Τοσαῦτα μὲν οὖν περὶ τοῦ ὑπερνεφοῦς μόσυνος καὶ τῆς παρὰ τῶν βαρβάρων τειχομαχίας · ἀλλ’ ἐπὶ τὸν βασιλέα [*](Β) καὶ αὖθις τὸν λόγον ἐπανακτέον. ἔαρος τοίνυν ἐφισταμένου ἡ μὲν Αὔγουστα ἐκ τῆς Θεσσαλονίκης ὡς πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν, ὁ δὲ αὐτοκράτωρ τῆς πρόσω πορείας εἴχετο καὶ τὴν Διάβολιν διὰ τῆς Πελαγονίας καταλαμβάνει ἔνθεν περὶ τοὺς πρόποδας τῶν ἤδη ῥηθέντων δυσβάτων ἀτραπῶν οὖσαν. καὶ καινήν τινα στρατηγίαν κατὰ τῶν βαρβάρων μεμελετηκὼς δεῖν ἐλογίσατο τοῦ μὲν δημοσίου [*](8 ἀρκεῖν addidi)
186
πολέμου σχολὴν παντελῶς καταψηφίσασθαι καὶ ἀγχέμαχον διὰ ταῦτα τὴν μάχην οὐκ ἤθελεν, ἀλλὰ τὰ δύσβατα τέμπη καὶ τὰς ἀδιεξοδεύτους ὁδοὺς μεταίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν
[*](C) καταλιπὼν τοὺς εὔνους ἅπαντας κατὰ τὰς ἀκρολοφίας μετὰ ἀποχρώσης δυνάμεως καταστήσας τὴν καινὴν ἐκείνην στρατηγίαν ἐμηχανήσατο, ὡς μήτε τοὺς ἔνθεν πρὸς τὸν Βαϊμοῦντον ῥᾷστα προσχωρεῖν δύνασθαι μήτ’ ἐκεῖθεν πρὸς τούτους αὖθις γράμματα φοιτᾶν ἢ προσηγορίας διαπέμπεσθαι, ὑφ’ ὧν ὡς τὰ πολλὰ τὰ τῆς ἀγάπης ἑδράζεσθαι εἴωθε. σπάνις γὰρ προσηγορίας κατὰ τὸν Σταγειρίτην πολλὰς φιλίας διέλυσε. γινώσκων δὲ τὸν Βαϊμοῦντον ἄνδρα πονηρίας καὶ δραστηριότητος ἀνάπλεων ἤθελε μὲν καὶ τὴν κατὰ πρόσωπον πρὸς
[*](D) αὐτὸν μάχην ἀναδέξασθαι, καθά γε καὶ εἴρηται, ἀλλὰ καὶ δι’ ἑτέρου παντὸς τρόπου καὶ μηχανῆς κατ’ αὐτοῦ μελετῶν οὐδαμῶς ἐνεδίδου. διὰ δὲ τὰς ἤδη ῥηθείσας αἰτίας, καίτοι πολλὰ σφαδάζων πρὸς τοῦτο, φιλοκίνδυνός τε καὶ πυκνοκίνδυ- νος πάλαι ὢν οὑτοσὶ ὁ αὐτοκράτωρ καὶ ἐμὸς πατήρ, ἐπεὶ τὸν λόγον εἶχεν ἐν πᾶσι κρατοῦντα, δι’ ἑτέρας μεθόδου καταγωνίσασθαι τοῦτον ἔσπευδε. δεῖ γάρ, οἶμαι, τὸν στρατηγὸν
[*](Ρ.) οὐκ ἀεὶ διὰ ξιφουλκίας τὴν νίκην ἑαυτῷ σπεύδειν περιποιεῖσθαι, ἀλλὰ καὶ πρὸς πανουργίαν ἔστιν οὗ εὐτρεπίζεσθαι, ἐπὰν ὁ καιρὸς καὶ τὰ συμπίπτοντα τοῦτο διδόασι, τὴν νίκην ἑαυτῷ πάντοσε περιποιούμενον. καὶ τοῦτο γὰρ στρατηγῶν ἰδιαίτατον, ὅσαπερ ἔσμεν, μὴ μετὰ ξιφῶν καὶ μάχης μόνον, ἀλλὰ καὶ πρὸς σπονδὰς τρεπομένων· καὶ ἄλλως ἔστιν οὗ ῥαδιουργοῦντα τὸν ἐχθρὸν καταγωνίζεσθαι, ὁπηνίκα καὶ τοιούτου καιρὸς παρῇ. ὁποῖον καὶ τότε ὁ αὐτοκράτωρ φαίνεται σκευωρήσας. θέλων γὰρ διχόνοιαν ἐμβαλεῖν μεταξὺ τῶν τε κομητῶν καὶ τοῦ Βαϊμούντου καὶ κατασεῖσαι οἷον
[*](Β) τὸν πρὸς ἀλλήλους συνασπισμὸν ἢ διαρρῆξαι τοιοῦτόν τι δραματουργεῖ. μεταπεμψάμενος οὖν τὸν ἐκ Νεαπόλεως Μαρῖνον τὸν σεβαστόν (τῶν Μαϊστρομιλίων οὗτος
[*](9 ὡν] ὧς F ante ἀγάπης in F verba δυνάμεως καταστήσας . . . πρὸς τούτους repetita manus eadem delevit) 187
τὸ γένος· κἀν μὴ πάνυ τὸν πρὸς αὐτὸν ὅρκον ἀνόθευτον τότε ἐτήρει ἀπατηλοῖς ἐζαπατηθεὶς λόγοις καὶ ὑποσχέσεσιν, ἀλλ’ ὅσῳ γε τὰ πρὸς τὸν Βαϊμοῦντον ἀποκαλύψαι αὐτῶ τὸ
[*](P. 307) ἀπόρρητον τεθάρρηκεν), ἅμα δὲ καὶ τὸν Ῥογέρην (τῶν δὲ οὗτος Φράγγων) καὶ τὸν Πέτρον Ἀλίφαν, ἄνδρα
[*](C) κατὰ πόλεμον περιβόητον καὶ τὴν ὡς πρὸς τὸν αὐτοκράτορα πίστιν ἀκράδαντον δι’ ὅλου τηρήσαντα. τούτους μετακαλεσάμενος βουλὴν ἐζήτει, ὅπως τὰ κατὰ τὸν Βαϊμοῦντον εὖ διαθέμενος καταγωνιεῖται αὐτόν, ἀλλὰ καὶ περὶ τῶν εὐνουστέρων τῷ Βαϊμούντῳ καὶ ὁπόσους ἐκεῖνος ἰσοψύχους ἔχει διηρώτα. καὶ περὶ τούτων μαθὼν ἐξ αὐτῶν δεῖν ἔλεγεν ὑποποιήσασθαι τούτους διὰ παντοίας μηχανῆς · “καὶ εἰ τοῦτο γένοιτο, δι’ ἐκείνων καὶ τὸ κοινὸν τοῦ Κελτικοῦ στρατεύματος διαρραγήσεται εἰς διψυχίαν ἐμπεσόν.’’ ἀνακοινοῦται
[*](D) τοῦτο τοῖς ἤδη ῥηθεῖσι. καὶ ἐξ ἑκάστου τούτων ἕνα αἰτεῖται τῶν εὐνουστέρων θεραπόντων καὶ ἐχεμυθεῖν ἐπισταμένων. οἱ δὲ ἑτοίμως τοὺς κρείττονας τῶν ὑπηκόων αὐτῷ ἔφησαν δοῦναι. καὶ ἐπειδὴ παρῆσαν οἱ ἄνθρωποι , δραματουργεῖ τι τοιοῦτον. γράμματα συνθέμενος ὥσπερ ἀμοιβαῖα πρός τινας τῶν ἀμφὶ τὸν Βαϊμοῦντον οἰκειοτάτους, ὡς δῆθεν ἐκείνων γεγραφότων πρὸς τοῦτον καὶ οἰγειότητά τινα μνηστευομένων
[*](V. 388) καὶ τὰ ἀπόρρητα τῆς τοῦ τυράννου γνώμης ἐξαγορευόντων, πέμπει πρὸς αὐτοὺς ὥσπερ εὐχαριστηρίους λόγους συντάξας καὶ ἀποδεξάμενος τάχα τὴν τῶν ἀνδρῶν εὔνοιαν. ἦσαν δὲ οὗτοι ὅ τε Γίδος ὁ τοῦ Βαϊμούντου αὐτάδελφος
[*](25) καί τις τῶν ἐνδοξοτάτων ἀνδρῶν Κοπρισίανος καλούμενος καὶ πρὸς τούτοις ὁ Ῥικάρδος καὶ τέταρτος ὁ Πριγκιπάτος, ἀνὴρ γενναῖος καὶ τὰ πρῶτα φέρων ἐν τῇ στρατιᾷ τοῦ Βαϊμούντου, καὶ ἕτεροι πλείους τούτων. πρὸς οὓς τὰ ἐπίπλαστα γράμματα ἐξεπέμπετο. ἐκεῖθεν μὲν γὰρ οὐδὲν
[*](Β) ἐδέδεκτο τοιοῦτον ὁ βασιλεὺς οὔτε παρὰ Ῥικάρδου οὔτε παρ’ ἄλλου τινὸς τοιούτου εὔνοιαν καὶ πίστιν ὑπαγορεῦον
[*](3 γραμὅσον?) 188
μάτιον· αὐτὸς δὲ ἀφ’ ἑαυτοῦ τὰ τοιαῦτα τῶν γραμμάτων ἐπλάττετο. εἶχε δὲ νοῦν τοιοῦτον τὸ δραματούργημα, ὡς εἴπερ εἰς ἀκοὰς εἰσέλθοι Βαϊμούντου ἡ τῶν ἀνδρῶν τοιούτων προδοσία καὶ ὡς ἐκεῖνοι ἐκεῖθεν ἀποκοπέντες τῇ γνώμῃ τῷ μέρει τῷ βασιλικῷ προσεχώρησαν, αὐτὸς μὲν εὐθὺς ταραχθήσεται καὶ πρὸς τὴν βαρβαρικὴν φύσιν ἐπανελεύσεται, κακώσας δὲ τοὺς ἄνδρας ἀπορραγῆναι τούτου καταναγκάσειε, καί, ὅπερ εἰς νοῦν οὐκ ἦλθεν αὐτοῖς, ἐκ τῆς κατασκευῆς Ἀλεξίου ποιήσειαν πρὸς αὐτὸν στασιάσαντες. ᾔδει γάρ, οἶμαι, ὁ
[*](C) στρατηγός , ὡς τὸ ἀντίπαλον ἅπαν φῦλον ξυγκροτούμενον μὲν καἴ ἀλληλουχούμενον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρανέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον. ὅπερ καὶ βαθέως ἐπραγματεύετο καὶ τὸν δόλον ὑποβρύχιον εἶχε τὰ γράμματα. μεταχειρίζεται δὲ τὸ πρᾶγμα οὑτωσί πως ὁ Ἀλέξιος. πέμπει μὲν γὰρ τὰ πεπλασμένα γράμματα πρὸς ἐκείνους παραγγείλας ἐπιδοῦναι ἑκάστῳ ἕκαστον. εἶχε δὲ τὰ πεμπόμενα βιβλία ἐκεῖνα οὐ μόνον εὐχαριστίαν, ἀλλὰ καὶ δόσεις κατεπηγγέλλετο καὶ βασιλικὰς δωρεὰς
[*](D) καὶ ὑποσχέσεις ὑπερφυεῖς· ἐφεῖλκε δὲ τούτους καὶ εἰς τὸ
[*](V.) μετέπειτα εἶναί τε εὔνους καὶ φαίνεσθαι καὶ μηδὲν ἀποκρύπτειν τῶν ἀπορρήτων. κατόπιν δὲ τῶν πιστοτάτων αὐτῷ ἄνθρωπον ἀποστέλλει ἀνεπιφωράτως τούτοις παρέπεσθαι, καὶ ἐπειδὰν πλησιάσαντας ἴδοι, παρελάσαντα προφθῆναι τούτων τὴν ἔφοδον καὶ καταλαβόντα τὸν Βαϊμοῦντον τόν τε αὐτόμολον
[*](P.) ὑποκριθῆναι καὶ εἰπεῖν, ὡς αὐτῷ προσχωρήσειε μισήσας τὴν μετὰ τοῦ βασιλέως διατριβήν, φιλίαν δὲ πρὸς τὸν τύραννον προσποιούμενον καὶ ὡς δή τινα εὔνοιαν κατειπεῖν ἀριδήλως τῶν ἀνδρῶν ἐκείνων, ἐφ’ οὓς τὰ γράμματα, ὡς ἄρα ὀ δεῖνα καὶ ὁ δεῖνα, ὀνομαστὶ τούτους καταριθμήσας, ἐξομοσάμενοι τὴν πρὸς ἐκεῖνον πίστιν βασιλεῖ φίλοι καὶ εὖνοι γεγόνασι καὶ τὰ ἐκείνου φρονοῦσι, καὶ ὁρᾶν δεῖ, μή τι κατ’ αὐτοῦ δεινὸν μελετήσειαν ἐξ ὑπογύου καὶ πάλαι προεσκεμτοιούτων
[*](3 C om F) 189
μένον · ἀλλὰ δὴ καὶ τοῦτο πεπραγματεῦσθαι, ἕνα μή τι δεινὸν
[*](Β) τοῖς γραμματοκομισταῖς τούτοις ὁ Βαϊμοῦντος ἐργάσηται. ἐμέλησε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, ὅπως τοὺς μὲν καθέτους τούτους ἄνδρας ἀβλαβεῖς διατηρήσειε, τὰ δὲ κατὰ τὸν Βαϊμοῦντον πράγματα συνταράξειε. καὶ οὐκ εἶπε μὲν ταῦτα καὶ συμβεβούλευκεν, οὐ γέγονε δέ , ἀλλὰ προσελθὼν καὶ δι’ ὅρκου λαβὼν τὸ ἀφρόντιστον τῶν γραμματοκομιστῶν ὁ εἰρημένος ἀνὴρ ἀπαγγέλλει πάντα κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. ἐρωτηθεὶς δὲ ὅπη τούτους στοχάζεται ἐφθακέναι, τὴν Πέτρουλαν αὐτοὺς ἔλεγε διελθεῖν. καὶ ἀποστείλας κατέσχε τοὺς γραμματοκομιστὰς καὶ τὰ γράμματα ἀναπτύξας ἰλίγγου τε πλήρης γεγονὼς μικροῦ κατέπιπτε πιστὰ λογισάμενος
[*](C) εἶναι. ἐκείνους μὲν οὖν παραφυλάττεσθαι ᾠκονόμησεν, αὐτὸς δὲ ἀπρόιτος ταῖς σκηναῖς ἐν ἡμέραις ἦν γνωσιμαχῶν τὸ τί ἂν χρὴ ποιῆσαι, πολλοὺς παρ’ ἑαυτῷ ἀνελίττων λογισμούς, εἰ χρὴ παραστῆναι τοὺς κονοσταύλους καὶ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Γίδον ἐξειπεῖν τὴν κατ’ αὐτοῦ δοθεῖσαν πρόληψιν καὶ εἰ μετὰ τὸν ἔλεγχον παραστῆναι χρὴ ἢ ἄτερ ἐλέγχου, πρὸς τούτοις δὲ καὶ τὸ τίνας ἀντ’ αὐτῶν κονοσταύλους ποιήσειε. γενναίους δὲ ὄντας τοὺς τοιούτους κἀντεῦθεν πολλὴν τὴν βλάβην ἐσομένην παρασταλέντων ὑπονοῶν, κατὰ τὸ ἐγχωροῦν τὰ κατ’ αὐτοὺς οἰκονομήσας, οἶμαι δὲ καὶ τὸν κρυπτόμενον νοῦν τῶν γραμμάτων ὑποτοπάσας, μετεληλυθὼς
[*](D) εὐφυῶς τούτους καὶ θαρσήσας ἐπὶ ταὐτοῦ μεμενηκέναι τούτους ξυνεχώρησεν.
Ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ προφθάσας ἀξιόμαχον δύναμιν ἐν πάσαις ταῖς κλεισούραις κατέθετο μετ’ ἐκκρίτων ἡγεμόνων, πᾶσάν γε ἀτραπὸν διὰ τῶν καλουμένων ξυλοκαλσιῶν αὖθις τοῖς Κελτοῖς ἀπετάφρευσεν. εἶχε μὲν γὰρ εὐθὺς Ἁυλων, ἡ Ἱεριχὼ καὶ τὰ Κάνινα ἀνύστακτον φύλακα Μιχαὴλ τὸν κεκαυμένον, ἡ δὲ Πέτρουλα Ἀλέξανδρον τὸν [*](390) Καβάσιλαν μετὰ συμμίκτων πεζῶν στρατιωτῶν, ἄνδρα ἐκγε [*](28 r: τε F)
190
θυμότατον καὶ πολλοὺς τῶν κατὰ τὴν Ἀσίαν Τούρκων κατατροπωσάμενον· τὴν Δεύρην δὲ Λέων ὁ Νικερίτης μετὰ ἀποχρώσης
[*](V. 5) ἐφρούρει δυνάμεως · τῷ δέ γε Εὐσταθίῳ τῷ Καμύτζῃ τὰς περὶ τὸ Ἄρβανον ἀνατεθείκει κλεισούρας. ὁ δέ γε Βαϊμοῦντος ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας κατὰ τοῦ Καβασίλα τὸν ἀδελφὸν αὐτοῦ Γίδον καὶ κόμητά τινα Σαρακηνὸν καλούμενον καὶ τὸν Κοντοπαγάνον ἐξέπεμψεν. ἐπεὶ δέ τινα τῶν ὁμορούντων τῷ Ἀρβάνῳ πολίχνια προέφθασαν τῷ Βαϊμούντῳ προσχωρῆσαι, οἱ τούτων ἔποικοι τὰς τοῦ Ἀρβάνου ἀτραποὺς ἀκριβῶς ἐπιστάμενοι προσελθόντες πᾶσαν, ὡς εἶχε, τῆς Δεύρης
[*](Β) τὴν θέσιν ἐξηγήσαντο καὶ τὰς λανθανούσας ἀτραποὺς ὑπέδειξαν. τηνικαῦτα ὁ Γίδος διχῆ διελὼν τὸ στράτευμα αὐτὸς μὲν τὴν κατὰ πρόσωπον μετὰ τοῦ Καμύτζη μάχην ἀνεδέξατο, τὸν δέ γε Κοντοπαγάνον καὶ τὸν Σαρακηνὸν καλούμενον κόμητα παρὰ τῶν Δευριωτῶν ὁδηγουμένους ἐξ ὀπισθίων τῷ Καμύτζῃ ἐπεισπεσεῖν ἐπέταξε. τούτου γοῦν συνδόξαντος ἀμφοῖν , ἐπεὶ ὁ μὲν Γίδος κατὰ πρόσωπον ἐμάχετο, οἱ δέ γε λοιποὶ κόμητες τῇ παρεμβολῇ τοῦ Καμύτζη ἐπεισπεσόντες ἀπὸ τῶν μεταφρένων δεινὸν τὸν φόνον κατ’ αὐτοῦ ἀπειργάσαντο , ὡς οὐκ ἐνῆν αὐτῷ πρὸς πάντας μάχεσθαι, τραπέντας τοὺς ὑφ’ ἑαυτὸν θεασάμενος συνείπετο τούτοις
[*](C) καὶ αὐτός. καὶ πίπτουσι μὲν τηνικαῦτα τῶν Ῥωμαίων πολλοὶ καὶ αὐτὸς ὁ Κᾶράς νηπιόθεν τοῖς γνησίοις παρὰ τοῦ αὐτοκράτορος προσληφθεὶς καἰ καταλεγεὶς καὶ ὁ Σκαλιάριος Τοῦρκος τῶν ὀνομαστῶν πάλαι κατὰ τὴν ἔω ἡγεμόνων γεγονώς, αὐτομολήσας τῷ βασιλεῖ καὶ τοῦ ἁγίου βαπτίσματος τετυχηκώς. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Καμύτζην· ὁ δέ γε Ἀλυάτης μετὰ καὶ ἑτέρων λογάδων τὴν Γλαβινίτζαν φυλάττων πρὸς τὴν πεδιάδα κατῆλθεν· εἴτε πρὸς πόλεμον εἴτε καὶ κατασκοπήσων τινὰ τόπου θέσιν, Θεὸς ἂν εἰδείη. τυχαίως δ’ οὖν συναντῶσι τούτῳ παραχρῆμα κατάφρακτοι
[*](D) Κελτοὶ ἄνδρες γενναῖοι καὶ τηνικαῦτα διχῆ διαιρεθέντες οἱ
[*](19 αὐτοῦ C αὐτῶν F) 191
μέν (πεντήκοντα δὲ τὸν ἀριθμὸν ἦσαν) κατὰ πρόσωπον αὐτοῦ σφοδρᾷ τῇ ῥύμῃ ἵενται ὅλους χαλάσαντες χαλινούς, οἱ δέ γε λοιποὶ ἐξ ὀπισθίων ἀψοφητὶ τούτῳ παρείποντο. ἦν γὰρ ἑλώδης ὁ τόπος. ὁ δὲ Ἀλυάτης τῆς τῶν ὄπισθεν μὴ αἰσθόμενος ἐλεύσεως, ἀλλὰ κατὰ τῶν ἔμπροσθεν ὅλῃ γνώμῃ ἀγωνιζόμενος καὶ χειρὶ λέληθεν ἑαυτὸν εἰς κίνδυνον συνελάσας. ἐπεισπεσόντες γὰρ τούτῳ οἱ ἐξ ὀπισθίων ἐρχόμενοι καρτερῶς κατ’ αὐτοῦ ἐμάχοντο. συναντήσας δὲ τούτῳ κόμης τις Κοντοπαγάνος
[*](P. 391) καλούμενος βάλλει τοῦτον διὰ τοῦ δόρατος · καὶ παραχρῆμα ἄπνους κατὰ γῆς ἔκειτο. πίπτουσι δὲ καὶ τῶν σὺν αὐτῷ οὐκ ὀλίγοι. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ τὸν Καντακουζηνὸν μετεπέμψατο , ἄνδρα τοῦτον γινώσκων περὶ τὰς στρατιωτικὰς ἐγχειρήσεις ἱκανώτατον. ἔφθασε γάρ, ὡς ἔφην, καταλαβεῖν τὸν αὐτοκράτορα εἰς τόπον μετακληθεὶς ἀπὸ Λαοδικείας. ἐπεὶ δ’ ἀναβολὴν τὰ κατὰ τὸν Βαϊμοῦντον οὐκ εἶχεν, ἀξιόμαχον στρατὸν μετ’ αὐτοῦ συνεκπέμπει καὶ τῆς παρεμβολῆς ἔξεισι προεκπέμπων οἷον καὶ πρὸς μάχας ὀτρύνων αὐτόν. ἐφθακὼς δὲ τὴν κλεισούραν τὴν ἐγχωρίως
[*](Β) οὕτω καλουμένην Πέτραν καὶ αὐτοῦ που ἐγκαρτερήσας πολλοῖς τε λογισμοῖς καὶ στρατηγικοῖς ἐπιχειρήμασιν ἐφοδιάσας αὐτὸν καὶ τὰ λῴονα ὑποθέμενος πρὸς Γλαβινίτζαν χρησταῖς ἐλπίσι θάρσυνάς ἐκπέμπει, ἐκεῖνος δὲ πρὸς Διάβολιν ἐπανέστρεψεν. ὁ δὲ Καντακουζηνὸς προσπελάσας ἐν τῷ ἀπέρχεσθαι
[*](V. 810) πολιχνίῳ τινί, τῷ τοῦ Μύλου καλουμένῳ, παραχρῆμα παντοίας κατασκευάσας ἑλεπόλεις ἐπολιόρκει τὸ πολίχνιον. καὶ οἱ Ῥωμαῖοι ἀναισχύντως τοῖς τείχεσι προσεπέλαζον καὶ οἱ μὲν πῦρ ἐνιέντες τὰς πύλας ἐνεπίπρων, οἱ δὲ καὶ διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις θᾶττον ἀνῄεσαν. αἰσθόμενοι δ’ οἱ πέραθεν τοῦ ποταμοῦ, τοῦ οὑτωσὶ καλουμένου Βούση,
[*](C) αὐλιζόμενοι Κελτοὶ ὡς πρὸς τὸ τοῦ Μύλου καστέλλιον ἔθεον. οὓς θεασάμενοι οἱ τοῦ Καντακουζηνοῦ σκοποί (βάρβαροι δὲ ἦσαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν) ἐπανατρέχουσιν ἀσυντάκτως πρὸς αὐτὸν καὶ οὐ μυστηριωδῶς περὶ τῶν
[*](13 ἐγχειρίσεις F) 192
φανέντων κατήγγελλον, ἀλλὰ πόρρω που φωνοῦντες τὴν τούτων ἔφοδον ἔλεγον. ἀκούσαντες δὲ οἱ στρατιῶται τὴν τῶν Κελτῶν ἔφοδον, κἂν τῶν τειχῶν ὑπερέβησαν, κἀν τὰς πύλας ἐνέπρησαν, κἀν ἐν χερσὶ τοῦτο κατέχοντες ἦσαν ἤδη , ἀλλ’ ἐκδειματωθέντες ἕκαστος πρὸς τὸν ἴδιον ἀπέτρεχεν ἵππον᾿ ἔμφοβοι δὲ ὄντες καὶ συγχυθέντες τὸν νοῦν θάτερος θατέρου ἵππου ἐπέβαινε. πολλὰ γοῦν ὁ Καντακουζηνὸς ἀγωνισάμενος καὶ πολλὰς ἱππασίας κατὰ τῶν ἐκδειματωθέντων ποιήσας “ἀνέρες ἔστε’’, φωνῶν κατὰ τὸν ποιητήν “μνήσθητε
[*](D) θούριδος ἀλκῆς’’, ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς πτοίας ἀνήνεγκε φάμενος ὡς “οὐ χρὴ τὰς ἑλεπόλεις καταλιπεῖν τοῖς ἐχθροῖς καθ’ ἡμῶν ὄργανα, ἀλλὰ πῦρ εἰς αὐτὰς ἐμβαλεῖν κᾆθ’ οὕτως εὐσυντάκτως ὑποχωρεῖν”. παραχρῆμα γοῦν μάλα προθύμως ἐπλήρουν οἱ στρατιῶται τὸ προσταττόμενον καὶ οὐ τὰς ἑλεπόλεις μόνον, ἀλλὰ καὶ τὰ
[*](Ρ.) κατὰ τὸν ποταμὸν Βούσην ἱστάμενα πλοῖα ἐνέπρησαν, ὡς μὴ ῥᾳδίως οἱ Κελτοὶ διαπερᾶν ἔνθεν ἔχοιεν. αὐτὸς δὲ ἀναποδίσας μικρὸν καὶ πεδιάδι τινὶ ἐντυχὼν δεξιόθεν μὲν τὸν καλούμενον Χαρζάνην ποταμὸν ἐχούσῃ, ἐξ εὐωνύμου δὲ ἑλώδη τινὰ τόπον καὶ βαλτώδη καὶ συγχρησάμενος τούτοις ὡς ὀχυρώμασιν αὐτοῦ που τὸν χάρακα ἐπήξατο. οἱ δὲ ῥηθέντες Κελτοὶ παρὰ τῷ χείλει τοῦ ποταμοῦ γενόμενοι τῶν πλοίων ἤδη προεμπρησθέντων ἀστοχήσαντες τῶν ἐλπίδων κεχηνότες ὑπέστρεφον. ὁ δὲ τοῦ Βαϊμούντου ἀδελφὸς Γίδος τὰ ξυμβάντα πυθόμενος παρ’ αὐτῶν ἄλλην ἐτράπετο καὶ στρατιώτας γενναίους τῶν ὑπ’ αὐτὸν διελόμενος πρὸς Ἱεριχὼ καὶ τὰ Κάνινα ἐξέπεμψε. καταλαβόντες οὖν τὰ ὑπὸ τοῦ
[*](Β) κεκαυμένου Μιχαὴλ τηρούμενα τέμπη ἐκεῖνον γὰρ φύλακα τούτων ἐπέστησεν ὁ αὐτοκράτωρ) καὶ συμμάχῳ τῷ τόπῳ χρησάμενοι καἰ θαρρήσαντες τρέπουσι ξυμβαλόντες κατὰ κράτος. ἀνὴρ γὰρ Κελτός , ἐπὰν ἐν στενωπῷ τοῖς ἐχθροῖς ἐντύχοι, ἀκάθεκτος γίνεται, ὥσπερ ἐν πεδιάσι λίαν εὐάλωτος.
[*](9 ll. 6, 112 et alibi 31 ἐν addidi)193
Θαρσήσαντες οὖν ὡς πρὸς τὸν Καντακουζηνὸν αὖθις θις ἐπανατρέχουσιν. ἐπεὶ δὲ τὸν τόπον, οὗπερ ἔφθασεν ὁ Καντακουζηνός, ὡς εἴπομεν, τὸν χάρακα πήξασθαι, μὴ προσβοηθοῦντα τούτοις ἐγνώκεσαν, δειλιάσαντες ἀνεβάλοντο τὴν μάχην. ὁ δὲ αὐτῶν αἰσθόμενος τῆς ἐφόδου δι᾿ ὅλης νυκτὸς [*](C) ξυμπάσῃ στρατιᾷ τὴν τοῦ ποταμοῦ περαίαν κατέλαβεν. ἡλίου δὲ τοῦ ὁρίζοντος μήπω ὑπερκύψαντος αὐτός τε θωρακισάμενος καὶ ἅπαν ὁπλίσας τὸ στράτευμα τὴν μέσην τῆς παρατάξεως εἶχε χώραν προμετώπιος, οἱ δὲ Τοῦρκοι ἐξ εὐωνύμου · ὁ δέ γε Ἀλανὸς Ῥωσμίκης τὸ δεξιὸν διεῖπε κέρας μετὰ τῶν [*](P. 311) ὑπ’ αὐτὸν ὁμοχθόνων. τοὺς δὲ Σκύθας προεξέπεμψε κατὰ ·τῶν Κελτῶν ἐντειλάμενος δι’ ἀκροβολισμοῦ ἐπισπᾶσθαι τούτους καὶ βάλλειν μὲν συχνῶς, ὑπεκφεύγειν δὲ αὖθις καὶ παλιμπορεύτους γίνεσθαι. καὶ οἱ μὲν προθύμως ἀπῄεσαν, ἤνυσαν δὲ οὐδαμῶς, ἐπείπερ οἱ Κελτοὶ συνησπικότες οὐδ’ [*](D) ὅλως τὴν παράταξιν ἔλυον, ἀλλὰ βραδεῖ ποδὶ συντεταγμένως λίαν ᾔεσαν. ὡς δὲ κατὰ τὰ προσήκοντα μέτρα τῆς μάχης ἄμφω τὰ στρατεύματα ἐληλύθεσαν, οἱ μὲν Σκύθαι οὐκέτι βάλλειν ὀϊστοὺς ἠδύναντο σφοδρᾷ τῇ ῥύμῃ τῶν Κελτῶν κατ αὐτῶν ἐξιππασαμένων, ἀλλ’ ἐδίδουν εὐθὺς τοῖς Κελτοῖς τὰ μετάφρενα. τούτοις ἐπαμύνειν οἱ Τοῦρκοι προθυμηθέντες [*](V. 393) προσέβαλον · καὶ οὐδὲ τούτων λόγον ὅλως ποιησάμενοι οἱ Κελτοὶ ἐκθυμότερον ἐμάχοντο. ὁ δὲ Καντακουζηνὸς ἡττω- μένους ἀπαρτὶ τούτους ὁρῶν τὸν ἐξουσιοκράτορα Ῥωσμίκην τὸ δεξιὸν ἐπέχοντα κέρας μετὰ τῶν ὑπ’ αὐτόν (Ἀλανοὶ δὲ ἦσαν ἄνδρες μαχιμώτατοι) τὴν μετὰ τῶν Κελτῶν μάχην ἐπέτρεψεν. ἀλλὰ καὶ οὗτος προσβαλὼν ὀπισθόπους ἐφαίνετο καίπερ ὡς λέων δεινῶς κατ’ αὐτῶν βρυχώμενος. ὡς δὲ καὶ τοῦτον ἡττώμενον ὁ Καντακουζηνὸς ἐθεάσατο, ἐπιρρώσας ἑαυτὸν ὥσπερ ἐξ ὁρμητηρίου τινὸς κατὰ μέτωπον τῆς τῶν Κελτῶν παρατάξεως ἴεται καὶ εἰς μέρη πολλὰ διαλύσας τὸ [*](Β) στράτευμα τρέπει τοὺς Κελτοὺς κατὰ κράτος διώξας ἄχρι πολιχνίου τοῦ καλουμένου Μύλου πολλοὺς μὲν τῆς δευτέρας τύχης καὶ τῶν μειζόνων ἀνελών, τινὰς δὲ καὶ τῶν ἐπιφανῶν
194
κομητῶν ζωγρήσας, τόν τε Οὖβον * ἀδελφὸν Ῥιτζάρδον καλούμενον καὶ τὸν Κοντοπαγάνον, νικητὴς ὑπέστρεψεν. ἀκριβεστέραν τοίνυν τὴν νίκην τῷ βασιλεῖ παραστῆσαι βουλόμενος πολλῶν Κελτῶν κεφαλὰς τοῖς δόρασι περιπείρας καὶ τοὺς μείζονας τῶν κατασχεθέντων, Οὖβον καὶ τὸν Κοντοπαγάνον καλούμενον, παραχρῆμα ἐξέπεμψεν. ἐνταῦθα δὲ γενομένη καὶ περὶ λύχνων ἁφὰς τὸν κάλαμον ἐπισύρουσα μικρὸν πρὸς τὴν γραφὴν ἐπινυστάζουσα ἐπαισθάνομαι τοῦ λόγου ἀπορρέοντος.
[*](C) ὅπου γὰρ βαρβαρικῶν ὀνομάτων ἐξ ἀνάγκης ἀπαιτεῖται χρῆσις καὶ ἀλλεπαλλήλων ὑποθέσεων διήγησις, τὸ σῶμα ἵης ἱστορίας καὶ τὸ συνεχὲς τῆς γραφῆς κατ’ ἄρθρα ἔοικε διακόπτεσθαι · καὶ οὐ νέμεσις τοῖς γε εὔνως ἐντυγχάνουσι τῇ γραφῇ. ὡς δὲ ὁ μαχιμώτατος Βαϊμοῦντος ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἑώρα ἐκ τε θαλάσσης ἔκ τ’ ἠπείρου βαλλόμενος, ὡς καὶ τῶν χρειωδῶν αὐτῷ ἐπιλειπόντων ἤδη πάντοθεν ἐξαπορούμενος, ἱκανὸν ἀποδιελὼν στράπευμα πρὸς τὰς κατὰ τὸν Αὐλῶνα καὶ τὴν Ἱεριχὼ καὶ τὰ
[*](D) Κάνινα διακειμένας πόλεις πέπομφεν ἁπάσας λῄσασθαι. ἀλλ’ οὐδ’ ὁ Καντακουζηνὸς ἠμέλει οὔτε νήδυμος ὕπνος ἴσχε τὸν ἄνδρα κατὰ τὸν ποιητήν , ἀλλὰ γοργῶς τὸν Βεροΐτην μετὰ ἀξιομάχου στρατιᾶς ἀντίπαλον τοῖς Κελτοῖς ἐξέπεμψεν. ἧτται μὲν οὖν αὐτοὺς καταλαβὼν παραυτίκα καὶ οἷόν τι πόρισμα
[*](Ρ. V.) τὰς τοῦ Βαϊμούντου ναῦς ἐν τῷ ἐπανέρχεσθαι πυρ- πολήσας διεληλύθει. ὡς ᾔσθητο δὲ ὁ τυραννικώτατος Βαϊμοῦντος τῆς τῶν πεμφθέντων ἥττης , ὥσπερ μηδένα τοῦ στρατεύματος ἀπολωλεκὼς κατέπιπτεν οὐδαμῶς· μᾶλλον μὲν οὖν καὶ θαρραλεώτερος ἐφαίνετο καὶ ἀποδιελόμενος αὖθις πεζοὺς καὶ ἱππεῖς πρὸς μάχας ἐκθυμοτάτους εἰς χιλιάδας ἓξ ποσουμένους κατὰ τοῦ Καντακουζηνοῦ ἐξαπέστειλεν οἰόμενος αὐτοβοεὶ αἱρήσειν σὺν τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ αὐτὸν τὸν Καντακουζηνόν. ἀλλ’ ἐκεῖνος σκοποὺς ἀεὶ τοὺς ἐφεδρεύοντας τὰ Κελτικὰ πλήθη ἔχων μεμαθηκὼς τὴν αὐτῶν
[*](1 lacunam signavi: fortasse verba καὶ τὸν αὐτοῦ vel similia interciderunt 7 περὶ r: πρὸς F 20 II. 2, 2 et alibi) 195
[*](Β) ἐπέλευσιν νυκτὸς τὴν στρατιωτικὴν ὡπλίζετο πανοπλίαν καὶ ὥπλιζε τοὺς στρατιώτας σφαδάζων ἐπεισπεσεῖν αὐτοὺς κατὰ τὸ περίορθρον. ὡς δ’ οἱ Κελτοὶ κεκοπιακότες παρὰ τῷ χείλει Βούση τοῦ ποταμοῦ ῥᾳστώνης μικρᾶς ἕνεκα κατεκλίθησαν, αὐτοῦ που καταλαμβάνει τούτους μειδιώσης ἀπαρτὶ τῆς ἡμέρας καὶ παραχρῆμα ἐπιθέμενος πολλοὺς μὲν ζωγρίαν ἄγει, πλείονας δὲ κτείνει · οἱ δέ γε λοιποὶ ταῖς δίναις τοῦ ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν καὶ φεύγοντες λύκον περιέτυχον λέοντι. τοὺς μὲν οὖν κομήτας ἅπαντας πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψε κᾆθ’ οὕτως ἀνέρχεται πρὸς τὸν Τίμορον. τόπος δὲ οὗτος ἑλώδης καὶ δύσβατος. κεῖθι γοῦν
[*](C) ἑβδόμην ἡμέραν ἐγκαρτερήσας μετρητοὺς σκοποὺς ἐν διαφόροις ἐξέπεμπε τόποις περιαθρεῖν τὰ περὶ τὸν Βαϊμοῦντον καὶ γλῶτταν αὐτῷ ἐκεῖθεν κομίσαι, ὡς τὰ κατὰ τὸν Βαϊμοῦντον πυθόμενον ἀκριβέστερον ἐγνωκέναι. ἐντυγχάνουσι δὲ τυχαίως οἱ πεμφθέντες Κελτοῖς ἑκατὸν σχεδίας εὐτρεπίζουσι, δι’ ὧν τὸν ποταμὸν διανηξάμενοι τὸ πρὸς τὴν περαίαν δια- κείμενον πολίχνιον αἱρήσειν ἠβούλοντο. τούτοις ἀθρόον ἐπεισπεσόντες ζωγροῦσι μικροῦ ἅπαντας καὶ αὐτὸν τὸν τοῦ Βαϊμούντου ἐξάδελφον εἰς δέκατον πόδα ἀνέλκοντα τὸ μέγεθος, εὐρὺν δὲ καθάπερ τινὰ ἄλλον Ἡρακλῆν. καὶ ἦν ἰδεῖν καινόν τι, τὸν μέγαν ἐκεῖνον γίγαντα καὶ τῷ ὄντι πελώριον ὑπὸ πυγμαίου κατασχεθέντα Σκυθιδίου. παρεκελεύσατο δὲ
[*](D) ὁ Καντακουζηνὸς τοὺς κατασχεθέντας ἀποστέλλων τὸν πυγμαῖον Σκύθην δέσμιον τὸν πελώριον ἐκεῖνον εἰσάξαι τῷ αὐτοκράτορι ἀστειζόμενος τάχα πρὸς τὸν αὐτοκράτορα. ὡς
[*](95) δὲ φθάσαντας τούτους ὁ βασιλεὺς μεμαθήκει, ἐπὶ τοῦ βασιλικοῦ προκαθίσας θρόνου ἐκέλευσεν εἰσάγεσθαι τοὺς δεσμώτας· εἴσεισι δὲ καὶ ὁ Σκύθης μηδ’ ἄχρι γλουτοῦ φθάνων τοῦ γιγαντιαίου ἐκείνου Κελτοῦ δέσμιον τοῦτον ἐπαγόμενος. εὐθὺς οὖν γέλως πάντων ὦρτο πολύς. καὶ τοὺς μὲν λοιποὺς κόμητας φρουρὰ διεδέξατο · * *.
[*](31 λοιποὺς] τοιούτους Α 32 lacunam signavi)196
Οὔπω μικρὸν ἐπιμειδιάσαντος τοῦ αὐτοκράτορος ἐπὶ τῷ τοῦ Καντακουζηνοῦ κατορθώματι ἑτέρα τις ἀπόφημο κατέλαβεν ἀγγελία φόνον ἀμύθητον τῶν μετὰ τοῦ Καμύτζη καὶ τοῦ Καβασίλα Ῥωμαϊκῶν ταγμάτων μηνύουσα. κατέπιπτε μὲν οὖν οὐδαμῶς ὁ αὐτοκράτωρ, καίτοι σφόδρα δηχθεὶς τὴν καρδίαν καὶ ἀνιώμενος ἐπιστενάζων τε τοῖς πεσοῦσιν, ἔστιν [*](Β) οὗ καὶ δακρύων τὰ καθ’ ἕκαστον, ἀλλὰ Κωνσταντῖνον τὸν Γαβρᾶν, ἄνδρα ἀρηΐφιλον καὶ πῦρ κατὰ τῶν ἐναντίων πνέοντα, μεταπεμψάμενος εἰς τὴν οὕτω καλουμένην Πέτρουλαν [*](V. (??)) ἀπέστειλε κατασκεψόμενον, ὅθεν οἱ Κελτοὶ εἰς τὰ τέμπη ἐμπεσόντες τὸν τοσοῦτον φόνον εἰργάσαντο, καὶ ἀποταφρεῦσαι τοῦ λοιποῦ τούτοις την δίοδον. δυσχεραίνοντος δὲ τοῦ Γαβρς καὶ πρὸς τὴν ἐπιχείρησιν οἷον ἀποκναίοντος (oἰηματίας γὰρ ὁ ἀνὴρ καὶ μεγάλοις ἐγχειρεῖν ἐφιέμενος πράγμασι) Μαριανὸν τὸν Μαυροκατακαλὼν παραχρῆμα, τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τοὐμοῦ Καίσαρος , ἄνδρα ἀρειμάνιον καὶ διὰ πολλῶν ἀνδραγαθημάτων τοῦτο παραστησάμενον φιλούμενόν τε λίαν [*](C) παρὰ τοῦ αὐτοκράτορος μετὰ χιλίων γενναιοτάτων ἀνδρῶν ἐκπέμπει. οἷς καὶ πολλοὺς τῶν τοῖς πορφυρογεννήτοις καὶ τᾠμῷ καίσαρι ἐξυπηρετουμένων σφαδάζοντας πρὸς μάχην συγκαταλέξας ἐξέπεμψεν. ἐδεδίει μέντοι πρὸς τοῦτο καὶ οὗτος , ἀλλ’ ὅμως σκοπήσων εἰς τὴν ἰδίαν ἀπῄει σκηνήν. περὶ μέσας δὲ φυλακὰς τῆς νυκτὸς γράμματα τοῦ Λαντούλφου κατέλαβε ξυνόντος τῷ τότε μετὰ Ἰσαακίου τοῦ Κοντοστεφάνου στεφάνου θαλασσοκράτορος τυγχάνοντος κατατρέχοντα αὐτῶν τε τῶν Κοντοστεφάνων τοῦ τε Ἰσαακίου καὶ τοῦ αὐταδέλφου αὐτοῦ Στεφάνου καὶ τοῦ Εὐφορβηνοῦ ὡς καταρρᾳθυμούντων τοῦ πορθμοῦ Λογγιβαρδίας καὶ ἐξερχομένων ἐνίοτε πρὸς [*](D) τὴν ἤπειρον χάριν ῥᾳστώνης, προσκειμένου τοῖς γράμμασιν ὅτι “κἂν σύ , βασιλεῦ , τὰς προνομὰς καὶ ἐκδρομὰς τῶν Κελτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ κωλύων ἦσθα, ἀλλὰ τούτων ἀναπεπτωκότων καὶ ἐπινυσταζόντων ἔτι περὶ τὴν φυλακὴν [*](1 οὔπω δὲ Α 7 τὰ r: τὸν F περὶ F)
197
τοῦ πορθμοῦ Λογγιβαρδίας σχολὴν ἐξ ἀνάγκης οἱ πρὸς τὸν Βαϊμοῦντον διαπλῳζόμενοι καὶ τὰ πρὸς χρείαν κομίζοντες ἔχουσιν. οἱ γὰρ ἀπὸ Λογγιβαρδίας πρὸ μικροῦ πρὸς τὸν Βαϊμοῦντον τὸν ἀπόπλουν ποιησάμενοι τὸν ἐπιπνέοντα τούτοις
[*](P. 396) εὔθετον ἐπιτηρήσαντες ἄνεμον (καὶ γὰρ νότοι μὲν εὐρεῖς εὔθετοι τοῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸ Ἰλλυρικὸν διαπλέουσιν εἰσιν, οἱ δέ γε βορεῖς ἀνάπαλιν), πτερώσαντες τὰς ναῦς τοῖς λαίφεσι τὸν πρὸς τὸ Ἰλλυρικὸν ἀπόπλουν τότε ἐθάρρησαν. σφοδρῶς δὲ ὁ νότος ἐπιπνέων προσορμίσαι μὲν εἰς τὸ Δυρράχιον οὐδαμῶς παρεχώρει, παραπλεῦσαι δὲ τὴν ᾐόνα Δυρραχίου καὶ τὸν Αὐλῶνα καταλαβεῖν ἠνάγκασε. κεῖθι δὲ τὰς μυριοφόρους ὁλκάδας προσορμίσαντες δυνάμεις τε πολλὰς ἐξ ἱππέων καὶ πεζῶν συνεπαγόμενοι καὶ τὰ ζωαρκῆ ἅπαντα τῷ Βαϊμούντῳ προσαγηόχασι. κἀντεῦθεν πανηγύρεις πολλὰς
[*](Β) συνεστήσαντο, ὡς ἀφθονώτερον ἐκεῖθεν οἱ Κελτοὶ τὰ πρὸς διοίκησιν ἐμπορεύωνται”. ὁ δὲ βασιλεὺς θυμοῦ πλησθεὶς τὸν Ἰσαάκιον πολλὰ κατεμέμψατο καὶ ἀπειλησάμενος , εἰ μὴ διορθώσοιτο, ἀνυστάκτως ἐγρηγορέναι ἀνέπεισεν. ἐπεὶ δὲ μὴ τὰ κατὰ γνώμην τῷ Κοντ5οστεράνῳ ἐπεραίνετο (καὶ ἅπαξ καὶ δὶς ἐπιχειρήσας τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας ἀπεῖρξαι ἡμάρτανε τοῦ σκοποῦ · μέσον γὰρ τοῦ πορθμοῦ καταλαμβάνων, ἐπεὶ τοὺς Κελτοὺς ἐξ οὐρίας πλέοντας ἑώρα τά θ’ ἱστία ἀναπετάσαντας καὶ σφοδρὸν τὸν ἀπόπλουν ποιουμένους, οὐχ οἷός τε ἦν πρὸς τοὺς Κελτοὺς ἅμα καὶ τοὺς ἀνέμους ἀπομάχεσθαι κατὰ πρώραν τοῦ πνεύματος
[*](c) ἱσταμένου · οὐδὲ γὰρ τὸν Ἡρακλέα πρὸς δύο φασί · τῇ βίᾳ τοίνυν τοῦ πνεύματος παλίνορσος ἐγίνετο), ἐπὶ τούτοις ὁ αὐτοκράτωρ διεπρίετο· διαγνοὺς δέ, ὅτι οὐχ ὅπη προσήκει
[*](V. 314) τὸν Ῥωμαϊκὸν στόλον ὁ Κοντοστέφανος προσώρμισε καὶ διὰ τοῦτο αὐτὸν οἱ νότοι ἀπείργουσιν εὔθετον τοῖς Κελτοῖς μᾶλλον τὸν πλοῦν παρεχόμενοι, διαγράψας τὴν τῆς Λογγιβαρδίας καὶ τοῦ Ἰλλυρικοῦ καὶ τοὺς παρ’ ἑκάτερα
[*](14 προσηγηόχασι F 21 μέσου F) 198
διακειμένους λιμένας ἀπέστειλε τῷ Κοντοστεφάνῳ ὑποδείξας ἐν γράμμασι, καὶ ὅπη δεῖ προσορμίσαι τὰς ναῦς καὶ ὅθεν οὐρίου τύχοι τοῦ πνεύματος κατὰ τῶν διαπλῳζομένων Κελτῶν ἐξορμῶν. ἀνέρρωσε τε αὖθις τὸν Κοντοστέφανον καὶ ἔργου ἅψασθαι ἀνέπεισεν. ἀνακτησάμενος οὖν ἑαυτὸν ὁ Ἰσαάκιος καὶ καταλαβὼν οὗπερ ὁ αὐτοκράτωρ αὐτῷ παρεκελέύσατο
[*](D) τὰς ναῦς προσώκειλε. καὶ καιρὸν ἐπιτηρήσας, ὁπηνίκα οἱ ἀπὸ Λογγιβαρδίας μετὰ πολλῆς παρασκευῆς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ἐποιοῦντο, ἀνέμου δεξιοῦ τηνικαῦτα ἐπιπνέοντος δέχεται τούτους τοῦ πορθμοῦ μέσον καί τινα μὲν τῶν λῃστρικῶν πλοίων πυρίκαυστα πεποίηκε, πλείω δὲ καὶ αὔτανδρα τῷ βυθῷ παρέπεμψεν. οὔπω ταῦτα μεμαθηκὼς ὁ βασιλεύς, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Λαντούλφου γραφέντα καὶ αὐτοῦ δουκὸς Δυρραχίου ἐγκείμενον ἔχων τὸν νοῦν, ἑτέρου λογισμοῦ γεγονὼς παραχρῆμα τὸν ἤδη ῥηθέντα
[*](P.) Μαριανὸν τὸν Μαυροκατακαλὼν μεταπεμψάμενος ἐκεῖθεν δοῦκα τοῦ στόλου προχειρίζεται, τα δὲ τῆς Πετρούλας ἑτέρῳ ἀνατίθησιν. οὗτος οὖν ἀπελθὼν καὶ κατά τινα συντυχίαν εὐθὺς ἐντυχὼν ταῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλῳζομέναις λῃστρικαῖς καὶ φορτηγοῖς ναυσὶ κατέσχεν ἁπάσας πλήρεις παντοίων ἐδωδίμων. καὶ τοῦ λοιποῦ ἄγρυπνος τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τυγχάνων οὐ συνεχώρει τὸ παράπαν τοῖς Κελτοῖς τὸν πρὸς τὸ Δυρράχιον ἀπόπλουν.
Ὁ δέ γε αὐτοκράτωρ περὶ τοὺς πρόποδας τῶν κλεισουρῶν καὶ κατὰ τὴν Διάβολιν αὐλιζόμενος ἀπεῖργε μὲν τοὺς [*](B) προσχωρῆσαι τῷ Βαϊμούντῳ ὠδίνοντας , ὡσεὶ νιφετοὺς δὲ πρὸς τοὺς τὰς κλεισούρας τηροῦντας ἐξέπεμπεν ἑκάστῳ ὑποτιθέμενος , ὁπόσους εἰς τὴν πεδιάδα Δυρραχίου ἐξαποστέλλειν κατὰ τοῦ Βαϊμούντου καὶ ὁποῖον τὸ τοῦ πολέμου σχῆμα διατυποῦν τοὺς κατερχομένους χρὴ ἐν τῷ μάχεσθαι, τὰ πλεῖστά τε προτρέχειν τοῖς ἵπποις καὶ αὖθις ἀνθυπονοἀπεῖργε [*](26 Possinus: ἀπῆγχε F)
199
στεῖν καὶ οὕτω πάλιν καὶ πάλιν ποιοῦντας διὰ τῆς τοξείας μάχεσθαι, τοὺς δὲ τὰ δόρατα φέροντας ὄπισθεν αὐτῶν βραδεῖ ποδὶ στείχειν, ἵν᾿ εἴ που γένηται τοῖς τοξόταις πλέον τοῦ δέοντος πρὸς τὰ ὄπισθεν παρασυρῆναι, δέχωνται τούτους, ἅμα δὲ καὶ τὸν εἰς χεῖρας τούτων ἴσως ἐλθόντα Kεκτον
[*](C) πλήττοιεν. ἐπεχορήγει δὲ δαψιλῆ τούτοις τὰ βέλη παρακελευόμενος μὴ φείδεσθαι τούτων ὅλως , ἀλλὰ κατὰ τῶν ἵππων μᾶλλον ἢ τῶν Κελτῶν ἐπιτοξάζεσθαι, τοῦτο μὲν εἰδὼς ὅτι ὅσον ἐπὶ τοῖς θώραξι καὶ τοῖς σιδηροῖς χιτῶσι δύστρωτοι ἦσαν ἢ καὶ παντάπασιν ἄτρωτοι. βάλλειν οὖν εἰς μάτην καὶ πάντη ἀνόητον ᾤετο. ὅπλον γὰρ Κελτικὸν
[*](P. 315) χιτών ἐστι σιδηροῦς κρίκος ἐπὶ κρίκῳ περιπεπλεγμένος καὶ τὸ σιδήριον ἀγαθοῦ σιδήρου , ὥστε καὶ βέλος ἀπώσασθαι
[*](D) ἱκανὸν καὶ τὸν χρῶτα φυλάξαι τοῦ στρατιώτου. προσθήκη δὲ τῆς φυλακῆς καὶ ἀσπὶς οὐ περιφερής, ἀλλὰ θυρεὸς ἀπὸ πλατυτάτου ἀρξάμενος καὶ εἰς ὀξὺ καταλήγων καὶ τἄνδον
[*](V. 398) ἠρέμα ὑποκοιλαινόμενος , λεῖος δὲ καὶ στίλβων κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν καὶ ἐπ’ ὀμφαλῷ χαλκοχύτῳ μαρμαίρων. βέλος τοίνυν, κἀν Σκυθικὸν εἴη, κἀν Περσικόν, κἂν ἀπὸ βραχιόνων ἀπορριφείη γιγαντικῶν, ἐκεῖθεν ἀποκρουσθὲν παλινδρομήσειε πρὸς τὸν πέμψαντα. διὰ ταῦτα τοίνυν ἔμπειρος ὢν οἶμαι ὁ βασιλεὺς τῶν Κελτικῶν ὅπλων καὶ τῶν ἡμετέρων τοξευμάτων ἀφεμένους τῶν ἀνδρῶν τοῖς ἵπποις μᾶλλον ἐπιθέσθαι παρεκελεύετο καὶ καταπτεροῦν αὐτοὺς τοῖς τοξεύμασι παρῄνει, ἅμα δὲ καὶ ἵνα τῶν ἵππων ἀποβεβηκότες εὐχείρωτοι γένοιντο. Κελτὸς γὰρ ἀνὴρ ἔποχος μὲν ἀκατά-
[*](Β) σχετος καὶ κἂν τεῖχος διατετρήνειε Βαβυλώνιον, ἀποβεβηκὼς δὲ τοῦ ἵππου ἄθυρμα τοῖς ἐθέλουσι γίνεται. γινώσκων γὰρ τὸ διάστροφον τῶν συνεφεπομένων αὐτῷ οὐκ ἤθελε τὰς κλεισούρος ὑπερβῆναι, καίτοι πολλὰ σφαδάζων δημοσίαν τὴν τοῦ Βαϊμούντου μάχην αὐτὸς ἀναδέξασθαι, καθά γε καὶ πάλαι πολλάκις ἡμῖν δεδιήrητο. ἦν γὰρ πρὸς τὰς μάχας παντὸς
[*](1 ποιούντων F) 200
ξίφους τομώτερος, ἄτρεστος τὴν γνώμην καὶ παντάπασιν ἀκατάπληκτος · ἀλλὰ τὰ συμπεσόντα οἱ ἀπεῖργε τοῦ ἐγχειρήματος δεινῶς αὐτοῦ τὴν ψυχὴν ἐκπιέζοντα. στενοχωρούμενος οὖν ὁ Βαϊμοῦντος ἀπό τε ἠπείρου καὶ θαλάσσης (καὶ ὁ μὲν αὐτοκράτωρ οἷον θεατὴς τῶν κατὰ τὴν πεδιάδα τοῦ Ἰλλυρικοῦ πραττομένων καθῆστο, κἂν ὅλῃ ψυχῇ καὶ γνώμῃ
[*](C) καὶ συμπαρῆν τοῖς μαχομένοις καὶ τῶν αὐτῶν ἐκείνοις ἱδρώτων καὶ πόνων μετεῖχεν, εἰ μή που καὶ πλείω τις φαίη, ἐρεθίζων πρὸς μάχας καὶ πολέμους τοὺς κατὰ τὰς ἀκρολοφίας τῶν κλεισουρῶν κατατεθέντας ἡγεμόνας καὶ ὑποτιθέμενος, ὅπως χρὴ προσβάλλειν τοῖς Κελτοῖς · ὁ δέ γε Μαριανὸς τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τὰς κελεύ- θους ἐπιτηρῶν ἀπεῖργε παντάπασι τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας, οὐ τριάρμενον οὐδὲ μυριοφόρον ὁλκάδα οὐδὲ μυοπάρωνα δίκωπον τὸ παράπαν ξυγχωρῶν πρὸς τὸν Βαϊμοῦντον διαπερᾶν) καὶ αὐτῶν γοῦν τῶν διὰ θαλάτ- της κομιζομένων τροφίμων ἐκλιπόντων αὐτῷ καὶ τῶν διὰ
[*](D) ξηρᾶς ἐπιτιθεμένων σὺν ἐμπειρίᾳ πολλῇ τὸν πόλεμον ἑώρα προβαίνοντα (ὁπηνίκα γὰρ τοῦ χάρακος χορταγωγίας χάριν
[*](Ρ.) ἐξῄει τις ἢ καί τινων συγκομιδῶν ἄλλων ἢ καὶ τοὺς ἵππους εἰς ποτὸν ἐξήλαυνον, ἐπετίθεντο τούτοις οἱ Ῥωμαῖοι καὶ τοὺς πλείονας ἀνῄρουν, ὡς κατὰ μικρὸν τὸ αὐτοῦ δαπανᾶσθαι στράτευμα) ἀποστείλας πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον τὰ περὶ εἰρήνης ἐπερωτᾷ. ἐπεὶ δὲ καὶ εἷς τις εὐγενὴς τῶν τοῦ Βαϊμούντου κομητῶν Γελίελμος ὁ Κλαρέλης ἑώρα τὸ ἅπαν στράτευμα τῶν Κελτῶν ὑπό τε λιμοῦ καὶ νόσου (δεινὴ
[*](V.) γάρ τις τούτοις ἐπέσκηψεν ἄνωθεν) διαφθειρόμενον, τὴν ἑαυτοῦ σωτηρίαν πραγματευόμενος μεθ’ ἵππων πεντήκοντα αὐτομολεῖ πρὸς τὸν αὐτοκράτορα. ὁ δὲ βασιλεὺς τὸν τοιοῦ-
[*](Β) τον ἀποδεξάμενος πυθόμενός τε τὰ κατὰ τὸν Βαϊμοῦντον καὶ τήν τε ὑπὸ λιμοῦ τοῦ στρατεύματος πτῶσιν βεβαιωθεὶς καὶ ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἐληλάκει, αὐτὸν μὲν
[*](7 ἐκείνων F 17 ἐκλιπόντων ex ἐκλειπόντων om ead in F 28 ἱππέων Α) 201
τῷ τοῦ νωβελλισίμου τηνικαῦτα τιμᾷ ἀζιώματι πολλαῖς δωρεαῖς καὶ χάρισιν ἀμειψάμενος, μεμαθηκὼς δὲ διὰ τῶν τοῦ Ἀλεξίου γραμμάτων, ὅτι ὁ Βαϊμοῦντος τὰ περὶ εἰρήνης πρὸς αὐτὸν διαπρεσβεύεται , κατανοῶν δὲ καὶ τοὺς ἀμφ’ αὐτὸν ἀεί τι κακὸν κατ’ αὐτοῦ διανοουμένους καὶ ὅσαι ὧραι ἐπανισταμένους ὁρῶν καὶ βαλλόμενος μᾶλλον ὑπὸ τῶν
[*](C) ἐγκολπίων ἢ τῶν ὀθνείων ἐχθρῶν, ἐπεὶ ἐδόκει αὐτῷ μὴ ἐπὶ πλέον πρὸς ἑκατέρους ἀμφοτέραις χερσὶ μάχεσθαι, τὴν ἀνάγκην φιλοτιμίαν ποιησάμενος, ὥς πού τις ἔφη, βέλτιον ἔγνωκεν εἶναι τὴν μετὰ τῶν Κελτῶν εἰρήνην ἀσπάσασθαι καὶ μὴ τὰς τοῦ Βαϊμούντου ἀπώσασθαι αἰτήσεις , ἐπτοεῖτο δὲ ἐπὶ τὰ προσωτέρω χωρῆσαι δι’ ἣν ἄνωθεν ὁ λόγος ἐνέφηνεν αἰτίαν. διὰ ταῦτα αὐτὸς μὲν αὐτοῦ που προσέμενεν ἀντικαθιστάμενος πρὸς ἄμφω τὰ μέρη , τῷ δὲ δουκὶ Δυρραχίου τοιαῦτα πρὸς τὸν Βαϊμοῦντον εἰπεῖν διὰ γραμμάτων ἐπέσκηψεν “οἶσθα πάντως , ὁσάκις ἠπάτημαι πιστεύων τοῖς
[*](D) σοῖς ὅρκοις καὶ ῥήμασιν. καὶ εἰ μὴ ὁ τοῦ εὐαγγελίου θεῖος νόμος Χριστιανοῖς ἅπαντα συγχωρεῖν ἀλλήλοις παρεκελεύετο, οὐκ ἂν πρὸς τοὺς σοὺς λόγους τὰ ὦτα ἀνέῳξα. βέλτιον δὲ ὅμως ἀπατᾶσθαι ἢ προσκεκρουκέναι Θεῷ καὶ θείους παραβαίνειν νόμους. διά τοι τοῦτο οὐκ ἀποπέμπομαι σου τὴν αἴτησιν. εἰ μὲν οὖν ἐν ἀληθείαις τὴν εἰρήνην καὶ αὐτὸς βούλει μυσαχθεὶς τὸ ἄτοπον οὗπερ ἐπεχείρησας ἔργου καὶ
[*](P. 400) ἀτέλεστον καὶ οὐκέτι αἵμασι Χριστιανῶν ἐκχεομένοις χαίρειν ἐθέλεις οὔθ’ ὑπὲρ τῆς σφῶν πατρίδος οὔθ’ ὑπὲρ τῶν Χριστιανῶν, ἀλλὰ σοῦ γε καὶ μόνου χάριν θελήματος, ἐπεὶ βραχὺ τὸ ἀναμεταξὺ ἡμῶν διάστημά ἐστιν, αὐτὸς παραγενοῦ μεθ ὅσων ἂν βούλῃ. καὶ εἴτε τὰ σφῶν ἡμῶν θελήματα ἐς ταὐτὸν συμβαῖεν, ὡς ἡ σύμβασις ἔξει τῶν πραγμάτων, εἴτε καὶ μή, καὶ οὕτως, ὡς εἴρηται, ἀβλαβὴς πρὸς τὴν ἰδίαν ἐπαναστρέψεις παρεμβολήν.’’
Ταῦτ’ ἀκούσας ὁ Βαϊμοῦντος ὁμήρους τῶν ἐπιφαἀληθείαις [*](22 Millerus: ἀληθείας F)
202
νῶν ᾐτήσατο δοθῆναί οἱ, ἐφ’ ᾧ τούτους παρὰ τῶν αὐτοῦ κομητῶν ἐλευθέρους ἐν τῇ ἰδίᾳ κατέχεσθαι παρεμβολῇ, μέχρις
[*](Β) ἂν αὐτὸς ἐπαναστρέψῃ · ἄλλως γὰρ μὴ ἀποθαρρεῖν τὴν πρὸς τὸν αὐτοκράτορα ἔλευσιν. μεταπεμψάμενος τοίνυν ὁ βασιλεὺς τὸν Νεαπολίτην Μαρῖνον καὶ τὸν ἐπ’ ἀνδρείᾳ περίκλυτον Φράγγον ‘Pογέρην, ἄνδρας φρενήρεις καὶ τῶν Λατινικῶν ἐθῶν ἐν πείρᾳ καθεστηκότας πολλῇ, καὶ Κωνσταντῖνον τὸν Εὐφορβηνόν γενναῖος δὲ οὗτος καὶ χεῖρα καὶ γνώμην καὶ μηδέποτε κατά τι τῶν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτεταγμένων διημαρτηκώς) καὶ Ἀδράλεστόν τινα τῆς Κελτικῆς γλώττης εἰδήμονα, τούτους, ὡς εἔρηται, πρὸς τὸν
[*](C) Βαϊμοῦντον ἀπέστειλεν ἐπισκήψας παντοίως αὐτὸν μετελθεῖν καὶ πεῖσαι αὐτόμολον ἀφικέσθαι πρὸς τὸν αὐτοκράτορα, ἐφ’ ᾧ ἀπαγγεῖλαι ἅπερ ἂν βούλοιτο καὶ ζητοίη ἐξ αὐτοῦ ·
[*](V. 31) κἂν μὲν ἀρεστὰ δόξῃ τῷ αὐτοκράτορι, ἐξ ἀνάγκης αὐτῶν ἐπιτεύξεσθαι, εἰ δὲ μὴ, ἀβλαβῆ αὖθις εἰς τὴν οἰκείαν παλινοστῆσαι παρεμβολήν. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὁμιλήσας ὁ βασιλεὺς ἐκεῖθεν ἀπέλυσεν· οἱ δὲ τὴν πρὸς τὸν Βαϊμοῦντον φέρουσαν ὥδευον. ὃς τὴν τούτων πυθόμενος ἔλευσιν καὶ δεδιώς, μὴ τὴν τοῦ στρατεύματος αὐτοῦ πτῶσιν
[*](D) κοτανοήσαντες τῷ βασιλεῖ τὰ περὶ τούτων ἀπαγγείλαιεν, ἔποχος πόρρω τῆς παρεμβολῆς αὐτοῖς ὑπήντησεν. οἱ δὲ τὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν ἀπεστομάτισαν ὡς “οὐκ ἐπιλέλησται πάντως ὁ βασιλεύς, φησι, τῶν ὑποσχέσεων καὶ τῶν ὅρκων, ὧν ἐποιήσω οὐ σὺ μόνος, ἀλλὰ καὶ πάντες οἱ τότε διεληλυθότες κόμητες. καὶ ὁρᾷς πάντως, ὡς οὐκ εἰς καλὸν τὰ τῆς παραβάσεως τῶν ὅρκων ἐκείνων ἀπέβη σοι”. τούτων ὁ Βαϊμοῦντος ἀγούσας “ἅλις” ἔφη “τῶν τοιούτων λόγων. εἰ δέ τι ἕτερον παρὰ τοῦ βασιλέως διεμηνύθη μοι, τοῦτο μαθεῖν ἐθέλω.” καὶ οἱ πρέσβεις πρὸς αὐτόν “ὁ βασιλεὺς τὴν σήν τε καὶ τοῦ ὑπὸ σὲ στρατεύματος σωτηρίαν βουλόμενος ταῦτά σοι δι᾿ ἡμῶν ἀποφθέγγεται. οἶσθα τάνἀπαγγείλαιεν
[*](Ρ. 4) [*](21 ἀπαγγείλαιεν r: ἀπαγγείλοιεν F 24 ἐπιλέλησαι πάντως, ὁ βασιλεύς φησιν Millerus) 203
τως , ὅτι πολλὰ μογήσας οὔτε τὴν πόλιν Δυρραχίου κατασχεῖν σχεῖν οἷός τε γέγονας οὔτε σαυτῷ καὶ τοῖς ὑπὸ σὲ ἀγαθόν τι προσενήνοχας. εἰ γοῦν μὴ παντελῆ ἀπώλειαν ἑαυτοῦ τε καὶ τοῦ ὑπὸ σὲ λαοῦ βούλει πραγματεύσασθαι, ἴθι πρὸς τὴν βασιλείαν μου ἀδεῶς ἀποκαλύψων ἅπαν τὸ σοὶ βουλητὸν καὶ ἀκουσόμενος αὖθις τὰ ἡμῖν δοκοῦντα. καὶ εἰ μὲν ἐς ταὐτὸν αἱ ἀμφοτέρων γνῶμαι ξυνδράμοιεν, Θεῷ χάρις · εἰ δ’ οὖν, ἀσινῆ σε αὖθις πρὸς τὴν οἰκείαν ἐκπέμψω παρεμβολήν. ἀλλὰ καὶ ὅσοι τῶν ὑπὸ σὲ πρὸς τὴν τοῦ ἁγίου τάφου προσκύνησιν ἀπιέναι βουλήσονται, διασωθήσονται
[*](Β) παρ᾿ ἐμοῦ · ὅσοι δὲ τὴν πρὸς τὴν χώραν αὐτῶν ἀναχώρησιν ἕλωνται, δαψιλῶν τῶν ἐξ ἐμοῦ δωρεῶν ἀπολαύσαντες πρὸς τὰ οἴκοι ἀπολυθήσονται.’’ καὶ ὃς πρὸς αὐτούς “νῦν ἔγνων ὄντως, παρὰ τοῦ βασιλέως σταλῆναι ἄνδρας ἱκανοὺς εἰπεῖν τε λόγον καὶ δέξασθαι. αἰτῶ γοῦν ἀφ’ ὑμῶν πληροφορίαν λαβεῖν εἰς τὸ παντελές, μὴ ἀτίμως ὑποδεχθῆναι παρὰ τοῦ αὐτοκράτορος, ἀλλὰ πρὸ ἓξ σταδίων τοὺς γνησιωτάτους τῶν καθ’ αἷμα προσῳκειωμένων αὐτῷ τὴν ἐμὴν ποιήσασθαι προϋπάντησιν, περὶ δὲ τὴν βασιλικὴν σκηνὴν πελάσαντα ἅμα τῷ τὰς πύλας εἰσιέναι καὶ αὐτὸν τῆς βασιλικῆς ἐξαναστάντα
[*](C) ἀναστάντα περιωπῆς ἐντίμως με ὑποδέξασθαι καὶ μηδ ἡνrιναοῦν ἀναφορὰν τῶν προγεγονυιῶν συμφωνιῶν γεγονέναι μοι ἢ ὅλως εἰς κρίσιν ἀγαγέσθαι με, ἀλλ’ ἐλεύθερον ἄδειαν σχόντα κατὰ τὸ ἐμοὶ βουλητὸν εἰπεῖν ὁπόσα καὶ βούλομαι · πρὸς δὲ τούτοις καὶ τὸν βασιλέα τῆς ἐμῆς κρατῆσαι χειρὸς καὶ πρὸς τῇ κεφαλῇ τῆς κλίνης αὐτοῦ παραστῆσαι με καὶ μετὰ δύο χλαμύδων τὴν εἴσοδον ποιησάμενον μηδ’ ὅλως εἰς προσκύνησιν κάμψαι γόνυ ἢ τράχηλον τῷ αὐτοκράτορι.’’ τούτων ἀκούσαντες οἱ ἀνωτέρω δηλωθέντες πρέσβεις τὸ μὲν ἐξαναστῆναι τοῦ βασιλικοῦ θρόνου αὐτὸν οὐ προσεδέξαντο,
[*](D) ἀλλὰ καὶ ὡς περιττὴν τὴν αἴτησιν ἀπεπέμψαντο· οὐ μόνον δὲ τοῦτο ἀπεδοκίμασαν, ἀλλὰ καὶ τὸ μὴ κλῖναι γόνυ μήτε
[*](V. 318) τράχηλον εἰς προσκύνησιν τῷ βασιλεῖ. πρὸς δὲ τό τινας τῶν πορρωτέρω συγγενῶν αὐτοῦ μεταβῆναι διάστημα ἱκανὸν
204
καὶ οὕτως τοῦτον προσδέξασθαι πρὸς τὸν βασιλέα εἰσελευσόμενον χάριν οἰκονομίας καὶ θεραπείας τῆς πρὸς αὐτὸν καὶ πρὸς τὸ σὺν δυσὶ χλαμύσιν εἰσελθεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς χειρὸς τούτου τὸν βασιλέα ἐφάψασθαι καὶ στῆσαι πρὸς τῷ ἄνωθεν μέρει τοῦ βασιλικοῦ σκίμποδος οὐκ ἀπεπέμψαντο. μετὰ τὸ ταῦτα ῥηθῆναι διέστησαν οἱ πρέσβεις ἀπελθόντες, ἔνθα ἡτοίμαστο ἡ τούτων ἀνάπαυσις , φυλαττόμενοι ὑπὸ σεργεντίων ἑκατόν, ἴνα μὴ νυκτὸς ἐξεληλυθότες τὰ περὶ τὸ στράτευμα κατασκοπήσαιεν καὶ οὕτω καταφρονητικώτερον Ρ. πρὸς αὐιτὸν διατεθήσονται. τῇ δὲ μετ’ αὐτὴν μεθ’ ἱππέων τριακοσίων καὶ τῶν κομητῶν πάντων κατέλαβεν , οὗ τοῖς δηλωθεῖσιν ἀνδράσι τῇ προτεραίᾳ ὡμίλησε, κᾆθ’ οὕτως τοὺς ἐκκρίτους ἓξ τὸν ἀριθμὸν συμπαραλαβὼν ἄπεισι πρὸς τοὺς πρέσβεις τοὺς ὑπολοίπους αὐτοῦ που καταλιπὼν ἀπεκδέχεσθαι αὐτὸν ἐκεῖθεν ἐπανελθόντα. περὶ γοῦν τῶν προλεχθέντων αὖθις διασκεπτομένων , ἐπεὶ ὁ Βαϊμοῦντος ἐνίστατο , κόμης τις τῶν λίαν ὑψηλῶν Οὖβος τὴν κλῆσιν πρὸς τὸν Βαϊμοῦντον ἔφη ὡς “οὐδεὶς ἀφ’ ἡμῶν τῶν μελλόντων μετὰ τοῦ βασιλέως συνάψαι τὸν πόλεμον οὔπω ἔπληξέ τινα διὰ δόρατος. Β ἔα τοίνυν τὰ πολλά · τὴν εἰρήνην τῆς μάχης ἀλλάξασθαι χρή.’’ λόγων οὖν πολλῶν ἐξ ἑκατέρων κινηθέντων βαρέως ὁ Βαϊμοῦντος εἶχεν ὑβριοπαθῶν, εἰ μὴ πάντα γένοιντο ὁπόσα φθάσας ἐπεζήτει τοὺς πρέσβεις. τῶν δ’ ἐπί τισι συγκατατιθεμένων, ἐφ’ ὧν δὲ ἀνανευόντων, πείθεται ὁ Βαϊμοῦντος καὶ τὴν ἀνάγκην, ὅ φασι, φιλοτιμίαν ποιησάμενος ὅρκον ἐξ αὐτῶν ἐζήτει , ὥστε ἐντίμως ὑποδεχθῆναι καὶ εἰ μὴ τοῖς θελήμασιν αὐτοῦ ὁ αὐτοκράτωρ κατανεύσειεν , ἀσινὴς πρὸς τὴν ἰδίαν ἐκπεμφθῆναι παρεμβολήν. τῶν οὖν ἁγίων εὐαγγελίων προτεθέντων ὁμήρους ἐζήτει παραδοθῆναι τῷ ἀδελφῷ C αὐτοῦ Γίδῳ καὶ φυλάττεσθαι παρ’ αὐτοῦ μέχρις οὗ αὐτὸς ὑποστρέψῃ. οἱ δὲ πρέσβεις πρὸς τοῦτο κατανεύσαντες ὅρκους αὖθις ὑπὲρ τῆς τῶν ὁμήρων ἀσφαλείας καὶ αὐτοὶ ἀντεπεζήδὲ
[*](23 δὲ F) 205
τοὐν. κατανενευκὼς δὲ πρὸς τοῦτο ὁ Βαϊμοῦντος καὶ ὅρκους δοὺς καὶ λαβὼν τοὺς μὲν ὁμήρους, τόν τε σεβαστόν Μαρῖνον καὶ τὸν καλούμενον Ἀδράλεστον καὶ τὸν Φράγγον Ρογέρην, παραδίδωσι τῷ ἀδελφῷ αὐτοῦ Γίδῳ, ἴν’ ὁπηνίκα ἢ μετὰ τοῦ βασιλέως εἰρηνικὰς σπονδὰς ποιήσειεν ἢ εἰ μὴ τοῦτο, ἀβλαβεῖς ἐκεῖθεν κατὰ τοὺς ὅρκους αὐτοὺς πρὸς τὸν αὐτοκράτορα ἐξαποστείλῃ.
Μέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ [*](D) Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ κατακαλῶν φερούσης ἅψασθαι, ἐπεὶ δυσωδίᾳ πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον καιρὸν ἱκανὸν τὸ ὑπ’ αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδὲ τοῦτ’ ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ’ ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῇ μεταφερόμενον· καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτὲ μὲν αὐχοῦντα τὴν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον καὶ μᾶλλον, ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώρουν μετατεθῆναι τὸ στράτευμα [*](P. 403) καὶ “εἰ τοῦτο βούλει”, πρὸς τὸν Βαϊμοῦντον ἔλεγον “συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον”. κατανεύ- [*](V. 319) σαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊμούντου, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσουσιν ἐδήλωσαν, ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. ὁ δὲ Εὐφορβηνὸς Κωνσταντῖνος ὁ κατακαλῶν ᾐτεῖτο αὖθις τὸν Βαϊμοῦντον, παραχωρηθῆναι τὴν εἰς τὸ Δυρράχιον ἀπέλευσιν. κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ Δυρράχιον ὁ κατακαλῶν καταλαμβάνει καὶ τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας [*](Β) ἀπήγγειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ’ αὐτοῦ λογάδας τῶν στρατιωτῶν. καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν [*](3 Φράγγον Ῥογέρην om F spatio octo litterarum relicto)
206
διὰ τὴν γεγενημένην ἄνωθεν περὶ τὰ κρήδεμνα τοῦ Δυρραχίου μηχανὴν τοῦ αὐτοκράτορος. σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κέστρου εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρωμένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. τούτοις οὖν ὁμιλήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγγείλας καὶ θάρσους ἐμπλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ
[*](c) διαγνοὺς τὰ κατ’ αὐτοὺς ἀρίστης τετυχηκέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρχως ἔχοντας καὶ παρ’ οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν, ἔνθα προεῖπε, ποιησάμενον. καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. οἱ δ’ ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γίδου κατελείφθησαν. Μανουὴλ δὲ τὸν Μοδηνὸν πιστότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὑπάρχοντα προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ ΒαΪμούντου ἀπαγγέλλοντα ἔλευσιν. ἐπεὶ δὲ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. εἰσελθόντος
[*](D) δὲ τούτου, ἐκτείνας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χειρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησάμενος ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. ἦν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μὲν εἰπεῖν, οὐδεὶς κατ’ ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ οὔτε βάρβαρος βαρος οὔτε Ἕλλην (θάμβος γὰρ ἦν ὀφθαλμῶν φημιζόμενος ἔκπληξις), κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιόσδε μακρὸς ἦν τὴν ἀναδρομὴν τοῦ σώματος, ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν,
[*](P. 404) τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγόνας καὶ
[*](32 τὰς c τοὺς F) 207
τοὺς ὤμους εὐρὺς καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βραχίονας καρτερὸς καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ’ ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγὴς. ὑποκεκυφὼς δὲ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ ἐφαίνετο οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τὴς
[*](Β) ῥάχεως, ἀλλ’ οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν ἔσχηκε. τὸ χρῶμα κατὰ τὸ ἄλλο μὲν σῶμα λευκότατος, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπυρσοῦτο. καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ᾿ οὐ μὲν οὖν μέχρι τῶν μεταφρένων
[*]((??). 320) αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. τὸ δὲ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἰχῶ λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ’ οὖν εἶναι καὶ τοῦτο πυρσόν. τὸ βλέμμα γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποσημαῖνον· καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος * τὴν
[*](C) τῶν στέρνων εὐρύτητα. ἡ γὰρ φύσις διεξόδους ἐδεδώκει διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύετο. ὅλος γὰρ δι᾿ ὅλου τοῦ σώματος ἀμείλικτος ἦν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῦ μεγέθους ἀπό τε βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αὐτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. οὕτως εἶχε ψυχῆς τε καὶ σώματος, ὡς καὶ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα καὶ ἀμφοτέρους ὁρᾶν πρὸς πόλεμον. τὸ δὲ φρόνημα αὐτῷ παντοδαπὸν καὶ πανοῦργον καὶ πρὸς ἅπασαν λαβὴν
[*](D) διαδιδράσκον. αἱ γὰρ ὁμιλίαι τούτῳ ἀκριβεῖς καὶ τὰς ἀποκρίσεις ἐδίδου πανταχόθεν ἀπεριδράκτους. καὶ τοιοῦτος
[*](20 lacunam singavi: verbum intercidit τῇ τῶν στέρνων εὐρύτητι susp. Millerus 26 τε C τοῦ F) 208
ὢν καὶ τοσοῦτος μόνῳ τῷ αὐτοκράτορι ἁλώσιμος ἦν καὶ τύχῃ καὶ λόγοις καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς φύσεως
[*](P. 40) πλεονεκτήμασιν.
Ἀναμνήσας οὖν ὁ αὐτοκράτωρ αὐτὸν τῶν προτέρων ἐπιτροχάδην καὶ συνεσκιnσμένως πως αὐτῷ παραστήσας ἑτέραν λόγου περίοδον ἐποιήσατο. ὁ δὲ τὴν ἰδίαν συνείδησιν ἔχων ἐλέγχουσαν ἐπιτηδείως τὰς πρὸς τοὺς λόγους αὐτοῦ ἐξέφυγεν ἀνθυποφορᾶς τοῦτο μόνον φάμενος ὡς “οὐχὶ περὶ τῶν τοιούτων ἀνακρίνεσθαι ἐλήλυθα. εἶχον γὰρ ἂν καὶ αὐτὸς πολλὰ λέγειν. τοῦ Θεοῦ δὲ ἐνταυθοῖ με συνελάσαντος πάντα τοῦ λοιποῦ σῷ ἀνατίθημι καρατει.” ὁ δὲ βασιλεὺς πρὸς αὐτόν “τὰ μὲν παρεληλυθότα ἐατέον τὸ νῦν, [*](B) σὲ δέ, εἰ βούλει σπείσασθαι μεθ᾿ ἡμῶν, πρῶτον μὲν ἕνα τῶν ὑπὸ τὸ ἐμὸν κράτος χρὴ γενέσθαι, εἶτα δηλῶσαι περὶ αὐτοῦ τε τούτου τῷ σῷ ἀνεψιῷ Ταγγρὲ ἐπισκῆψαί τε αὐτῷ, τοῖς ἐξ ἐμοῦ ἀποσταλεῖσι παραδοῦναι τὴν Ἀντιόχειαν κατὰ τὰς γεγονυίας ἐξ ἀρχῆς συμφωΑας ἡμῶν, εἶτα καὶ τἆλλα πάντα ὅσα τότε συμπεφώνηται ἡμῖν τηρῆσαί σε νῦν τε καὶ μετέπειτα”. ταῦτα τοῦ βασιλέως καὶ ἄλλα πλείω πρὸς αὐτὸν εἰπόντος τε καὶ ἀκούσαντος , ἐπεί ὁ αὐτὸς ἐκεῖνος ἦν Βαϊμοῦντος καὶ οὐκ ἠλλοίωτο, ἔφη “ἀδυνάτως ἔχω τοιαύτην ὑπόσχεσιν ποιήσασθαι” καὶ δι᾿ ἄλλα τινὰ παρὰ τοῦ βασιλέως [*](C) ἀπαιτούμενα ᾐτεῖτο τὴν πρὸς τὸ ἴδιον στράτευμα ἐπανάζευξιν κατὰ τὴν γενομένην συμφωνίαν παρὰ τῶν πρέσβεων. ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν ὅτι “κρείττονα ἐμοῦ οὐκ ἔχω τὸν μετὰ ἀσφαλείας σε διασώσοντα”. καὶ ἅμα τῷ λόγῳ τοῖς ἡγεμόσι παρρησίᾳ ἐπέταττε τοῦ στρατεύματος, [*](V.) ἑτοιμάσαι τοὺς ἵππους αὐrῶν, ἐφ᾿ ᾧ τῆς πρὸς τὸ Δυρράχιον φερούσης ἅψασθαι. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας ἐζελθὼν ἐπὶ τῷ πρὸς τὴν ἀποτεταγμένην αὐτῷ ἀπιέναι σκηνὴν τὸν ἐμὸν Καίσαρα Νικηφόρον τὸν Βρυέννιον τῷ τοῦ πανυπερσεβάστου τότε τετιμημένον ἀξιώματι ἐζήτει θεάσασθαι. ὁ [*](D) δὲ ἐξελθὼν καὶ πᾶσαν πειθὼ λόγων κινήσας, ὁποῖος ἐκεῖνος ἐν δημηγορίαις καὶ διαλέξεσιν ἀπαράμιλλος, πείθει τὸν Βαϊ-
209
μοῦντον τοῖς πλείστοις συνθέσθαι τῶν παρὰ τοῦ βασιλέως ῥηθέντων. κρατήσας οὖν αὐτὸν τῆς χειρὸς εἰσάγει πρὸς τὸν
[*](406) βασιλέα. τῇ δὲ μετ’ αὐτὴν ἐνωμότως καὶ μετὰ τῆς οἰκείας προαιρέσεως κατὰ τὸ δοκοῦν αὐτῷ τὴν συμφωνίαν ἐπλήρωσεν. εἶχε δὲ τὰ συμπεφωνημένα οὕτως.
“Ἡ μὲν προτέρα συμφωνία, ἥτις δὴ καὶ κατ’ ἐκεῖνο καιροῦ γέγονε πρὸς τὸ θεοστεφὲς κράτος σου, ὁπόταν μετὰ τῆς πολυπληθοῦς ἐκείνης στρατιᾶς τῶν Φράγγων εἰς τὴν βασιλίδα πόλιν ἐπιδεδήμηκα διαβαίνων ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἐλευθερίᾳ, ἐπειδὴ [*](Β) κατά τινας περιπετείας πραγμάτων ἠθέτηται, ἐκείνη μὲν σχολασάτω καὶ μὴ ἐχέτω τὸ ἐνεργὸν ὡς τὸ ἄκυρον ἀποφερομένη διὰ τὴν τῶν πραγμάτων περίστασιν. καὶ ἐξ ἐκείνης οὐ χρὴ κατ᾿ ἐμοῦ δ.ίκαιόν τι ἔχειν τὴν βασιλείαν σου κἀντεῦθεν ἰσχυρίζεσθαι περὶ τῶν ἐν ἐκείνῃ συμπεφωνημένων τε καὶ ἀναγεγραμμένων. πόλεμον γὰρ ἀραμένου μου κατὰ τοῦ σοῦ θεοπροβλήτου κράτους καὶ παραλύσαντος τὰ συμπεφωνημένα συμπαραλέλυται τούτοις καὶ τὰ ἀπὸ τοῦ σοῦ κράτους κατ᾿ ἐμοῦ αἰτιάματα. νῦν δὲ αὖ ὥσπερ ἐκ μεταμελείας [*](C) ἐρχόμενος καὶ ὥσπερ ἁλιεὺς πληγεὶς καὶ ἀπενεγκάμενος νοῦν καὶ μονονουχὶ τῷ δόρατι τῷ σῷ νουνεχέστερος γεγονὼς καὶ τῆς κατ᾿ ἐκεῖνο καιροῦ ἥττης καὶ τῶν πολέμων ἀναμνησθεὶς εἰς ἑτέραν συμφωνίαν μετὰ τοῦ κράτους σου τρωπῶμαι ταυτηνί, ὥστε λίζιον γενέσθαι τοῦ σκήπτρου σου ἄνθρωπον καὶ ἵνα σαφέστερον εἴποιμι καὶ φανερώτερον, οἰκέτην καὶ ὑποχείριον, ἐπειδὴ καὶ σὺ ὑπὸ τὴν σὴν δεξιὰν ἕλκειν ἐμὲ βεβούλησαι καὶ ἄνθρωπόν σου ἐθέλεις ποιήσασθαι λίζιον. ἔσομαι τοίνυν ἀπὸ τοῦ νῦν κατὰ τὴν δευτέραν ταυτηνὶ [*](D) συμφωνίαν, ἣν καὶ φυλάττειν ἐς ἀεὶ βούλομαι καὶ ἐπόμνυμι Θεὸν τε καὶ πάντας τοὺς ἁγίους αὐτοῦ, ἐπεὶ καὶ ἐπὶ μάρτυσι τούτοις τὰ συμπεφωνημένα [καὶ] γράφεται τε καὶ ἄνθρωπος πιστὸς τῆς σῆς βασιλείας καὶ τοῦ περιπερί [*](15 τε F 24 τρωπῶμαι r: τράπωμαι F 31 καὶ seclusi)
210
ποθήτου σου υἱοῦ καὶ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, καὶ ὁπλίσομαι τὴν δεξιὰν κατὰ παντὸς ἀνθισταμένου τῷ κράτει σου, εἴτε τοῦ Χριστιανικοῦ γένους
[*](V.) ἐστὶν ὁ χεῖρας ἀνταράμενος εἴτε καὶ ἀλλότριος ἐστι τῆς ἡμετέρας αὐλῆς, οὓς παγάνους ἡμεῖς ὀνομάζομεν· ὥστε, ὅπερ καὶ τῷ προμνημονευθέντι συμφώνῳ περιείχετο καὶ ἀμφοῖν τοῖν μεροῖν συνήρεσε, τῇ τε βασιλείᾳ ὑμῶν καὶ ἐμοί, τῶν ἄλλων ἀνῃρημένων τοῦτο μόνον ἐκεῖθεν ἕλκω καὶ ἰσχυρίζομαι
[*](P. 4) καὶ ἀπρὶξ ἔχομαι τὸ δοῦλον τῆς βασιλείας καὶ ἀμφοτέρων εἶναι καὶ λίζιον ἄνθρωπον ὥσπερ καταλυθὲν ἀνανεούμενος. καὶ οὐδ’ ἂν εἴ τι γένοιτο, εἰς ἀθέτησιν τούτου ἐλεύσομαι· οὐδέ τις αἰτία ἔσται ἢ τρόπος φανερός τε καὶ ἀφανής, καθ’ ὃν ἐγὼ παραβάτης τῶν συνθηκῶν καὶ τῶν νῦν συμπεφωνημένων φανήσομαι. ἀλλ’ ἐπειδὴ λαμβάνω τὰ νῦν τὴν ῥητῶς ἐνταυθοῖ δηλωθησομένην χώραν ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς διὰ χρυσοβούλλου λόγου τῆς βασιλείας σου, ἐν ᾧ καὶ κράτος τὸ σὸν ὑποσημαίνεται δι’ ἐρυθροβαφοῦς ὑπογραφῆς,
[*](Β) ὃς δὴ χρυσόβουλλος λόγος καὶ ἀμοιβαῖος γεγονὼς ἐπεδόθη μοι, δεχόμενος τὰς δοθείσας χώρας ὡς ἀπὸ τῆς βασιλείας ὑμῶν δεδωρημένας καὶ τὸ ἐνδύναμον ἔχων τῆς δωρεᾶς ἐκ τῆς χρυσοβούλλου γραφῆς ἀντίδοσιν τῶν τοσούτων καὶ πόλεων δίδωμι τὴν πίστιν τὴν ἐμαυτοῦ πρὸς τὴν ὑμῶν βασιλείαν, σοῦ τε, τοῦ μεγάλου αὐτοκράτορος κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ τριποθήτου υἱοῦ σου τοῦ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, ἣν ἀμετακίνητον καὶ ἀσάλευτον καθέξειν ὑπισχνοῦμαι καθάπερ ἄγκυραν ἀσφαλῆ. καὶ ἴνα ἐπαναλάβω τὸν λόγον σαφέστερον καὶ τὴν ἰδιότητα φυλάξαιμι τῶν ἐγγράφως συμφωνούντων, ἰδοὺ ἐγὼ Βαϊμοῦντος
[*](C) υἱὸς Ῥομπέρτου Γισκάρδου συμφωνῶ μετὰ τοῦ κράτους ὑμῶν καὶ τὴν συμφωνίαν ἀρραγῆ τίθημι φυλάττειν πρὸς τὴν βασιλείαν ὑμῶν, τοῦτ’ ἔστι σέ τε, τὸν αὐτοκράτορα Ῥωμαίων κύριον Ἀλέξιον, καὶ τὸν βασιλέα καὶ υἱόν σὸν
[*](19 δεχόμενος r: δέχομαι μὲν F) 211
τὸν πορφυρογέννητον, καὶ τὸ λίζιον ἄνθρωπον ἀνόθευτον τε καὶ ἀπαραποίητον, ἕως ἂν ἐμπνέω καὶ μετὰ τῶν ζώντων συναριθμῶμαι. καὶ ἐξοπλισαίμην τὴν χεῖρα κατὰ τῶν ἐντεῦθεν ἀναφανησομένων ἐχθρῶν ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων τῆς τῶν
[*](D) Ῥωμαίων ἡγεμονίας. καὶ ἔνθα ἂν καὶ προσταχθείην ὑφ’ ὑμῶν, μετὰ πάσης τῆς περὶ ἐμὲ στρατιᾶς ἀπροφασίστως ἐκδουλεύσω κατὰ τὴν παρισταμένην χρείαν. καὶ οἵτινες ἂν καὶ εἶεν δυσμενῶς ἔχοντες πρὸς τὸ ὑμέτερον κράτος, εἰ μή που τοῖς ἀθανάτοις ἀγγέλοις ἰσάζοιντ᾿ ἂν καί εἰσι τοῖς ἡμετέροις δόρασιν ἄτρωτοι ἢ ἀδαμάντινά τινα περίκεινται σώματα, κατὰ τούτων πάντων ὑπεραγωνισαίμην τῆς βασιλείας ὑμῶν. καὶ εἰ μὲν ὑγιῶς ἔχω τοῦ σώματος καὶ ἐλευθεριάζω πολέμου τινὸς βαρβαρικοῦ τε καὶ Τουρκικοῦ, αὐτὸς ἐγὼ τῷ
[*](P. 408) ἐμῷ σώματι ἀγωνιοῦμαι τὸν ὑπὲρ ὑμῶν πόλεμον μετὰ τοῦ ξυνεπομένου στρατεύματος. εἰ δὲ ἢ νόσῳ βαρείᾳ πεδοῦμαι, οἷα πολλὰ τὰ ἀνθρώπινα, ἢ πόλεμος ἐπικείμενος πρὸς ἑαυτὸν με, τότε δὴ τότε ὑπισχνοῦμαι διὰ τῶν περὶ ἐμὲ γενναίων ἀνθρώπων μου τὴν δυνατὴν ἐξαποστέλλειν βοήθειαν ὡς ἐπανασῳζόντων ἐκείνων τὸ ἐμὸν ἔλλειμμα. ἡ γὰρ ὀρθὴ πίστις, ἣν σήμερον πρὸς τὴν βασιλείαν ὑμῶν δίδωμι, τοῦτο ἔστι τὸ ἢ δι’ ἐμαυτοῦ ἢ δι’ ἑτέρων, καθάπερ εἴρηται,
[*](V. 123) ἀνακρωτηρίαστα διατηρεῖν τὰ τῆς συμφωνίας. ὀρθήν τε
[*](Β) πίστιν φυλάττειν διόμνυμι καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ τοῦ ὑμετέρου κράτους καὶ τῆς ὑμετέρας ζωῆς, ταυτησὶ λέγω τῆς κάτω τε καὶ γηΐνης. ὑπὲρ γὰρ τῆς τοιαύτης ὑμῶν ζωῆς σιδηροῦς τις ἀνδριὰς καὶ σφυρήλατος γενοίμην τοῖς ὅπλοις. ἀλλὰ μέχρι καὶ τῆς τιμῆς τῆς ὑμετέρας καὶ μέχρι τῶν βασιλικῶν ὑμῶν μελῶν ἐκτείνω τὸν ὅρκον, εἴ τις αὐτοῖς ἐπιβουλεύεται κάκωσις παρά τινων ἀλιτηρίων ἐχθρῶν, οὓς δυνατόν ἐστιν ἐμὲ καταλύειν καὶ ἀπείργειν τοῦ κακοῦ ἐγχειρήματος. ἀλλὰ καὶ ὑπὲρ πάσης χώρας τῆς ὑμετέρας
[*](1 ἄνθρωπον r: ἀνθρώπων F 8 οἵτινες r: εἴ τινες F 20 ἔλειμα F) 212
καὶ πόλεως μικρᾶς τε καὶ μείζονος καὶ νήσων αὐτῶν καὶ
[*](C) ἁπαξαπλῶς, ὁπόση τίς ἐστι γῆ τε καὶ θάλασσα ὑπὸ τὰ ὑμέτερα σκῆπτρα ἐξ αὐτοῦ δήπουθεν τοῦ Ἀδριαντικοῦ πελάγους καὶ ἄχρι πάσης ἀνατολῆς καὶ κατὰ μῆκος τῆς μεγάλης Ἀσίας, ἔνθα τὰ τῶν Ῥωμαίων ὁρίσματα ἦν. ἔτι συμφωνῶ, καὶ ἔσται τῶν συμπεφωνημένων μάρτυς καὶ ἐπήκοος ὁ Θεὸς, μηδεμίαν μηδέποτε χώραν τεταγμένην ὑπὸ τὰ ὑμέτερα σκῆπτρα εἴτε νῦν εἴτε πρότερον μήτε πόλιν ἢ νῆσον κρατεῖν τε καὶ ἔχειν, καὶ ἁπλῶς, ὁπόσα ἡ βασιλεία Κωνσταντινουπόλεως περιεῖχεν ἢ νῦν κατέχει κατά τε τὴν ἀνατολὴν καὶ δύσιν, ἐκτὸς τῶν ῥητῶς δεδωρημένων μοι παρὰ τοῦ θεοπροβλήτου
[*](D) κράτους ὑμῶν, ἁ καὶ κατ’ ὄνομα δηλωθήσεται ἐν τῷ παρόντι ἐγγράφῳ. ἀλλ’ ὁπόσην ἂν δυνηθείην χειρώσασθαι χώραν τελοῦσαν ποτε ὑπὸ τὴν βασιλείαν ταύτην ἀπωσάμενος τοὺς τὴν χώραν ἐκείνην κατέχοντας, εἰς τὴν γνώμην τὴν ὑμετέραν ἀναρτᾶν ὀφείλω τὴν περὶ ταύτης οἰκονομίαν. καὶ εἰ μὲν ἐμὲ βούλεσθε ἐπιτροπεύειν τῆς κυριευθείσης χώρας ὡς ἄνθρωπον ὑμέτερον λίζιον καὶ δοῦλον πιστόν, ἔσται τοῦτο· εἰ δ’ οὖν, ἀλλὰ παραδοίην ἄν, ᾧ ἂν ἀνδρὶ ἡ βασιλεία ὑμῶν βουληθείη, μὴ ἀμφιβάλλων κατά
[*](P.) τι τὸ σύνολον. χώραν δὲ οὐ δέξομαι ἀφ’ ἑτέρον τινὸς προδιδομένην ἐμοὶ ἢ πόλιν τινὰ ἢ πολίχνιον, ἅπερ ποτὲ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν ἐτύγχανον, ὡς ἐμοὶ διαφέροντα· ἀλλὰ καὶ τὰ πολιορκίᾳ κρατούμενα καὶ τὰ ἄνευ πολιορχίας, ὑμέτερα δ’ ἦσαν καὶ πάλιν ὑμέτερα ἔσονται μηδ’ ὁπωστιοῦν δικαιολογουμένου μου περὶ τούτων. ἀλλ’ οὐδὲ ὅρκον δέξομαι παρά τινος Χριστιανοῦ ἢ δώσω πρὸς ἕτερον ἢ συμφωνίαν ἡντιναοῦν πρὸς βλάβην ὑμετέραν ὁρῶσαν ἢ πρὸς ζημίαν καὶ ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας. ἀλλ’
[*](Β) οὐδὲ ἄνθρωπος ἑτέρου γενήσομαι ἢ ἑτέρας ἀρχῆς μείζονος ἢ ἐλάσσονος ἄνευ τοῦ κράτους τοῦ ὑμετέρου· ἀλλὰ μία κυριότης ἐμοί, ᾗ ὑπισχνοῦμαι δουλεύειν, ἡ βασιλεία σοῦ τε
[*](3 ἀνδριαντικοῦ F 6 τῶν] τοῦ F) 213
καὶ τοῦ τριποθήτου υἱοῦ σου. τοὺς δὲ προσερχομένους μοι ἀνθρώπους τῆς βασιλείας σου ὡς κατεξαναστάντας τοῦ κράτους τοῦ σοῦ καὶ ἐμοὶ ἐκδουλεύειν ἐθέλοντας καὶ μισήσω
[*](P. 324) καὶ ἀποπέμψομαι, μᾶλλον δὲ κατ’ αὐτῶν ἐξοπλίσομαι. τοὺς δὲ ἄλλους βαρβάρους, * ἐθέλοντας δὲ ὅμως ὑπὸ τὸ ἐμὸν
[*](c) δόρυ γίνεσθαι, δεξαίμην μέν, ἀλλ’ οὐκ ἰδίῳ προσώπῳ· ὁρκιῶ δὲ τούτους ἕνεκα σοῦ τε καὶ τοῦ περιποθήτου υἱοῦ σου καὶ τὰς ἐξ αὐτῶν χώρας παραλήψομαι δικαίῳ τῆς βασιλείας τῆς ὑμετέρας καὶ ἐντεῦθεν τὸ ὑπὲρ αὐτῶν προσταττόμενον ἀπροφασίστως ποιεῖν ἐπαγγέλλομαι. ταῦτα μὲν περὶ τῶν πόλεων καὶ τῶν χωρῶν, ὅσαι ὑπὸ τὸ σκῆπτρον τῆς Ῥωμαίων τύχης ἐτύγχανον οὖσαι· περὶ δὲ τῶν μηδέπω δεδουλευκότων τῇ Ῥωμανίᾳ, ταῦτα ἐνόρχως κατεπαγγέλλομαι, ὡς ἴνα τάς τε προσερχομένας μοι χώρας ἄνευ πολέμου ἢ καὶ μετὰ πολέμου καὶ μάχης καὶ ταύτας ἁπάσας ὡς ἀπὸ τῆς ὑμετέρας βασι-
[*](D) λείας λογίζωμαι, εἴτε Τουρκικαί εἰσιν, εἴτε Ἀρμενικαὶ καί, ὡς ἄν τις εἴποι τῶν τὴν ἡμετέραν ἐπισταμένων φωνήν, Παγανικαὶ ἢ Χριστιανικαί, τούς τε ἀπὸ τῶν ἐθνῶν προσιόντας μοι καὶ δουλεύειν ἐμοὶ βουλομένους, οὕτως ἵνα τούτους παραδέχωμαι, ὡς εἶναι καὶ αὐτοὺς μέλλοντας ἀνθρώπους τῆς βασιλείας ὑμῶν· καὶ διαβαίνοι καὶ πρὸς τούτους ἡ ἐμὴ συμφωνία πρὸς τὸ κράτος τῆς βασιλείας καὶ οἱ κατεμπεδωθέντες ὅρκοι. καὶ τούτων αὐτῶν, οὓς μὲν ἂν
[*](V. 410) ἐθέλοιτε ὑμεῖς οἱ ἀεισέβαστοι βασιλεῖς ὑπ’ ἐμὲ τάττεσθαι, τάττοιντ᾿ ἄν· οὓς δὲ πέμπειν πρὸς τὸ κράτος βούλεσθε, βουλομένων κἀκείνων ἀποστελῶ, μὴ βουλομένων δέ, ἀλλ’ ἀπαναινομένων τὴν πρὸς ὑμᾶς δουλείαν, οὐδὲ ἐγὼ παραδέξομαι. πρὸς μέντοι τὸν Ταγγρὲ καὶ ἀνεψιόν μου ἀκήρυκτον ἕξω πόλεμον, εἰ μὴ ἐθελήσει καθυφεῖναι τι τῆς πρὸς τὴν βασιλείαν ὑμῶν δυσμενείας μηδὲ ἀπολύει τῆς χειρὸς αὐτοῦ τὰς πόλεις τῆς ὑμετέρας βασιλείας. ἐπὰν δὲ καὶ θέλοντος αὐτοῦ ἢ καὶ μὴ θέλοντος ἀναρρυσθῶσιν αἱ
[*](3 ἐθέλοντας C om F 5 lacunam signavi 31 βασιλείας τῆς ὑμετέρας F) 214
πόλεις, αὐτὸς μὲν ἵνα δεσπόζω τῇ ἀντιλήψει τοῦ κράτους ὑμῶν τὰ διὰ χρυσοβούλλου λόγου δεδωρημένα μοι, ἃ καὶ
[*](Β) ῥητῶς ἐξαριθμηθήσεται, αἱ δὲ πόλεις ἐκεῖναι μετὰ τῆς ἐν Συρίᾳ Λαοδικείας καὶ ὅσαι εἰσὶν ἐκτὸς τῶν δεδωρημένων ἐμοὶ τῷ σκήπτρῳ ὑμῶν προσαρμόζωνται. ἀλλ’ οὐδὲ τοὺς τῆς βασιλείας ὑμῶν φυγάδας προσδέξομαι ποτε, ἀλλὰ παλιμπορεύτους ποιήσω καὶ ὑποτροπιάζειν πρὸς τὴν βασιλείαν ὑμῶν ἀναγκάσω. ἔτι καθυπισχνοῦμαι καὶ ταυτὶ πρὸς τοῖς ἄνωθεν εἰρημένοις βεβαιοτέρας τὰς συμφωνίας ποιούμενος. συμφωνῶ γάρ, ἵνα ἐγγυητὰς ἀποδοίην ἐπὶ ταύταις ταῖς συμφωνίαις, φωνίαις, ὥστε ἀπαραβάτους καὶ ἀπαραθραύστους μένειν ἐς τὸ διηνεκές, τοὺς μέλλοντας ἀνθρώπους μου ἐμῷ δικαίῳ
[*](c) κατέχειν τὴν δεδομένην μοι χώραν παρὰ τῆς βασιλείας σου καὶ τὰς πόλεις καὶ τὰ πολίχνια, ἁ καὶ πρὸς ὄνομα ἐκτεθήσεται. παρασκευάσω γὰρ καὶ τούτους ὀμόσαι τὰ φρικωδέστατα, ὡς ἂν καὶ οὗτοι φυλάττωσι πίστιν ὀρθὴν πρὸς τὸ ὑμέτερον κράτος καὶ ὁπόσην ὁ τῶν Ῥωμαίων κοσμεῖ θεσμὸς καὶ πάντα τὰ ἐν τῇ παρούσῃ συμφωνίᾳ ἐγγεγραμμένα στέργωσιν ἀκριβέστατα. καὶ ὁρκιῶ τούτους εἰς τὰς ἐπουρανίους δυνάμεις καὶ τὴν ἄστεκτον ὀργὴν τοῦ Θεοῦ, ὡς εἴ ποτε βουλευσαίμην κατὰ τῆς βασιλείας ὑμῶν, ὃ μὴ γένοιτο, μὴ ὦ σῶτερ, μὴ ὦ δίκη Θεοῦ, πάντα τρόπον ἐκεῖνοι σπουδάζωσι πρῶτον
[*](D) μὲν διὰ τεσσαρακονθημέρου τινὸς διαστήματος ἐπαναγαγεῖν
[*](V.) με εἰς τὴν πίστιν τῆς βασιλείας ὑμῶν καθάπαξ τραχηλιάσαντα. τοῦτο δ’ ἂν γένοιτο, εἰ καὶ γενέσθαι παραχωρηθείη, μανίας ἄντικρυς καὶ λύττης καταλαβούσης ἐμὲ ἢ ὅταν δηλονότι τὰς φρένας ἐλαύνωμαι. εἰ δ’ ἀνοήτως ἔχω καὶ ἀστεμφῶς πρὸς τὰς παραινέσεις ἐκείνων καὶ λάβρως ἐπαιγίζει τὰ τῆς λύττης τὴν ψυχὴν τὴν ἐμήν, ἀλλὰ τότε γε ἐξομόσονται μὲν ἐμὲ καὶ πάντα τρόπον ἀποπροσποιήσονται, μετάθωνται δὲ πρὸς τὸ ὑμέτερον κράτος καὶ χεῖρα καὶ γνώμην καὶ τὰς χώρας, ἃς ἐμῷ δικαίῳ κατέχουσιν, ἀποσπάσοντες τῆς ἐμῆς ἐξουσίας
[*](Ρ.) [*](21 γένοι F) 215
ὑμῖν καὶ τῷ μέρει τῷ ὑμετέρῳ παραδοῖεν. ταῦτα δὲ ἐνωμότως ποιεῖν καταναγκασθήσονται καὶ τὴν αὐτὴν φυλάξουσι πίστιν καὶ δουλείαν καὶ εὔνοιαν πρὸς ὑμᾶς, ἣν κἀγὼ σθμπεφώνηκα, καὶ ὑπὲρ τῆς ὑμετέρας ζωῆς καὶ τῆς ἐπιγείου τιμῆς ἀροῦνται τὰ ὅπλα, ἀλλὰ καὶ ὑπὲρ τῶν ὑμετέρων βασιλικῶν μερῶν καὶ μελῶν, ὡς μή τι πάθοιεν παρά τινος ἐχθροῦ, πολεμησείοντες οὐκ ἀνήσουσιν, εἴ γε τέως εἰς αἴσθησιν ἔλθοιεν τῶν ἐπιβούλων καὶ σφαλερῶν. ταῦτα ἐπόμνυμι καὶ διαμαρτύρομαι καὶ Θεὸν καὶ ἀνθρώπους καὶ τοὺς ὑπερτάτους
[*](Β) ἀγγέλους, ὡς ἄρα καταναγκάσω φρικαλέοις ὅρκοις αὐτοὺς κατειληφὼς ποιεῖν τε καὶ πράττειν εἰς δύναμιν· ὡς δὲ καὶ ὑπὲρ τῶν κάστρων τῶν ὑμετέρων καὶ τῶν πόλεων καὶ χωρῶν καὶ ἁπλῶς τῶν ὅλων μερῶν τῶν ὑπὸ τὴν βασιλείαν ὑμῶν, ὅσα ἡ δύσις ἔχει, ὅσα ἡ ἀνατολὴ περιέχει, ἐνόρκως τὰ αὐτὰ συμφωνήσουσιν ἁ κἀγὼ πρὸς ὑμᾶς συμπεφώνηκα· καὶ ταῦτα ποιήσουσι καὶ ζῶντος ἐμοῦ καὶ ἀποτεθνηκότος· καὶ ἕξει καὶ τούτους τὸ κράτος ὑμῶν ἀνθρώπους ὑποχειρίους καὶ χρήσει τούτοις ὅσα καὶ ὑπηρέταις πιστοῖς. καὶ ὅσοι μὲν ἐνταυθοῖ τυγχάνουσι συνεπιδημοῦντες ἐμοί, αὐτίκα καὶ
[*](c) τὰς ἐνόρκους πίστεις καὶ τὰς συμφωνίας δώσουσι πρὸς ὑμᾶς τοὺς σεβαστούς, τόν τε κύριον Ἀλέξιον καὶ αὐτοκράτορα τῶν Ῥωμαίων καὶ τὸν πορφυρογέννητον βασιλέα καὶ σὸν υἱόν, ὅσοι δὲ ἀπῶσι τῶν ἐμῶν ἱππέων καὶ ὁπλιτῶν, οὓς καβαλλαρίους συνήθως καλοῦμεν, ἀποστειλάσης ἄνθρωπον τῆς βασιλείας σου κατὰ τὴν Ἀντιόχειαν πόλιν, ἐκεῖ τοὺς αὐτοὺς ὅρκους ἀποτελέσουσι κἀκεῖνοι, ὁρκιοῦντος μὲν αὐτοὺς τοῦ ἀνθρώπου τῆς βασιλείας σου, ἐμοῦ δέ, ἐπόμνυμι τοῦτο, παρασκευάσοντος ὀμόσαι τοὺς ἄνδρας καὶ συμφωνῆσαι τὰ αὐτά τε καὶ ἀπαράλλακτα. προσέτι συμφωνῶ καὶ ἐπόμνυμι,
[*](D) ὡς ἄρα καθ’ ὧν μὲν ἂν βούληται ἡ βασιλεία ὑμῶν τῶν κατεχόντων πόλεις καὶ χώρας, αἱ ποτε ὑπέκειντο τῇ βασιλείᾳ τῆς Κωνσταντινουπόλεως, ἀντάρασθαι χεῖρας καὶ ξυγκροτήὑπηρέτοις
[*](18 F 28 παρασκευάσοντος r: παρασκευάσαντος F) 216
σειν πόλεμον, τοῦτο ποιήσω κἀγὼ καὶ ὁπλοποιήσομαι κατ’ αὐτῶν. καθ’ ὧν δὲ οὐκ ἔστι σοι θυμῆρες στρατὸν κινῆσαι, οὐδὲ αὐτοὶ κατ’ ἐκείνων στρατεύσαιμεν. διὰ πάντων γὰρ βουλόμεθα θεραπεύειν τὸ ὑμέτερον κράτος καὶ πᾶσαν πρᾶξιν καὶ πᾶσαν βούλησιν τῆς σῆς βουλήσεως ἐξαρτᾶν. τῶν τε Σαρακηνῶν καὶ τῶν ἐκ τοῦ Ἰσμαὴλ ὁπόσοι συρρέουσιν εἰς τὴν βασιλείαν σου ηὐτομοληκότες καὶ τὰς πόλεις αὐτῶν παραδιδόντες, οὔτε ἀποκωλύσω οὔτε διὰ σπουδῆς θείην ὑποποιήσασθαι ἐμαυτῷ, εἰ μή που ἄρα διὰ τοῦ ἐμοῦ δόρατος καταναγκασθὲν τὸ μέρος ἐκεῖνο καὶ πανταχόθεν στενοχωρηθὲν πρὸς τὸ κράτος τὸ σὸν ἀπέβλεψε κίνδυνον ὑφορώμενον
[*](Ρ. 4 V. 3) καὶ τὴν σωτηρίαν ἑαυτῷ ἐκ τοῦ προσέρχεσθαι σοι πραγματευόμενον. ἀλλὰ τοὺς τοιούτους τε πάντας καὶ ὅσοι τὸ Φραγγικὸν πεφοβημένοι ξίφος καὶ τὸν ἐπηρτημένον θάνατον ἀποκλίναντες τοὺς σεβαστοὺς βασιλέας ἐπικαλοῦνται ὑμᾶς * * οὐ διὰ τοῦτο ἀνθέξεσθε τῶν ἡμετέρων δορυαλώτων, ἀλλὰ δηλονότι τῶν ἄνευ πόνων καὶ κόπων ἡμετέρων καὶ ἐθελουσίως εἰς τὴν ὑμετέραν δούλωσιν ἐρχομένων. πρὸς τοῖς ἄλλοις καὶ ταυτὶ συμφωνῶ , ὅτι τοι ὅσοι ἂν ἐθέλωσι διαπερᾶσαι μετ’ ἐμοῦ τὸν Ἀδρίαν ἀπὸ Λογγιβαρδίας ἄνδρες στρατιῶται, ὀμοῦνται καὶ αὐτοὶ καὶ συμφωνήσουσι τῇ δουλείᾳ
[*](Β) τῆς βασιλείας σου, ὁρκίζοντος δηλονότι τούτους ξύμπαντας ἀνθρώπου τινὸς τοῦ ὑμετέρου κράτους, ὃν ἂν αὐτοὶ ἐπὶ τούτῳ αὐτῷ ἀποστείλητε κατὰ τὸ πέραν Ἀδρίου. εἰ δ’ ἀποπηδῶσι τὸν ὅρκον, μὴ ἄλλως ἐᾶσαι διαπερᾶν ὡς τὰ αὐτὰ φρονεῖν ἡμῖν ἀπαναινομένους. δεῖ δὲ καὶ τὰς διὰ χρυσοβούλλου λόγου δωρηθείσας μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν χώρας καὶ πόλεις ἐκθεῖναι ἐν τῷ παρόντι συγγράμματι· ἡ κατὰ τὴν Κοίλην Συρίαν Ἀντιόχου πόλις μετὰ τῆς περιοχῆς αὐτῆς καὶ τῆς διακρατήσεως σὺν αὐτῷ Σουετίῳ, ὃ παρὰ τὴν θάλασσαν ·ἥδρασται· τὸ Δοὺξ μετὰ
[*](c) τῆς διακρατήσεως αὐτοῦ πάσης σὺν τῷ τοῦ Καυκᾶ τό τε
[*](2 καθ’] ἐφ’ F 15 lacunam signavi 25 τὰ om F) 217
τοῦ Λουλοῦ λεγόμενον καὶ τὸ τοῦ Θαυμαστοῦ Ὅρους καὶ τὰ Φέρσια μετὰ τῆς ὑπ᾿ αὐτὰ πάσης χώρας· ὁ Ἅγιος Ἠλίας ἡ στρατηγὶς μετὰ τῶν ὑπ᾿ αὐτὴν πολιχνίων· ἡ στρατηγὶς τὸ Βορζὲ καὶ τὰ ὑπὸ ταύτην πολίχνια· ἡ περὶ τὴν στρατηγίδα τὸ Σέζερ ἅπασα χώρα , ἥντινα Λάρισσαν Ἕλληνες ὀνομάζουσιν· ὣς δὲ καὶ τὸ Ἀρτὰχ καὶ τὸ Τελοὺχ αἱ στρατηγίδες μετὰ τῆς ἑκάστης περιοχῆς· σὺν τούτοις ἡ Γερμανίκεια καὶ τὰ ὑπὸ ταύτην πολίχνια· τὸ Μαῦρον Ὅρος καὶ πάντα τὰ ὑπ’ ἐκεῖνο ταττόμενα κάστρα καὶ ἡ ὑποκειμένη τούτῳ σύμπασα πεδιὰς ἄνευ δηλονότι τῆς τῶν Ῥου-
[*](D) πενίων διακρατήσεως Λέοντός τε καὶ Θεοδώρου τῶν Ἀρμενίων γεγονότων ἀνθρώπων τοῦ κράτους ὑμῶν · μετὰ τῶν ἀναγεγραμμένων τὸ στρατηγάτον Παγρᾶς, τὸ στρατηγάτον Παλατξά, τὸ θέμα τοῦ Ζοῦμε καὶ τὰ ὑπὸ ταῦτα πάντα κάστρα τε καὶ πολίχνια καὶ ἡ ἑκάστῳ προσήκουσα χώρα. ταῦτα γὰρ πάντα κἀκεῖ περιέχεται ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας ὑμῶν ὡς δεδωρημένα μοι παρὰ τοῦ θείου κράτους μέχρι πέρατος τῆς ἐμῆς βιοτῆς, ὡς ὀφειλόντων μετὰ τὴν ἐνθένδε μου μετάστασιν εἰς τὴν βασιλείαν ἐπανακάμπτειν τῆς νέας Ῥώμης καὶ βασιλίδος τῶν πόλεων Κωνσταντινουπόλεως,
[*](413) σταντινουπόλεως, ἐφ’ ᾧ φυλάττειν πίστιν ἀκραιφνεστάτην καὶ εὔνοιαν καθαρὰν δι' ὑμῶν τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων εἰς τὴν βασιλείαν αὐτῆς καὶ τοῦ θρόνου ταύτης καὶ τῆς βασιλικῆς ῥάβδου δοῦλον εἶναι καὶ λίζιον ὑποχείριον. συμφωνῶ δὲ καὶ ὄμνυμι τὸν ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας πρεσβευόμενον Θεόν, ὡς οὐκ ἐκ τοῦ ἡμετέρου γένους πατριάρχης ἔσται Ἀντιοχείας, ἀλλ’ ὃν ἂν προβαλεῖται ἡ ὑμῶν ἐκ τῶν θρεμμάτων τυγχάνοντα τῆς κατὰ τὴν Κωνσταντινούπολιν μεγάλης ἐκκλησίας. ὁ τοιοῦτος γὰρ καὶ τοῦ θρόνου τοῦ κατὰ τὴν Ἀντιόχειαν ἐπιβαίη καὶ πάντα
[*](Β) πράξει ἀρχιερατικῶς ἔν τε χειροτονίαις καὶ ταῖς λοιπαῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι κατὰ τὰ τοῦ θρόνου τοῦδε προτὸ
[*](1 addidi 2 αὐτὸ πάσας F 18 ὀφείλοντα γοῦν? 22 καὶ addidii) 218
νόμια. ἦσαν δὲ ἄρα καὶ αἱ ἀπὸ τῆς δουκικῆς ἀρχῆς τῆς κατὰ τὴν πόλιν Ἀντιοχείας ἀποτμηθεῖσαι μερίδες καὶ] παρὰ
[*](V. 3) τῆς βασιλείας ὑμῶν ὡς ἐθελόντων ταύτας προσοικειώσασθαι καθ’ ὁλόκληρον αὗται· τό τε θέμα τὸ Ποδανδὸν * * καὶ πρὸς τούτοις τὸ στρατηγάτον τῆς Ταρσοῦ πόλεως καὶ ἡ Ἄδανα πόλις καὶ αἱ τοῦ Μόψου ἑστίαι καὶ ἡ Ἀνάβαρζα καί, συνελόντα φάναι, ἡ χώρα πᾶσα τῆς Κιλικίας, ὅσην ὁ Κύδνος καὶ ὁ Ἕρμων περιορίζουσιν· ὡς δὲ καὶ ἡ στρατηγὶς Λαοδίκεια τῆς Συρίας καὶ αὐτὸ δήπουθεν τὸ στρατηγάτον Ταβάλων, ὃ καὶ Ζέβελ ὑποβαρβαρίζοντες λέγομεν , τά τε
[*](c) στρατηγάτα βαλανέως καὶ Μαρακέως καὶ ἡ Ἀντάραδος μετὰ τῆς Ἀνταρτοῦς· στρατηγίδες γὰρ καὶ ἀμφότερα. ταῦτά εἰσιν ἅπερ ἀποκόψασα ἡ βασιλεία ὑμῶν τῆς ὅλης δουκικῆς ἀρχῆς Ἀντιοχείας τῷ κύκλῳ τοῦ κράτους προσένειμεν ἐκεῖθεν ἀφελομένη. καὶ στέργω καὶ τοῖς τε δεδομένοις καὶ τοῖς ἀφῃρημένοις ὡσαύτως. καὶ ἀνθέξομαι μὲν τῶν δικαίων καὶ προνομίων ὧν παρέλαβον ἀφ' ὑμῶν, οὐκ ἀντιποιησαίμην δὲ ὧν οὐ παρέλαβον. οὐδ’ ἂν ὑπερβαίην τοὺς ὅρους, ἀλλ’ ἐμμενῶ τοῖς δεδωρημένοις κρατῶν αὐτὰ καὶ καρπούμενος, μέχρις ἂν τῷ βίῳ περιῶ, καθὰ προδεδήλωται. μετὰ δὲ τὴν
[*](D) ἐμὴν τελευτήν, ὡς καὶ τοῦτο προγέγραπται, ἀναδραμοῦνται πρὸς τὰς οἰκείας ἀρχὰς καὶ ὅθεν εἰς ἐμὴν ἐξουσίαν ἐδόθησαν. ἐπισκήψω γὰρ τοῖς ἐμοῖς ἐπιτρόποις καὶ ἀνθρώποις κατὰ τὴν τελευταίαν μου βούλησιν ἀποδώσειν τὰς χώρας ἁπάσας τὰς εἰρημένας τῷ σκήπτρῳ τῆς τῶν Ῥωμαίων ἀρχῆς μηδὲν περὶ τὴν ἀπόδοσιν περισργαζομένοις ἢ εἰς ἀμφισβήτησίν τινα διαπίπτουσι. καὶ ὄμνυμι καὶ τοῦτο καὶ τὴν συμφωνίαν ταύτην κατεμπεδῶ, ὡς ἀνυπερθέτως τε καὶ ἀναμφιβόλως τὸ προσταττόμενον πράξουσι. πλὴν καὶ τοῦτο προσκείσθω ταῖς συμφωνίαις, ὡς ἐπειδὴ ὑπὲρ τῶν ἀφῃρημένων παρὰ τοῦ κράτους ὑμῶν ἐκ τῆς Ἀντιοχικῆς ἀρχῆς
[*](Ρ. (??)) [*](2 καὶ seclusi 4 lacunam signavi 12 γὰρ] δὲ? 14 τώ C καὶ τῶ F) 219
καὶ τοῦ δουκάτου τῆς πόλεως ἐγώ τε κατελιπάρησα τὸν ὑμέτερον θρόνον ποιήσασθαι ἀντισήκωσιν καὶ οἱ περεγρῖνοι προσκατελιπάρησαν τὴν ὑμετέραν βασιλείαν, καὶ κατένευσε τὸ κράτος ὑμῶν ἀντισηκῶσαι μοι θέματα καὶ χώρας τινὰς καὶ πόλεις κατὰ τὴν ἀνατολὴν διακειμένας. δεῖ καὶ τούτων ἐνταυθοῖ μνημονεῦσαι κατ’ ὄνομα, ἕνα μήτε ἡ βασιλεία ὑμῶν ἀμφιβάλλοι κατά τι καὶ ἐγὼ ἔχω περὶ ὧν ἂν ἐπιξητοίην. ἦσαν δὲ ταῦτα· τό τε θέμα τῆς Κασιώτιδος χώρας, ἧς μητρόπολίς ἐστιν ἡ Βέρροια, ὃ κατὰ τὴν τῶν
[*](Β) βαρβάρων φωνὴν Χάλεπ λέγεται, τὸ θέμα τῆς λαπάρας καὶ τὰ ὑπὸ ταύτην πάντα πολίχνια, τοῦτ’ ἔστι τὰ Πλαστὰ, τὸ τοῦ χωνίου κάστρον, τὰ Ῥωμαΐνα, τὸ κάστρον Αραμισός, τὸ τοῦ Ἀμηρᾶ πολίχνιον, τὸ κάστρον τοῦ Σαρβάνου, τὸ τοῦ Τελχαμψὼν φρούριον σὺν οἷς καὶ τὰ τρία Τίλια, τό Σθλαβοτίλιν καὶ τἆλλα δύο, τὸ φρούριον τὸ Σγένιν, τὸ κάστρον τὸ Καλτζιέριν· καὶ δὴ καὶ ταυτὶ τὰ πολίχνια, τό τε Κομμερμοέρι καὶ τὸ Καθισμάτιν λεγόμενον καὶ τὸ Σαρσάπιν καὶ τὸ Νεκράν τὸ πολισμάτιον. ταῦτα μὲν τὰ ἐπὶ τάδε Συρίας κείμενα· τὰ δὲ ἀπὸ τῆς μέσης τῶν ποταμῶν θέματα, τὰ ἀγχοῦ που κείμενα τῆς πόλεως Ἐδέσης, τό τε
[*](C) θέμα τῶν Λιμνίων καὶ τὸ θέμα τοῦ Ἀετοῦ μετὰ πάσης τῆς ἑκάστου τούτων περιοχῆς. μηδὲ ταῦτα ἀμνημόνευτα
[*](323) κείσθω τὰ περὶ τῆς Ἐδέσης μηδὲ τὰ παρὰ τοῦ Θεοφρουφήτου κράτους ὑμῶν τετυπωμένα μοι ἐτήσια τάλαντα, λέγω δὴ τὰς διακοσίας λίτρας τῆς Μιχαηλάτου χαραγῆς. προσδεδώρηται γάρ μοι διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου τῆς βασιλείας ὑμῶν καὶ τὸ δουκάτον * ἐξ ὁλοκλήρου μετὰ τῶν ὑπ’ αὐτὸ ἁπάντων φρουρίων τε καὶ χωρῶν οὐκ εἰς ἐμὸν πρόσωπον μόνον περιισταμένης τῆς δουκικῆς ταύτης ἀρχῆς· ἀλλὰ γὰρ ἐφεῖταί μοι παραπέμπειν αὐτὴν διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου εἰς ὃν ἂν αὐτὸς ἐθέλοιμι,
[*](18 τὸ r: τὴν F 27 lacunam signavi: apparet verba τῆς Ἐδέσης intercidisse 28 αὐτὸν F) 220
μέλλοντος δηλονότι κἀκείνου ὑποκύπτειν τοῖς τῆς βασιλείας ὑμῶν προστάγμασι καὶ θελήμασι καθαπερεὶ ἀνθρώπου λιζίου
[*](D) τυγχάνοντος τοῦ αὐτοῦ κράτους καὶ τῆς αὐτῆς βασιλείας καὶ τὰ αὐτὰ βουλομένου καὶ συμφωνοῦντος , ἅπερ κἀγώ, πρὸς ὑμᾶς. ἀλλὰ καὶ τὸ ἀπὸ τοῦδε, ἐπειδὴ καθάπαξ ἐγε- νόμην ὑμέτερος ἄνθρωπος καὶ τοῦ κύκλου τοῦ κράτους ὑμῶν, ὀφείλω λαμβάνειν κατ’ ἐτησίαν δόσιν ἀπὸ τῶν βα- σιλικῶν θησαυρῶν τάλαντα διακόσια τοῦ προβεβασιλευκότος κυρίου Μιχαὴλ ποιότητά τε καὶ χαραγὴν ἀποφέροντα διά τινος ἀποστολέως ἡμετέρου Συριάθεν πεμπομένου μετὰ καὶ
[*](P. 41) γραμμάτων ἐμῶν πρὸς ὑμᾶς εἰς τὴν βασιλίδα πόλιν, ἐφ’ ᾧ ταῦτα λαβεῖν εἰς ἡμέτερον πρόσωπον. καὶ ὑμεῖς μέν, οἱ ἀεισέβαστοι βασιλεῖς καὶ σεβαστοί γε καὶ αὔγουστοι τῆς τῶν Ρωμαίων ἡγεμονίας, στέρξετε δήπουθεν τὰ ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας ἐγγεγραμμένα καὶ τὰ ὑπεσχημένα διατηρήσετε. ἐγὼ δὲ διὰ τοῦδε τοῦ ὅρκου τὰ παρ’ ἐμοῦ πρὸς ὑμᾶς συμπεφωνημένα κατεμπεδῶ. ὄμνυμι γὰρ εἰς τὰ πάθη τοῦ ἀπαθοῦς καὶ σωτῆρος Χριστοῦ καὶ εἰς τὸν ἀήττητον ἐκείνου σταυρόν, ὃν ὑπὲρ τῆς τῶν ἁπάντων σωτηρίας ὑπέμεινε, καὶ εἰς τὰ προκείμενα
[*](B) παναγέστατα εὐαγγέλια, ἁ τὴν οἰκουμένην ἅπασαν ἐσαγήνευσε ’ ταῦτα γὰρ κρατῶν ἐπόμνυμι καὶ τὸν πολύτιμον σταυρὸν τοῦ Χριστοῦ συμπαραλαμβάνων τῷ νῷ καὶ τὸν ἀκάνθινον στέ- φανον καὶ τοὺς ἥλους καὶ τὴν λόγχην ἐκείνην τὴν διατρήσασαν τὴν δεσποτικὴν καὶ ζωοποιὸν πλευρὰν πρὸς σέ , τὸν κράτιστον καὶ ἅγιον ἡμῶν βασιλέα κύριον Ἀλέξιον τὸν Κουνηνὸν καὶ τὸν συμβασιλεύοντα σοι τριπόθητον κύριον Ἰωάννην τὸν πορφυρογέννητον, ὡς πάντα τὰ συμπεφωνημένα καὶ εἰρημένα ἀπὸ τοῦ στόματός μου φυλάξω καὶ ἀπαράβατα διατηρήσω μέχρι παντὸς καὶ τὰ ὑπὲρ τοῦ κράτους ὑμῶν καὶ νῦν φρονῶ καὶ εἰσέτι φρονήσω μηδ’ ἄχρι ψιλῆς ἐπινοίας
[*](C) κακόηθες ἢ δολερὸν πρὸς ὑμᾶς ἐνδεξόμενος, ἀλλ’ ἐμμενῶ
[*](2 ὑμῶν om F 22 τοῦτο F 32 ἐνδεξόμενος r: ἐνδειξόμενος F) 221
τοῖς ὑπ’ ἐμοῦ συμπεφωνημένοις καὶ καθ’ οἱονδήτινα τρόπον οὔτε ψευδορκήσω πρὸς ὑμᾶς οὔτε εἰς ἀθέτησιν τῶν ὑπεσχημένων χωρήσω οὔτε πρὸς ἄσπονδόν τι ἐπινοήσομαι οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ σὺν ἐμοὶ πάντες καὶ ὁπόσοι τῆς ἐμῆς ἐξουσίας εἰσὶ καὶ τὸν χορὸν τῶν ἐμῶν στρατιωτῶν ἀπαρτίζουσιν· ἀλλὰ καὶ ὑπὲρ * τῶν σῶν ἐχθρῶν θωρακιούμεθα καὶ ἀροῦμεν ὅπλα καὶ δόρατα καὶ τοῖς σοῖς φίλοις ἐμβαλοῦμεν τὰς δεξιάς· καὶ πάντα τὰ πρὸς ὠφέλειαν καὶ τιμὴν τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐπινοήσω καὶ καταπράξομαι.
[*](D) οὕτως ὀναίμην τῆς τοῦ Θεοῦ βοηθείας, οὕτω τοῦ σταυροῦ καὶ τῶν θείων εὐαγγελίων.
Ταῦτα ἐγράφη τε καὶ οἱ ὅρκοι συνετελέσθησαν παρουσίᾳ τῶν ὑπογεγραμμένων μαρτύρων κατὰ μῆνα Σεπτέμβριον δευτέρας ἐπινεμήσεως ἔτους ἤδη διαρρυϊσκομένου ςχιζ΄.
Οἱ μέντοι παρουσιάσαντες μάρτυρες καὶ ὑπογεγραφότες, [*](V. 329) ὧν ἐναντίον ταῦτα τετέλεστο, εἰσὶν οὗτοι· οἱ θεοφιλέστατοι ἐπίσκοποι, ὅ τε Ἀμάλφης Μαῦρος καὶ ὁ τοῦ Τερεντοῦ Ῥενάρδος καὶ οἱ σὺν αὐτῷ κληρικοί· ὁ εὐλαβέστατος καθηγούμενος τῆς ἐν Λογγιβαρδίᾳ σεβασμίας μονῆς τοῦ ἁγίου Ἀνδρέου, τῆς ἐν τῇ νήσῳ τοῦ Βρεντησίον, καί τινες αὐ- [*](P. 416) τῶν δύο μοναχοί· οἱ ἄρχοντες τῶν περεγρίνων, ὧν τὰ μὲν σίγνα αὐτοὶ διεχάραξαν οἰκειοχείρως, τὰ δὲ τούτων ὀνόματα διὰ χειρὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀμάλφης τοῖς σίγνοις προσπαρεγράφησαν, ὃς καὶ πρέσβυς παρὰ τοῦ πάπα πρὸς τὸν αὐτοκράτορα ἐληλύθει. οἱ ἀπὸ τῆς βασιλείου αὐλῆς · ὁ σεβαστός Μαρῖνος, Ῥογέρης ὁ τοῦ Τακουπέρτου, [*](Β) Πέτρος Ἀλίφας , Γελίελμος ὁ Γανζῆ , Ῥιτζάρδος ὁ Πριντζίτας, Ἰοσφρὲ Μαλή, Οὐμπέρτος ὁ υἱὸς τοῦ Γραούλ, Παῦλος ὁ Ῥωμαῖος, οἱ ἐκ τῶν Δακῶν ἥκοντες ἀποκρισιάριοι παρὰ τοῦ κράλη καὶ συμπενθέρου τῆς βασιλείας, Ζουπάνος ὁ Περὴς καὶ Σίμων, καὶ οἱ ἀποκρισιάριοι Ῥισκάρδου Σινι- [*](6 lacunam signavi 13 σεπτέβριον F 26 Τακουπέρτου Ducangius: τακουτέρτου F 28 Ῥαούλ Ducangius)
222
σκάρδου, Βασίλειος νωβελλίσιμος ὁ εὐνοῦχος καὶ Κωνσταντῖνος νοτάριος.’’
Τὸν μὲν οὖν ἔγγραφον ὅρκον τοῦτον ὁ αὐτοκράτωρ παρὰ τοῦ ΒαΪμούντου ἔλαβεν , ἀντιδέδωκε δὲ πρὸς αὐτὸν τὸν εἰρημένον ἄνωθεν χρυσόβουλλον λόγον ἐνσεσημασμένον διὰ κινναβάρεως, ὡς ἔθος, διὰ βασιλικῆς δεζιᾶς.
223
[*](P. 419 V. 332)Τῶν οὖν δεδογμένων τῷ αὐτοκράτορι πέρας ἐσχηκότων τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον συμφωνίαν ἐνόρχως ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τῆς λόγχης, δι’ ἧς τὴν τοῦ σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκαμένην ἐπάνοδον ᾐτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ’ αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδῶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δὲ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, [*](Β) ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύσεσθαι. ταῦτ’ αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκατατιθέμενον ταῖς τούτου αἰτήσεσιν εἶχεν εὐθύς. τιμηθεὶς οὐν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τό οἰκεῖον ἐπανέτρεχε στράτευμα. συναπῄει δὲ τούτῳ καὶ Κωνσταντῖνος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν κατακαλῶν, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἲν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις παρέχοι αὐτοῖς. καταλαβὼν οὖν τὴν ἰδίαν παρεμβολὴν [*](c) καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ’ αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος εἰς μονῆρες εἰσελθὼν τὴν [*](22 προνοίας F)
224
Λογγιβαρδίαν κατέλαβεν. οὐ πλείω δὲ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. ὁ δὲ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ’ αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. ἐπανελθὼν δὲ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις, ὅπως τὰ κατὰ τὴν παραλίαν τῆς Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι τελείως ἠρίπωσαν, ἐν δεινῷ ἐποιεῖτο, εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρῴην ἀπο-
[*](D) δοίη κόσμον καὶ τοὺς ἁπανταχῇ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. οὐ μὴν ἀλλ’ οὐδὲ περὶ τῆς τοῦ Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα. ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δὲ οὗτος καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλους, πρὸς δὲ τοὺς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρατιωτικῆς
[*](P.) παιδείας πάμπαν ἀμύητος· οὔτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ᾔδει οὔτε θυρεῷ σκέπεσθαι · τἆλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μηχανημάτων τοὺς πολεμίους ἧτταν) οὗτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. γινώσκων οὖν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται (οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών
[*](V.) ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ), πείθεται διὰ ταῦτα
[*](B) καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεῖς τὰς ἐπιχειρήσεις ποιεῖσθαι. ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλῳσόμενος πορθμὸν καταλαμβάνει τὸ Ἀτραμύτιον. πόλις δὲ πρῴην μὲν ἦν πολυανθρωποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐλῄζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαι
225
ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησε τε καὶ εἰς τὸ πρότερον ἀποκατέστησε σχῆμα τούς τε ἐποίκους ἁπανταχόθεν
[*](c) ἀνεκαλέσατο, ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσῴζοντο, καὶ ἐζ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισε τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τώ τότε ἐνδιατρίβειν ἀπόμοιραν τῶν ὑπ’ αὐτὸν δυνάμεων ἀποδιελόμενος ἐζέπεμψε κατ' αὐτῶν. οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ’ αὐτῶν συνάψαντες τὴν νικῶσαν εἶχον παραυτίκα · ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο, ὡς καὶ τὰ νεογνὰ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας· πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν ἄγοντες
[*](D) πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. οἱ δέ γε καταλειφθέντες Τοῦρκοι μελενδυτήσαντες καὶ τὰς σφῶν συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλοις βουλόμενοι ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώραν γοερὸν ἀνοιμώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγούμενοι κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινουντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ
[*](421) ἐγχειρήματος. ἀρχισατράπης δέ τις Ἀσὰν τὴν κλῆσιν, ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοὺς μεταπεμψάμενος, ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλιάδας παραστῆναι τὸ ὑπ’ αὐτὸν στράτευμα, κατ’ αὐτοῦ ἔξεισι. δεινὸς δὲ ὢν ἀνὴρ ὁ Ἐυμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ’ ἀναπεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῇ ἔπεμπε καὶ ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέπεμπεν ἄλλους καὶ πρὸς
[*](Β) ἐγρήγορσιν ἀνηρέθιζεν, ὥστε παννύχους ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιάδας περιαθρεῖν. τούτων οὐν τις
[*](30 αὐτοῖς Α αὐτοὶ F) 226
πόρρωθεν τὸ Τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. ὁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσκέπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἠχεῖν· καὶ ἁπλῶς ἐν τοιούτῳ σχήματι τὴν πόλιν
[*](c) κατεστήσατο, ὡς πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις.
[*](v.) ὁ δὲ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ παρέμεινεν ἡμέραις. ὡς δὲ οὐδεὶς τῶν ἐντὸς ἄνωθεν προκύπτων ἐφαίνετο, αἱ δὲ πύλαι εἶχον ἀσφάλειαν, ἑλεπόλεις δὲ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετρόβολά ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν πολλὴν ἀσθένειαν καταψηφισάμενος τῶν ἐντὸς ἄλλην ἀτραπὸν
[*](D) ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξαπέστειλεν, ἑτέρας δὲ * ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην ἀπερχομένοις. ὁ μέντοι Φιλοκάλης διαγνοὺς τὸ τοῦ Ἀσὰν ἐπιχείρημα ἁπάσας τὰς ὗπ' αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ὑπνώττοντας ἀπεριμερίμνως καταλαμβάνουσι καὶ ἐπεισπεσόντες τούτοις
[*](p.) αὐγαζούσης ἡμέρας ἀφειόῶς κατέσφαττον· τοὺς δὲ παρ’ αὐτῶν κατεχομένους δορυαλώτους ἐρρύσαντο ἅπαντας. κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμφαιον ἀπερχομένους μένους Τούρκους ἐδίωξαν· διεκδραμόντες δὲ καί τινες ἀπό
[*](12 τῶν ἐντὸς quae F post πύλαι habet huc transposui 18. 25 κελβιανοῦ C κερβιανοῦ F 19 lacunam quinque litterarum agnoscit F 22 τὴν Σμύρναν Α om septem litterarum spatio relicto F) 227
τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ’ αὐτῶν συγκροτήσαντες πόλεμον κατὰ κράτος ἐνίκησαν. καὶ πολλοὺς μὲν κτείνουσι, πολλοὺς δὲ καὶ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀπεπνίγησαν. ποταμὸς
[*](Β) δὲ οὗτος περὶ Φρυγίαν, σκολιώτατος ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. θαρσήσαντες δὲ κἀπὶ τῇ δευτέρᾳ νίκῃ τοὺς ἐπιλοίπους ἐδίωκον. ἀλλ’ οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων φθασάντων πορρωτάτω γενέσθαι τούτων. εἶθ' οὕτως ἐπανῆλθον πρὸς Φιλαδέλφειαν. ὁ δέ γε Εὐμάθιος τούτους θεασάμενος καὶ μεμαθηκώς, ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.
Μετὰ δὲ τὴν τοῦ ΒαΪμούντου τελευτὴν ἐπειδὴ ὁ [*](C) Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταύτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐν ταὐτῷ κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένους ὅρκους τῶν βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δὲ πεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις [*](P. 35) αὐτοῖς ἐντυγχάνων ἀεὶ καὶ καταπίκροις ἀνδράσι, πολλὰ δὲ [*](D) Ῥωμαϊκὰ στρατεύματα τούτοις συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μέν, ἵνα μὴ Τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ’, ὅπως καὶ ὑφ’ ἡμῶν συγκροτούμενοι τὰς μὲν πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δὲ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδὲν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων καὶ δωρεῶν τῇ Ῥωμαίων [*](23)ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν [*](18 ἐν ταὐτῷ r: ἐνταῦθα F 27 μὲν addidi 29 διδοῖεν r: διδόναι F)
228
τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ’ ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ τῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. τὸ γὰρ ἐκείνου μὲν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπὲρ αὐτῶν φροντίδα καὶ τῶν παρ’ αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδὲν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους λογίζεσθαι τὸ ἐκνίκημα ἴδιον τὰς πρὸς αὐτὸν συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσαντας
[*](B) καὶ παρ ’ οὐδὲν λογισαμένους διεσπάραττεν αὐτοῦ τὴν ψυχήν, καὶ οὐκ εἶχεν ὅπως ἐνέγκοι τὴν ὕβριν. ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρὲ διεγκαλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονούμενος, ἀλλὰ μετελεύσεται τοῦτον καὶ τῆς εἰς Ῥωμαίους ἀχαριστίας· δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρήματα μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν Ῥωμαϊκῶν συνταγμάτων ἕνεκα Συρίας N
[*](B) ἁπάσης καὶ τῆς Ἀντιοχείας αὐτῆς σπεύδων ὅλῃ χειρὶ καὶ γνώμῃ τὰ ὅρια πλατῦναι τῆς Ῥωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴης τῶν ἐκείνου καὶ χρημάτων καὶ πόνων. ταῦτα διαπρεσβευσαμένου τοῦ αὐτοκράτορος ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος οὐδ’ ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ’ ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια
[*](D) ἔλεγέ τε διαρρήδην καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ’ ἄν, εἴ τι γένοιτο, μεθήσειν τὴν Ἀντιόχειαν διισχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντιμάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον
[*](27 διατετραίνειν r: διατετρήνειν F 32 Νίνον r: νοῦν F) 229
καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον καὶ ἄχθος
[*](P. 454 V. 336) ἀρούρης ἑστῶτα τῇ γῇ, τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν ζώων τὰ ἀσθενέστατα. ἐκεῖθεν δὲ τῶν πρέσβεων ἐπανελθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ’ ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. συναγαγὼν οὖν τοὺς ἐλλογιμωτάτους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἕπαντας τοὺς τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ᾐτεῖτο. ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν
[*](Β) δέον λέγοντες πρότερον τοὺς ἄλλους ὑποποιήσασθαι κομήτας τοὺς κατὰ τὰς παρακειμένας τῇ Ἀντιόχου πόλεις ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας πειρᾶσαι, εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ αὐτοῦ ἔλευσιν, εἰ δὲ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας αὐτίκα μεταπεμψάμενος Μανουὴλ τὸν Βουτουμίτην καί τινα
[*](c) ἕτερον τῆς Λατινικῆς εἰδήμονα διαλέκτου πρὸς τοὺς κομήτας καὶ τὸν ῥῆγα Ἱεροσολύμων ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αὐτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἦν διὰ τὸ τῶν Λατίνων ἐρασιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπρου Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο· ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος
[*](D) παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς τοὺς κομήτας δόσεις. ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ
[*](12 πόλεις r: πόλει F) 230
Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμνήσθη, ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως, ἣν πρὸς τὸν αὐτοκράτορα ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς “οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ’ ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. ἐμὲ δὲ ἴσθι καταλαμβάνειν ἤδη τὴν
[*](P.) Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε εἰς Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνους τηρήσαντα ὅρκους. σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.’’ καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι. προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν
[*](B) ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. ὡς δὲ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπὲρ αὐτοῦ προθύμως ἑλέσθαι,
[*](V.) ει’ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ·ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. ἐδεδίει γὰρ μὴ ἐπιφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται,
[*](C) τοὺς δὲ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταγγρὲ χρήσαιντο. δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῦ αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ’ οὕτως τὰ χρήματα αὐτοῖς ἐγχειρίσαι. οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα
231
[*](D) εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο, καθά γε καὶ εἴρηται. ὁ δὲ Βαλδουῖνος μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. οἱ δὲ τὰ χρήματα αὐτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι
[*](P. 426) τὸν Βαλδουῖνον πολιορκοῦντα τὴν Τύρον. ὁ ἄσμενος αὐτοὺς ὑποδεξάμενος καὶ παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τύρον, ὡς εἴρηται. ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μὲν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν. ὁ μὲν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. καὶ ἦσαν καθάπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες
[*](Β) τὴν πόλιν. ἀλλ’ ὅ γε Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα ταῦτα καταβαλεῖν, εἶθ’ οὕτω τὴν πόλιν ἑλεῖν· οἷα γάρ τινα θωράκια τῆς Τύρου προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας
[*](C) πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν
[*](V. 338) ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δὲ ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀνατνεύσασι. πανουργεύονται δὲ καί τι τοιοῦτον. τῷ μὲν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς
[*](6 πλεκτράνου F 31 δὲ καί τι r: δέ τι καὶ F) 232
αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δὲ μηχανάς τινας συρράπτοντες κατ' αὐτοῦ. ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ
[*](D) πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἔξωθεν στρατιώτας ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. ὧν ἐξ ἀνάγκης καταθραυσθέντων περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. οἱς ἐπερρίπτουν δᾷδας ἡμμένας, εἶτ' αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἣ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αὐτῶν ἀπετέφρωσεν. ἅμα
[*](Ρ. 45) τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἷς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδασκεν· ἑάλωσαν δὲ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἒξ στρατιῶται τὸν ἀριθμόν, οὓς ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρατεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε. ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλὰς μετ’ ἐκπλήξεως ἔφευγον τοῖς ἵπποις ἐποχηθέντες
[*](B) ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φεύγοντας καὶ παντοίως παραθαρρύνοντος. ἀλλὰ γὰρ ᾖδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμου καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. ἀπειπάμενος δ’ οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην
[*](c) πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ
233
αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο· προεπιβαλὼν τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. τὸ δὲ ἄρα ἀληθὲς μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία, ἕν’ οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ τοῦτον
[*](D) ὡς ψευσάμενον κατεμέμψατο. προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι, ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς λῃζομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε,
[*](P. 339) καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. ταῦτα τῷ Βουτουμίτῃ ὁ Βαλδουῖονς ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη “μετ’ ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσβεων
[*](V. 428) ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι”. ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. ὁ δὲ Βουτουμίτης “εἴπερβοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἐπαγγέλλεσθε τὸν ὅρκον, ὃν ἐν τῷ διέρχεσθαι πρὸς αὐτὸν ἐποιήσατε, φυλάττοντες, καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῦτα λήψεσθε χρήματα’’. ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δὲ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρἐ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. τοιοῦτον γὰρ τὸ βάρ-
[*](Β) βαρον ἅπαν ἦθος · πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ τὰ χρήματα, πράττειν δὲ ὑπὲρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αὐτῷ ἀπέλυσεν. ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ κατὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἐληλυθότι καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων,
[*](9 γὰρ om F) 234
ἄπρακτοι ἀκεῖθεν ὑποχωρήσαντες καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελκτράνῳ ἐντυχόντες ἐπεζήτουν τὰ κατατεθέντα παρ' αὐτῶν εἰς τὴν ἐπισκοπὴν χρήματα. ὁ δὲ υἱὸς ἀκείνου καὶ ὁ Τριπόλεως ἑπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων
[*](C) παροχήν. οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον "εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῦ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελδτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. λοιπὸν οὐδὲ τὴν ἀπὸ κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ λοιποῦ ἕξετε οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεσθε''. ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μὲν διὰ μειλιχίων λόγων, πῆ δὲ δι᾿ ἀπελῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον,
[*](D) δεῖν ἀλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ὁρκίσαι τοῦ αὐτοκράτορος καὶ οὕτω τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. ὁ δὲ λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτρος.
[*](P.4) τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δἰ αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. ἐκεῖθεν δὲ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφύλιον παραμείψαντες κόλπον τὸν πολῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καὶ τὸν Ἑλλήσπουτον διαβεβηκότες τὸν βασιλέα καταλαμβάνουσιν.
[*](V. B)Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφε-Β τοῦ δίκην ἐπήρχοντο, ἀπὸμὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, [*](2 πλεκτράνω F 8 πελκράνος F 24 χερόνησον F semper)
235
δεῖν καὶ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ’ ἄμφω τὰ μέρη μάχεσθαι. καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν
[*](c) ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μοναστρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ χλιαρὰ καὶ τὰ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους
[*](D) τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας. πολλὴν δὲ τὴν πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομάς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ’ ὥραν. οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύτου καἰ κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομὰς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθους ἀνυστάκτως ἐπιτηρεῖν τὸν Φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους
[*](450) παραπλέοντας φρουρεῖν μηδὲ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. ἐπεὶ δὲ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιάσας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. ὡς δὲ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπεποίητο, ἀποδιελόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ’ ᾧ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασιλέως καταμαθεῖν. ὡς δὲ τὴν Ἄβυδον κατέλαβον
[*](Β) ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν
[*](6 Ἀτραμυτίου r: ἀτραμύτου F 23 πελοπόνησον F) 236
λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. δι’ ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκοτες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται, ἐφ’ ᾧ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἷοί τε ἦσαν ἀπομάχεσθαι,
[*](V.) τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. εἰς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιούτους ἀρχηγοὺς τὴν ἰδίαν ἀφελόμενος νῆα μονήρη ὠκυτάτην οὖσαν πρὸς τὸν Βαλδουῖνον
[*](c) ἀπῄει καὶ τὴν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθάσας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα διηγήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ Ῥωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται. ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει, ὅτιπερ οἱ ἡγεμόνες τοῦ Κελτικοῦ στόλου οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ’ αὐτῶν ἐγνωκότες ὑπέστρεψαν βέλτιον εἶναι νομίσαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου μαχομένους
[*](D) ἡττηθῆναι. ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν Ῥωμαϊκὸν ἔτι δεδιὼς στόλον. ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ’ οὐδὲ τὰ κατὰ τὴν ἤπειρον
[*](P.) ζάλης ἄτερ παρῆσαν οὐδὲ φροντίδων ἄνευ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις έξ Ἀμάστριδος τὴν Ἀκρουνὸν φρουρῶν ἀποστασίαν μελετήσας κατέσχεν αὐτὴν καὶ τὰ παρακεόμενα ταύτῃ δεινῶς ἐλῄζετο. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ μετὰ ἀποχρώσης δυνάμεως κατ’ αὐτοῦ τὸν τοῦ Δεκανοῦ ἐξέπεμψε Γεώργιον. ὃς καὶ πολιορκήσας ἐπὶ τρισὶ μησὶ ταυτηνὶ μὲν τὴν πόλιν κατέσχε, τὸν δὲ ἀποστάτην ἐκεῖνον πρὸς τὸν αὐτοκράτορα ταχέως ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ τὴν μὲν τοῦ κάστρου φρουρὰν ἑτέρῳ αὐτῷ δὲ τὰς ὀφρῦς ἐπιτοξεύσας πολλὰ ἀπειλήσας καὶ θάνατον αὐτοῦ τῷ φαινομένῳ καταψηφισάμενος εἰς φόβον μέγαν ἐνῆκε τὸν ἄνθρωπον, ταχὺ δὲ τὸ δέος ἔλυσε τοῦ στρα-
[*](B) 237
τιώτου. οὔπω γὰρ ὁ ἥλιος τοῦ ὁρίζοντος κατέδυ, καὶ ὁ δεσμώτης ἐλεύθερος ἵστατο καὶ ὁ θανάτου καταψηφισθεὶς μυρίων ἐτετυχήκει δωρεῶν. τοιοῦτος ὁ ἐμὸς πατὴρ βασιλεὺς ἐν πᾶσιν ἐφαίνετο, κἂν πολλῆς ἐς ὕστερον τῆς ἐξ ἁπάντων ἀγνωμοσύνης ἀπήλαυσε, καθάπερ ποτὲ καὶ ὁ πάντων εὐεργέτης ὁ κύριος μάννα βρέχων ἐν ἐρήμῳ, σιτίζων ἐν ὄρεσι καὶ ἐν θαλάττῃ ἀβρόχους διαβιβάζων καὶ ὕστερον ἀθετούμενος καὶ ὑβριζόμενος καὶ τυπτόμενος καὶ τέλος σταυρὸν παρὰ τῶν
[*](C) ἀνόμων κατακρινόμενος. ἀλλ᾿ ἐνταῦθα γενομένης προεκπηδᾷ μόν τοῦ λόγου τὸ δάκρυον καὶ σφύζω περὶ τούτων ἐρεῖν καὶ ποιήσασθαι τῶν ἀγνωμόνων κατάλογον, ἀλλὰ τὴν γλῶτταν ἐπέχω καὶ τὴν καρδίαν σφαδάζουσαν καὶ τοῦτο δὴ πρὸς ἐμαυτὴν ἐπιλέγω συνεχῶς τὸ τοῦ ποιητοῦ “τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ᾿ ἔτλης”. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀγνώμονα στρατιώτην ἐκεῖνον· τῶν δέ γε ἀπὸ τοῦ Χοροσὰν παρὰ τοῦ Σαἰ·σὰν σουλτάνου πεμφθέντων οἱ μὲν
[*](V. 342) διὰ τῶν μερῶν τοῦ Σινάου κατήρχοντο, οἱ δὲ διὰ τῆς ἰδίως καλουμένης Ἀσίας ᾔεσαν. ὅπερ μεμαθηκὼς ὁ Γαβρᾶς Κωνσταντῖνος, ὁ τηνικαῦτα τὴν Φιλαδέλφειαν φρουρῶν, ἀναλαβό-
[*](D) μένος τὰς ὑπ᾿ αὐτὸν δυνάμεις καὶ καταλαβὼν τούτους εἰς τὸ Κελβιανὸν αὐτὸς πρῶτος ἁπάντων κατ᾿ αὐτῶν λύσας τὸν χαλινὸν καὶ τοῖς ἄλλοις αὐτὸ τοῦτο παρακελευσάμενος ἧτται
[*](P. 432) τοὺς βαρβάρους. ὁ δὲ τούτους ἐκπέμψας σουλτάνος τὴν ἧτταν τῶν τοσούτων μεμαθηκὼς ἀποστείλας πρὸς τὸν αὐτοκράτορα τὰ περὶ εἰρήνης διαπρεσβεύεται ὁμολογῶν ἅμα ἐκ πολλοῦ τὴν ἀναμεταξὺ τῶν Μουσουλμάνων καὶ Ῥωεἰρήνην ἐπιποθεῖν θεάσασθαι. ἐκ μακρὸν γὰρ τὰς τοῦ αὐτοκράτορος κατὰ πάντων ἀριστείας μανθάνων καὶ ἀπόπειραν αὐτοῦ οἷον ποιησάμενος κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα καὶ ἐξ ὀνύχων τὸν λέοντα ἐπεγνωκὼς καὶ μὴ βουλόμενος πρὸς εἰρηνικὰς ἀπενενεύκει σπονδάς. τῶν ἐκ Περ-
[*](Β) σίδος τοίνυν καταλαβόντων πρέσβεων ὁ βασιλεὺς φοβερὸς
[*](5 πάντων AC πρῶτος F 13 ποητοῦ F Od. 20, 18 δὴ Α om F 17 τοῦ r: τῆς F 19 ὁ Α om F 21 κελβιανὸν C κερβιανον FA) 238
προὐκάθητο καὶ οἱ ἐπὶ τῆς τάξεως τοὺς στρατιώτας ἐκ πάσης γλώττης συνειλεγμένους καὶ τοὺς πελεκυφόρους βαρβάρους ἐν τάξει καταστησάμενοι τοὺς πρέσβεις ἐπὶ τοῦ βασιλικοῦ παρεστήσαντο βήματος. ὁ δὲ περὶ τοῦ σουλτάνου τούτους τὰ εἰκότα ἐπερωτήσας καὶ ἀκούσας τὰ δι’ αὐτῶν μηνύματα ὡμολόγει μὲν τὴν μετὰ πάντων εἰρήνην ἀσπάζεσθαί τε καὶ θέλειν, πυθόμενος δὲ περὶ τῶν τῷ σουλτάνῳ δοκούντων, ἐπεὶ μὴ πάντα τὰ παρ' αὐτῶν αἰτούμενα συνοίσοντα τῇ τῶν Ῥωμαίων ἀρχῇ διέγνω, πολλὴν τοῖς αὐτοῦ λόγοις πειθὼ
[*](c) περιστείλας εὐστοχώτατά τε πρὸς αὐτοὺς ἀπολογησάμενος διὰ πολλῶν ῥημάτων πείθει τοῖς αὐτοῦ συγκατανεῦσαι θελήμασιν. εἶτα πρὸς τὴν παρασκευασθεῖσαν αὐτοῖς σκηνὴν ἀπέλυσεν ἐντειλάμενος σκοπῆσαι τὰ ῥηθέντα, καὶ εἰ μὲν ὅλῃ ψυχῇ πρὸς ταῦτα κατανεύσαιεν, ἐς νέωτα τὴν μεταξὺ συμφωνίαν πέρας λαβεῖν. ἐπεὶ δὲ προθύμως τὰ παρὰ τοῦ αὐτοκράτορος ἐφαίνοντο δεχόμενοι, τῇ μετ’ αὐτὴν πέρας ἡ συμφωνία λαμβάνει. οὐ πρὸς ἑαυτὸν δὲ ἀπένευε μόνον, ἀλλὰ πρὸς αὐτὴν τὴν βασιλείαν Ῥωμαίων. κηδόμενος γὰρ τῶν κοσμικῶν μᾶλλον ἢ τῶν ἑαυτοῦ πᾶν τὸ οἰκονομούμενον
[*](D) πρὸς τὰ σκῆπτρα Ῥωμαίων ἀπονεύειν καὶ ἀναφέρεσθαι παντοίως διῳκονόμει, ἵνα καὶ μετ’ αὐτὸν καὶ ἐς τὸν ἐφεξῆς
[*](p.) χρόνον τὰ συμπεφωνημένα διήκῃ, κἀν ἀπετύγχανε τοῦ σκοποῦ. τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἔσχε καὶ εἰς σύγχυσιν ἀφώρα τὰ πράγματα. κατεστόρεστο μὲν γὰρ τῷ τέως τὰ ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ * μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ πάντα τὰ λῴονα καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν
[*](V.) αὐτοῦ παρέλευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα.