Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι τὴν [*](P. 12) Λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος τροπαιοφόρος [*](V. 10) Καὶ γαυριῶν τὴν πεδιάδα κατέλαβεν, εἰς ἣν πρότερον Ηὐλίζετο τὸ Δυρράχιον πολιορκῶν. Καὶ μικρὸν διαναπαυςάμενος ἐβουλεύετο, εἰ χρὴ αὖθις ἀποπειρᾶσθαι τῶν τούτου Τειχῶν ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάζασθαι, Τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα κἀκεῖσε παραχειμάσαι καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οἱ δ᾿ ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν, ἐπεὶ οἱ [*](B) Πλείους ἀπὸ Μέλφης καὶ Βενετίας ἦσαν ἄποικοι, τὰ ξυμπεςόντα Τῷ αὐτοκράτορι μεμαθηκότες καὶ τὴν τοσαύτην ἀνδροκταςίαν Καὶ τὴν τῶν τηλικούτων ἀνδρῶν σφαγὴν καὶ τοὺς στόλους ὑποκεχωρηκότας καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται, διεσκοπεῖτο ἕκαστος, ὅ τι Πράττειν χρὴ καὶ σῴζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι Κινδύνους. ξυλλεξάμενοι οὖν ἑαυτοὺς τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τῷ Ῥομπέρτῳ καὶ καραδοῦναί οἱ τὴν πόλιν. ἐρεθισθέντες [*](C) Δὲ καὶ παρά του τῶν ἀποίκων Μέλφης καὶ ταῖς Τούτου πεισθέντες ὑποθημοσύναις τὰς εἰσόδους ἀναπετάσαντες Πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου Γενόμενος τὰς δυνάμεις μετεκαλεῖτο φυλοκρινῶν ἅμα, εἴ που
[*](10 δὲ FA 20 τε τῷ 21 ἐποίκων 24 φυλοκρινῶν S φυλλοκρινῶν FC φιλοκρινῶν)155
τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου πραανάλωμα γεγόνασιν ἐν ταῖς προηγησαμέναις μάχαις, σκοπῶν [*](D) ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κατὰ τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι [*](P. 126) δυνάμεις καὶ ἦρος ἐπιφανέντος τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ἑαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν, τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς καὶ τραυματίας γεγονὼς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἶον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμὸν σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προιδεῖν καὶ συνιδεῖν ἱκανοὶ καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς [*](Β) ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι [*](V. 102) καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καἰ γενναῖοι καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμῃ καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι κατ᾿ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἦν καὶ τὴν γῆν μικροῦ σαλεύειν ὅλας τε φάλαγγας ἐκ μόνου ἐμβοήματος αὐχοῦντός συνταράττειν. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις τηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς ἐγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας καταλαμβάνει τὴν Διάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόθου κακοπαθείας ὡς ἐνὸν ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν τοῦ Ῥομπέρτου καὶ τῆς τόλμης τοῦ τηλικούτου ἔσχε στρατεύματος καὶ πολλὴν ἀφέλειαν [*](C) καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο οὐ γὰρ [*](23 μὲν ἑτέροις συντηρείσθωσαν 27 Δεάβολιν 28 μόχθου (s))
156
ἂν προσθείην στρατιωτῶν, ὅτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἦσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς), διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρημάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν τῶν βασιλικῶν ταμιείων ἐπὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος
[*](P. 127) Νικηφόρου τοῦ Βοτανειάτου τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς πύλας, ἀλλ’ ἀνέτως πατεῖσθαι παντί τῷ βουλομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γάρ. ἔνθεν τοι καὶ ἐν ἀμηχανίᾳ τὸ πᾶν καθίστατο ἀσθενείας καὶ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ Ῥωμαίους. τότε δὴ τότε τί τὸν νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων ἐπιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἢ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ὄντα αἰτιῷτό τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἢ
[*](B) ἐξ ἀνάγκης ὡς ἐνὸν καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις ἐπαρκέσοντα χρήματα ὅθεν δήποτε συναγαγεῖν καὶ τοὺς ἁπανταχῇ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἴν’ ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι αὐτοί τε μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καὶ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος πρὸς δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι
[*](C) ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.
[*](v. 10)Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρίσκοντες ἓτερον πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα ἐν χρυσῷ καὶ ἀργύρῳ, τῇ βασιλικὴ χωνείᾳ παραπεπόμφασι· πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε [*](7 θύρας ἀλλὰ 9 συνίστατο τε καὶ 10 τοὺς Ῥωμαίους δὲ νέα F 16 ἐπαρκέσοντα] δοθησόμενα 18 ἳνα 19 τε om 28 ἐφευρηκότες)
157
μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτῇ, κατεβάλετο καὶ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη ἐδεδίει
[*](D) γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος ἐν στενῷ κομιδῆ τὰ κατ αὐτὸν ὁρῶσα· εἶτα δὴ καὶ ἐξ ἑτέρων, ὁπόσοι εὐνοικώτερον πρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβαλέσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως,
[*](P. 128) χρυσίου καὶ ἀργυρίου πορισάμενοι ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὲν χάριτας αἰτούντων ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἓτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανίᾳ γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καὶ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν, μὴ ἔχοντες ὅ τι καὶ
[*](Β) δράσαιεν εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὑρηκότες ὅτιπερ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐπκλησιῶν ἱερὰ ἔξεστιν ἐκποιεῖσθαι ἑώρρων δὲ ὅτι καὶ τῶν Χριστιανῶν, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν βαρβαρικὴν ἐτέλουν χεῖρα καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν μετὰ τῶν ἀπίστων συναναστροφήν), ὀλίγα τινὰ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων ὡς εἰς μηδεμίαν χρείαν συντελοῦντα, ἀλλ’ ἀφορμὴν μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα ὡς ὕλην χαράγματος
[*](C) εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὰ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’
[*](1 κατεβάλλετο 4 δὲ 6 καταβάλλεσθαι ῾an ὃπως?᾿ 5) [*](9 ῾fortasse τούτων post ἐξαρκούντων excidit's 8 εὐρηκότες καὶ τοῦτο 22 μετὰ om ὀλίγα α τ F ὀλίγ’ ἄττα 24 ἀφορμὴ) 158
ἐκκλησίας συνεδριάζοντες τῷ πατριάρχῃ ἔκθαμβοι γεγονότες ἠρώτων, ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι πρὸς ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ σωστικὸν τοῦ στρατοῦ.” ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων
[*](D) ἰερῶν κανόνας ἀπεστομάτιζε καὶ πολλὰ περὶ τούτων Δημηγορήσας “ἀναγκάζομαί” φησιν “ἀναγκάζειν, οὓς Οὐ βούλομαι ἀναγκάζειν.” Καὶ γενναίους προτιθέμενος λογισμοὺς
[*](P. 12) ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς
[*](V. 10) ἀντέτεινεν ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ᾿ ὅμως τὰ Δεδογμένα ἐκράτει. Τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς βασιλεῦσιν ἐγένετο (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον ἀπόρφυρον βασιλέα κατονομάζειν) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. Καὶ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προὐκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων,
[*](Β) ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὖν τῶν ἐν τοῖς Χαλκοπρατίοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου ἢ καὶ χρυσίου εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο μηδ᾿ ὅλως ἢ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἷον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. Καὶ ὁπηνίκα μὲν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ
[*](C) τῆς βασιλίδος πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος Καὶ αὐταδέλφου αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης ὅθεν δήποτε συμποριζομένου χρήματα μετὰ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καὶ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς καὶ μυριάκις αὖθις κατα-
[*](1 τῷ πατριάρχῃ συνεδριάζοντες 17 Χαλκοπρατείοις 18 ἀφαιρουμένου F ἢ om 26 μετὰ τῆς κοινῆς γνώμης Καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου ὅθεν δήποτε συμποριζομένου Χρήματα) 159
τολμήσας τῶν Κελτῶν θεοῦ νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖθις ἄλλο νέφος ἐχθρῶν, τοὺς
[*](D) Σκύθας φημί, κατ’ αὐτοῦ ἐξορμῶν ἤδη μεμαθήκοι, καὶ διὰ τοῦτο καὶ ἡ συλλογὴ τῶν χρημάτων, καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ’ ὁμοίαις αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καὶ συζητήσεως πολλῆς ἐντεῦθεν περὶ τῶν ἱερῶν γινομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ᾿ ἡμῶν ἐδογμάτιζεν ἔν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι δὲ καὶ οὐκ ὀρθῶς δογματίζων οὐκ οἶδ’ εἴτε δι’ ἔριν καὶ τὴν πρὸς τὸν βασιλέα
[*](P. 130) ἀπέχθειαν τοῦτο πεπονθὼς εἴτε δι’ ἄγνοιαν. ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ’ ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος καὶ πρὸς ὕβρεις καὶ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορθουμένου παρὰ
[*](Β) τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου, οὓς οἱ τῷ τοῦ Χαλκηδόνος
[*](V. 105)μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδ᾿ ὃλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν οὐκ ἀγεννῆ φατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σῳζόπολις παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον, κἀν οὐδαμῶς
[*](3 ἐξορμᾶν μεμαθήκει καὶ om F 6 ὁ ** F 7 ἐντεῦθεν πολλῆς γενομένης 8 λατρευτικῶς F οὐ add 11 οἶδα 27 φρατρίαν) 160
χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι’ ἣν πρὸς τὸν αὐτοκράτορα
[*](C) ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν ᾧδέ πη περιγεγράφθω.
Ὁ δέ γε αὐτοκράτωρ τοὺς νεήλυδας συνέρρεον γὰρ ἱκανοὶ περισωθέντα τοῦτον μεμαθηκότες) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ εὐοχώτατα καὶ τοξεύειν εὐστοχώτατα, ὁπλιτεύειν τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις καὶ πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὧν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ’ ᾧ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἕν’ οὕτως ἀδείας τυχὼν στρατεύματα αὖθις καὶ ξενικὰς [*](D) δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολλὰς τῷ Ἀλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω [*](P. 1) ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας τὸν Πακουριανὸν μέγαν δομέστικου αὐτοῦ που καταλιπὼν αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ’ ᾧ καὶ ξενικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλα τινὰ οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι συμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὅ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ τοῦ αὐτοκράτορος ὑπισχνοῦντο μὲν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο [*](Β) καὶ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτως πρὸς αὐτὸν ἐληλύθεσαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου ἧκέ τις τέ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥηγὸς Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς διεὐοχώτατα [*](6 om 8 καὶ om 22 ξυμβαλλόμενα 28 οὕτω ἐληλύθησαν 31 γενόμενος)
161
ἐσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν Ῥογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶν διάδοχον τῆς αὐτοῦ ἀρχῆς κατέλιπε, τῷ δέ γε Βαϊμούντῳ
[*](c) νεωτέρῳ ὄντι οὔπω χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας ἅπαντας καὶ ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντὸς μετακαλεσάμενος τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον δημηγόρος προὐκάθητο καί φησιν “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μοι υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν υἱῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾶν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα καὶ τοιοῦτο ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι.
[*](P. 106) ἐπεὶ δὲ ὁ ῥὴξ Ἀλαμανίας πολιορκήσων ταύτην ἤδη καταλαμβάνει,
[*](D) χρὴ καὶ ἡμᾶς ὡς ἐνὸν ταύτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ’ ᾧ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῳὶ δέ μοι τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ὅσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαί δὲ καὶ ὑμῖν καὶ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καὶ ὅλῃ ψυχῇ καὶ γνώμῃ ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοὶ δὲ τῷ φιλτάτῳ
[*](V. 132) μοι ἐπισκήπτω υἱῷ’’ ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον “διὰ τιμῆς πάσης τοὺς κομήτας ἄγειν καὶ συμβούλοις ἐν ἅπασι χρᾶσθαι καὶ μὴ οἷον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσῃς τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ἐν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο (“χκὶ γάρ’’ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο”), μὴ
[*](3 καταλέλοιπε 5 τοὺς ἐκκρίτους 8 μου 10 τοιοῦτον 18 μου 22 ψυχῇ] χειρὶ 26 καταμελήσεις) 162
ἀνήσεις ὅλως, μή πως ἀνέσεως τυχὼν συλλέξαι τό τε πνεῦμα
[*](B) καὶ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. Οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ, ἀλλ᾿ ἐκ νηπίου πολέμοις καὶ μάχαις ἐντραφεὶς πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν διεληλυθὼς ὁπόσους ἀποστάτας τοῖς πρῴην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. Εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κατ᾿ αὐτοῦ χωρήσεις πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήδεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. Κἀγὼ μὲν ἤδη ἄπειμι ἀγωνιςόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι Χώρας καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης
[*](C) Αὐτῷ ἐξουσίας ἑδράσαι.” Οὕτω μὲν οὖν συνταξάμενος αὐτῷ Εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· Καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, ὅπερ πάλαι ποτὲ εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. Κεῖθι γοῦν ἐγκαρτερήσας ἱκανὰς συνειλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν
[*](D) ἑνωθηςόμενος τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπεὶ δὲ οὐδ᾿ ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκῆσαι τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθήκοι καὶ ὅτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους ἐν τῷ γενναίως μάχεσθαι καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι τόλμη καὶ
[*](P. 1) γενναιότητι γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας
[*](V. 1) [*](1 συλλέξῃ: ‘an συλλέξαιτό τε?’ s. 3 ἐν πολέμοις 4 ἐληλυθὼς 7 χωρήσῃς 12 ξυνταξάμενος 22 ἐπειδὴ οὐδ᾿ 24 πολιορκεῖν 25 καὶ om ἐμεμαθήκει 26 ξίφους s 28 ** εἰς F) 163
πρὸς τὴν ἐνεγκαμένην ἐχώρει τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἐπὶ μηδενὶ δέοντι. οὗτος μὲν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης · ὁ δὲ Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥῆγος παρεμβολὴν αὐτὸς μὲν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελὼν διώκειν τόν Ἀλαμανίας προὐτρέψατο. αὐτὸς δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος μετὰ τοῦ πάπα πρὸς
[*](Β) Ῥώμην ἀπένευσε. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίου θρόνου ἔδρασας εὐφημίας αὖθις παρ’ ἐκεῖνον τυγχάνει κἄπειτα πρὸς τὸ Σαλερηνὸν ἐπανέρχεται τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας ἑαυτὸν ἀνακτησόμενος.
Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοῦντος τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἐπὶ τοῦ προσώπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λόγος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος ἀπρὶξ τῆς κατὰ τοῦ βασιλέως μάχης εἴχετο. καὶ τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος συνεφεπομένους ἔχων καὶ ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται [*](C) καὶ ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισὼν χωρῶν καὶ πόλεων ἀπεγνωκότες γὰρ καθάπαξ τοῦ ὅλοι τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα καὶ τάφρον κατὰ τοὺς ἔξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον , ἅμα δὲ καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνοὺς οὐ μόνον αὐτὴν ἀνορθοῦν ὡς ἐνὸν ἠπείγετο, ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει τῶν τειχῶν, οὗ μᾶλλον συνοῖσον αὐτῷ δέδοκτο, [*](D) ἐρυμνοτάτην ἀνῳκοδόμει λῃζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ εὐθὺς μηδὲ μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγὼν [*](1 ἀνεχώρει 8 ἀπένευσεν 16 ὢν ὁ ἀνὴρ F 29 αὐτῷ συνοῖσον 32 μηδὲν μελήσας F)
164
τῆς Κωνσταντίνου σπεύσας ἔξεισι κατὰ μῆνα Μάιον. τοιγαροῦν τὰ Ἰωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν καὶ ἄλλως δὲ ἀπὸ τῆς μετὰ τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινων καὶ ἐκκρίτων ἀκροβολισμοὺς
[*](Ρ.) ποιήσασθαι, ἵν’ ἐντεῦθεν ἔνδειξιν τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένηταί οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν · ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον τῶν Λατίνων δεδιὼς πρώτην προσβολὴν καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε τέσσαρας καὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκῆς ὁρμήσουσι φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι
[*](V.) πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἕν’ οὕτω τὸ
[*](Β) συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καὶ ἐπεὶ καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος , ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος , ἀλλ’ ὥσπερ προγνοὺς τὸ βεβουλευμένον μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν καὶ τὰς ἰδίας δυνάμεις δίχα διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξι τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες
[*](c) [*](1 Κωνσταντινουπόλεως 4 τῶν om 5 μετὰ om 8 διὰ λταστῶν Diesterwegius: δι’ ἀποστόλων F διὰ πολοστῶν C ἵνα 10 γένοιτό 28 διχῆ 30 φάλαγξιν (S)) 165
ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ἑκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὲν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο ἐξ ἐκατέρου μέρους βαλλόμενος καὶ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις πλήττων καὶ κτείνων καὶ πληττόμενος , ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἑώρα, δεῖν ἐλογίσατο καὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι οὐ σώσων ἑαυτὸν οὐθ’ ὑπὸ δειλίας συγχυθείς , ὡς τάχα ἄν τις εἴπῃ,
[*](D) ἀλλ’ εἰ που τὸν κίνδυνον διεκφυγὼν καὶ συλλεξάμενος ἑαυτὸν αὖθις γενναιότερον τοῖς μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ’ ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισιν ἐντυχὼν αὖθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ τοὺς σὺν αὐτῷ καὶ σφοδρὰν τὴν κατ᾿ αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων κτείνει μὲν αὐτὸς
[*](135) παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταί, πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὼν κινδύνους αὖθις σῴζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας κἀκεῖθι ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων ἀνακαλεσάμενος αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπὼν καταλαμβάνει τὸν Βαρδάρην, οὐ ῥᾳστώνης χάριν · βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ ἔτερόν τι σκοπήσας, δι’ οὗ καταγωνίσαιτο τοὺς Κελτούς. τριβόλους γὰρ σιδηρᾶς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα, ἑσπέρας ταύτας ἐν τῷ μεσαιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ
[*](Β) σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν ἱππασίαν ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν
[*](10 εἴποι 16 σφοδρῶς 21 κἀκεῖθ’ 28 σιδηροῦς 30 ταῦτα μεταιχμίῳ) 166
Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι περιπαρέντων [τῶν τριβόλων] τοῖς ποσὶ τῶν ἵππων καὶ τοὺς μὲν κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ ταῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς ὀιστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα · τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ τι τοιοῦτον. ὅπερ γὰρ
[*](V.) ὁ βασιλεὺς ἑσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωΐας ὁ
[*](C) Κελτὸς μεμάθηκε. καὶ πρὸς τὸ ἀκουσθέν εὐφυῶς μεθαρμοσάμενος τὴν μάχην ἀνεδέχετο καὶ οὐκέθ’, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλὴν αὐτὸς ἐξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην ἧτταν. καὶ
[*](D) σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο πολλοὺς μὲν τρώσας, ἔστι δ’ οὗ καὶ τρωθείς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα, δέον ἐλογίσατο μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχοι τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, μάταιος ἂν
[*](Ρ.) ᾐ εἰς προῦπτον κίνδυνον ἑαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥμωαϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνιεὶς τοῦ κινδύνου δέον
[*](1 τῶν τριβόλων seclusi 2 τῶν ἵππων ποσὶ 4 τοῖς 13 οὐκέτι 27 ἔχῃ 28 εἴη 32 σννεὶς) 167
ἔκρινεν ἑαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος καὶ μὴ τὸ πᾶν τῆς νίκης ἄρασθαι τὸν Βαϊμοῦντον.
[*](Β) τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, φεύγων καὶ αὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομητῶν. ἐν τούτοις δέ φησι πρὸς τὸν (οὑτος οὗτος δὲ πατρῷος αὐτοῦ θεράπων) τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;’’ καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐναγαγὼν παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο οἱ Κελτοὶ θεασάμενοι καὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα
[*](c) σωτηρίας , ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ἄνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκρν , ὑποσrαλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει , ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἀν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο. οὕτω γοῦν τοῦ κινδύνου σωθεὶς εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ συναγαγεῖν αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.
Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ [*](D) παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὲν Πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκίαν ἐν διαφόροις χώραις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ Πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκόπια ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν ταχὺ τὰς Ἀχρίδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγχώραις] [*](29 τόποις)
168
καρτερήσας τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον ἄπρακτος
[*](V.) ἀπῆλιθεν εἰς τὸν Ὀστροβὸν κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σοσκοῦ καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέροιαν. καὶ προσβαλὼν ἐν πολλοῖς καὶ πολλάκις τόποις καὶ μὴ ἀνύσας διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα
[*](Ρ. 13) καὶ ἀνεγείρει καστέλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν μεθ’ ἱκανῶν ἐκεῖ κόμητά τινα Σαρακηνὸν ἐξ ἐπωνυμίας καλούμενον εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον ἐκεῖ ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομητῶν, ὅ τε Πουντέστης, ὁ Ῥεβόλδος καὶ Γελίελμός τις καλούμενος συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καὶ ὁ μὲν Πουντέσης τοῦτο προγνοὺς ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι , οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν πρὸς πόλεμον.
[*](Β) καὶ ἡττηθεὶς κατεβλήθη ὁ Γελίελμος, ὃν καὶ κατασχὼν ἐτύφλωσε, τὸν δέ γε ἕτερον Ῥεβόλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος καταλαμβάνει τὰ Μόγλενα καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει παραυτίκα ἐριπώσας τελείως τὸ καστέλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας ἔρχεται εἰς τὴν Λάρισσαν κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ ἔρηται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς καὶ
[*](C) μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλτάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων καὶ αὐτὸν τὸν Καμύρην χρόνῳ καὶ πείρᾳ τῶν
[*](3 Σωσκοῦ 4 Βέρροιαν 6 et 23 καστέλλιον 7 ἐκεῖ μεθ᾿ ἱκανῶν 11 ῥεβόλδος] ῥικάλδος Cs 15 πρὸς] εἰς 17 ἐτύφλωσεν ὁ Βαιμοῦντος ῥικάλδον Cs 22 ἐρειπώσας 80 αὐτὸν δὲ) 169
ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὺς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ
[*](D) στρατεύματος καταλαβὼν τὰ Τρίκαλα ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους ἐξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ’ οὕτως καταλαβὼν τὴν Λάρισσαν κατ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καὶ περιζώσας τὰ τείχη ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησὶν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα , καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερούσης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν ἀνεβάλλετο τὴν ἐξἐλευσιν.
[*](P. 138) εἶτα καρτερῶς ὁπλίσας ἅπαντας ἔξεισι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐγγίσας καὶ διελθὼν διὰ τοῦ βουνοῦ τῶν Κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον κατῆλθεν εἰς Ἐζεβάν. χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ † ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο ἀποχρῶντα τάφρον διορύζας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν
[*](V. 111) ἄχρι τῶν κηπουρείων τοῦ Δελφῖνά κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ κεφαλά Λέοντος,
[*](Β) περὶ οὗ φθάσας ὁ λόγος ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος φοντος “ἴσθι, βασιλεῦ , ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν
[*](8 οὕτω 22 ἐζεβάν ΑC ἐξεβάν F 23 ἀνδρονίας F 24 δὲ ἑτέραν 26 ‘ῥέοντος corruptum. an ποταμὸς eximie vocatur Salabrias sive Peneus?’ s 31 ὠ) 170
Εἰσενηνοχὼς διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦθ᾿ ἡμῖν ἐπέλιπον. Εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης, τῷ θεῷ χάρις. Εἰ δ᾿ οὖν, τοὐμὸν ἤδη Πεπλήρωκα· καὶ τὸ ἐντεῦθεν ἀνάγκῃ δουλεύοντες (καὶ τί γὰρ δεῖ πρὸς φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ᾿ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπάρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ
[*](C) Καὶ κατὰ τῇς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ Τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι μὴ πρὸς τοσοῦτον Βάρος πολέμου τε καὶ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον Δεδυνημένους, σὺ δ᾿ ὁ ἡμέτερος βασιλεύς, εἴ γε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων”. ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτὸς καταγωνίσασθαι. Λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. Καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνστήσασθαι, δι᾿ ὅλης ἡμέρας διεπονεῖτο θεὸν ἀρωγὸν ἐπικαλούμενος. Μετακαλεςάμενος οὖν τηνικαῦτα Τῶν γερόντων τινὰ Λαρισσαῖον ἐπυνθάνετο περὶ τῆς τοῦ Τόπου θέσεως. Καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ
[*](D) Δακτύλῳ ἐπισημαίνων, ἐπιμελῶς ἀνηρώτα, ὅπη φάραγγές Εἰσι διερρωγυῖαι τοῖς τόποις ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. Ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο Βουλόμενος λόχον ἐπιστῆσαι καὶ δι᾿ ἀπάτης τοὺς Λατίνους Καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεὶ δὲ ἥλιος κατέδυ αὐτός τε δι᾿ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο, ὄνειρος ἐφίσταται τούτῳ.
[*](3 ταῦτα ἀπέλιπον 5 χάρις καὶ δόξα 19 ἐνδιαστήσασθαι Τῆς ἡμέρας 20 ἀρωγὸν τὸν θεόν 21 Λαρισσαίων 23 ὅποι) 171
[*](l. 139) ἐδόκει ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς ἀκοῦσαι “μὴ λνποῦ μηδὲ στένε, αὔριον νικᾷς”. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾷς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλόμαρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὀνείρου ταύτης ὀμφῆς ἐθεοκλύτει τε τῷ μάρτυρι καὶ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καὶ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ
[*](Β) ἐλεύσεσθαι προσκύνησιν. καὶ δὴ μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς ἅπαντας βουλῆς ἤρχετο τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησι καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οὗτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρείᾳ καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράσημα ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν
[*](C) παράταξιν καθ᾿ ὅ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις
[*](112) αὐτὸς παρετάττετο παραγγείλας αὐτοῖς δι᾿ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸ ἐνυάλιον ἀλαλάξαντας πανστρατὶ κατ᾿ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ᾿ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. ἐν ᾧ δὲ ταῦτα ὁ βασιλεὺς παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κατέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ τηνικαῦτα καὶ πᾶσι τοῖς περιεργοτέροις ἐδόκει.
[*](1 ἐδόκει γὰρ 11 εἰσελεύσεσθαι 15 ἐφίστησιν 24 τὸ] τὸν 28 ὁ βασιλεὺς ταῦτα 31 τηνικαῦτα] παραυτίκα) 172
ἀλλὰ ταῦτα μὲν οὕτω πως ἐπισκήψας αὐτοῖς καὶ καταλιπὼν
[*](D) δεξιόθεν τοῦ κάστρου Λαρίσσης περιμείνας τὴν τοῦ ἡλίου δύσιν γεννάδας τινὰς ἄνδρας ἕπεσθαί οἱ ἐπιτάξας τὴν τοῦ Λιβοτανίου κλεισούραν διεληλυθὼς καὶ τὸν Ῥεβένικον περικόψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον Τῆς Λαρίσσης μέρος καταλαβὼν καὶ περιαθρήσας τὴν ἅπασαν Τοῦ τόπου θέσιν χθαμαλώτερον τόπον κατανοήσας ἐκεῖθι Μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν. Οἱ δὲ ἡγεμόνες Τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχίσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίου κλεισούραν Διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τῶν Ῥωμαϊκῶν ἀποδιελόμενοι ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. Οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες προςέβαλον τοῖς Κελτοῖς καὶ ἐφ᾿ ἱκανὸν μαχεςάμενοι Διέστησαν τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν Μάχην. Καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεὺς
[*](P. 14) ἅπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἐπὶ γόνυ κλιθέντας τοὺς χαλινοὺς χερςὶ κατέχειν. Καὶ αὐτὸς δὲ χαμαιδρύῳ περιτυχὼν ὡσαύτως κατακλιθεὶς τὸν χαλινὸν ἐν χερςὶ κατέχων ἐπὶ πρόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.
Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων Τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο Τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα καὶ τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνὸν Καὶ αὐτὸς κατ᾿ αὐτῶν τὴν ἰδίαν κατεστήσατο φύλαγγα διχῆ Διελὼν τὰς δυνάμεις καὶ τῶν μὲν αὐτὸς κατάρχων, τῶν δὲ [*](B) Φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος Τῶν ἐπιφανῶν, ὃν καὶ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις τὸ σύνηθες καὶ πάλιν ποιεῖ Καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπου τὰ βασιλικὰ ἑώρα [*](1 ουτως 4 et 10 Λιβοτανίνου περικάμψας S 9 προλοχήσειν 11 ἀποσπάδα τινὰ 12 ἀποδιελόμενος (s) 13 φωράσθαι Sic F 24 καὶ alterum add s 26 τ. ἰ. Κ. Αὐ. 31 ὅπη)
173
παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἶναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες τὰ νῶτα τούτῳ διδόασιν· ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦντον
[*](C) ὄπισθεν τῶν Ρωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δὲ καὶ τοῖς μετ’ αὐτοῦ παρακελευσάμενος καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος πολλοὺς μὲν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λάφυρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καὶ φεύγοντας. καὶ ἐπεὶ ἀτέχνως τὴν φυγὴν ἑώρα ποιουμένους καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πύρρον Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας
[*](D) γενναίους χωρίσας ἱκανοὺς πελταστὰς ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν ἐπέσκηψε, φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μᾶλλον συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς Κελτοὺς
[*](P. 113) τοὺς ἵππους πυκνοῖς ὀιστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. καὶ γὰρ ἀνὴρ Κελτὸς πᾶς ἐποχούμενος μὲν ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν ἐστίν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν
[*](V. 141) ἢ πρότερον ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ τοῦτο, οἶμαι, γινώσκων ὁ βασιλεὺς μὴ τοὺς ἱππότας, ἀλλὰ ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι
[*](13 ἑώρα τὴν φυγὴν 16 πυρὸν F 18 ἐπέσκηψεν 19 μάλα 22 Κελτὸς ἀνὴρ 25 τὰ] τὸ F 26 εὐχειρώτατος 31 κονίσαλος) 174
Τοῦτον κατ᾿ ἐκεῖνο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι Πάλαι σκότει ψηλαφητῷ. Τάς τε γὰρ τούτων ὄψεις ἡ πυκνότης ἀπετύφλου τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τίνων οἱ ὀϊστοὶ πέμπονται. Τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἳ Καὶ κατέλαβον αὐτὸν εἴς τι νηςίδιον ποταμοῦ τοῦ οὕτω Καλουμένου Σαλαβρία μετά τινων ἱστάμενον ὀλίγων Κελτῶν
[*](B) Καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καὶ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον”. Τοιοῦτον γὰρ ἡ ὑπεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ᾿ ὄψιν καὶ ἐν ποσὶ κείμενα. ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι᾿ ἀπάτης νίκην τοῦ αὐτοκράτορος ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οὖν τινες τῶν ὑπ᾿ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι
[*](C) τῆς Λαρίσσης διακειμένην. Τούτους τὸ ὁπλιτικὸν θεαςάμενοι ξὺν πολλῇ προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων Δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες Προςέβαλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κατ᾿ Αὐτῶν ὡρμηκότες ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. Εἶτα Τοῦ βασιλέως στοχασαμένου τοῦ τόπου, δι᾿ οὗ ὁ Βαϊμοῦντος ἔμελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας μετὰ Καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ Πλησίον γενέσθαι εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ᾿ αὐτῶν ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.
[*](D)Τῇ δὲ μετ᾿ αὐτὴν αὐγαζούσης ἤδη τῆς ἡμέρας παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων Αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου. ἐπεὶ ἑλώδη τόπον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀνα- [*](3 ἀπετύφλου ἡ πυκνότης 4 οἱ ὀϊστοὶ] τὰ βέλη F 22 προςέβαλλον 24 τὸν τόπον)
175
μεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν (κλεισούραν τοῦτο καλοῦσι), τὴν Δομενίκου παλάτιον, διὰ τούτου εἰσελθὼν ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ’ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτὸν ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός, ἀνήρ τις ἐπὶ φρονήσει διαβεβοημένος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος
[*](P. 142) διαφέρων οὐ τῶν τότε καιροῦ, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα), συνιδεῖν δὲ τὸ μέλλον καὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ
[*](V. 114) καταπράξασθαι δεινότατός τε καὶ ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψε μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὲν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδὸν, ὀλίγους δὲ διελεῖν Τούρκων καὶ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καὶ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποιουμένων κατὰ τῶν
[*](Β) Λατίνων οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰδέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης τοὺς ὑπ’ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαὴλ ἀσχέτῳ
[*](C) ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτῳ διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην καθ’ Ὅμηρον ἐν τῷ τοῦ στομίου ἐξέρχεσθαι δεξιὰ παρεκκλίνας γοργῶς
[*](2 ὀξύ F καλοῦσιν 3 δεμενίκου 7 τις om 12 ἐπέσκηψεν 14 ἰλαδὸν 25 II. 3, 23 29 τούτοις 31 II. 7, 238) 176
καὶ τὴν μικιφόνον δεξιὰν ηὐτρέπιστο. ἀλλά τι καινὸν κἀνταῦθα ἡ Δίκη δραματουργεῖ. καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλίς ἐχωρίζετο, ἀλλὰ συνείπετό οἱ ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ὑποςύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουςάτινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως ἔρριπτον σκηηήν (οἱ δὲ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν· δηλοῖ δὲ ἡ λέξις τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα) τῷ αὐτοκαράτορι
[*](C) τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε Αὐγούστῃ τὴν πρὸς τὸ βυζάντιον. ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει αὐτὰ μὲν ἀναλίσκων πυρί, τοὺς δὲ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλων παλαμναιοτάταις. ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν πολλῶν ὑποχωρηςάντων, μόνου δὲ τῷ τότε τυχόντος τοῦ τε Ῥςμανοῦ τοῦ ἐκ Μανιχαίων καὶ Βασιλείου ἐκτομίου τοῦ Ψύλλου καὶ θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρὼν εὑρέθη αὖθις φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνῃ πολλὴν τὴν
[*](D) κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι. τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. ὁ δὲ αὐτοκράτωρ γνοὺς τὸν ῥίψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη “τοῦτο ἐγὼ ἢ σύ” πρὸς τὴν βασιλίδα ἀπονεύσας “ἤ τις τῶν παρόντων ἔρριψε”. κάτωθεν δὲ οὕτως ἐπεγέγραπτο “ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῦ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις”. Κωνσταντῖνος δέ τις ἐκτομίας, ἐπὶ τραπέζης πατρῷος τοῦ P. βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμενος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν ἀκούει τινὸς βοῶντος “εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ’ ὑμῶν βεβουλευμένα
[*](6 ὁρῶντες erasum in F 9 λέξις F τάξις C) 177
Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλίδα τῶν πόλεων ἐπαναζεύγνυσι.
[*](C)Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ ἐκκλησίαν εὑρὼν οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κἂν καὶ κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται), ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἐπὶ τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν [*](D) ἐβλάστησαν μεγάλως τὴν ἐκκλησίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς (δεῖ γὰρ τὰ κατ᾿ αὐτὸν ἐξ ἀρχῆς αὐτῆς ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κατ’ αὐτῶν καὶ μάχας ἀπονενευκότες τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο, μεθ’ ὧν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἀν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἷα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ καὶ ἡ [*](V. 144) πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλὸς, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντίνου κατέλαβε παιδείας ἁπάσης καὶ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας βασιλείου τοῦ πορφυρογεννήτου καὶ μέχρις αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ [*](Β) καὶ τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταβασιλεύουσαν [*](2 5 ἀποστολικὸς μαθητὴς ὤν 7 καὶ om) [*](27 Κωνσταντινούπολιν κατέλαβεν ἁπάσης παιδείας 29 αὐτοκρατορείας F 30 καὶ om μέχρι 31 οὐ] οὑ F)
178
δεδυκὼς ἀνέλαμψε καὶ ἀνέθορέ καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἐπὶ τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος, τὰ πρὸ τούτου χλιδώντων τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὐν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκὼς καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις ἦσαν γὰρ τότε καί τινες περὶ τὴν βασιλεύουσαν τοιοῦτοι) παιδείας τοίνυν ἐξ ἐκείνων λογικῆς μετασχὼν καὶ Μιχαὴλ ἐκείνῳ τῷ Ψελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα,
[*](C) τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν τῆς μητρὸς θερμοτάτην ἱκεσίαν ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεπτῷ εἰκονίσματι καἰ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς καὶ τὰ Ἑλλήνων καὶ Χαλδαίων
[*](V.) ἀκριβωσάμενος γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ. τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο φιλοσοφίας εἰς βάθος ἐλθεῖν
[*](D) διδασκάλων ὅλως μηδ’ ἐν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρβαρικῆς πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος καὶ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ καθημερινοὺς θορύβους ἐν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο σοφιστικὰς συνείρων ἐρεσχελίας καὶ πᾶν εἴ τι τοιοῦτον προτιθεὶς καὶ αὖθις ὑπέχων λόγον τοιουτότροπον.
[*](P.) τοῦτον προσηταιρίσατο καὶ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν Ψελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντο τε αὐτοῦ καὶ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις·
[*](10 λογικῆς ἒξ ἐκ,είνων 11 τοι (s) 14 θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ 15 σεμνῷ 17 τὰ Χαλδαίων 25 μεθημερινοὺς) 179
ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικόν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο. τί τὸ
[*](Β) μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν κατὰ Ῥωμαίων καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. καὶ ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἴνα συντέμω τὸν λόγον, ὡς κἀκεῖ ἐφωρᾶτο καταπροδιδοὺς τὰ ἡμέτερα καὶ ἀπεστέλλετο ὁ μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἶθ’ ὁποῖος ἐκεῖνος μεταμεληθεὶς πρὸς τὸν βασιλέα παρακλήσει χρησάμενος κατὰ κέλευσιν ἐκείνου τὴν Κωνσταντίνου κατέλαβε τὴν μονὴν
[*](C) τὴν οὕτω καλουμένην Πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ Τέλλου μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τάς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζε. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἀνθρώπων τὴν δεινοτάτην περιπατητικὴν καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ τοῦ ῥητορικοῦ νέκταρος οὐκ
[*](D) ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτου ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς
[*](117) καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ συννενεύκει ὁ λόγος αὐτῷ τὰς
[*](4 ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. verba διεγείρετο . . . ἐλυπεῖτο FA non agnoscunt : neque C, in cuius margine demum manu rec illa scripta sunt) [*](10 τὰ ἡμέτερα προδιδοὺς 14 τὴν κέλευσιν Κωνσταντινούπολιν 20 ἐσπούδαζεν 22 ἀνθρώπων s : ἄλλων) [*](26 τοῦτῳ 28 ῾an ἀσπούδαζεν 8 συννενεύκει r : συνενευκει) 180
ὀφρῦς, καὶ διόλου ἀπέπνει δριμύτητος. διαλεκτικῶν δὲ
[*](Ρ. 146) ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ ξύγγραμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως ἔχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συνενεχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως εἶχε τῆς διαλεκτικῆς ὁ ἀνὴρ καὶ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους συγχέων αὐτῶν καὶ συνταράττων τὸν νοῦν. καὶ οὐκ ἠν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτου διελθεῖν. ἀμουσότατος
[*](Β) δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἥντινα προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνὴρ καὶ τὸν προδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως ἐλθεῖν οὐδ’ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτοῦ καταψηφιεῖσθαι, ἀλλ’ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἦν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ μόνον
[*](C) ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανε τοῦτον ὁ θυμὸς καὶ τὸ δάκρυον κατελάμβανε καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, τὸ πρόσωπον ἐμφανὲς καὶ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος, τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τοῖν εὐμηκεστέρων ἥττων, τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ τῶν Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν ἡμεδαπὴν γῆν τὰ Ἑλλήνων μὲν ἐκμάθοι,
[*](D) [*](2 συγγραμμα 6 συναχθῆναι 9 ἔχων 12 τούτους 13 ἥντινα] ἤν τινά που 16 οὐδὲ 18 αὐτοῦ s : αὐτῷ 21 μόνον οὐκ Possinus μόνον ὡς Α 22 κατελίμπανεν 26 τὸ add s) 181
οὐ πάνυ δὲ καθαριεύοι τι τὴν φωνήν, ἀλλ’ ἔστιν οὗ καὶ κολοβωτέρας ἐκφέροι τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγὲς οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις, ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.
[*](P. 147)Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης συρρεούσης εἰς αὐτὸν τῆς νεότητος (καὶ καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ Ἰαμβλίχου ἀνεκάλυπτε τούτοις δόγματα καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καὶ τὴν ὡς ὀργάνου παρεχομένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐξίσχυσε τὸν θυμὸν καὶ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς, τὸν [*](V. 118) Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ [*](Β) ἄλλους τάχα περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισὶ μεταφοραῖς, ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλα τινὰ ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλόκοτα. καὶ τίς γὰρ λόγου μετέχων οὐ παρῆν τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων; [*](C) τοὺς ἐμούς φημι τοκέας καὶ βασιλεῖς. ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις ἀρίστου προκειμένου βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματιστῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου [*](1 καθαρειεύοι τι F καθαριεύοιτο As καθαριεύει C 2 κολοβώτερα ἐκφέρειν 5 συνέσφικτο F 7 ἐξέφευγον F 15 ἐνίσχυσε)
182
καὶ μάρτυρος. ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις, ὁπόσον περὶ τὰ δόγματα τὴν ὄντως σοφίαν παρποῦσθαι βουλομένη. καί μοι πολλάκις θαυμάζειν ἐπῄει καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν “πῶς αὐτόθεν πρὸς
[*](D) τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω καὶ οὐδ᾿ ἄκροις ὠσὶν ἀποτολμῶ τούτων ἐπαΐειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται τοῖς ἀναγινώσκουσιν.” ἡ δὲ μειδιάσασα ἔφη “ἀπαινετὴν οἶδα τὴν δειλίαν ταύτην· καὶ οὐδ᾿ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις
[*](p. 148) πρόσειμι. ἀλλ᾿ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον καὶ ταῖς ἄλλαις ἐγκύψασα βίβλοις πρότερον καὶ τῆς τούτων ἀπογεύσῃ ἡδύτητος.” ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλά με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λέγος. ἐν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλὸς πᾶσι καταφρονητικῶς προσεφέφετο τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρςίας
[*](B) ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. καὶ εἶχον πολλοὺς προφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀναχθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας ἀπάσης εὗρεν ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς τοῦ λόγου πόρρω που ἀπελαθέντος, αὐτός, εἴ που σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι, ἀναχωννύειν ἠπείγετο καὶ [τοὺς] ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον (ἦσαν γάρ τινες καὶ οὗτοι βραχεῖς,
[*](C) καὶ οὗτοι μέχρι τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων), τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν εὑρηκὼς θορύβων τὰ πάντα μεστὰ ποιούμενον καὶ πολλοὺς ἐξαπατῶντα τῷ σεβαστοκράτορι
[*](12 ἀπογεύσει 20 προσφέρειν 23 εὑρεν ἁπάσης 26 τοὺς seclusi περὶ] ‘πρὸς?’ s 28 οὗτοι om) 183
Ἰσακαίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὗτος φιλολογώτατος καὶ μεγαλεπηβολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον
[*](119) εἶθ᾿ οὕτως τῇ ἐκκλησίᾳ παρέπεμψε κατὰ κέλευσιν τἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ δὲ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν
[*](D) οὐχ οἷός τε ἦν, κἀκεῖσε ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἄλλα τινὰ ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ προέδρου ὄντος τῆς ἀκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὃς τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας, ὠς ἴνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κακίας ἢ μετέδωκε κρείττονος γνώσεως, κατὰ τὸ φάμενον, καὶ ὁ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο. τί τὸ ἐντεῦθεν; ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίννητο τὸν Ἰταλὸν ἀναζητοῦντες. καὶ τάχα ἄν ἀφ᾿ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουΐ τοῦ θείου τεμένους ἀνελθὼν ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ᾿ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθάρησαν ὑπὸ τῶν φθοροποιῶν
[*](B) τούτων δογμάτων καὶ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκά τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀνθεματίσαι ἐπ᾿ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνκεκαλυμμένῃ τῇ κεφαλῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀνφανδὸν καὶ παραινούμενος
[*](C) παρὰ τοῦ βασιλέως ἄτακτόν τι καὶ βαρβαρικὸν ἀπεπήδα, ἀνεθεματίσθη καὶ αὐτός, κἂν ἐς ὕστερον αὖθις ἐκείνου μετα-
[*](4 οὕτω τοῦ ἀδελφοῦ 11 ὡς om 13 τὸν F 14 καὶ ὁ] ὁ γὰρ 22 τούτου 31 τε) 184
μεληθέντος μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καἰ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα καὶ ἐφ᾿ οἷς ποτε πεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ και τας μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ
[*](D) ὀρθόδοξον ἔσπευδε καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἷς πρῴην τοῦ εὐθέος μετετέτραπτο.
[*](6 ἐπεπλάνητο 10 εὐθέως)185
[*](P. 152)Τοῦ μέντοι Βρυεννίου κατέχοντος τὴν Καστορίαν, [*](V. 122) καθάπερ ἄνωθεν εἴρηται, τοῦτον ἐκεῖθεν ἐξελάσαι καὶ τὴν Καστορίαν κατασχεῖν ὁ αὐτοκράτωρ σπουδάζων τὸ ὁπλιτικὸν αὖθις ἀνεκαλεῖτο καὶ ὅπλοις ἅπαντας καταφράξας πρὸς τειχομαχίαν καὶ τὰς κατὰ τοὺς ἔξωθεν πολέμους συμπλοκὰς τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. ἔστι δὲ ἡ θέσις τόπου τοιαύτη. λίμνη τίς ἐστιν ἡ τῆς Καστορίας, ἐν ᾗ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καὶ περὶ τὸ ἄκρον εὐρύνεται εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσοπύργια ᾠκοδόμηνται κέστρου δίκην, [*](Β) διόπερ καὶ Καστορία ὀνομάζεται. ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς τὸν Βρυέννιον δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοπυργίων πρώτως δι᾿ ἑλεπόλεων ἀποπειρᾶσθαι. ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν, εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο, εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετρόβολά μηχανήματα ἔξωθεν καταστήσας [*](C) διὰ πάσης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν τοῦ τείχους περίβολον, ἐπεὶ καρτερώτερον οἱ ἐντὸς ἀνθίσταντο (οὐκ ἐνεδίδουν οὐδὲ τοῦ δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν, βουλὴν βουπεριφράξας [*](4 περιφράξας 11 ὅπερ F 12 ‘τὸν Βρυέννιον delendum' s 13 πρῶτος 21 κρατερώτερον 22 ἐνεδίδου F)
186
Λεύεται γενναίαν ἅμα καὶ συνετήν, ἵν᾿ ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου καὶ τῆς λίμνης διὰ πλοίων εἰσαγαγὼν γενναίους τινὰς ἐν ταὐτῷ τὸν πόλεμον ποιήσηται. πλοίων δὲ μὴ ἐνόντων ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ
[*](P. 1) μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως ἀνιόντας, τοὺς δ᾿ ἐξ ἑτέρου κατιόντας πλείονα χρόνον τρίβοντας ἐν τῷ κατιέναι τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας εἰς τοὺς περὶ τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ ὁπηνίκα τὸν αὐτοκράτορα θεάσεται ἀπὸ τῆς χέρσου τὸν μετὰ
[*](B) τῶν Λατίνων πόλελμον ἀνδεξάμενον, καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχεσθαι δυνάμενοι, ἀλλ᾿ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος ἁλώσιμοι τηνικαῦτα ἐκ ταὐτοῦ μέρους γένωνται. ὁ μὲν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας ὁπλισάμενος εἱστήκει σκοπὸν ἄνωθεν ἐπιστήσας τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως σημεῖον ἐπιτηροῦντα ἰδεῖν καὶ παρήγγειλεν ὡς, ὁπηνίκα τοῦτο θεάσοιτο, αὖθις αὐτὸ τούτῳ ἐπισημήνασθαι. αὐγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλαλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ
[*](C) τῶν Λατίνων ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. ὁ δὲ σκοπὸς τὸ δοθὲν σημεῖον θεαςάμενος δι᾿ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. ὁ δ᾿ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν
[*](V.) ἀκρολοφίαν θᾶττον καταλαβὼν συνησπικὼς ἵστατο. τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιον ὁρῶν καὶ τὸν Παλαιολόγον κατ᾿ αὐτῶν βρύχοντα οὐδ᾿ οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον “ὁρᾷς, ὡς κακὸν ἐπὶ κακῷ
[*](6 ἀνιόντας om δὲ 7 ἑκατέρου (S) 9 εἰσελέσας F) [*](12 αὐτὸν F 13 θεάσηται 20 βασιλέως ἐπιτηροῦντα ἰδεῖν σύνθημα 22 αὐτῷ τοῦτο 29 ‘an αὐτοῦ?’ s) 187
ἐστήρικται· ἔξεστιν οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν,
[*](D) τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι”. καὶ παραχρῆμα ἔργου ἁψάμενοι ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν μὲν σημαίαν πρὸς τῷ τοῦ μεγαλομάρτυρος Γεωργίου τεμένει στῆναι (ἔφθασε γὰρ ἐπ' ὀνόματι τούτου ἀνοικοδομηθῆναι ὁ ναὸς οὑτοσὶ), τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα, ἵν’ “ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο, τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυῖαι προσέλθωσιν,
[*](54) ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι, τῇ πρὸς τὸν Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι”. ταῦτ’ εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. ὁ δὲ Βρυέννιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν τῷ βασιλεῖ οὐδαμῶς ἠβούλετο, ἐπώμνυτο δὲ μηδέποτε κατ’ αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοίη τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλείας ἀκινδύνως διασώσοντας καὶ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθὲν· αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάντιον εἴχετο νικητὴς ἐπιφανέστατος.
Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακόψασα, ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διηγήσομαι. Β οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν, ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπῖλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἕνα μὴ ἐν τῇ συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμωρήσασθαι, τοὺς δέ γε λοιποὺς [*](1 ἔξεστι 5 τὸ . . . τέμενος 13 τῷ βασιλεῖ om F)
188
τῷ τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ
[*](C) διὰ τρόπου τούτους μετῄει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ἀνδρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα καὶ οὔπω πρὸς Λεηλαςίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν, εἰ τάχα καὶ τὰ γράμματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι
[*](D) τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν Μοσυνούπολιν καταλαβὼν αὐτοῦ που προσέμενεν ὑποκρινόμενος δι᾿ ἄλλα τινὰ ἐγκαρτερεῖν, τὸ δέ γε ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. Καταλαβόντων δὲ ἐσχηματίζετο ἀνθεωρῆσαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι. ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο καὶ οὐ φύρδην, ἀλλὰ κατὰ δεκάδας
[*](V) τοὺς λογάδας τῶν Μανιχαίων πορεύεθαι ἐκέλευσε τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος κᾆθ᾿ οὕτως εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. ἡτοιμασμένοι δὲ ὄντες
[*](p.) οἱ τούτους δεσμεῖν ὀφείλοντες τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι τούτους ἐν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβηςόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλὼν διενείματο τοῖς συγκεκοπιακόσι τούτῳ ἐν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις ἐκείνοις γενναίοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκονομίαν ταύτην ἀναδεξάμενος καὶ τὰς αὐτῶν γυναῖκας τῶν
[*](B) οἰκιῶν ἀπελεάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχε. τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας μετὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βα-
[*](2 τούτου ‘malim γὰρ’ s 14 καταλαβόντων Cs καταλαβόντας A καταλαβὼν F 17 πορεύεσθαι s: ποιεῖσθαι 27 γενναίοις ἐκείνοις 29 εἶχεν 3 κατὰ (s)) 189
πτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς αἰτίους τῆς τοιαύτης ἀπονοίας ἐν νήσοις περιορίσας καθεῖρξε·
[*](C) τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκώς, ὅποι βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον ὡς ἐνὸν τὰ κατ’ αὐτοὺς οἰκονομήσοντες.
Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐπάνεισιν. οὐκ ἔλαθε δὲ τοῦτον τὰ κατ’ αὐτοῦ ἐν τριόδοις τε καὶ γωνίαις ὑποψιθυριζόμενα, ἀλλ’ ἀκούων ἐτιτρώσκετο τὴν ψυχήν, ὅτι μὴ τοσοῦτον εἰργασμένος πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἶχεν ἑαυτῷ περιχαίνοντα. ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἐξ ἀπορίας τῶν βασιλικῶν ταμιείων πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ’ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν, ὡς οἱ διαλοιδορούμενοι λέζειαν. ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους [*](D) πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον αὐτῶν. καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι πόλει ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. ἔνθεν τοι καὶ ἐκκλησίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα ἑαυτὸν ἐθέλων ὑπόδικον πρῶτον καταστήσασθαι καὶ οὕτω τὰ ὑπὲρ ἑαυτοῦ ἀπολογήσασθαι. παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν [*](56) καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου καραδοκοῦντες τὸ τί ἂν βούλοιτο ἡ τῶν ἁπάντων συνέλευσις. τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. παρῆσαν οὖν τηνικαῦτα οἱ τῶν ἱερῶν φροντιστηρίων κηδεμόνες καὶ τὰ βιβλία ἐς μέσον τηνικαῦτα προὐτίθετο βρέβια [*](3 πρωταιτίους 4 ὅπη 7 οἰκονομήσαντες 10 ὑποψιθυριζόμενα] ‘desidero περὶ τῆς τῶν ἱερῶν ἐκποιήσεως vel similem criminis mentionem, quo sequens πρὸς τοῦτο ἀπέβλεψε referendum sit' s ἀλλὰ 19 πόλει] τῶν πόλεων 22 πρῶτον ὑπόδικον 29 προετίθετο F)
190
ταῦτα ἡ συνήθεια οἶδε καλεῖν) , ἐν οἷς ἀναγεγράφαται τὰ ἐν ἑκάστῳ τεμένει κειμήλια. καὶ τῷ μὲν φαινομένῳ κριτὴς ὁ βασιλεὺς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου, τῇ δ’ ἀληθείᾳ αὐτὸς ἐξετασθησόμενος. ἐξητάζετο τοίνυν τὰ πάλαι
[*](V. 1) παρὰ πολλῶν ἀνατεθέντα τοῖς εὐαγέσιν οἴκοις καὶ παρὰ τῶν
[*](B) ἐς ὕστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα. καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατεφαίνετο, ἀλλ’ ἢ μόνον τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτο εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα, ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπόδικον καθίστησι, κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ “ἐγώ” φησι “τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους
[*](C) ἐχθροὺς ἀξιόμαχον ἔχουσαν, ἴστε, ὁπόσοις κινδύνοις περιπέπτωκα, μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. καὶ γὰρ πολλαπλασίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. τὰς γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε καὶ τῶν ἐκ Λογγιβαρδίας ὀξυνομένων δοράτων οὐκ ἐπιλέλησθε. τὰ δὲ χρήματα συναπῆρε τοῖς ὅπλοις καὶ ὁ κύκλος τῆς ἡγεμονίας εἰς τὸ ἀμερὲς συνένευε κέντρον. ὅπως δὲ τό τε ὁπλιτικὸν ἅπαν ηὔξηται γυμναξόμενον
[*](D) καὶ ἁπανταχόθεν συλλεγόμενον καὶ ξυγκροτούμενον, οἴδατε· καὶ ταῦτα πάντα ὅτι πολλῶν ἐδεῖτο χρημάτων, ἴστε πάντες, καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο κατὰ τὸν Περικλέα ἐκεῖνον καὶ ὑπὲρ τῆς ἡμῶν τιμῆς δεδαπάνηται. εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν, θαυμαστὸν οὐδέν. ἀκούομεν γάρ, ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς τὴν αὐτὴν ἀνάγκην ἐληλυθὼς τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ καὶ ταῦτα μὴ ἐνδεχομένου τῆς ἐξιδιαζομένης ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι
[*](3 δὲ 5 τῶν s: τούτων 11 καθίστησιν 12 τῇ γλώττῃ λέγει 23 συγκροτούμενον 26 ὑμῶν 31 τοῖς ἱερεῦσι) 191
τοὺς ἱεροὺς κανόνας ἐν ἑτέροις ἐνδιδόντας τὰ ἱερὰ πιπράσκεσθαι
[*](P. 157) ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων. εἰ δ’ αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πόλεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν, ὀλίγων τινῶν καὶ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν βίᾳ τοσαύτῃ ἁψάμενοι εἰς τὴν ἐλευθερίαν τούτων συνεχρησάμεθα, οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι καταλιμπάνομεν.” ταῦτ᾿ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον ἔνοχον οἷον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς ἑαυτόν. εἶτ’ αὖθις τὰ βρέβια ἀνελίττειν προστάττει τοῖς
[*](Β) ἔχουσιν, ἵνα καταφανῆ γένηται τὰ ἀφῃρημένα. καὶ παραχρῆμα τῷ μὲν σεκρέτῳ τοῦ Ἀντιφωνητοῦ χρυσίου ποσότητα ἱκανὴν ἐλογίσατο κατ᾿ ἔτος εἰσκομιζομένου τοῖς τοῦ δημοσίου φροντισταῖς, ὃ καὶ μέχρι τοῦ νῦν ἀπαρασάλευτον διαμεμενήκει· ἐκεῖσε γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο· τοῖς δὲ Χαλκοπρατίοις ἐτησίαν ἐτησίαν τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.
Ἐν τούτοις ἐπιστᾶσα βουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων καὶ διεμηνύθη τηνικαῦτα [*](C) τῷ αὐτοκράτορι. καὶ οἱ κατήγοροι παρέστησαν καἰ τοὺς [*](V. 126) συνίστορας τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ᾿ αὐτῶν βαρείας ἐπερχομένης ὁ αὐτοκράτωρ ποινὴν μὲν οὐδαμῶς αὐτοῖς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτοκράτωρ εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ Νικηφόρου [*](2 δὲ 3 ̔ an τῆς οἰκουμένης?᾿ S 6 κατεχρησάμεθα, 16 Χαλκοπρατείοις 20 ἐπιστᾶσα βουλὴ] ἐπιβουλὴ 26 αὐτοῖς οὐδαμῶς)
192
τοῦ Βοτανειάτου ἀνηνέχθη, τραυλὸν τινα Μανιχαῖον προσλαβόμενος
[*](D) μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε καὶ τοῦ θείου βαπτίσματος ἀξιώσας μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τά τε προσόντα ἀφαιρεθείσας ἅπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καἰ ἀποδιδράσκοντα τοῦτον ὁρῶσα δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων
[*](P. 1) ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν τραυλὸν καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἑσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμπους. ἄοικον δὲ τοῦτο ἐφευρηκότες ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο, εἶτα τὰς καθ’ ἑκάστην ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέστρεφον.
[*](B) ὁ δὲ τραυλὸς τούτοις μὴ ἀρκούμενος σπονδὰς μετὰ τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἑνὸς θυγατέρα, σπεύδων ὅλῃ χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύσεως. ταῦτα δὲ ὁ βασιλεὺς καθ’ ἑκάστην μανθάνων τὸ μέλλον προμηθευσόμενος ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων ὑφορώμενος τὸ ἐξ αὐτοῦ τεχθησόμενον κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καὶ πάσης ἐλευθερίας ἐκθέμενος ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ’
[*](C) ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν
[*](28 προμηθευσόμενος r: προμηθευσάμενος) 193
ὁ χθὲς καὶ πρότριτα τούς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐκ τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καὶ λῃζόμενος τὰ παρακείμενα ἅπαντα.
Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος ὑποσπόνδους αὖθις εἶχεν. ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα ἔτι χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κατὰ τὸν Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κομήτας, ὧν οἱ [*](P. 127) μὲν θητεῦσαι τῷ αὐτοκράτορι προείλοντο, ἄλλοι δὲ ἄλλοσε [*](D) διεσπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν καὶ καταλαμβάνει τὸν ἴδιον πατέρα Ῥομπέρτον εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κατὰ τοῦ βασιλέως εἰπὼν ἠρέθιζε κατ’ αὐτοῦ. ὃν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα καὶ τὰς πολλὰς ἐκείνας ἃς ἐπ’ αὐτῷ εἶχεν ἐλπίδας ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας αὖος ἐφ’ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. περὶ πάντων δὲ πυθόμενος καὶ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα ἀθυμίᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὐδ’ οὕτω τι ἐλογίσατο [*](V. 59) οὐδὲ τῆς ἑαυτοῦ ἀνδρείας καὶ τόλμης ἀνάξιον. μᾶλλον μὲν οὖν καὶ πρὸς μάχας ἐπὶ πλέον ἠρέθιστο καὶ φροντίδες τοῦτον καὶ μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης οἰκείων βουλευμάτων τε καὶ προλήψεων καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο εβουλεύσατο καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καὶ πάντα αὐτῶ ἁλώσιμα ἐκ μόνης προσβολῆς οἰόμενος γίνεσθαι. εὐθὺς οὖν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καὶ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ τοῦ βασιλέως διαπεραίωσιν [*](Β) μετακαλούμενος ἅπαντας. καὶ αὐτίκα πανταχόθεν πλῆθος συνείλεκτο στρατιωτῶν, ἱππέων τε καὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόνἔτι [*](6 ἔτι om 11 τὸν Ῥομπέρτον 20 αὐτοῦ 23 τῶν οἰκείων)
194
των. τὸ πλῆθος εἶπεν ἂν Ὅμηρος “ἠύτ’ ἔθνεα εἶσι μελισσάων ἀδινάων’’. καὶ συνέρρεον ἔκ τε τῶν παρακειμένων πόλεων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. κἀντεῦθεν ὡπλίζετο καρτερῶς, ἐφ’ ᾧ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. ἱκανὰ δὲ συλλεζάμενος στρατεύματα, εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος υἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον ὃν ὁ βασιλεὺς Ἀλέζιος θέλων τοῦ πατρὸς ἀποστῆσαι ἀποστείλας
[*](C) λάθρᾳ περὶ κήδους αὐτῷ ἐδήλωσεν ὑποσχόμενος καὶ τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον) τούτοις ἅπαν τὸ ἱππικὸν παραδοὺς ἀπέστειλε παραγγείλας σπουδάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ δὲ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητοὺς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντὸν ἐξ ἐφόδου καὶ τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ ναυτικὸν αὐτοῦ ἅπαν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν
[*](D) παραλίαν παραπλέων κατέλαβε τὸ Βρεντήσιον, ἐφ’ ᾧ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς ̔Υδροῦντος πορθμὸν ἧττον διάστημα ἔχειν μεμαθηκὼς ἐκεῖθεν διεπέρασεν εἰς τὸν Αὐλῶνα. καὶ οὕτως διὰ τῆς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθὼν ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ ἡ Κορυφὼ προκατασχεθεῖσα παρ’ αὐτοῦ αὖθις ἀπεστάτησε, τοὺς υἱοὺς αὐτοῦ εἰς τὸ Βοθρεντὸν καταλιπὼν αὐτὸς μετὰ τοῦ ναυτικοῦ παντὸς ἀπέπλευσε πρὸς τὴν Κορυφώ. ἀλλ’ ὁ μὲν Ῥομπέρτος
[*](P.) τοιαῦτα · ἅπερ μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων ἐξώτρυνε παρασκευάσας
[*](V.) αὖθις τὸν μετὰ τοῦ Ῥομπέρτου ἀναδήσασθαι πόλεμον στόλον ἱκανὸν ἐξοπλίσαντας καὶ τὰς δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις τε καὶ
[*](1 II. 2, 87 ἠΰτε 6 Γίδον S: γίδαν F γῆδον Α καὶ ὁ 10 τούτοις οὑν 11 τὸ ἱππικὸν ἅπαν 12 οἱ δὲ] οἳ καὶ 17 βροντήσιον F 18 δὲ F ἱδροῦντος F 20 οὕτω 24 τὸν 30 τε om) 195
τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν ὁπλίτας εἰσαγαγὼν τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ᾿ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προαρπάζων
[*](Β) ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ αὐτοῦ παντὸς τὸν λιμένα Κασσόπης κατέλαβεν. οἱ δέ γε Βενέτικοι καταλαβόντες εἰς τὸν λιμένα Πασάρων καὶ μικρὸν κεῖθι διατρίψαντες τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης καὶ τῆς μάχης ἀγχεμάχου ἡττᾶται ὁ Ῥομπέρτος. ὁποῖος δ’ ἐκεῖνος φιλοπόλεμος καὶ ἐκθύμως ἔχων πρὸς μάχας, οὐδὲ μετὰ τὴν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις πρὸς ἑτέραν ἡτοιμάζετο μάχην καὶ συμβολὴν πολέμου μείζονος. ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν
[*](C) στόλων μεμαθηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες μετὰ τρίτην ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ’ αὐτοῦ νίκην ἤραντο. εἶθ’ οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασάρων. εἴτε δὲ ὁποῖα ἐν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γίνεσθαι ἐπαρθέντες ἐπὶ ταῖς προγεγενημέναις νίκαις εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες ἀναπεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες καὶ καταφρονητικῶς πρὸς τὸν ̔Ρομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχύδρομα τῶν πλοίων ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καὶ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα μεμαθηκὼς ἀπό τινος Βενείκου
[*](D) Κονταρίνου Πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῶ ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτ’ ἀνεκτῶς εἶχε · λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας ἑαυτὸν αὖθις κατὰ τῶν Βενετίκων ἴεται. οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζονα τούτων πλοῖα
[*](7 εἰς om Πασσάρων κἀκεῖθι 8 διατρίψαντες om 11 δὲ F 13 ἡτοιμάζετο πρὸς ἑτέραν 16 μετὰ τὴν τρίτην πάλιν 18 Πασσάρων δὲ om 19 γενέσθαι 27 οὐκέτι εἶχεν 30 μείζω) 196
καλωδίοις περὶ τὸν λιμένα τῆς Κορυφὼ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα τὰ σμικρὰ τούτων ἐς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτου ἔλευσιν. ὁ δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος ἐκθύμως μαχομένων ἢ πρότερον. καρτερᾶς οὖν μάχης
[*](Ρ. 1) ἀναμεταξὺ γεγοννίας καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τά προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν καὶ οὐδὲν ἄλλο πλην τών οπλιτών ταΐς ναυΰι παρην, αύται δε τη κουφότητι επεπόλαζον οίον τοις νδαΰιν άνεχόμεναι, ώς μηδ' ἄχρι δεντέρου ζωοτῆρος τοῦ ὕδατος φθάνοντος, πανΰυδὶ ἐπί τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. αἱ δ᾿ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι
[*](Β) κατεσχέθησαν. ὁ δὲ Ῥομπέρτος μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθεὶς πολλοῖς τῶν κατασχεθέντων ώμοτάτως ἐχρήσατο τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας,
[*](V.) τινῶν δὲ καὶ χεῖρας ἢ πόδας ἢ καὶ ἀμφότερα ἀφελόμενος. περί δέ γε τών λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους αὐτῶν διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τον ἴδιον τιμῆς ἀφόβως παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ Ῥομπέρτε, ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καὶ τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα Ἀλέξιον συνθήκας ἀπαρνησώμεθα οὔτε μὴν τοῦ ἐπαρήγειν
[*](C) αὐτῷ καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ένδώσομεν”. καιροῦ δ᾿ ὀλίγου παρερρυηκότος δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλα τινὰ τῶν μικρών καὶ ταχυδρόμων νηῶν μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. καὶ δὴ καταλαβόντες αὐτόν περὶ τὸ Βοθρεντὸν αὐλιζόμενον τὸν μετ᾿ αὐτοῦ συνάπτουσι πόλεμον
[*](1 παρά ^ 2 τον των ΰχάφη εις 3 τούτων 15 δε 26 απαρνηαόμε&α 28 δε F 32 το om) 197
καὶ κατὰ κράτος νικῶσι πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον. καὶ νίκην κατ᾿ αὐτοῦ λαμπρὰν ἀράμενοι δηλοῦσι πάντα τῷ βασιλεῖ.
[*](D) ὃς διὰ πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην ἠξίωσε μετὰ τῆς ἀναλόγου ῥόγας. ἀλλὰ καὶ πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι ἐπ’ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ἐκκλησίᾳ ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς ̔Εβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διήκοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστήματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο καὶ ἑτέρων πολλῶν ἀκινήτων δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου καὶ
[*](162) ὅποι ποτ’ ἂν ἐκεῖνοι ᾐτήσαντο. τὸ δὲ δὴ μεῖζον, τὴν ἐμπορίαν αὐτοῖς ἀζήμιον ἐποίησεν ἐν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν ̔Ρωμαίων χώραις , ὥστε ἀνέτως ἐμπορεύεσθαι καὶ κατὰ τὸ αὐτοῖς βουλητὸν μήτε μὴν ὑπὲρ κομμερκίου ἢ ἑτέρας τινὸς εἰσπράξεως τῷ δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ’ ἔξω πάσης εἶναι ̔Ρωμαϊκῆς ἐξουσίας.
Ὁ δέ γε Ῥομπέρτος ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὅθεν ἐξέπεσε καὶ καθ’ εἱρμὸν ἐχέσθω τῆς διηγήσεως) οὐδὲ μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. ἀλλ’ ἐπεὶ προφθάσας τινὰ τῶν πλοίων αὐτοῦ μετὰ τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας [*](Β) ἀπέστειλε σπεύδων τὴν ἐν αὐτῇ πόλιν κατασχεῖν, τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβε. καὶ πρὶν ἢ ταῖς λοιπαῖς δυνά- [*](3 Γίδον] ut supra κατέσχον Γαΐταν 7 ἀναλόγου ῥόγας 8 σφῶν ἠξίωσε 9 διανείμασθαι S: διανείμεσθαι 19 αὐτῶν)
198
μεσι καὶ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν Ἀθέρα (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας) λάβρῳ κατέχεται πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν ὕδωρ ψυχρὸν αἰτεῖ, τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων εἰς τὴν τοῦ ὕδατος ζήτησιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν “ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. ἐν αὐτῇ πόλις μεγάλη πρῴην ᾠκοδόμηται Ἱερουσαλὴμ καλουμένη, κἂν τῷ χρόνῳ
[*](c) ἠρείπωται· ἐν αὐτῇ πηγὴ ἦν πότιμον ἐς ἀεὶ καὶ ψυχρὸν ὕδωρ ἀναδιδοῦσα.” τούτων ὁ Ῥομπέρτος ἀκούσας δέει
[*](V.) πολλῷ τηνικαῦτα συνεσχέθη. σνμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουΰαλὴμ τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα ἐπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινες αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιβτᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῦ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερονσαλὴμ ἀπερχόμενος τῷ χρεὼν λειτουργήσεις”. εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν εἴτε πλευρῖτις ἡ νόσος ἦν, ἀκριβῶς λέγειν οὐκ ἔχω. τέως δι᾿
[*](D) ἡμερῶν τελεντᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ᾿ αὐτῷ. ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθὼν λύπη μὲν τηνικαῦτα ἀφορήτῳ συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς μετακαλεσάμενος ἅπαντας πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν ἀπαράκλητα κλαίων ἐπὶ τῇ τοῦ πατρὸς τελευτῇ, ὁρκίζει δὲ ἅπαντας εἰς ἑαυτόν, καὶ ἀναλαβόμενος τούτους εἰς Ἀπουληΐαν διαπερᾷ. ἐν τῷ διαπερᾶν δὲ μεγίστῳ
[*](Ρ.) κλύδωνι, κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν, ὥστε τὰ μὲν τῶν πλοίων βυθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαρράξαντα συνθραυσθῆναι. τὸ δὲ τὸν νεκρὸν κομίζον πλοῖον ἡμίθραυστον γέγονε· μόγις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ᾿ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενούσιον διεσώβαντο.
[*](7 ᾠκοδόμητο 14 τοῦ Ἀθέρος καὶ αὐτοῦ F 17 ἦν ἡ νόσος 22 ἀφορήτῳ τηνικαῦτα 27 Ἀπονλίαν (s) 31 μόλις) 199
καὶ εἰς τὴν ἐπ’ ὀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ καὶ οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν,
[*](Β) καὶ αὐτὸς ἐνσοριάζεται. τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ πέμπτῳ χρόνῳ τῆς δουκικῆς αὐτοῦ ἀρχῆς τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον ἀνέσφαλε μὲν ἄχθος τοιοῦτον ἀπωμισάμενος· ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον ἔτι κατέχουσιν εἰς διχόνοιαν τούτους διὰ γραμμάτων καὶ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου ἐλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφηνοῖς καὶ Βενετίκοις καὶ
[*](C) ὅσοι ἄποικοι εἰς Ἐπίδαμνον ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ παραδοῦναί οἱ τὸ Δυρράχιον. ἀλλὰ καὶ αὐτὸς δι’ ὑποσχέσεων καὶ δωρεῶν οὐκ ἐνεδίδου ὅλως, ὥστε τὴν πόλιν Δυρραχίου παραδοῦναι αὐτῷ. καταπειθεῖς οὖν γεγονότες τοιοῦτον γὰρ τὸ Λατίνων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑνὸς πιπράσκειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα) μεγάλα ἐλπίσαντες καὶ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ
[*](D) κάστρον τῷ ̔Ρομπέρτῳ προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ · ἐκεῖνοι δὲ προσελθόντες παραδιδόασι τὸ κάστρον τῷ βασιλεῖ πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.
Τὴν δὲ τοῦ Ῥομπέρτου τελευτὴν μαθηματικός τις Σὴθ καλούμενος μεγάλα ἐπ’ ἀστρολογίᾳ αὐχῶν μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρησμοῦ, [*](131) ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας τισὶ τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ῥομπέρτου τετελευτηκότος ἐξ ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως “μέγας ἐχθρὸς ἐξ ἑσπέρας πολλὰ κυκήσας ἄφνω πεσεῖται”. ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἠν γὰρ [*](3 ἐβσωριάζεται (S) 4 ἕκτῳ 12 Ἀμαλφινοῖς 13 ἔποικοι 16 Δυρράχιον)
200
ἐπὶ ταύτη τῇ σοφίᾳ εἰς ἄκρον ἐληλακώς· καὶ ἵνα τι βραχὺ
[*](P. 1) παραδράμωμεν τοῦ λόγου τῆς ἱστορίας μικρὸν ἀποστάντες, οὕτως ἔχει τὰ κατά τοὺς χρησμούς. νεώτερον μὲν τὸ ἐφεύρημα καὶ οὐκ οἶδε ταύτην τὴν ἐπιστήμην ὁ πάλαι χρόνος. οὔτε γὰρ ἐπ᾿ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἦν οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾔδει, ἀλλ᾿ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λῆψις ἦν ἐκείνοις * ὡροσκόπου, ἐν οἷς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐς ὕστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ τὰ τοιαῦτα ματαιάζουσιν.
[*](B) ἡμεῖς δὲ ἐκεῖθέν ποτε ὀλίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἵνα τι τοιοῦτον διαπραξαίμεθα (μὴ γένοιτο), ἀλλ᾿ ἵνα τῆς ματαιολόγου ταύτης ἀκριβέστερον καταγνόντες καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα, ἀλλ᾿ ἵνα ἐνδειξαίμην, ὅτι ἐπὶ τοῦ αὐτοκράτορος τούτου πολλαὶ τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι, διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε τῶν ἄνωθεν
[*](c) ἐλπίδων καὶ κεχηνέναι τοῖς ἀστράσιν. αὕτη αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας. οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ τηνικάδε, ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ᾿ ἐκεῖνο καιροῦ ἐξήνθει καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξανδρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια, ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο ἐν ἐνίοις οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφηφορίας τὰς προρρήσεις ἐπεποίητο. ἦν δ᾿ ἄρα καὶ τοῦτο μαγικὸν μὲν οὐδαμῶς,
[*](D) ἀλλὰ τέχνη τις Ἀλεξανδρέων λογική, ὁρῶν δὲ ὁ αὐτοκράτωρ
[*](3 ἐφεύρεμα 4 τὴν ἐπιατήμην ταύτην 8 λειψις εκείνοις άγνωστος? f 14 ματαιολογίας 26 ἐξήνθησε 28 δε ονδέ αατραλάβου F 30 μαντικόν 31 Μεξανδρέως) 201
τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην δὶς καὶ αὐτὸς τοῦτον ἐπερωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη γένηται καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἕπαντες, ἅπαντες, κατὰ τὴν Ῥαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε τῆς
[*](P. 165) πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ διαλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων εἰς ἄκρον ἤλαυνεν εὐφυίας μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ
[*](V. 132) καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν παρελθὼν τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν,
[*](Β) ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος, πότε τεθνήξοιτο, καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας, ὡς ᾤετο, ἐψεύσθη τοῦ στοχασμοῦ. συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἐξερεύξασθαι· εἰς ὁ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ παρερρυηκότος ἱκανοῦ αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· ἐτεθνήκει δ’ ὅμως ἡ βασιλὶς Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν ὁ
[*](C) Κατανάγκης προεῖπεν. ὁ δὲ βασιλεύς, ἐπεὶ περὶ αὐτοῦ πολλάκις προμαντευσάμενος τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἵνα μὴ δι’ ἐμπάθειαν δόξῃ τοῦτον ἐκεῖθεν ἀπελαύνειν. ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληκύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχαι τινὲς καὶ τοῖς ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ δέ γε Ῥομπέρτος, ὡς ὁ λόγος ἐκράτει καί τινες ἔλεγον, ἡγεἐπηρωτήκει
[*](2 14 παρελθὼν Α παραβολὼν F καταλαβὼν Cs 24 ἐπεὶ ποσάκις As πολλάκις om As 29 μετεωρολέσχοι τοῖς om 31 oom) 202
μὼν ἐξαίρετος γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λόγοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ᾿ αὐτοῦ μεγάλη, εὐπρόσιτος, εὐμεγέθης τὸ σῶμα, σύμμετρον τὴν κόμην ἔχων
[*](D) ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἤθη τοῦ οἰκείου γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σῴζων καὶ τούτοις ἐπιγαννύμενος, δι᾿ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο, πάντας τοὺς ὑπ᾿ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκώτερον πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσότατος, ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ
[*](p. 16) ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ᾿ ὧν πάντων ἡττώμενος πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ᾿ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνεζήτησεν, ὥς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδίνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιξομένων πικροὺς ὀϊστοὺς διὰ γλώττης πέμποντες, τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον
[*](Β) καὶ περὶ τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον ἅπαντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνιζομένων ἦν ὁ ἀνὴρ ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινόμενος.