Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Μετὰ δὲ ταῦτα τοῦ ἔτους * διιππεύοντος τῆς βασιλείας αὐτοῦ μέγιστον ἐπεγείρεται νέφος αἱρετικῶν. καὶ τὸ τῆς αἱρέσεως εἶδος καινόν, μήπω πρότερον ἐγνωσμένον τῇ ἐκκλησίᾳ. δύο γὰρ δόγματα συνελθέτην κάκιστα καὶ φαυλότατα ἐγνωσμένα τοῖς πάλαι χρόνοις, Μανιχαίων τε, ὡς ἄν τις εἴποι, δυσσέβεια, ἣν καὶ Παυλικιανῶν αἵρεσιν εἴπομεν, καὶ Μασσαλιανῶν βδελυρία. τοιοῦτον δέ ἐστι τὸ τῶν Βογομίλων δόγμα, ἐκ Μασσαλιανῶν καὶ Μανιχαίων συγκείμενον. [*](C) καὶ ὡς ἔοικεν, ἦν μὲν κἀν τοῖς πρὸ τοὐμοῦ πατρὸς χρόνοις, ἐλάνθανε δέ · δεινότατον γὰρ τὸ Βογομίλων γένος ἀρετὴν [*](6 τους ante γεγονότας addidi 8 οὐδ’ scripsi: οὐδὲν C 16 ξυγγραφέας r: ξυγγραφὰς C 18 τοῦ seclusi 22 τοῦ add C2 lacunam signavit Possinus 27 εἴπομεν r: εἴποιμεν C 31 τῶν C)

295
ὑποκρίνασθαι. καὶ τρίχα μὲν κοσμικὴν οὐκ ἂν ἴδοις βογομιλίζουσαν, κέκρυπται δὲ τὸ κακὸν ὑπὸ τὸν μανδύαν καὶ τὸ κουκούλιον. καὶ ἐσκυθρώπακεν ὁ Βογόμιλος καὶ μέχρι ῥινὸς σκέπεται καὶ κεκυφώς βαδίζει καὶ ὑποψιθυρίζει τὸ στόμα, τἄνδοθι δὲ λύκος ἐστὶν ἀκάθεκτος. καὶ τοῦτο τὸ ἔθνος τοιοῦτον ὂν δυσφορώτατον ὥσπερ ὄφιν ἐμφωλεύοντα τῇ [*](D) χειᾷ ἐπῳδῶν ἴυγξιν ἀπορρήτοις ὁ ἐμὸς πατὴρ εἰς φῶς ἐξεκαλέσατο καὶ ἐξήνεγκεν. ἀπαρτὶ γὰρ τὸ πολὺ τῆς τῶν [*](P. 487) ἑσπερίων καὶ ἑῴων ἀποθέμενος φροντίδος πρὸς τὸ πνευματικώτερον ἑαυτὸν ἐπέτεινεν. ἐν πᾶσι γὰρ τῶν ἁπάντων ἐκράτει· ἐν λόγοις διδακτικοῖς τοὺς περὶ λόγον ἐσπουδακότας ἐνίκα, ἐν μάχαις δὲ καὶ στρατηγίαις τῶν ἐν ὅπλοις θαυμαζομένων ὑπερεῖχεν. ὡς δὲ ἡ τῶν Βογομίλων ἁπανταχοῦ ἤδη διέσπαρτο φήμη (Βασίλειος γάρ τις μοναχὸς πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν δώδεκα μὲν ἔχων μαθητάς, οὓς καὶ ἀποστόλους ὠνόμαζε, συνεφελκόμενος δὲ καὶ μαθητρίας τινάς, γύναια κακοήθη καὶ παμπόνηρα, ἐφήπλωσε τὴν κακίαν ἁπανταχοῦ) καὶ πολλὰς ψυχὰς [*](P. 385) δίκην πυρὸς ἐπενείματο τὸ κακόν, οὐκ ἠνείχετο ἡ τοῦ βασιλέως ψυχὴ τοῦτο καὶ διερευνᾷ τὰ περὶ τῆς αἱρέσεως. καί [*](Β) τινες τῶν Βογομίλων εἰς τὰ ἀνάκτορα ἤγοντο, ἅπαντες δὲ Βασίλειόν τινα κατήγγελον διδάσκαλον καὶ κορυφαῖον πρωτοστάτην τῆς βογομιλικῆς αἱρέσεως. ἐκ τούτων δὲ Διβλάτιός τις κατασχεθείς, ἐπεὶ ἐρωτώμενος ἀνομολογεῖν οὐκ ἠβούλετο, αἰκίαις παραδοθεὶς τηνικαῦτα τὸν λεγόμενον Βασίλειον ἀνωμολόγει καὶ οὓς ἐκεῖνος προεχειρίσατο ἀποστόλους. τοίνυν τὴν τούτου ἀναζήτησιν πολλοῖς ὁ αὐτοκράτωρ ἀνέθετο. καὶ δῆτα ἀναφαίνεται τοῦ Σαταναὴλ άρχισατράπης Βασίλειος, τὸ ἔνδυμα μοναχός, κατεσκληκώς τὸ πρόσωπον, τὴν ὑπήνην ψιλός, εὐμήκης τὴν ἡλικίαν πολυτροπώτατος μεταχειρίσασθαι τὴν ἀσέβειαν]. καὶ αὐτίκα ὁ [*](C) αὐτοκράτωρ τὸ ἐνδομυχοῦν ἐθέλων παρασῦραι ταῖς πειθἐσκυθρώπωκεν [*](3 C 20 τοῦτο r: τῷ, τοι, sic C 26 ἀνωμαλόγει C 30 verba πολυτροπώτατος μ. τ. ἀ. seclusi cf. 14 sq.)
296
ἀνάγκαις μετακαλεῖται τὸν ἄνδρα μεθ’ ὁσίου προσχήματος. καὶ γὰρ καὶ θώκων ὑπεξανέστη αὐτῷ καὶ καθέδρας μετέδωκε καὶ τραπέζης τῆς αὐτῆς καὶ ὅλην τὴν ὁρμιὰν τῆς ἄγρας αὐτῷ κατεχάλασε καὶ τὸ ἄγκιστρον περιπείρας παντοδαποῖς δελέασι τῷ παμφάγῳ τούτῳ κήτει παρέσχεν ἐμφαγεῖν καὶ ὅλον τὸ φάρμακον τῷ μοναχῷ τούτῳ καὶ πολλαχῷ τὴν κακίαν φέρων ἐνέχει διὰ παντοίων ὑποκρινόμενος μαθητὴς αὐτῷ ἐθέλειν γενέσθαι, οὐκ αὐτὸς τάχα μόνος, ἀλλὰ καὶ ὁ αὐτοῦ ἀδελφὸς Ἰσαάκιος ὁ σεβαστοκράτωρ, καὶ πάντα τὰ [*](D) παρ’ αὐτοῦ λεγόμενα ὡς ἐκ θείας ὀμφῆς λογίζεσθαι καὶ ὑπείκειν τούτῳ ἐν πᾶσιν, εἰ μόνον τὴν τῆς ψυχῆς αὐτῷ σωτηρίαν πραγματεύσοιτο ὁ κάκιστος Βασίλειος. “καὶ ἐγὼ [*](P. 48) μέν,’’ φησιν “ὦ πάτερ τιμιώτατε”, περιέχριε γὰρ τοῖς γλυκέσι τούτοις ὁ βασιλεὺς τὴν κύλικα, ὡς ἐξεμέσαι τὸν δαιμονιῶντα τὴν μελαγχολίαν αὐτοῦ) “ἄγαμαί σε τῆς ἀρετῆς ἕνεκα· ἀξιῶ σε] δὲ καταμαθεῖν, τίνα τὰ παρὰ τῆς σῆς τιμιότητος εἰσηγούμενα, ὡς τά γε τῶν ἡμετέρων μονονοὺ φαῦλα καὶ εἰς οὐδεμίαν ἀρετὴν φέροντα”. ὁ δὲ τὰ πρῶτα μὲν ἐσχηματίζετο καὶ τὴν λεοντῆν ὁ κατὰ ἀλήθειαν ὄνος ἐκεῖνος ἐφεῖλκεν εἰς ἑαυτὸν πανταχόθεν καὶ ἀπεπήδα πρὸς τὰ λεγόμενα, πλὴν ἐχαυνώθη τοῖς ἐπαίνοις· καὶ γὰρ καὶ ὁμοδίαιτον ἐποίησε τοῦτον. συμπαρῆν δ’ ἄρα τούτῳ ἐν πᾶσι καὶ συνεδραματούργει καὶ ὁ τοῦ βασιλέως ἐξάδελφος καὶ σεβαστοκράτωρ. ὁ δὲ τὰ τῆς αἱρέσεως δόγματα ἀπ- [*](B) ἤμεσε. καὶ ὁ τρόπος ὁποῖος; παραπέτασμα γὰρ μεταξὺ τήν τε γυναικωνῖτιν ἀπετείχιζε καὶ τοὺς βασιλεῖς μετὰ τοῦ βδελυροῦ τούτου πάνθ’, ὅπως εἶχεν ἐν τῇ ψυχῇ, ἐξερευγομένου καὶ ἀναφανδὸν λέγοντος. ὁ δὲ γραμματεὺς ἀπεγράφετο ἔνδοθεν τοῦ πετάσματος τὰ λεγόμενα. καὶ ὁ μὲν λῆρος ἐκεῖνος διδάσκαλος τῷ δοκεῖν ἐγίνετο, ἐσχηματίζετο δὲ τὴν μαθητείαν ὁ βασιλεύς, ἀπεγράφετο δὲ τὰ τῆς διδασκα. [*](1 ὁσίου r: οἵου C 16 σε seclusi 17 μονονοὺ r: μόνον C 22 ἄρα] ἅμα L. Allatius 25 interrogationis signum posuit idem 23 αὐτάδελφος?)
297
λίας ὁ ὑπογραμματεύς. πάντα δὲ ῥητά τε καὶ ἄρρητα ἐπισυνεῖρεν ὁ θεοπληγὴς ἐκεῖνος ἀνὴρ καὶ οὐδενὸς ἐφείσατο [*](C) θεομισοῦς δόγματος, ἀλλὰ καὶ τὴν θεολογίαν ἡμῶν παρ- [*](v. 385) εβλέψατο καὶ τὴν οἰκονομίαν πᾶσαν ἐφάντασε καὶ τοὺς ναούς, οἴμοι, τοὺς ἱεροὺς ναοὺς δαιμόνων ὠνόμακε καὶ τὸ τελούμενον παρ’ ἡμῖν σῶμα καὶ αἷμα τοῦ πρώτου καὶ ἀρχιερέως καὶ θύματος παρὰ φαῦλον ἔθετο καὶ ἐλογίσατο. ἀλλὰ τί τὸ ἐντεῦθεν; ἀπορρίπτει τὴν σκηνὴν ὁ βασιλεὺς καὶ ἀναπετάννθσι † τοῦτο· καὶ τὸ συγκλητικὸν ἅπαν συνήθροιστο καὶ τὸ στρατιωτικὸν συνείλεκτο σύνταγμα καὶ ἡ γερουσία τῆς ἐκκλησίας συνῆν. προὐκάθητο δ’ ἄρα τὸ τηνικαῦτα τοῦ τῆς [*](D) βασιλίδος πόλεως θρόνου ὁ ἐν πατριάρχαις μακαριώτατος ὁ γραμματικὸς ὁ κύριος Νικόλαος. καὶ ἀνεγινώσκετο τὰ θεοστυγῆ δόγματα καὶ ὁ ἔλεγχος ἀδιάβλητος. καὶ οὐδὲ ὁ τῆς [*](Ρ. 489) ἐναντίας μοίρας ἔξαρνος ἦν, ἀλλ’ αὐτίκα καὶ γυμνῇ τῇ κεφαλῇ πρὸς ἐναντιολογίας ἐχώρει καὶ πρὸς πῦρ καὶ μάστιγας καὶ μυρίους θανάτους ἀντιπαρατάξασθαι ὑπισχνεῖτο. πεπιστεύκασι γὰρ οἱ πλανώμενοι οὗτοι Βογόμιλοι πᾶσαν ἀπόνως ὑπενεγκεῖν τιμωρίαν ἀγγέλων δῆθεν ἐξαρπαζόντων αὐτῆς τῆς πυρκαϊᾶς. † πολλῶν δὲ πάντων αὐτῶν καὶ τὴν ἀσέβειαν ὀνειδιζόντων, καὶ ὅσοι τῆς αὐτοῦ ἀπωλείας αὐτῷ κεκοινωνήκασιν, ὁ αὐτὸς ἦν Βασίλειος, ἀμετακλινής, Βογόμιλος γενναιότατος· καίτοι πυρκαϊᾶς ἀπειλουμένης καὶ ἄλλων κακώσεων ἀπρὶξ τοῦ δαίμονος εἴχετο καὶ τὸν αὐτοῦ Σαταναὴλ [*](Β) ἠγκαλίζετο. ἔμφρουρος δὲ γενόμενος καὶ πολλάκις πρὸς τοῦ βασιλέως πεμπόμενος καὶ πολλάκις παρακαλούμενος τὴν ἀσέβειαν ἐξομόσασθαι ὡσαύτως εἶχε πρὸς τὰς τοῦ βασιλέως παρακλήσεις. ἀλλὰ τὸ περὶ τοῦτον γεγονὸς τέρας μὴ παραδράμωμεν. πρὶν ἢ γὰρ τούτῳ ἐπιβλέψαι τὸν βασιλέα [*](1 ἐπισυνεῖρεν r: ἐπισυνῆρεν C 3 ἡμῶν r: ἡμῖν C 4 ἐφάντασε] ἠφάνισε? 9 τοῦτο] τὸ ὕφος? 13 γραμματικὸς add in lac C2 15 ἔξαρχος C 20 πολλῶν δὲ πάντων αὐτῶν] ἀπειλούντων δὲ πάντων αὐτῷ? 25 γενόμενος καὶ πολλάκις r: πολλάκις γενόμενος καὶ C 28 τέρας r: πέρας C)
298
δριμύτερον, μετὰ τὴν τῆς ἀσεβείας ἐξαγόρευσιν ἀπῄει μὲν τῷ τέως εἰς οἰκίσκον τινὰ κείμενον ἀγχοῦ που τῶν βασιλικῶν οἰκημάτων ἄρτι πρώτως δι’ αὐτὸν κατασκευασθέντα. ἑσπέρα δ’ ἦν καὶ οἱ ἀστέρες οἱ ἄνω αἰθρίας οὔσης ἀπήστραπτον καὶ ἡ σελήνη μετὰ τὴν σύνοδον τὴν ἑσπέραν ἐκείνην ἐπύρσευε. τοῦ δὲ μοναχοῦ τὴν κέλλαν εἰσδύντος περὶ [*](C) μέσας νύκτας αὐτομάτως λίθοι χαλαζηδὸν κατὰ τῆς κέλλης ἐβάλλοντο χειρὸς μὲν μηδεμιᾶς ῥιπτούσης τοὺς λίθους μηδέ τινος καταλιθοῦντος ἀνθρώπου τὸν δαιμονιώδη τοῦτον ἀββᾶν. μήνιμα δ’ ἦν, ὡς ἔοικε, τῶν ἀμφὶ τὸν Σαταναὴλ δαιμόνων ἐξωργισμένων, ἐν δεινῷ ποιουμένων, ὅτι δὴ τὰ * πρὸς τὸν βασιλέα ἐξωρχήσατο καὶ διωγμὸν κατὰ τῆς πλάνης λαμπρὸν ἐπήγαγε. καὶ ταῦτα μὲν Παρασκευιώτης τις καλούμενος [*](D) ἀφορισθεὶς φύλαξ εἶναι τοῦ δαιμονιώδους ἐκείνου γέροντος, ὡς μὴ ἄδειαν ἔχειν προσομιλεῖν τισι καὶ τῆς αὐτοῦ λύμης μεταδιδόναι , τὰ φρικωδέστατα ἐπώμνυτο ἰδεῖν τε καὶ] ἀκοῦσαι μὲν τοὺς τῶν βαλλομένων λίθων καὶ κατὰ γῆς καὶ κατὰ κεράμων κρότους, ἰδεῖν δὲ συνεχεῖς καὶ ἀλλεπαλλήλους τοὺς λίθους, μηδένα δὲ μηδαμοῦ τὸν βάλλοντα τούτους θεά- [*](Ρ. 49) σασθαι. συνεπελάμβανε γὰρ τῇ τῶν λίθων φορᾷ καὶ σεισμός [*](V. 38) τις ἀθρόος καὶ τὸ ἐπίπεδον ἐκεκλόνητο καὶ τὰ περὶ τὸν ὄροφον ἐτετρύγεσαν. ὁ μέντοι Παρασκευιώτης, πρὶν μὲν ὑπονοῆσαι τὸ ἔργον δαιμόνιον, ἐθάρρει, ὡς ἐκεῖνος ἔφασκεν, ὁρῶν δέ, ὅτι οἱ μὲν λίθοι ἄνωθεν οἷον εἰπεῖν ἐξωμβρίζοντο καὶ τὸ γερόντιον ἐκεῖνο τὸ αἱρεσιαρκικὸν ἐνεδεδύκει τε καὶ ἐναποκέκλειστο, εἰς δαίμονας τὸ ἔργον ἀνενεγκὼν * οὐκ εἶχεν, ὅ τι καὶ γένοιτο.

Τὰ μὲν οὖν τοῦ τέρατος τούτου ταύτῃ ἐχέτω· ἠβουλόμην δὲ καὶ πᾶσαν τὴν τῶν Βογομίλων διηγήσασθαι αἵρεσιν· ἀλλά με κωλύει καὶ αἰδώς, ὥς πού φησιν ἡ καλὴ [*](B) [*](5 τὴν posterius addidit L. Allatius 9 ἀββᾶν L. Allatius: ἀβᾶν C 11 lacunam signavi: interciderunt fere haec αὐτῶν μυστήρια 13 τις addidi 15 προμιλεῖν C 16 ἰδεῖν τε καὶ seclusi 17 λίθων r: λίθους C 18 κρότους r: κρότον C 20 γὰρ] δὲ ? 26 lacunam signavi: intercidit μένειν vel simile quid)

299
Σαπφώ , ὅτι συγγραφεὺς ἔγωγε γυνὴ καὶ τῆς πορφύρας τὸ τιμιώτατον καὶ τῶν Ἀλεξίου πρώτιστον βλάστημα τά τε εἰς ἀκοὴν πολλῶν ἐρχόμενα σιγῆς ἄξια. βούλομαι μὲν γράφειν, ἴνα τὸ πλῆρες τῆς τῶν Βογομίλων παραστήσω αἱρέσεως· ἀλλ’ ἵνα μὴ τὴν γλῶτταν μολύνω τὴν ἐμαυτῆς, παρίημι ταῦτα. παραπέμπω δὲ τοὺς βουλομένους τὴν ὅλην αἵρεσιν τῶν Βογομίλων διαγνῶναι εἰς τὸ οὕτω καλούμενον βιβλίον δογματικὴν πανοπλίαν ἐξ ἐπιταγῆς τοὐμοῦ πατρὸς συντεθεῖσαν. καὶ γὰρ μοναχὸν τινα Ζυγαβηνὸν καλούμενον, [*](C) γνωστὸν μὲν τῇ δεσποίνῃ καὶ πρὸς μητρὸς ἐμῇ μάμμῃ καὶ πᾶσι τοῖς τοῦ ἱερατικοῦ καταλόγου, γραμματικῆς δὲ εἰς ἄκρον ἐληλακότα καὶ ῥητορικῆς οὐκ ἀμελέτητον ὄντα καὶ τὸ δόγμα ὡς οὐκ ἄλλος τις ἐπιστάμενον, τοῦτον ὁ αὐτοκράτωρ μεταπεμψάμενος ἐπέταξεν ἁπάσας τὰς αἱρέσεις ἐκθέσθαι ἑκάστην ἰδίᾳ καὶ ἐφ’ ἑκάστῃ τὰς τῶν ἁγίων πατέρων ἀνατροπὰς ἐγγράψασθαι καὶ αὐτῶν δὴ τῶν Βογομίλων τὴν αἵρεσιν, καθὼς ὁ ἀσεβὴς ἐκεῖνος Βασίλειος ὑφηγήσατο. ταύτην τὴν βίβλον δογματικὴν πανοπλίαν ὁ αὐτοκράτωρ ὠνόμασε· μέχρι τοῦ νῦν οὕτω προσαγορεύεται τὰ βιβλία. ὁ δὲ λόγος αὖθις πρὸς τὴν τοῦ βασιλείου καθαίρεσιν ἀνατρεχέτω. ὁ γὰρ αὐτοκράτωρ τοὺς ἁπανταχοῦ γῆς μαθητὰς καὶ συμμύστας [*](D) τοῦ βασιλείου μεταπεμψάμενος καὶ μάλιστα τοὺς δώδεκα λεγομένους μαθητὰς ἀπεπειρᾶτο καὶ τούτων τῆς γνώμης. καὶ ἦσαν ἄντικρυς μαθηταὶ βασιλείου. καὶ γὰρ ἐνεβάθυνε τὸ κακὸν καὶ εἰς οἰκίας μεγίστας καὶ πολλοῦ [*](Ρ. 491) πλήθους ἥψατο τὸ δεινόν. καθάπαξ οὖν κατεψηφίσατο πυρκαϊὰν τῶν ἀλλοτρίων, τοῦ τε κορυφαίου καὶ τοῦ χοροῦ. ἀθροιζομένων γὰρ τῶν φωραθέντων Βογομίλων καὶ τῶν μὲν τῆς σφῶν ἀντιποιουμένων αἱρέσεως, τῶν δ᾿ ἀπαρνουμένων παντάπασι καὶ πρὸς τοὺς ἐλέγχοντας ἰσχυρῶς ἀνθ- [*](1 Alcaeus 55 Β. (Aristot. rhet. 1, 9, 20) 9 Ζυγαβηνὸν L. Allatius: ζυγαδηνὸν η ex ι m 2) C 15 ἑκάστῃ, L. Allatius: ἑκάστω C 23 μαθητὰς] ἀποστόλους? 25 ἐνεβάθυνε r: ἐνεβόθυνε C οἰκείας C 26 πλήθου C)
300
ισταμένων καὶ τὴν Βογομιλικὴν διαπτυόντων αἵρεσιν, ἐπεὶ ἑτοίμως ὁ αὐτοκράτωρ τούτοις πιστεύειν οὐκ εἶχεν, ἵνα μή τις πολλάκις Χριστιανὸς τοις Βογομίλοις ὡς Βογόμιλος ἀναμιγνύηται ἢ Βογόμιλος ὡς Χριστιανὸς διαδράσῃ, καινόν τινα τρόπον ἐπινοεῖται, δι᾿ οὗ οἱ ὄντως Χριστιανοὶ ἀποφανθήσονται. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν τῇ μετ᾿ αὐτὴν καθῆστο θρόνου, πολλοὶ δὲ τηνικαῦτα παρῆσαν τῆς τε συγκλήτου [*](B) καὶ τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων αὐτῶν, ὁπόσοι λόγου μετεῖχον, λλογάδες. πάντων δὲ τῶν τὴν Βογομιλικὴν ἐγκαλουμέγων αἵρεσιν ἐς τὸ μέσον ὁμοῦ παραχθέντων ὁ [*](V. 388) αὐτοκράτωρ αὖθις ἐπερωτᾶσθαι ἕκαστον ἐκέλευσεν. ὡς δὲ οἱ μὲν ὡμολόγουν Βογόμιλοι εἶναι καὶ τῆς σφῶν ἰσχυρῶς ἀντεποιοῦντο αἱρέσεως, οἱ δὲ παντάπασιν ἀνένευον Χριστιανοὺς ἑαυτοὺς ὀνομάζοντες καὶ παρ᾿ ἄλλων ἐλεγχόμενοι οὐδαμῶς κατετίθεντο, ἐπιτοξεύσας αὐτοῖς τὰς ὀφρῦς ἔφη “χρὴ τὴν σήμερον δύο καμίνους ἀναφθῆναι, θατέρᾳ δὲ τούτων σταυρὸν ἐμπαγῆναι αὐτῇ γῇ, εἶτα αἵρεσιν δοθῆναι πᾶσιν, ἵν᾿ ὁποῖοι τῇ τῶν Χριστιανῶν πίστει ἐπαποθανεῖν τὴν σήμερον [*](c) βούλοιντο, ἀποκριθέντες τῶν ἄλλων τῇ τοῦ σταυροῦ καμίνῳ προσχωρήσωσιν, οἱ δὲ τῆς Βογομιλικῆς αἱρέσεως ἀντεχόμενοι πρὸς θατέραν ἐμβληθήσονται. βέλτιον γὰρ Χριστιανοὺς αὐτοὺς ὄντας ἀποθανεῖν ἢ ζῶντας ὡς Βογομίλους διώκεσθαι καὶ τὰς τῶν πολλῶν τύπτειν συνειδήσεις, ἄπιτε γοῦν καὶ ὑμεῖς [καὶ ἡμεῖς?], ὅπη βονλητόν, ἕκαστος χωρείτω.” ταῦτα μὲν οὖν πρὸς τοὺς Βογομίλους ἀποφηνάμενος ὁ βασιλεὺς ἐν σχήματι ἀπέλυσεν. εὐθὺς οὖν παραλαβόντες [*](D) τούτους ἀπῄεσαν καὶ πλῆθος παρειστήκει πολὺ [*](P. 492) συρρεόντων ἑκασταχοῦ. κάμινοι δὲ τηνικαῦτα ἑπταπλασίως κατὰ τὸν μελῳδὸν ἀνήπτοντο εἰς τὸ οὑτωσί πως καλούμενον Τζυκανιστήριν· τό πῦρ εἰς οὐρανοὺς ἀνῄει· ὁ σταυρὸς [*](3 βογόμιλον C 4 ἀναμιγνύηται r: ἀναμίγννται C Βογόμιλος r: βόγομιλον C 5 ἀποφρανθήαονται C, corr m rec 18 ἐναποθανεῖν? cf. II 304, 9 21 πρὸς θατέραν τ: πρὸς θατέρων C 24 καὶ ἡμεῖς add sup vers C2, seclusi 29 Daniel. 3, 19)
301
ἐπὶ θατέρᾳ ἵστατο· αἵρεσις τοῖς ἐνόχοις ἐδίδοτο, ὅπη ποτ’ ὰν βουλητὸν ἑκάστῳ, χωρεῖν, ὡς καυθησομένων ἁπάντων. εἰτα τὸ ἄφυκτον ὁρῶντες τοῦ πράγματος, ὁπόσοι μὲν ἐν αὐτοῖς ὀρθόδοξοι ἦσαν, τῇ τοῦ σταυροῦ προσεχώρουν καμίνῳ ὡς ὄντως μαρτυρήσοντες· οἱ δέ γε ἀθεώτατοι τῆς μυσαρὰς ἀντεχόμενοι αἱρέσεως πρὸς θατέραν ἀπένευσαν. καὶ ἀπαρτὶ Β τούτων ἐν ταῖς καμίνοις ὁμοῦ ἐρρῖφθαι μελλόντων, οἱ μὲν παρεστῶτες ἅπαντες ὑπὲρ τῶν Χριστιανῶν ἤλγουν ὡς καυθησομένων ἤδη καὶ τοῦ βασιλέως πολλὰ κατεστύγναζον ἀγνοοῦντες τὸ οἰκονομούμενον. ἀλλὰ βασιλική τις πρόσταξις προκαταλαβοῦσα τοὺς δημίους ἐκείνους ἀπεῖρξε τοῦ ἐγχειρήματος. καὶ οὕτω βεβαίαν τὴν τῶν Βογομίλων ὄντως ὁ αὐτοκράτωρ ἐσχηκὼς κατάληψιν τοὺς συκοφαντουμένους Χριστιανοὺς πολλὰ παραινέσας ἀπέλυσεν, ἐκείνους δὲ πάλιν εἱρκταῖς εἶχε διαιρήσας] τοὺς ἀποστόλους τοὺ ἀσεβοῦς βασιλείου διακρίνας ἰῶν ἄλλων· εἶτα καθ’ ἑκάστην πεμπόμενος τοὺς μὲν δι’ ἑαυτοῦ ἐδίδασκεν πολλὰ παραινῶν τῆς μυσαρὰς ἀποσχέσθαι C θρησκείας, πρὸς δὲ τοὺς ἄλλους λογάδας τινὰς τοῦ ἱεροῦ ν. 389 τῆς ἐκκλησίας συντάγματος ἐπέσκηψε καθ’ ἑκάστην παραγινομένους ἀναδιδάσκειν αὐτοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παραινεῖν ἀποσχέσθαι τῆς Βογομιλικῆς αἱρέσεως. καί τινες μὲν τούτων μετέβαλον ἐπὶ τὸ βέλτιον καὶ τῆς φρουρᾶς ἀπελύθησαν, οἱ δὲ τῇ σφῶν ἐπαπέθανον αἱρέσει ἐν εἱρκταῖς κατεχόμενοι, τροφῆς μέντοι καὶ ἀμφίων δαψιλῆ τὴν χορηγίαν ἔχοντες.