς τῆς μάχης γενομένης πίπτουσι τῶν Σκυθῶν οἱ πλείονες , πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ὁ δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος νικητὴς τὴν Φιλιππούπολιν καταλαμβάνει. κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος ἐσκόπει, ὅθεν χρὴ καὶ ὅπως τοῖς βαρβάροις αὖθις προσβαλεῖν. ἀπειροπληθεῖς δὲ τὰς αὐτῶν γινώσκων δυνάμεις σκοποὺς ἁπανταχόσε ἐξέπεμψεν, ἵν’ ἐκεῖθεν ἔχοι τὰ κατὰ τοὺς Σκύθας συχνάκις μανθάνειν. ἐπαναδεδραμηκότες δὲ οἱ σκοποὶ πλῆθος βαρβάρων ἔλεγον πολὺ περὶ τὴν Βελιάτοβαν ἐνδιατρίβειν καὶ τὰ πέριξ λῂζεσθαι.
[*](Β) καὶ ὁ Τατίκιος προσδόκιμον τὴν τῶν Σκυθῶν ἔλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς ἐν ἀμηχανίᾳ καθειστήκει. ἀλλ’ ὅμως καὶ τὸ σιδήριον ἔθηγε καὶ πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ’ αὐτοῦ ἔλευσιν διεμήνυε καὶ φθάνειν ἤδη διισχυρίζετο. ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἦν καὶ ἅπαν τὸ στράτευμα ἐξοπλίσας τὸν Εὖρον παραχρῆμα διαπεράσας τὰς φάλαγγας ἰλαδὸν
[*](c) καταστήσας εἱστήκει πολέμου σχῆμα διατυπώσας · αὐτὸς δὲ τὸ μέσον εἶχε τῆς παρατάξεως. καὶ οἱ βάρβαροι Σκυθικῶς παραταξάμενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησάμενοι
[*](147) ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ τοὺς ἀντιπάλους ἐρεθίξειν οἷον πρὸς μάχην · ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο, τὸ μὲν Ῥωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον, τὸ δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τάς τε σημαίας καὶ τὸ λαμπρὸν τῶν ἀμφίων καὶ τὴν ἐκεῖθεν ἀποπαλλομένην αἴγλην πρὸς τὴν ἀστρῴαν βολὴν ἀντιστίλβουσαν. μόνοι δὲ
[*](D) ἁπάντων οἱ τολμητίαι Λατῖνοι καὶ θρασεῖς τὴν μάχην προαρπάζειν ἤθελον θήγοντες ὀδόντας ὁμοῦ καὶ σιδήρια. ἀνέστελλε δ’ αὐτοὺς ὁ Τατίκιος· ἀνὴρ γὰρ οὗτος εὐσταθὴς καὶ
[*](7 ἐξέπεμπεν 8 ἔχῃ ἐκμανθάνειν 11 ἐπέλευσιν 13 παράπαν ἀλύων Cs πᾶν ἀναλύων F 16 διισχυρίζετο As δεινῶς ἰσχυρίζετο F 31 δὲ) 226
τοῦ μέλλοντος ῥᾷστα καταστοχάσασθαι δυνατός. ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρατευμάτων καὶ οἷον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκδεχομένου καὶ μηδ’ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων ἱππάσασθαι κατατολμῶντος , ἐπεὶ ἐν δυσμαῖς ἤδη ὁ ἥλιος ἦν, ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. τούτου ἐπὶ δυσὶν ἡμέραις γεγονότος καὶ πρὸς μάχην εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ’
[*](Ρ. 18) ἑκάστην διατυπούντων, ἐπεὶ μηδεὶς τὴν πρὸς ἕτερόν ἀπεθάρρησε μάχην, κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ Σκύθαι. αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν· ἀλλὰ πεζός φασι παρὰ Λύδιον ἅρμα. προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηρᾶν· τέμπη δ’ οὕτως εἰσὶ κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ
[*](B) καταλαβὼν ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που καταλιπών, τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπαναξεύγνυσι πρὸς τὴν βασιλεύουσαν.
[*](3 οὑτινοσοῦν (s) 6 ἠν om 7 τοῦτο . . . ἐγένετο 12 φασιν)227
[*](P. 188)Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερκείμενα [*](V. 150) τοῦ Δανούβεως τέμπη ἡγεμὼν δὲ οὗτος ὑπερέχων τοῦ Σκυθικοῦ στρατεύματος) σύμμικτον ἐπαγόμενος στράευμα ὡσεὶ χιλιάδας ὀγδοήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν καὶ ἀπὸ τοῦ Δακικοῦ στρατεύματος οὐκ ὀλίγους, ὧν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν, τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐλῄζετο. καὶ εἰς αὐτὴν δὲ φθάσας τὴν Χαριούπολιν καἰ λείαν πολλὴν ἀναλαβόμενος κατέλαβε τόπον τινὰ Σκοτεινὸν καλούμενον. μεμαθηκὼς τοῦτο [*](Β) ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης τὴν ἐπωνυμίαν ἀπὸ τῆς ἐνεγκαμένης λαχὼν μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ Πάμφυλον. ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρακειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυνομένους διὰ πτοίαν πολλὴν ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου Παμφύλου τόπου καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον τὸ ἅπαν συνεπαγόμενοι στράτευμα. ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ [*](C) καλούμενον κόπον τοῦ Ῥωμαϊκοῦ στρατεύματος λέξις δὲ αὕτη συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι παρείποντο [*](189) ἰχνηλατοῦντες οἷον τὸ Ρωμαϊκὸν στράτευμα. αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθίστα δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμο·ν. ἐκεῖνος δὲ κατὰ τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά [*](12 πάμφυλον ex παμφύλιον F 1 18 κόπον FC σκοπὸν As)
228
τινων λογάδων κατασκοπήσων τὰς βαρβαρικὰς δυνάμεις. ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν ἐσφάδαζε μὲν τὴν συμπλοκὴν τοῦ πολέμου , ἀνεβάλλετο δὲ τὴν Ρωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σῴζουσαν τῆς τῶν βαρβάρων δυνάμεως. ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ
[*](Β) παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καὶ αὐτὸς πρὸς τοῦτο μᾶλλον κατάρροπος ἦν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας ξυμμίγνυται τοῖς βαρβάροις. πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους · καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ καλουμένου Σκοτεινοῦ
[*](c) καὶ τοῦ Κούλη ῥύακα ἀπεπνίγοντο ὑπ’ ἀλλήλων συμ- πατούμενοι. λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασιλέως εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον ὑπέστρεψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεστίκου τῆς δύσεως Ἀδριανοῦ τοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.
Οὕτως δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν μερῶν ἀπελαθέντες περὶ τὸν Ἴστρον αὖθις ἐπαναστρέψαντες ηὐλίζοντο καὶ ὥσπερ ἰδίαν τὴν ἡμεδαπὴν ἀνέτως πάντη ποροικοῦντες ἐλῄζοντο. ταῦτα ὁ βασιλεὺς ἀκούων οὐκ ἠνείχετο [*](v. (??)) τῶν Ρωμαϊκῶν ὁρίων εἴσω τοὺς Σκύθας παροικεῖν, [*](D) ἅμα δὲ καὶ δεδιώς, μὴ διὰ τῶν στενωπῶν διελθόντες αὖθις χείρονα τῶν προτέρων ἀπεργάσωνται. ἔνθεν τοι καὶ παρ- εσκευασμένος καὶ καλῶς ἐξοπλίσας τὸ στράτευμα καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν [*](4 πολοστὸν F 6 Ἰωαννιάκη 8 μᾶλλον πρὸς τοῦτο 11 ἀλλὰ καὶ 17 οἱ τοῦ βασιλέως As om FC 20 τοῦ om F 22 οὕτω 23 παρὰ 25 ἀκούσας ἠνέσχετο 28 καὶ om παρασκευασμένος F)
229
ἄπεισιν ἐν μεταιχμίῳ τῆς Διαμπόλεως καὶ Γολόης διακείμενον. κἀκεῖσε προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς Δρίστρας διαπόντιον ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπαν- ταχόθεν δυνάμεις μετεπέμπετο. ἱκανὸν δὲ συνειλοχὼς στράτευμα ἐβουλεύετο , εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα τὴν
[*](P. 190) μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην, “οὐ χρὴ ’’ λέγων “ἐκεχειρίαν ὅλως τοῖς Σκύθαις δίδοσθαι,” εἰκότως τοῦτο περὶ τουτωνὶ τῶν βαρβάρων σκοπήσας. οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τεττάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον, θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώρας ἢ καὶ χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναί · οὐδὲ κύκλος εἷς ἐνιαύσιος τουτὶ τὸ κακὸν περιέγραψεν, ἀλλ’ ἐφ’ ἱκανοῖς ἔτεσι τὰ Ῥωμαίων ἐκυμαίνετο, κἀν ἐκ πολλῶν ὀλίγων τινῶν αὐτοὶ ἐπεμνήσθημεν. οὐδὲ διπλοῖς ἐμερίσθησαν λογισμοῖς, κἀν ὁ αὐτοκράτωρ πολλάκις διὰ παντοίων τούτους ἐφείλκετο · ἀλλ’ οὐδέ τις λαθὼν πρὸς τὸν βασιλέα ἀπηυτομόλησεν, ἔτι ἀμετάθετον τέως τὴν γνώμην ἔχοντες.
[*](Β) ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος, ὃν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασιλεὺς παρα τῶν Σκυθῶν ἑαλωκότα ἐπρίατο, οὐδαμῶς τὸν μετὰ τῶν Σκυ- θῶν κατὰ τὸ Παρίστριον συνεχώρουν πόλεμον · ὁ δέ γε Παλαιολόγος Γεώργιος καὶ Νικόλαος ὁ Μαυροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάζοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι ἐπέτρεπον τὰ τέμπη του Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίστριον τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην. σὺν οἶς καὶ οἱ δύο υἱεῖς Διογένους τοῦ αὐτοκράτορος,
[*](C) Νικηφόρος τε καὶ Λέων, οἲ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπήν ἐν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν κἀντεῦθεν πορφυρογέννητοι προσηγορεύθησαν. ἡ δὲ πορφύρα οἴκημά τί ἐστι κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς τοῦ ὀρόφου κινήσεως διὰ τετραγώνου συμ-
[*](1 Διαμπόλεως s: δαμπόλεως 10 τεσσάρων 31 ἐστιν 32 τοῦ om) 230
πληρούμενον σχήματος , ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτε- λευτῶν, ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λι- μένα, οὗπερ οἱ πέτρινοι βόες καὶ οἱ λέοντες, διὰ μαρμάρων δὲ τό τε ἔδαφος κατέστρωτο καὶ οἱ τοῖχοι περιεστέλλοντο, οὐ τῶν τυχόντων οὐδὲ τῶν ἄλλων ὁπόσοι εὐποριστότεροι τῶν τιμιωτέρων λίθων εἰσίν, ἀλλ’ ἐξ ὧν ἀπὸ Ῥώμης οἱ ἀνέκαθεν βασιλεῖς ἐπεσύροντο. ἔστι δὲ οὗτος ὁ λίθος τὸ
[*](D) ὅλον εἰπεῖν πορφυροῦς δι’ ὅλου καὶ οἷον στίγματα τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέχουσιν. ἐκ τουτωνὶ τῶν λίθων, θων, οἶμαι, πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ἀλλ’ ὅπερ ἔλεγον, ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ τῶν Σκυ- θῶν προὐτρέπετο, ὁ Βρυέννιος πολλὰ κωλύων τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος , ὡς οὐκ ἔπειθεν , ἐπιφωνηματικῶς
[*](P. 1) φησιν “ἴσθι, ὠ βασιλεῦ, εἰ τὸν Αἷμον διέλθητε, τοὺς δρο- μικωτέρους τῶν ἵππων δοκιμάσεις.’’ ἐρωτήσαντος δέ τινος,
[*](V. 1) τί ὁ λόγος οὑτοσὶ βούλεται, “ἐν τῷ φεύγειν” φησὶν “ἅπαντας.” οὗτος γὰρ ὁ ἀνήρ, εἰ καὶ τοὺς ὀφθαλμοὺς δι’ ἀπο- στασίαν ἐξεκέκοπτο, ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνω- ρίζετο. ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυέννιος ἀπεστέρητο δι’ ἀποστασίαν ἣ ἐπανάστασιν κατὰ τοῦ αὐτοκράτορος Βοτανειάτου καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος τῶν δυτικῶν τε καὶ ἀνατολικῶν στρατευμάτων κατασχεθεὶς τῷ Βορίλῳ παρεδόθη
[*](B) τὰς ὄψεις ἀβλαβεῖς ἔχων , τοὺς ἐθέλοντας λεπτομερέστερον μαθεῖν παραπέμπομεν εἰς τὸν μέγιστον Καίσαρα. ὁ γὰρ Καῖσαρ οὗτος τοῦ μὲν Ἀλεξίου ἤδη τὰ Ῥωμαίων διέποντος σκῆπτρα γαμβρὸς ἐγεγόνει , τοῦ δὲ Βρυεννίου ἐκείνου ἀπόγονος. ἀλλ’ ἐνταυθοῖ γενομένη συγχέομαι τὴν ψυχὴν καὶ πάθους ἐμπίπλαμαι. σοφὸς μὲν γὰρ τὴν γνώμην ἦν οὗτος ὁ ἀνὴρ καὶ τὸν λόγον σοφώτατος. πάντα γὰρ καὶ ῥώμη καὶ
[*](7 ἐπεσύραντο 12. 15 αἶμον F 16 δοκιμάσης F 22 διὰ F 25 Βορίλλῳ (s) 31 πένθους) 231
τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸ συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά, τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν.
[*](C) ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀν- εβλάστησε καὶ ὁ θεὸς ἐδημιούργησε. καὶ οἶον τὸν Ἀχιλλέα ὕμνησεν ὅμηρός ἐν τοῖς Ἀχαιοῖς, τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. οὗτος τοίνυν ὁ Καῖσαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους, ἀλλὰ πᾶσαν βίβλον ἀνα- πτυξάμενος καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφὼς πολλὴν σο- φίαν ἐκεῖθεν ἠρύσατο, ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ ἡμετέρα.
[*](D) ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἐξέδωκεν ἑαυτὸν καὶ δὴ καὶ σύγγραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καὶ μητρός, τῆς βασιλίδος φημὶ Εἰρήνης, ἐσχεδίασεν ἄξιον λόγου καὶ ἀνα- γνώσεως ἱστορίαν συντεταχώς τῶν πρὸ τοῦ ἀναδήσασθαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός, ἐν ᾗ τὰ κατὰ
[*](Ρ. 192) τὸν Βρυέννιον ἀκριβέστερον ἐπεξέρχεται καὶ ὁμοῦ τάς τε τοῦ προγόνου συμφορὰς ὡς ἀληθῶς ἀφηγήσατο καὶ τὰς τοῦ πεν- θεροῦ ἀριστείας συνέγραψε καὶ οὐκ ἂν ἐψεύσατο καὶ περὶ ἀμφοῖν ὡς τοῦ μὲν ἀγχιστεὺς, τοῦ δὲ καθ’ αἷμα προσήκων. καὶ μεμνήμεθα τούτων κἀν τοῖς προτέροις λόγοις τῆσδε τῆς ἱστορίας. ἐπεὶ δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ’ ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ’ αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῶν δυτικῶν ὀρῶν, ἐκδίδοται δὲ διὰ τῶν καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν Πόντον τὸν Εὔξεινον, μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος
[*](Β) ἐρχόμενος καὶ ναυσίπορος ὤν, ὡς καὶ τῶν πλοίων τὰ μέ- γιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει, ἀλλὰ τὰ ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς Δάνουβις ὄνομα τούτῳ , τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ἐπονομάζεται) , ἐπειδὴ τοίνυν
[*](1 ταὐτὸν 5 ἀρχαιοῖς 10 ποτὲ οὐχ 18 καὶ περὶ] καίπερ 19 ὡς] ὢν 8 20 τούτου 8 τῆς τῆς 24 μερῶν 31 Ἴστρος ὁ ποταμὸς μετονομάζεται ἐπεὶ δὲ) 232
διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν
[*](V. 15) Σκυιθῶν μερὶς ἐθεάσατο , ἐξ ἠπείρου δὲ καὶ τὸν αὐτοκράτορα μετὰ στρατεύματος πλείστου αὐτοὺς ἤδη καταλαμβά- νοντα μεμαθήκεσαν, ὡς ἀμήχανον τὴν μεθ’ ἑκατέρων μάχην εὑρίσκοντες τρόπον ἐπεζήτουν, δι’ οὗ γένοιτ’ ἂν αὐτοῖς τὸ ὀξὺ τοῦ κινδύνου διεκφυγεῖν. πέμπουσι τοίνυν πρέσβεις ἑκατὸν πρὸς τοῖς πεντήκοντα Σκύθας ἐπερωτῶντάς τάχα τὰ περὶ εἰρήνης, ἅμα δὲ καὶ ἀπειλήν τινα μεταξὺ τῶν λόγων παρενείροντας, ἔστιν οὗ καὶ ὑπισχνουμένους, εἰ ταῖς τούτων
[*](C) αἰτήσεσι κατανεῦσαι θελήσειε, μεθ’ ἱππέων χιλιάδων τριάκοντα συμμαχεῖν τῷ αὐτοκράτορι , ὁπηνίκα βούλοιτο. ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπογύου κίνδυνον φεύγοντες τοιαῦτα διαπρεσβεύονται, καὶ εἰ ἀδείας ὅλως τύχοιεν, τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν, τὴν πρεσβείαν οὐκ ἐδέχετο. τούτων δὲ τῶν λόγων συνειρομένων Νικόλαός τις τῶν ὑπογραμματευόντων τῷ αὐτοκράτορι προσελθὼν πρὸς τὸ οὖς καὶ ὑποψιθυρίσας φησί “κατὰ ταυτηνὶ
[*](D) τὴν ἡμέραν, βασιλεῦ, ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδοκεῖ γενήσεσθαι”. τοῦ δὲ διαπιστοῦντος ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις, ἐπιστραφείς φησι τοῖς Σκύθαις “θεῷ τὴν κρίσιν ἀνατίθημι· καὶ εἰ μέν τι σημεῖον ἐξ οὐρανοῦ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἔκδηλον γένηται, εἴσεσθε πάντως, ὡς
[*](P. 19) ἐγὼ μὲν ὕποπτον οὖσαν τὴν ὑμῶν πρεσβείαν εὐλόγως οὐ δέχομαι, ὅτι οὐκ ἐπ’ ἀληθείας οἱ φαλαγγάρχαι ὑμῶν τὰ περὶ εἰρήνης διαπρεσβεύονται· εἰ δ’ οὖν, διαμαρτὼν αὐτὸς τοῦ στοχασμοῦ ἐλεγχθήσομαι.” δύο οὔπω παρῆλθον ὧραι, καὶ τὸ ἡλιακὸν φῶς ἐπιλέλοιπεν, ὡς ἀφεγγῆ τὸν ὅλον δίσκον γενέσθαι ὑποδραμούσης αὐτὸν τῆς σελήνης. καὶ οἱ μὲν Σκύθαι τηνικαῦτα ἔκθαμβοι γεγόνασιν, ὁ δέ γε αὐτοκράτωρ
[*](9 ἔστι δ' 10 νεύσεσι καὶ αἰτήσεσι 19 ὤραν F προσδόκα (??) 22 φησὶ τοῖς Σκύθαις ἐπιστραφεὶς 27 οὖν s: οὖ 28 δύο οὑν 30 αὐτῶ As) 233
παραδίδωσιν αὐτοὺς Λέοντι τῷ Νικερίτῃ ἐκτομίας δὲ οὗτος καὶ τοῖς στρατιωτικοῖς νηπιόθεν ἐνδιατρίψας καὶ ἀναφανεὶς
[*](Β) δοκιμώτατος) ἐπισκήψας μεθ’ ἱκανῶν διασῶσαι τούτους μέχρι τῆς βασιλίδος τῶν πόλεων. ὁ δὲ μάλα προθύμως τῆς πρὸς τὴν Κωνσταντίνου ἥψατο. οἱ δὲ βάρβαροι διὰ παντὸς τῆς ἑαυτῶν φροντίζοντες ἐλευθερίας, ἐπὰν τὴν μικρὰν Νίκαιαν ἔφθασαν, νυκτὸς ἀναιροῦσι τοὺς φύλακας ἀμελῶς περὶ τὴν αὐτῶν διατεθέντας φυλακὴν καὶ διά τινων σκολιωτέρων ἀτραπῶν ἐπαναστρέφουσι πρὸς τοὺς πέμψαντας. ὁ δὲ Νικερίτης μετὰ τριῶν μόγις σωθεὶς καταλαμβάνει τὸν αὐτοκράτορα εἰς Γολόην.
Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ πτοηθείς , μὴ οἱ [*](C) πρέσβεις ἅπαν τὸ Σκυθικὸν στράτευμα κατ’ αὐτοῦ ἐρεθί- σαντες ἐπεισπέσωσιν αὐτῷ, οὐκ ὀνείρου δεηθεὶς πρός μάχην αὐτὸν ἐποτρύνοντος καθάπερ ποτὲ τὸν Ἀτρέως Ἀγαμέμνονα, ἀλλ’ ἀναζέσας πρὸς μάχην καὶ τὴν Σιδηρᾶν μετὰ τῶν ταγμάτων διελθὼν τὸν χάρακα περὶ τὴν Βιτζίναν ἐπήξατο · ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος πορρω- τέρω γενόμενοι ἀνῃρέθησαν, πολλοὶ δὲ καὶ κατεσχέθησαν. ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ καταλαμβάνει τὴν Πλίσκοβαν κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τοῦ [*](D) Συμεῶνος καλουμένην ἄνεισιν, ἡ καὶ Βουλευτήριον τῶν [*](154) Σκυθῶν ἐγχωρίως ὠνομάζετο. τὰ αὐτὰ δὲ πάλιν τοῖς τῶν χρειωδῶν συγκομιδῆς χάριν τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε. τῇ δὲ μετ’ αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν ἀπέχοντα κἀκεῖσε τὰς σκευὰς καταθέ- μενος τὸν χάρακα πήγνυται. ἐπεισπεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου ἀνεῖλον μὲν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς, κατέσχον δὲ καί τινας τῶν ἐκμόγις [*](10 μετὰ τριῶν 13 τὸ ἅπαν F 19 χάρακος ἐξελθόντες καὶ πορροτέρω 22 τινὰ τὴν 24 τοῖς] τῆς 25 τοῖς τῆς 31 ἐκθυμοτέρως)
234
θυμότερον ἀγωνισαμένων Μανιχαίων. καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος ἦρτο πολὺς καὶ σύγχυσις, ὡς καὶ τὴν (??) βασιλικὴν καταπεσεῖν σκηνὴν ἐξ αἰτίας τῶν ἀτάκτως θεόντων ἱππέων. ὅπερ τοῖς μὴ εὔνως πρὸς τὸν αὐτοκράτορα
[*](Ρ.) διακειμένοις κακὸς οἰωνὸς ἔδοξεν. ἀλλ’ ὁ μὲν βασιλεὺς τοὺς ἐπεισπεσόντας βαρβάρους διά τινος στρατιᾶς ἐξελάσας πόρρω που τῆς σκηνῆς, ὅπως μὴ θορυβοῖεν, εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν καὶ καταστείλας τὸν θόρυβον σὺν αὐταῖς δυνάμεσι μετ εὐταξίας τὴν πορείαν ποιησάμενος καταλαμβάνει τὴν Δρίστοαν (πόλις δὲ αὕτη τῶν περὶ τὸν Ἴστρον διακειμένων πολιορκήσων ταύτην δι’ ἑλεπόλεων. καὶ δῆτα ἔργου ἁψάμενος καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν εἰσῄει μετὰ παντὸς τοῦ στρατεύματος. αἱ δὲ δύο ἀκροπόλεις τῆς Μίσης πόλεως ἔτι παρὰ
[*](Β) τῶν συγγενῶν κατείχοντο τοῦ καλουμένου Τατοῦ, ἐκείνου προφθάσαντος ἀπελθεῖν ἐφ’ ᾧ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν. ὃς ἐν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη ὡς “ἐγὼ μὲν ἀκριβῶς οἶδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδιάδα ταύτην καταλαβόντα, σπεύσατέ ὑμεῖς προκαταλαβεῖν εἰς τὸν ὑπερκείμενον αὐχένα ἐπικαιρότατον ὄντα τῶν ἄλλων κἀκεῖσε τὸν χάρακα πήζασθαι, ὡς μὴ ἐκεχειρίαν ἔχειν τὸν αὐτοκράτορα
[*](C) πολιορκεῖν τὸ φρούριον, ἀλλὰ καὶ ὄπισθεν ὁμῶς ἔχειν τὸν νοῦν τὴν ἐξ ὑμῶν ὑφορώμενον βλάβην. ὑμεῖς δὲ πανήμεροι καὶ παννύχιοι κατ’ αὐτοῦ πέμποντες ἀμοιβαδὸν στρατιώτας μὴ ἐνδιδόατε”. ὁ δὲ αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν κἀκεῖθεν ἐξελθὼν περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. ὁ μὲν οὖν Παλαιολόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηἵππων
[*](4 11 τοῦ ἴργου 15 ἐκεῖθεν ἐκεῖθεν 23 πήξασθε 24 ὁμῶς s: ὅμως 25 πανημέριοι 26 ἀμοιβαδὶς 28 πολιορκίαν, ἐπεὶ δυσχερὴς ἦν καὶ καιροῦ δεομένη As) 235
γόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνεβούλευον τὴν μεγάλην Πρισθλάβαν καταλαβεῖν.
[*](D) “οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ’ εὐταξίας θεώμενοι οὐδαμῶς τὸν καθ’ ἡμῶν ἀποθαρρήσουσι πόλεμον” ἔλεγον. “εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι, ἡττηθήσονται καὶ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Πρισθλάβαν.” πόλις δὲ αὕτη περιφανὴς περὶ τὸν Ἴστρον διακειμένη, ποτὲ μὲν οὔτ’ οὔνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ’ Ἑλληνίζουσα περὶ τὴν προσηγορίαν, μεγάλη πόλις καὶ οὖσα καὶ λεγομένη · ἀφ’ οὗ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς καὶ οἱ ἐξ ἐκείνου γενόμενοι καὶ
[*](P. 155) προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς δυναστείας
[*](V. 195) καθάπερ ὁ Σεδεκίας τῶν Ἰουδαίων, τῆς ἑσπέρας κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς Ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καὶ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη Πρισθλάβα πανταχόθεν τούτοις φημιζομένη. “ ταύτην τοίνυν κρησφύγετον ἔχοντες” οἱ ἀμφὶ τὸν Μαυροκατακαλὼν ἔλεγον “καὶ ὁσημέραι δι’ ἀκροβολισμῶν τοῖς Σκύθαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτοὺς μηδ’ ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἢ τῆς τῶν χρειωδῶν συγκοβιδῆς
[*](Β) συγχωροῦντες ἐξεληλυθέναι”. τούτων οὖν τῶν λόγων τριβομένων ἀποβάντες οἱ τοῦ Διογένους υἱοὶ τῶν σφετέρων ἵππων, οἷα νέοι καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι, ὅ τε Νικηφόρος καὶ ὁ Λέο,ν, τοὺς χαλινοὺς ἀφελόμενοι πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν ἐπειπόντες “μὴ δέδιθι, βασιλεῦ · αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς” ὁ δὲ βασιλεὺς φιλοκινδυνότατος ὤν καὶ προαρπάζειν πεφυκὼς τὰς μάχας οὐδ’ εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν καὶ τὰς σκευὰς ἁπάσας ἀναθέμενος τῷ
[*](2. 8 Περισθλάβαν 4 εὐκοσμίας 6 ἴσθι, ὡς 9 ὄνομα 17 Περισθλάβα 31 ἐβάλλετο) 236
Κουτζομίτῃ Γεωργίῳ πρὸς τὸ Βέτρινον ἐξέπεμψε, τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν ἐκείνην, ἀλλὰ τοὺς ἵππους κατέχοντας
[*](C) ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. αὐτὸς δὲ κατὰ τὸ περλίορθρον ἔξεισι τῆς παρεμβολῆς καὶ τὰς δυνάμεις διελὼν καἰ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα παραθέων ἐθεᾶτο τὸ στράτευμα. εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτὸς συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Λατίνων τῷ τότε ἡγεμονεύοντος καὶ ἑτέρων γενναίων ἀνδρῶν. τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς αὐτοῦ· κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὅ τε Κασταμονίτης
[*](D) καὶ ὁ Τατίκιος · τῶν δὲ ἐθνικῶν ὅ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. ἓξ δὲ τὸν ἀριθμὸν διελόμενος τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε πρὸς αὐτόν τε ὁρᾶν παραγγείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ, τούς τε δύο υἱούς φημι Ῥωμανοῦ τοῦ Διογένους καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέμων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγγίας Ναμπίτην καὶ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα. ἀλλὰ καὶ οἱ Σκύθαι σχῆμα πολέμου διατυπώσαντες ἐκ φυσικῆς
[*](Ρ.) ἐπιστήμης πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι καὶ λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφίγμασι καὶ καταπυργώσαντες οἱονεὶ ταῖς ἀρμαμάξαις τὸ στράτευμα ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς ἴλαις τὸ στρατόπεδον τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾶν ἐνετέλλετο οὐδὲ τὸν συνασπισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι τοῖς Σκύθαις γένωνται· εἶτ’ τὸ ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ’ ἀλλήλων ἱεμένων θεάσοιντο, ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι.
[*](Β) οὕτω τοίνυν τοῦ αὐτοκράτορος ἑτοιμαζομένου πόρρωθεν
[*](V.) ἀνεφάνησαν οἱ Σκύθαι σὺν αὐταῖς ἁρμαμάξαις καὶ
237
γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. συρραγέντος δὲ τοῦ πολέμου ἀπὸ πρωίας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλὴ ἐξ ἑκατέρων τῶν μερῶν πιπτόντων συχνῶν. ὁπηνίκα καὶ Λέων ὁ τοῦ Διογένους υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρεὶς συρεὶς καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ
[*](C) κρατοῦντος ἀδελφός, ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμονίαν ἐμπεπιστευμένος τότε , τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος ὅλους ῥυτῆρας ἐνδοὺς καὶ μέχρι τῶν ἁμαξῶν ἑαυτὸν ἐμβαλὼν ἔπειτα γενναίως ἀγωνισάμενος μετὰ ἑπτὰ καὶ μόνων ἐπανέστρεψε τῶν ἄλλων ἁπάντων παρὰ τῶν Σκυθῶν ἀποσφαγέντων, τῶν δὲ κατασχεθέντων. τῆς δὲ μάχης ἐπὶ τρυτάνης ἱσταμένης ἔτι ἐκθύμως ἄμφω τῶν στρατευμάτων μαχομένων, ἐπεὶ λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν, οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ῥωμαῖοι ἔχοντες
[*](D) τὰ νῶτα τηνικαῦτα διδόασιν. ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει· τῇ ἑτέρᾳ δὲ τῶν χειρῶν τῆς τοῦ λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων ἕστατο μεθ’ ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς, λειφθείς, Νικηφόρου φημὶ τοῦ υἱοῦ τοῦ Διογένους καὶ Μιχαὴλ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης, συμπαρόντων καὶ πατρῴων θεραπόντων. εἰσπηδήσαντες
[*](197) δέ τινες πεζοὶ Σκύθαι τρεῖς οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέρωθεν τοῦ χαλινοῦ, ὁ δ’ ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει, ἕτερον δὲ τὸν ἀκινάκην ἀνατείνας καὶ ἐμβριμησάμενος ὀπισθόρμητον ἐποίησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς κόρυθος. τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκεν οὐδ’ ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς ἐπίπαν διολισθαινούσης καὶ ἢ τὸν ἑαυτοῦ πόδα πλήξῃ ἢ
[*](4 τοῦ προβεβασιλευκότος Διογένους 13 ἀμφοῖν 25 δὲ 29 ἐπήνεγκε) 238
τὸν ἵππον, ἐν ᾧ ἐπωχεῖτο, καὶ οὕτως ἁλώσιμος τοῖς ἐχθροῖς γένηται . διὰ τοῦτο καὶ δευτέραν αὐτῷ γοργῶς ἐπάγει πλη- γὴν μετὰ νουνεχείας τὰς τῆς χειρὸς κινήσεις ποιούμενος.
[*](Β) ἐν πάσαις γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις καὶ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστατοῦντα οὔθ’ ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ’ ἐπιθυμίαις ὑποσυρόμενος. τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν. ὁ δ’ εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο. τὴν οὖν ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν ἀκρατῶς) “ἵνα τί”, φησι “βασιλεῦ, τοῦ λοιποῦ ἐνταῦθα πειρᾷ σὺ ἐγκαρτερεῖν; ἵνα τί τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας”; ὁ δὲ βέλτιον
[*](C) γενναίως μαχομένους ἀποθανεῖν ἴφη ἢ ἀγεννές τι πεποιηκότας
[*](V.) σωθῆναι. ὁ δὲ πρωτοστράτωρ “εἰ μὲν τῶν κοινῶν εἴς τις ὢν ταῦτ’ ἔλεγες, ἐπαίνου ἦς ἄξιος · εἰ δὲ ὁ σὸς θάνατος κοσμικόν ἐπάγει τὸν κίνδυνον, ἵνα τί μὴ τὸ βελτιον αἱρῇ ; εἰ γὰρ σωθείης, καὶ αὖθις πολεμήσων νικήσεις”. τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσβαλόντων καὶ τὰς σῳζούσας ἀπεγνωκὼς ἐλπίδας “καιρὸς ἤδη τῆς ἑαυτῶν σὺν θεῷ πεφροντικέναι σωτηρίας”, εἶπε “πλὴν ἀλλ’ οὐ τὴν
[*](D) αὐτὴν τοῖς φεύγουσι πορεύεσθαι δεῖ, ὅπως μὴ οἱ τοὺς ἡμετέρους διώκοντες ἐν τῷ ἐπανέρχεσθαι συναντῶσιν ἡμῖν, ἀλλὰ χρὴ” ὑποδείξας τῇ χειρὶ τοὺς κατὰ τὸ ἄκρον τῆς παρατάξεως ἱσταμένους Σκύθας “κατ’ αὐτῶν ἐξιππάσασθαι ὡς σήμερον γεννηθέντας καὶ τεθνηξομένους, καὶ οὕτως ὄπισθεν θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως ἐφ’ ἑτέραν ἀτραπὸν βαδιούμεθα”. ταῦτ’ εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας πρῶτος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν
[*](Ρ.) ἴεται καὶ τὸν συναντήσαντα παίει · ὁ δ’ εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρας. καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθένφξσιν
[*](11 φησιν “ὠ β. 12 πειρᾷ σὺ r: πειρᾶσαι 16 τοῦτ’ 18 πολεμήσας 20 προσβαλλόντων 29 ταῦτα) 239
τος μετὰ τῶν ἀμφ’ αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς · τὸν δὲ πρωτοστράτορα ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου κατενεχθῆναι συμβέβηκεν. εἷς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ δίδωσιν ἵππον. ἐφθακὼς δὲ τὸν αὐτοκράτορα οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδὸς ἐξόχως τοῦτον ποθῶν. συγχύσεως δὲ πολλῆς οὔσης τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων φθάνουσιν αὖθις ἕτεροι Σκύθαι τὸν βασιλέα.
[*](Β) καὶ ὃς παραχρῆμα ἐπιστραφεὶς πλήττει τὸν διώκοντα, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἄλλους, ὡς οἱ τότε συμπαρόντες διενίσταντο, ἀνεῖλεν. εἷς δέ τις Σκύθης Νικηφόρον τὸν Διογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν. ὃν ὁ αὐτοκράτωρ θεασάμενος πρὸς τὸν Διογένην ἐφώνει “ ὅρα καὶ ὄπισθεν, Νικηφόρε”. ὁ δὲ γοργῶς ἐπιστραφεὶς πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. καὶ ὡς τοῦ βασιλέως ἐν ὑστέροις χρόνοις διηγουμένου ἠκούομεν, οὐδέποτε τάχος τοιοῦτον ἢ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. καὶ ὡς “εἰ μή” φησιν
[*](C) “ἐγὼ τὴν σημαίαν κατεῖχον κατ’ ἐκείνην τὴν ἡμέραν, ὑπὲρ τὰς ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖλον” οὐ περιαυτολογῶν. τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγμάτων ἡ φύσις αὐτὸν ἠνάγκαξε καὶ τὰ κατ’ αὐτὸν πρὸς ἡμᾶς κυκλόθεν τοὺς οἰκείους αὐτῷ ἐνίοτε ἐκλαλεῖν καὶ ταῦτα παρ’ ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἔξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουσεν ὑπέρκομπον τι τὸν αὐτοκράτορα διηγούμενον. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλόντων
[*](D) οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν. ἐπεὶ δέ τις Σκύθης μεταχειρισάμενος δόρυ μακρὸν δι’ ἀμφοτέρων τῶν χειρῶν ἔπληξεν αὐτὸν κατὰ τοῦ γλουτοῦ , διέτρησε μὲν τὸν χρῶτα οὐδαμῶς, ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον, ἥτις καὶ
[*](5 ἐπιδίδωσιν As 8 αὖθις καὶ ἕτεροι As 10 ἄλλους οὐκ ὀλίγους As 15 ἐν τοῖς As 16 ἠκηκόειμεν ἢ] οὐδὲ 17 ”ἐγώ” φησιν “εἰ μὴ 22 sqq. ἰδίους αὐτοῦ 24 ἤκουεν 26 προσβαλλόντων 27 κατέχειν ὁ βασιλεύς As 30 καὶ om) 240
ἐπὶ πολλοῖς διέμεινεν αὐτῷ ἔτεσι. διὰ τοῦτο ἐπὶ τοσοῦτον
[*](V.) βιασθεὶς τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατίθησιν, ὡς μηκέτι ὁρᾶσθαι παρά του· αὐτὸς δὲ διὰ τῆς νυκτὸς διεςώθη εἰς Γολόην. [ὅτε καὶ ἔλεγον οἱ πολῖται “από τήν Λρίστραν είς Γολόην καλόν άπληκτον, Κομνηνέ".] καϊ μεθ' ημέρας καταλαβών τήν Βερόην διεκαρτέρει πρίασθαι
[*](P.) τους δορναλώτονς εθέλων.
Ό δε Παλαιολόγος εν τω φεύγειν τών ταγμάτων ήττηθέντων κατά τήν ήμέραν έκείνην κατενεχθεϊς τον ίππου ίο απώλεσε ἀπώλεσε τοῦτον· ἐv αμηχανία δε ών καϊ τον κίνδννον ίστάμενονύπερ κεφαλής ορών περιαθρήσας, ει που γένοιτο οί τοῦτον θεάσασθαι, ορά τον τής Χαλκηδόνος πρόεδρον Λέοντα, περῖ ου άνωθεν εμνήσθημεν, τήν ίερατικήν στολήν ήμφιεσμένον ΐππον επιδιδόντα αντώ, εν ώ επιβάς εΐχετο τής φνγής᾿ τόν δε ιεροπρεπή εκείνον άνδρα ούκέτι τεθέαται. ήν δ᾿ άρα ούτος παρρησιαστικός τήν ψνχήν καϊ αληθή [*](Β) χαρακτήρα εμφαίνων άρχιερέως, φρονήματος μέντοι άπλοω τέρον καϊ τον ξήλον εστίν ον ού κατ επίγνωσιν ενδεικνύ μενος καϊ ούδε τών ιερών κακόνων ακριβή γνώσιν εϊχε. διό καϊ άπερ άνωθεν ειρηται σννεπεπτώκει αύτώ λνπηρά καὶ τοῦ θρόνον εξέπεσεν. εξείχετο δε τοϋ ανδρός ο Παλαιολόγος άεὶ καὶ διαφερόντως ετίμα διά τό περιόν αντώ τής αρετής, είτε ούν δια τήν θερμοτάτην πίστιν τήν είς τόν άνδρα τοῦτον δ Παλαιολόγος θείας ετνχεν επιφανείας, ειτ' άλλο τι ήν τής προνοίας απόρρητον κατά τοντονϊ τόν αρχιερέα τό φαινόμενον, ούκ εχω λέγειν, διωκόμενος δε υπό τών Πατξωάκων[*](C) είς ελώδη τόπον καϊ σννηρεφή είσελθών περιτνγχάνει στρατιώταις τόν αριθμόν εκατόν προς τοις πεντήκοντα, περι κνκλούντων δε αύτούς τών Σκνθών9 ώς εν αμηχανία τά κατ᾿ αύτονς εώρων προς τοσούτονς άντέχειν μή έξ ισχύοντες, τής τοϋ Παλαιολόγον έξήρτηντο γνώμης πάλαι τούτον τό [*](1 ετεαιν 3 αντός τ: ούτος 4 sq. οτε καϊ (sic As: om haec F) ελεγον οι πολΐται από τήν δρίβτραν είς γολόην καλόν άπλήκτον (άπλήκτον As) κομνηνέ. F1 in mg As 17 άπλοωτέρον s: άπαλωτέρον 26 ουκ εχω λέγειν As om FC 29 δε om)
241
γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε τῆς κατ’ αὐτοὺς παντάπασιν ἀφειδήσαντας σωτηρίας κἀντεῦθεν οἶμαι ταύτην ὠνήσασθαι. “χρὴ δὲ δι’ ὅρκων ταυτηνὶ τὴν βουλὴν
[*](D) ἐμπεδῶσαι, ὡς τηνικαῦτα μιᾶς γνώμης ἁπάντων γεγονότων τῆς κατὰ τῶν Σκυθῶν ὁρμῆς μηδένα ἀπολειφθῆναι τὴν σωτηρίαν καὶ τὸν κίνδυνον ἴδιον ἑκάστου λογισαμένου.” ὁ μὲν οὖν Παλαιολόγος σφοδρὰν τὴν ἱππασίαν ποιησάμενος παίει τὸν αὐτῷ πρώτως ὑπαντιάσαντα · ὁ δ’ εὐθὺς σκοτοδινιάσας κατὰ γῆς ἕκειτο. τῶν δὲ λοιπῶν μετὰ διψυχίας τὴν ἱππασίαν
[*](P. 200) ποιησαμένων οἱ μὲν πεπτώκασιν, οἱ δὲ αὖθις ὡς εἰς φωλεὸν τῷ συνηρεφεῖ ἄλσει παλινοστήσαντες ἑαυτοὺς ἔσωσαν κρυπτόμενοι. ἐν δὲ τῷ τὸν Παλαιολόγον ἀκρολοφίαν τινὰ καταλαμβάνειν ὑπὸ τῶν Πατζινάκων αὖθις διωκόμενον συνέβη τὸν ἵππον πληγέντα καταπεσεῖν, αὐτὸν δὲ τηνικαῦτα εἰς τὸ παρακείμενον ὄρος εἰσδῦναι. ἀναζητῶν δὲ τὴν σῴζουσαν ὁδόν, ἐπεὶ ῥᾳδίως μὴ ἐξῆν αὐτῷ ταύτην εὑρηκέναι, ἐπὶ ἕνδεκα ἡμέραις πλανώμενος περιτυγχάνει γυναικί τινος
[*](V. 159) στρατιώτου χήρᾳ καὶ ἐπιξενίζεται παρ’ αὐτῆς ἐφ’ ἡμέραις τισί· σωθέντες δὲ τοῦ κινδύνου οἱ ταύτης υἱεῖς τὴν σῴζουσαν
[*](Β) τούτῳ ὁδὸν ὑποδεικνύουσιν. ἀλλὰ τοιαῦτα μὲν τὰ τῷ Παλαιολόγῳ συμπεσόντα· οἱ δέ γε τῶν Σκυθῶν λογάδες οὓς κατεῖχον δορυαλώτους ἀποκτεῖναι ἐβουλεύοντο, τὸ δὲ πλῆθος τοῦ κοινοῦ τὸ παράπαν τοῦτο οὐ συνεχώρει βουλόμενοι ἀπεμπολῆσαι τούτους τιμῆς. ταύτης γοῦν τῆς βουλῆς κυρωθείσης δίδοται γνῶσις τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Μελισσηνοῦ, ὃς πολλὰ πρὸς τοῦτο, κἀν δορυάλωτος ἦν, τοὺς Σκύθας ἠρέθιζεν. ὁ δὲ βασιλεὺς εἰς Βερόην ἔτι ἐνδιατρίβων τῆς βασιλίδος τῶν πόλεων χρήματα ἱκανὰ μετακομίσας ἐπρίατο τοὺς δορυαλώτους.
[*](5 ἐμπεδῶσαι, ὅ δὴ καὶ γέγονεν,) 9 ὑπαντήσαντα δὲ F 12 τὸ συνηρεφὲς ἄλσος 19 ἐφ’ om F 20 ἐκ ἰοῦ Hoeschelius καὶ οἱ ταύτης υἱεῖς στρατιῶται ὄντες 21 τὰ om 23 κατέσχον 29 ἐκ τῆς s)242