Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ Ῥαοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς· ὁ δέ γε Βαϊμοῦντος μετὰ τῶν ἄλλων κομητῶν καταλαβὼν τὸν Ἄπρων καὶ μήτ’ ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνάμεις μεις πολλὰς συνεπαγόμενος δι’ ἣν εἶχε σπάνιν τῶν χρημάτων, τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν, ἅμα δὲ καὶ συγκαλύψαι τὰ κατ’ αὐτὸν ἐθέλων, μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομητῶν ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν. ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευτικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς [*](302) ἄλλους καταλαβεῖν κομήτας ὁμιλῆσαι τε καὶ ἀκοῦσαι τῶν παρ’ αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως διαπερᾶσαι, ἵνα μὴ ἑνωθεὶς μετ' αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοιπορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κομήτας κατέλιπε. τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ, ὡς εἶχε γνώμης, ἀστεϊξόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ Δυρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ ’ αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν ὡς “ἔγωγε κἀν ἐχθρὸς κἂν πολέμήτε [*](15 μήτε ἐξ F)

96
μιος τότ' ἦν, ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασθκελθας”. [*](B) ὁ δὲ αὐτοκράτωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ [*](V. (??)) ἀκροθιγῶς πως ἀποπειράσας τὸν αὐτοῦ λογισμόν, ἐπεὶ διέγνω κατανεύσοντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη “τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διαναπαύσασθαι, ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν”. ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον, οὗπερ τὰ τῆς κατοικίας αὐτῷ προηυτρέπιστο, τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὄψων καὶ ἐδεσμάτων μεστή. εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζώων προσενεγκόντες οἱ ὀψοποιοὶ ἔφασαν “ἡμῖν μὲν τὰ ὄψα, ὡς ὁρᾷς, ηὐτρέπισται [*](C) κατὰ τὸ σύνηθες · εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα, ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει”. οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλμένον αὐτοῖς ἦν. καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός, δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου, τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῦ ὄντος. ἕν’ οὖν μὴ ὑποψίαν τινὰ κατ’ αὐτοῦ σχοίη, καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑποψίαν. οὐκ ἠστόχει [*](D) δὲ τοῦ σκοποῦ. ὁ γὰρ δεινὸς Βαϊμοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως, ἀλλ’ οὐδ’ ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο, ἀλλ’ ἀπώσατο τ’ εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτῷ ὑπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε , τῷ μὲν φαινομένῳ φιλοφρονεῖσθαι τούτους ὑποκρινόμενος, τῇ δ’ ἀληθείᾳ, εἴ τις καλῶς σκοποίη, θανάτου κρατῆρα κεράσας αὐτοῖς. οὐδὲ τὸν δόλον ἐπέκρυπτε. τοσοῦτον καταφρονητικῶς περὶ τοὺς ὑπ’ αὐτὸν διέκειτο. τὰ μέντοι ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεγκαμένης τοῖς ἰδίοις ὀψοποιοῖς κατασκευάσαι ἐπέταττε. τῇ μετ’ αὐτὴν δὲ τοὺς [*](Ρ.) τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο, ὅπως αὐτοὺς διέθεντο. τῶν δὲ “καὶ λίαν καλῶς” εἰρηκότων καὶ ὡς μηδὲ [*](18 ἵνα F 23 τε F)
97
τῆς τυχούσης αἰσθέσθαι βλάβης, ἀποκαλύψας αὐτοῖς τὸ ἀπόρρητον ἴφη ὡς “ἔγωγε μεμνημένος τῶν μετ’ αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης ἐδεδίειν, μὴ τὸν ἐμὸν ἴσως ἐξαρτύσῃ θάνατον, θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών”. τοιαῦτα μὲν τὰ τοῦ ΒαΪμούντοτυ. ἐγὼ δ’ οὔποτε πονηρὸν ἐθεασάμην μὴ τοῦ ὀρθῶς τι ποιεῖν πόρρω που ἐν πᾶσι λόγοις καὶ πρακτέοις θέοντα. ὁπηνίκα γάρ τις τῆς μεσότητος ἐκσταίη, πρὸς ὁπότερον ἂν τῶν ἄκρων νεύσειε, πόρρωθεν τῆς ἀρετῆς ἕστηκε. μεταπεμψάμενος οὖν τὸν Βαϊμοῦντον [*](Β) ὁ βασιλεὺς τὸν συνήθη τοῖς Λατίνοις καὶ ἐξ αὐτοῦ ἐζήτει ὅρκον. ὁ δὲ τὰ ἑαυτοῦ ἐπιστάμενος καὶ ὅτι οὔτε ἐκ προγόνων περιφανῶν ἐγεγόνει οὔτε χρημάτων εὐπορίαν εἶχε καὶ διὰ τοῦτο οὐδὲ δυνάμεις πολλάς, ἀλλὰ μετρίους πάνυ τοὺς συνεπομένους αὐτῷ Κελτούς, καὶ ἄλλως δὲ φύσει ἐπίορκος ὤν, μάλα προθύμως τῷ τοῦ αὐτοκράτορος ὑπεῖξε θελήματι. [*](P. 240) κᾷθ' οὕτως ὁ βασιλεὺς περὶ τὰ βασίλεια οἰκίσκον τινὰ ἀφο- ρίσας εἰς τοὔδαφος κατέστρωσε παντοῖον εἶδος χρημάτων, * καὶ ἀμφίων χαράγματός τε χρυσίου καὶ ἀργύρου καὶ τῆς κατωτέρω ὕλης τοσοῦτον πληρώσας τὸ οἴκημα, ὡς μηδὲ [*](C) βαδίζειν δύνασθαί τινα τῷ πλήθει τούτων συμποδιξόμενον. τῷ δὲ μέλλοντι ὑποδεῖξαι ταῦτα τῷ Βαϊμούντῳ ἐπέταττεν ἀθρόον τὰς πύλας ἀναπετάσαι. ὁ δὲ ἐπὶ τῇ τούττων θέᾳ ἐκπλαγείς φησιν “εἰ τοσαῦτά μοι προσῆν χρήματα, πολλῶν ἂν χωρῶν κύριος πάλαι ἐγεγόνειν αὐτός”. καὶ ὃς “ταῦτά σοι τὴν σήμερον ἀποχαρίζεται ἅπαντα ὁ βασιλεύς”. ὁ δὲ περιχαρῶς ταῦτα δεξάμενος καὶ εὐχαριστήσας ἀπῄει ἀναπαυθησόμενος οὗ κατέλυσεν. ἀποκομισθέντων δὲ τούτων [*](D) αὐτῷ, μεταβαλὼν ὁ πρὶν τεθαυμακὼς ἔφη “oὐδέποτε τοιαύτην ἀτιμίαν ἔσεσθαί μοι ἀπὸ τοῦ βασιλέως ἤλπισα. λαβόντες οὖν ταῦτα ἀπαγάγετε τῷ πέμψαντι”. ὁ δὲ βασιλεὺς [*](V. 304) τὸ φύσει παλίμβουλον τῶν Λατίνων γινώσκων τὸν δημώδη λόγον ἀντέφησε “ κακὸν πρᾶγμα πρὸς τὸν ἴδιον ἐπανερχέσθω [*](10 ὁ βασιλεὺς Α om F 18 lacunam signavi: ἀγγείων καὶ?)
98
αὐθέντην”. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας καὶ τοὺς ἀποκομίσαντας ἐπιμελῶς ἀναζητοῦντας αὖθις αὐτὰ ὁρῶν μεταβαλὼν ὁ πρὶν ἀποπεμπόμενος ταῦτα καὶ ἀχθόμενος ἐπὶ τούτοις ἱλαρὸν βλέμμα τοῖς ἀποκομισταῖς ἐδείκνυ καθάπερ τις πολύπους μετασχηματιζόμενος ἐν βραχεῖ. φύσει μὲν γὰρ ἦν ὁ ἀνὴρ πονηρὸς καὶ ὀξὺς πρὸς τὰ συμπίπτοντα, πονηρίᾳ καὶ ἀνδρείᾳ τοσοῦτον ὑπερέχων ἁπάντων τῶν τότε διερχομένων Δατίνων, ὁπόσον δυνάμεσί τε καὶ χρήμασιν ἥττητο ἀλλὰ καὶ ὡς πάντων ἐκράτει κακεντρεχείας περιουσίᾳ, τὸ δὲ παλίμβουλον ὡς φυσικόν τι τῶν Λατίνων παρακολούθημα [*](B) παρείπετο καὶ αὐτῷ τὰ γοῦν χρήματα ὁ ἀπωθούμενος περιχαρῶς τηνικαῦτα ἐλάμβανε. δύσνους γὰρ ὢν τὴν ἐπεὶ μηδὲ χώραν ὅλως κεκτημένος τῆς ἐνεγκαμένης ἐξῄει τῷ μὲν φαινομένῳ χάριν τῆς τοῦ ἁγίου τάφου προσκυνήσεως, τῇ δ’ ἀληθείᾳ ἀρχὴν ἑαυτῷ περιποιήσασθαι προμηθευόμενος καὶ μᾶλλον, εἰ γένοιτό οἱ, καὶ αὐτῆς τῆς βασιλείας Ῥωμαίων ἐπιδράξασθαι χρωμένῳ ταῖς τοῦ πατρὸς ὑποθημοσύναις καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦντι, πολλῶν ἐδεῖτο χρημάτων. ὁ δὲ αὐτοκράτωρ τὸ δύσνουν καὶ [*](C) κακόηθες αὐτοῦ ἐπιστάμενος ἔσπευδε τὰ συναιρόμενα πρὸς τοὺς ὑποτυφομένους αὐτῷ λογισμοὺς εὐφυῶς περιαιρεῖν. διὸ καὶ τὸ δομεστικάτον αἰτούμενος τῆς ἀνατολῆς οὐκ ἔτυχε τῆς αἰτήσεως πρὸς Κρῆτα κρητίζων. δεδιὼς γὰρ ὁ βασιλεύς, μὴ ἐξουσίας δραξάμενος καὶ δι’ αὐτῆς δουλαγωγήσας τοὺς κομήτας ἅπαντας ῥᾳδίως περιάγοι τοῦ λοιποῦ, ὅπη βουλητὸν αὐτῷ ἐστι, μὴ θέλων τε τὸν Βαϊμοῦντον ὑπονοῆσαι ὅτι ἤδη πεφώραται, ἐλπίσι χρησταῖς αὐτὸν ὑποσαίνων ἴφη “τούτου μὲν καιρὸς οὔπω πάρεστι, διὰ δὲ τῆς σῆς ἐνεργείας καὶ ὑπολήψεως, ἀλλὰ δὴ καὶ πίστεως μετ' πολὺ καὶ τοῦτο γενήσεται”. ὁμιλήσας τοίνυν αὐτοῖς καὶ παντοίαις [*](D V) δωρεαῖς καὶ τιμαῖς φιλοφρονησάμενος τῇ μετ’ αὐτὴν αὐτὸς [*](28sq. ἐνεργείας καὶ ὑπολήψεως, ἀλλὰ δὴ καὶ πίστεως Α καὶ ὑπολήψεως, ἀλλὰ δὴ om F)
99
ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου ’ μεταπεμψάμενος δὲ αὐτόν τε τὸν Βαϊμοῦντον καὶ τοὺς κομήτας ἅπαντας περὶ τῶν κατὰ τὴν ὁδὸν αὐτοῖς συμβησομένων ὡμίλει βουλευόμενος τὰ [*](305) συμφέροντα, ἀναδιδάσκων ἅμα καὶ αἷς εἰώθασιν οἱ τοῦρκοι χρήσασθαι μεθοδείαις ἐν ταῖς μάχαις καὶ ὑποτιθέμενος, ὅπως τε παρατάττεσθαι χρὴ καὶ λόχους καθιστᾶν καὶ μὴ ἐπὶ πολὺ διώκειν, ὁπηνίκα τούτοις οἱ τοῦρκοι τὰ νῶτα διδόασι. καὶ οὕτως διά τε χρημάτων διά τε λόγων καταμαλάξας αὐτῶν τὸ ἄγριον καὶ τὰ συνοίσοντα ὑποθέμενος τὴν διαπεραίωσιν προὐτρέψατο. τὸν δέ γε Ἰσαγγέλην ἠγάπα διαφερόντως διά τε τὸ περιὸν αὐτῷ τοῦ φρονήματος καὶ τῆς ὑπολήψεως τὸ ἀνόθευτον καὶ τὸ τοῦ βίου καθαρόν, [*](Β) γινώσκων ἅμα καὶ ὁπόσον αὐτῷ τῆς ἀληθείας μέλει μηδὲν ταύτης μηδέποτε προτιμωμένῳ· τοσοῦτον γὰρ ἁπάντων Λατίνων ἐν πᾶσι διέφερεν, ὅσον ἀστέρων ἥλιος. διά τοι τοῦτο παρακατέσχεν αὐτὸν τέως μεθ’. ἑαυτοῦ. ἁπάντων οὖν συνταξαμένων τῷ αὐτοκράτορι καὶ διὰ τοῦ τῆς Προποντίδος πορθμοῦ τὸ Δαμάλιον καταλαβόντων ἀνεθεὶς τῆς ἐξ αὐτῶν ὀχλήσεως συχνάκις τὸν Ἰσαγγέλην μετεπέμπετο, ἀναδιδάσκων ἅμα καθαρώτερον τὰ κατὰ τὴν ὁδὸν συμβήσεσθαι μέλλοντα τοῖς Λατίνοις, παρεγύμνου δὲ καὶ ἣν περὶ τῆς τῶν Φράγγων γνώμης εἶχεν ὑπόληψιν. ταῦτα πολλάκις ἀποστοματίσας τῷ [*](C) Ἰσαγγέλῃ καὶ τὰς τῆς ψυχῆς οἷον ὑπανοίξας αὐτῷ πύλας καὶ πάντα διατρανώσας ἐπέσκηψεν ἀεὶ πρὸς τὴν τοῦ ΒαΪμούντου ἐγρηγορέναι κακίαν, ἵνα βουλόμενον παρασπονδῆσαι ἀπείργῃ τοῦτον τοῦ ἐγχειρήματος καὶ διὰ πάσης μεθόδου διαλύῃ τὰς ἐκείνου μηχανάς. ὁ δὲ πρὸς τὸν αὐτοκράτορά φησιν “ἐκ προγόνων καθάπερ τινὰ κλῆρον τὴν ἐπιορκίαν καὶ τὸν δόλον ὁ ΒαΪμοῦντος κεκτημένος, θαῦμα μέγιστον, εἰ τὰ ὀμωμοσμένα διατηρήσετεν. ἔγωγε δ’ ὅμως ὡς ἐνὸν σπεύσω. τὸ προσταχθὲν ἀεὶ ἀποπληροῦ.” καὶ συνταξάμενος τῷ αὐτοκράτορι ἄπεισιν ἑνωθησόμενος τῷ παντὶ στρατεύτε [*](11 Α om F)
100
ματι τῶν Κελτῶν. ὁ μέντοι αὐτοκράτωρ ἤθελε μὲν μετὰ [*](D) τῶν Κελτῶν κατὰ τῶν βαρβάρων ἀπιέναι, ἐδεδίει δὲ τὸ αὐτῶν [*](P. (??)) ἀναρίθμητον πλῆθος. δεῖν οὖν ἐλογίσατο τὸν Πελεκάνον καταλαβεῖν, ἕν’ ἐγγύθεν Νικαίας ἐνδιατρίβων μανθάνοι μὲν τὰ τοῖς Κελτοῖς συμβαίνοντα, ἅμα δὲ καὶ τὰς τῶν Τούρκων ἔξωθεν ἐφόδους καὶ τὴν τῶν ἐντὸς Νικαίας κατάστασιν. ἐν δεινῷ γὰρ ἐποιεῖτο, εἰ μή τι στρατηγικὸν ἐν τῷ μεταξὺ καὶ αὐτὸς κατορθώσοι, καὶ διεσκοπεῖτο, ἵνα εἰ ἐπιτήδεια τὰ πράγματα εὑρήσει, αὐτὸς τὴν Νίκαιαν ἕλῃ καὶ μὴ παρὰ τῶν [*](v.) Κελτῶν αὐτὴν σχοίη κατὰ τὰ παρ’ ἐκείνων ὀμωμοσμένα. [*](Β) εἶχε δὲ τὴν βουλὴν ταύτην ὑποβρύχιον καὶ πᾶν ὅπερ ἂν ᾠκονόμει καὶ τὴν αἰτίαν δἰ γίνεται αὐτὸς καὶ μόνος ἠπίστατο μόνῳ τῷ Βουτουμίτῃ τοῦτο ἐμπεπιστευκὼς καὶ τοῦτον ἀποστείλας ἐφ’ ᾧ ὑποποιεῖσθαι τοὺς ἐντὸς βαρβάρους διὰ παντοίων ὑποσχέσεων καὶ ἀπαθείας τελείας, ἐν μέρει δὲ καὶ ἀπειλούμενος τόσα καὶ τόσα πείσεσθαι καὶ παρανάλωμα ξίφους γενέσθαι , εἰ παρὰ τῶν Κελτῶν ἁλῷεν, [*](C) καὶ πάλαι τὸν Βουτουμίτην γινώσκων εὐνούστατον καὶ τὰ τοιαῦτα δραστήριον. ταῦτα μὲν οὐν ἐξ ἀρχῆς τοῦτον παρηκολουθήκει τὸν τρόπον.

[*](8 ἐπίτηδες F)
101
[*](P. 309 V. 245)

Ὁ δέ γε Βαϊμοῦντος καὶ πάντες οἱ κόμητες ἑνωθέντες, οὗ διαπλῴσασθαι πρὸς τὴν Κιβωτὸν ἔμελλον, μετὰ τοῦ Γοντοφρὲ τὴν τοῦ Ἱσαγγέλη προσέμενον ἄφιξιν. πλῆθος δὲ ὄντες ἀναρίθμητον, ἐπεὶ οὐκ ἠδύναντο αὐτοῦ που προσμένειν διὰ τὴν σπάνιν τῶν βοσκημάτων, εἰ καὶ τὴν τοῦ βασιλέως μετὰ τοῦ Ἱσαγγέλη ἀνέμενον ἄφιξιν, ἕνα κεῖθι συνταξάμενοι αὐτῷ τῆς πρὸς Νίκαιαν φερούσης ἅψωνται, διχῆ διαιρεθέντες οἱ μὲν διὰ τῆς Βιθυνῶν καὶ τῆς Νικομηδείας [*](Β) πρὸς Νίκαιαν ἤλαυνον, οἱ δὲ τὸν τῆς κιβωτοῦ διανηξάμενοι πορθμὸν ἐς ταὐτὸν συνεληλύθεσαν. καὶ οὕτως τῇ Νικαίᾳ προσπελάσαντες τοὺς πύργους καὶ τὰς μεταξὺ κορτίνας σφίσιν αὐτοῖς διενείμαντο κατὰ τάξεις τινὰς τὴν τειχομαχίαν ποιεῖν βουλευσάμενοι, ἴν’ ἐντεῦθεν ἕτερος πρὸς ἕτερον ἐρίζοντες καρτερωτέραν τὴν πολιορκίαν ποιοῖντο. τὸ δὲ λάχος τοῦ Ἰσαγγέλη κενὸν ἐάσαντες τὴν ἐκείνου προσέμενον ἄφιξιν. [*](C) ἐν ταὐτῷ δὲ καὶ ὁ αὐτοκράτωρ τὸν Πελεκάνον κατέλαβε κατὰ νοῦν ἔχων τὴν Νίκαιαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. οἱ δὲ ἐντὸς Νικαίας βάρβαροι τὸν σουλτάνον πολλάκις εἰς τὴν σφῶν αὐτῶν ἀρωγὴν μετεπέμποντο. ἐκείνου δ’ ἔτι βραδύνοντος [*](310) καὶ τῆς πολιορκίας ἐξ ἀνατολῆς ἡλίου μέχρι καὶ δύσεως αὐτῆς ἐν πολλαῖς ἤδη γινομένης ἡμέραις, ἐπεὶ ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτοὺς ἑώρων, γνωσιμαχήσαντες βέλτιον προσεληλυθέναι τῷ βασιλεῖ ἣ παρὰ τῶν Κελτῶν ἁλῶναι [*](20 καὶ δύσεως C καταδύσεως F)

102
ἐγνώκεσαν. μετακαλοῦνται τοίνυν ἐπ’ αὐτῷ τούτῳ τὸν Βουτουμίτην τόσα καὶ τόσα ἀγαθὰ παρὰ τοῦ βασιλέως πείσεσθαι διὰ γραμμάτων συχνῶν πολλάκις αὐτοῖς ἐπαγγελλόμενον, εἰ τὴν Νίκαιαν αὐτῷ παραδοῖεν. ὁ δὲ τὰς τοῦ βασιλέως φιλοφροσύνας καθαρώτερον ἀπαγγείλας καὶ τὰς ἐγγράφους ὑποσχέσεις ὑποδείξας, εἰ τὸ κάστρον αὐτῷ παραδοῖεν, ἀσμένως δέχεται παρὰ τῶν τούρκων ἀπειρηκότων ἤδη πρὸς τοσαῦτα πλήθη ἀντικαθίστασθαι καὶ βέλτιον λογιζομένων [*](Β) τῷ βασιλεῖ τὴν πόλιν αὐθαιρέτως παραδοῦναι καὶ χρημάτων καὶ τιμῆς μετασχεῖν ἢ ξίφους παρανάλωμα γενέσθαι. οὔπω τρίτην ἡμέραν ὁ Βουτουμίτης ἐντὸς εἶχε, καὶ ὁ Ἰσαγγέλης καταλαβὼν ἀποπειρᾶσθαι τοῦ τείχους δι’ ὧν ἡτοίμαζεν ἑλεπόλεων ἔσπευδεν. ἐν τῷ μεταξὺ δὲ φήμη τις αὐτοὺς καταλαμβάνει τὴν τοῦ σουλτάνου ἔλευσιν μηνύουσα. τοῦτο οἱ Τοῦρκοι μεμαθηκότες καὶ τεθαρρηκότες τὸν Βουτουμίτην παραχρῆμα ἐξέωσαν. ὁ δὲ σουλτάνος μέρος τοῦ στρατοῦ ἀποδιελόμενος ἀπέστειλε σκεψομένους τὴν τοῦ Ἱσαγγέλη ἔφοδον παραγγείλας ὡς , εἴ τισι τῶν Κελτῶν ἐντύχοιεν, μὴ [*](C) ἀναβαλέσθαι τὴν μετ' μάχην. θεασάμενοι δὲ πόρρω. θεν τούτους οἱ τοῦ Ἰσαγγέλη ξυμμίγνυνται. ἀλλὰ καὶ οἱ λοιποὶ κόμητες καὶ αὐτὸς ὁ Βαϊμοῦντος τὴν τουτωνὶ τῶν βαρβάρων ἐνωτισθέντες ἔφοδον ἐξ ἑκάστης κομητούρας ἀνὰ διακοσίους διελόμενοι καὶ εἰς πολὺ πλῆθος ξυμποσώσαντες [*](V. (??)) παραχρῆμα εἰς ἀρωγὴν τῶν τοῦ Ἱσαγγέλη πέμπουσιν. ἐφθακόξοτες δὲ μέχρις ἑσπέρας τοὺς βαρβάρους ἐδίωκον. ὁ δὲ σουλτάνος οὐδαμῶς ἐπὶ τούτοις ἀναπεπτώκει, ἀλλ’ αὐγαζούσης ἡμέρας ὁπλίζεται καὶ πανσυδὶ τὴν ἔξω τειχῶν Νικαίας πεδιάδα κατειλήφει. καὶ οἱ Κελτοὶ αἰσθόμενοι τῆς τούτου [*](D) παρουσίας καρτερῶς ὁπλισάμενοι καθαπερεὶ λέοντες κατ αὐτῶν ἴενται. καὶ συρρήγνυται τηνικαῦτα πόλεμος βαρὺς καὶ δεινός. ἐν ἴσῃ δὲ μοίρᾳ τῆς μάχης ἀμφοτέροις ἱσταμένης τοῖς μέρεσι δι’ ὅλης ἡμέρας, ἐπεὶ ὁ ἥλιος ἐπὶ κνέφας ἦλθε, [*](1 τούτῳ addidi 11 τρίτην AC τριττὴν F)
103
τρέπονται οἱ Τοῦρκοι τῆς νυκτὸς αὐτοῖς διαιτησάσης τὴν μάχην. πίπτουσι μὲν οὖν ἐξ ἑκατέρων πολλοί κτείνονται [*](311) δὲ οὐχ ἥττονες], τιτρώσκονται δὲ οἱ πλείους. καὶ λαμπρὰν τὴν νίκην ἀράμενοι οἱ Κελτοί, πολλῶν δὲ καὶ κεφαλὰς τοῖς δόρασι περιπείραντες ἐπανέρχονται καθαπερεὶ σημαίας ταύτας φέροντες, ἵν’ οὕτω πόρρωθεν τὸ γεγονὸς διαγνόντες οἱ καὶ τὴν ἐκ πρώτης βαλβῖδος ἧτταν δειλιάσαντες τῆς συντόνου μάχης ἀποστήσονται. τοιαῦτα μὲν οὖν οἱ Λατῖνοι πεπράχασί τε καὶ διελογίσαντο. ὁ δὲ σουλτάνος τὰ ἄπειρα τούτων θεασάμενος πλήθη καὶ τὴν ἀκάθεκτον τόλμαν ἐξ αὐτῆς προσβολῆς ἐγνωκὼς τοῖς ἐντὸς Νικαίας Τούρκοις τὸ ἐνδόσιμον δίδωσι “πράσσετε τοῦ λοιποῦ” λέγων “πᾶν, ὅπερ [*](Β) βέλτιον κρίνετε”. ᾔδει γὰρ πρὸ καιροῦ τῷ βασιλεῖ μᾶλλον προαιρουμένους παραδοῦναι τὴν πόλιν ἤ παρὰ τῶν Κελτῶν ἁλῶναι. ὁ δέ γε Ἰσαγγέλης τοῦ προκειμένου ἐχόμενος ἔργου μόσυνα κυκλοτερῆ τεκτηνάμενος καὶ ἐξ ἑκατέρου μέρους βύρσας αὐτὸν περιστείλας , κατὰ δὲ τὸ μέσον λύγοις διαπλέξας καὶ πάντοθεν κατοχυρώσας τῇ πλευρᾷ προσεπέλασε τοῦ καλουμένου Γονάτου πύργου. ὃς τὴν ἐπωνυμίαν ἐκληρώσατο πάλαι, ὁπηνίκα Μανουὴλ ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσασκίου τοῦ Κομνηνοῦ πατὴρ καὶ τοῦ ἀδελφοῦ Ἰωάννου τοῦ πρὸς πατρὸς ἐμοῦ πάππου, στρατηγὸς [*](C) αὐτοκράτωρ τῆς ἑῴας ἁπάσης παρὰ τοῦ τότε βασιλεύοντος βασιλείου προὐβέβλητο ἐφ’ ᾧ τὴν μετὰ τοῦ Σκληροῦ ἔχθραν διαλῦσαι ἢ χειρὶ πρὸς τοῦτον ἀντικαταστὰς ἢ γνώμῃ εἰς εἰρηνικὰς σπονδὰς τοῦτον συνελάσας. ἐπεὶ δ’ ὁ Σκληρὸς μαχιμώτατος ὢν καὶ αἵμασι χαίρων ἀεὶ τὴν μάχην τῆς εἰρήνης μᾶλλον ἠσπάσατο, πολέμων μεγάλων καθ’ ἑκάστην συρρηγνυμένων, ὡς τοῦ Σκληροῦ μὴ μόνον τὴν εἰρήνην μὴ θέλοντος, ἀλλὰ καὶ δι’ ἑλεπόλεων γενναίως ἀγωνιζομένου τὴν Νίκαιαν ἑλεῖν καὶ καταρράξαντος τὰ τείχη, τοῦ πλείονος μέρους τοῦ πύργου ποδοκοπηθέντος κάτωθεν συνέβη σάξαι [*](2 sq. κτείνονται δὲ οὐχ ἥττονες seclusi 31 καὶ add Millerus)
104
τὸν πύργον, ὡς ἐπὶ γόνυ δοκεῖν ἐπικλιθῆναι κἀκ τούτου τῆς τοιαύτης μετειληχέναι προσηγορίας. οὕτω μὲν οὖν τὰ κατὰ [*](D) τὸν Γονάτην παρηκολουθήκει· ὁ δὲ Ἱσαγγέλης τὸν ἤδη θέντα μόσυνα ἐμπείρως πάνυ κατασκευάσας , ὃν οἱ πλείονα ἐμπειρίαν τῶν μηχανικκῶν κεκτημένοι χελώνην κατονομάζουσιν, [*](V. 2) ἐντὸς τούτου ἄνδρας ὁπλοφόρους τειχεσιπλήτας εἰσῇξε καὶ ἑτέρους τοὺς τον πύργον κάτωθεν κατασείειν διὰ σιδήρων εἰδότας ἐφ’ ᾧ τοὺς μὲν πρὸς τοὺς ἄνωθεν τοῦ μάχεσθαι, τοὺς δὲ ἐκεχειρίαν ἔχειν ἐντεῦθεν τὸν πύργον διορύττειν. [*](P. 3) οἳ καὶ κορμοὺς ξύλων εἰσῆγον ἀντὶ τῶν ἐξαγομένων λίθων· μέχρι δὲ τῆς ἐντὸς ἐπιφανείας ἐφθακότες, ὡς καὶ αὐγήν τινα ἐκεῖθεν εἰσιοῦσαν θεάσασθαι, πῦρ ἐμβαλόντες ἐνέπρησαν τοὺς κορμούς. τούτων δὲ ἐκτεφρωθέντων συνέβη τὸν Γονάτην ἐπὶ πλέον κλιθῆναι, ὡς μὴ ἀπολωλέναι τὴν κλῆσιν. ἐμβόλοις δὲ καὶ οἰκήμασι τὸ ἐπίλοιπον περιζώσαντες τῶν τειχῶν καὶ τὸν ἐκτὸς τούτων διακείμενον τεφρόν ὡς ἐν ῥιπῇ πληρώσαντες κόνεως, ὡς εἰς μίαν ἐπιφάνειαν συναφθῆναι ταῖς ἐφ’ ἑκάτερα παρακειμέναις πεδιάσιν, ὡς ἐνὸν τῆς πολιορκίας εἴχοντο.

Ὁ δὲ βασιλεὺς πολλὰ πολλάκις ἀκριβολογησάμενος καὶ διαγνοὺς ἀμήχανον εἶναι τὴν Νίκαιαν παρὰ τῶν Δατίνων [*](Β) ἁλῶναι, κἀν πάντα ὑπερέβαλλον ἀριθμόν, ἐν μέρει μὲν παντοῖα εἴδη ἑλεπόλεων κατασκευάσας καὶ τὰ πλείω τούτων οὐ κατὰ τοὺς τῶν μηχανικῶν τρόπους, ἀλλὰ καθ’ ἑτέρους τινὰς λόγους αὐτῷ δοκοῦντας, ὁ καὶ θαῦμα πᾶσι παρεῖχε τοῖς κόμησιν ἐκπέπομφεν· ἐκεῖνος δὲ μετὰ τῶν των διαπεράσας, ὡς ἤδη φθάσας ὁ λόγος ἐδήλωσε, κατὰ τὸν πελεκάνον διέτριβεν ἀγχοῦ τῶν Μεσαμπέλων, οὗ καὶ τέμενος ἐπ' ὀνόματι τοῦ μεγαλομάρτυρος Γεωργίου πάλαι ᾠκοδόμηται. ἤθελε μὲν οὖν οὕτως ὁ αὐτοκράτωρ μετὰ τῶν Λατίνων κατὰ τῶν ἀθέων συναπελθεῖν τούρκων. ταλαντεύων δὲ τὴν ὑπό- θεσιν καὶ τὸ ἀπειροπληθὲς τοῦ Φραγγικοῦ φοσσάτου ὡς πρὸς [*](C) τὸ Ῥωμαϊκὸν στράτευμα κατανοῶν ἀνυπέρβλητον καὶ τὴν παλίμβουλον τῶν Λατίνων γνώμην ἐκ μακροῦ ἐπιστάμενος

105
ἀπέστη τοῦ ἐγχειρήματος. οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἀβέβαιον ἐκείνων καὶ ἄπιστον προειδὼς Εὐρίπου δίκην μεταφερομένων ἐς τἀναντία πολλάκις τάς τε γυναῖκας καὶ τὰ τέκνα ἑτοίμως ἐχόντων ὀβολοῦ ἑνὸς ἀπεμπολεῖν διὰ φιλοχρήματον γνώμην, τούτοις μὲν οὖν τοῖς λογισμοῖς ἑαυτὸν τῷ τότε ἀπεῖρξεν ὁ αὐτοκράτωρ τοῦ ἐγχειρήματος· δεῖν δὲ ἔγνω μὴ συμπαρεῖναι μὲν τοῖς Κελτοῖς, τοσαύτην δὲ αὐτοῖς διδόναι ῥοπήν, ὁπόσην ἂν καὶ παρών. τὸ γοῦν ἐρυμνότατον τῶν τῆς [*](D) Νικαίας τειχῶν γινώσκων ἀδύνατον τὴν ταύτης κατάσχεσιν παρὰ τῶν Λατίνων ἠπίστατο· μανθάνων δέ, ὅτι ῥᾳδίως διὰ τῆς παρακειμένης λίμνης δυνάμεις ἱκανὰς καὶ τὰ ζωαρκῆ πάντα ὁ σουλτάνος εἰς Νίκαιαν εἰσάγει, τὴν τῆς λίμνης [*](P. 313) ἐμελέτα κατάσχεσιν. κατασκευάσας τοίνυν ἀκάτια, ὁποῖα τὸ ὕδωρ ἐκεῖνο ἀνέχειν ἠδύνατο, διὰ τοῦ μέρους τῆς Κίου ταῦτα ἐν ἁμάξαις ἐπισάξας εἰς τὴν λίμνην εἰσήλασε στρατιώτας ἐμβαλὼν ἐν αὐτοῖς ὁπλοφόρους, ἡγεμόνα τούτων Μανουὴλ τὸν Βουτουμίτην καταστησάμενος καὶ σημαίας τούτοις πλείους [*](V. 248) τῆς χρείας ἐπιδούς, ὡς ἐντεῦθεν πολλαπλασίους δοκεῖν, πρὸς δὲ καὶ βύκινά τε καὶ τύμπανα. ἀλλ’ οὕτω μὲν τὰ κατὰ τὴν λίμνην ᾠκονόμηται τῷ αὐτοκράτορι· ἀπὸ δέ γε τῆς ἠπείρου μεταπεμψάμενος τὸν Τατίκιον καὶ τὸν καλούμενον Τζίταν μετὰ πελταστῶν γενναίων εἰς δισχιλίους ποσουμένων κατὰ [*](Β) τῆς Νικαίας ἀπέστειλεν ἐπισκήψας ἅμα τῷ τῶν νεῶν ἀποβῆναι τὸ τοῦ κύρου Γεωργίου καστέλλιον καταλαβόντας ἐν ἡμιόνοις μὲν ἐπισάξαι ὅπερ ἐπεφέροντο πλῆθος τῶν ὀϊστῶν, πόρρω δὲ τῶν τειχῶν τῆς Νικαίας τῶν ἵππων ἀποβάντας καὶ βάδην πορευομένους κατευθὺ τοῦ πύργου τοῦ καλουμένου Γονάτου τὸν χάρακα πήξασθαι, εἶτα ἐξ ἑνὸς συνθήματος συνησπικότας προσβαλεῖν τοῖς τείχεσιν. ἐφθακὼς οὖν ὁ Τατίκιος μετὰ τοῦ ὑπ’ αὐτὸν στρατεύματος δίδωσιν εἴδησιν τοῖς Κελτοῖς κατὰ τὴν τοῦ βασιλέως ὑποθήκην. καὶ τηνικαῦτα ἐσιδηροφόρησαν ἅπαντες καὶ σὺν ἀλαλαγμῷ καὶ [*](14 ἐκείνοις FC κιβωτοῦ Ducangius)
106
βοῇ πολλῇ προσέβαλον τοῖς τείχεσι. τῶν μὲν τοῦ Τατικίου συχνοὺς τηνικαῦτα πεμπόντων ὀϊστούς, τῶν δὲ Κελτῶν ὅπου [*](C) μὲν διατιτραινόντων τὰ τείχη, ὅπου δὲ διὰ πετροβόλων ὀργάνων καταπυκνούντων τὰς τῶν λίθων βολάς, ἀπὸ δέ γε τῆς λίμνης διά τε τῶν βασιλικῶν σημαιῶν καὶ βυḿνων ἐκδειματούμενοι παρὰ τοῦ Βουτουμίτου ἐν ταὐτῷ καὶ περὶ τῶν βασιλικῶν ὑποσχέσεων πρὸς αὐτοὺς διαπεμπομένου ἐς τοσοῦτον τον συνηλάθησαν οἱ βάρβαροι, ὡς μηδὲ τῶν κρηδέμνων Νικαίας προκῦψαι θαρρεῖν· ἅμα δὲ καὶ τὴν τοῦ σουλτάνου ἀπεγνωκότες ἔλευσιν βέλτιον ἐλογίσαντο τῷ αὐτοκράτορι παραδοῦναι τὴν πόλιν καὶ εἰς ὁμιλίαν περὶ τούτου μετὰ τοῦ [*](D) Βουτουμίτου ἐλθεῖν. ὁ δὲ τὰ εἰκότα προσομιλήσας αὐτοῖς ὑποδείκνυσι τὸν χρυσόβουλλον λόγον, ὅνπερ ὁ βασιλεὺς αὐτῶ προενεχείρισεν. ἀκροασάμενοι τοίνυν τοῦ χρυσοβούλλου, δι’ οὗ ὑπισχνεῖτο ὁ βασιλεὺς οὐ μόνον ἀπάθειαν, ἀλλὰ καὶ δαψιλῆ δόσιν χρημάτων τε καὶ ἀξιωμάτων τῇ τε ἀδελφῇ καὶ τῇ γυναικὶ τοῦ σουλτάνου, ἥτις θυγάτριον ἦν, ὡς ἐλέγετο, τοῦ Τζαχᾶ, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐν Νικαίᾳ βαρβάροις, καὶ ταῖς ὑποσχέσεσι τοῦ αὐτοκράτορος τεθαρρηκότες ἐνεδίδουν τὴν εἰσέλευσιν τῷ Βουτουμίτῃ. ὁ δὲ παραχρῆμα διὰ γραμμάτων τῷ Τατικίῳ ὡς “τὴν ἄγραν ἐν χερσὶν ἤδη [*](P.) ἔχομεν· καὶ χρὴ πρὸς τειχομαχίαν ἑτοιμάσασθαι, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς Κελτοῖς παρασκευάσαι καὶ μηδὲν πλέον αὐτοῖς τεθαρρηκέναι ἢ τὴν κυκλοτερῆ τειχομαχίαν καὶ ὡς χρὴ περιζῶσαι τὰ τείχη καὶ τῆς πολιορκίας ἀνίσχοντος ἡλίου ἀποπειρᾶσθαι”. τὸ δὲ ἄρα μηχανή τις ἦν, ἴνα δόξῃ τοῖς Κελτοῖς πολέμῳ ταυτηνὶ τὴν πόλιν ἁλῶναι παρὰ τοῦ Βουτουμίτου καὶ λάθῃ τὸ μελετηθέν παρὰ τοῦ αὐτοκράτορος δρᾶμα τῆς προδοσίας. ἀπόρρητα γὰρ τοῖς Κελτοῖς ὁ βασιλεὺς ἤθελεν εἶναι τὰ παρὰ τοῦ Βουτουμίτου οἰκονομούμενα. τῇ δὲ μετ’ αὐτὴν τὸ ἐνυάλιον ἀλαλάξαντες ἐξ ἑκατέρου μέρους τῆς πόλεως, ἐκεῖθεν μὲν διὰ τῆς ἠπείρου [*](B) [*](23 παρακελεύσασθαι?)
107
ἐκθυμότερον οἱ Κελτοὶ τῆς πολιορκίας εἴχοντο, ἔνθεν δ᾿ ὁ Βουτουμίτης εἰς τὰς ἐπάλξεις ἀνεληλυθὼς καὶ τὰ σκῆπτρα καὶ τὰς σημαίας περὶ τὰ τείχη καταστήσας μετὰ βυκίνων καὶ σαλπίγγων ἀνευφημεῖ τὸν αὐτοκράτορα. καὶ οὕτως τὸ Ῥωμαϊκὸν ἅπαν στράτευμα εἴσω Νικαίας εἰσεληλύθει. ὁ δὲ Βουτουμίτης τὰ πλήθη τῶν Κελτῶν γινώσκων καὶ διὰ τὸ τῆς γνώμης αὐτῶν ἀβέβαιον καὶ τὸ τῆς ὁρμῆς ἀκάθεκτον ὑπόπτους ἔχων αὐτούς, μὴ εἰσελθόντες αὐτοὶ τὸ κάστρον [*](P. 249) κατάσχωσιν, ὁρῶν δὲ καὶ τοὺς ἐντὸς σατράπας ἱκανοὺς ὄντας πρὸς ἣν αὐτὸς εἶχε δύναμιν, εἰ μόνον θελήσαιεν, καὶ [*](C) δεσμεῖν καὶ σφάττειν δυνατῶς ἔχοντας, τὰς κλεῖς εὐθὺς ἀναλαμβάνεται τῆς πύλης. μία γὰρ τέως ἦν ἡ εἰσάγουσα καὶ ἐξάγουσα τῶν ἄλλων προκεκλεισμένων διὰ τὸν φόβον τῶν παρακειμένων Κελτῶν. τὰς κλεῖς τοίνυν ταυτησὶ τῆς πύλης αὐτὸς ἔχων δεῖν ἐλογίσατο τοὺς σατράπας διὰ μεθοδείας ἐλαττῶσαι, ἵν᾿ ἔχῃ τούτους ῥᾳδίως καταγωνίζεσθαι ὡς ὡς μή τι δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. μεταπεμπόμενος τοίνυν αὐτοὺς συνεβούλευε πρὸς τὸν αὐτοκράτορα ἀπέρχεσθαι, εἰ βούλοιντο πολλά τε χρήματα ἐκεῖθεν λαβεῖν καὶ τιμῆς ἀξιωθῆναι μεγίστης καὶ ἐτησίους τυπωθῆναι φιλοτιμίας. πείθει τοὺς Τούρκους καὶ νυκτὸς διανοίγων ἀπέστελλε τούτους διὰ [*](D) τῆς παρακειμένης λίμνης ὀλίγους καὶ συχνάκις πρός τε τὸν Ῥοδομηρὸν καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν ἀμφὶ τὸ πολίχνιον ἐνδιατρίβοντας τὸ οὑτωσί πως τοῦ κύρου Γεωργίου ὀνομαζόμενον ἐπισκήψας αὐτοῖς ὡς, ὁπηνίκα τῶν νεῶν ἀποβαῖεν, παραχρῆμα ἐκπέμπεσθαι τούτους πρὸς τὸν αὐτοκράτορα καὶ μηδὲ πρὸς βραχύν τινα χρόνον παρακατέχειν αὐτούς, ἵνα μὴ μετὰ τῶν ὄπισθεν πεμπομένων Τούρκων ἑνωθέντες σκαιόν τι κατ᾿ αὐτῶν μελετήσ·αιεν. τὸ δὲ ἄρα προφητεία ἦν ἄντικρυς καὶ τῆς πολλῆς τοῦ ἀνδρὸς ἐκείνου [*](V. 315) ἐμπειρίας στοχασμὸς ἀναντίρρητος. καὶ γὰρ ἔστ’ ἂν ταχὺ πρὸς τὸν αὐτοκράτορα τοὺς καταλαμβάνοντας ἐξέπεμπον, ἐν ἀσφαλείᾳ τε ἦσαν καὶ οὐδεὶς αὐτοῖς κίνδυνος ἐφειστήκει· ἐπὰν δὲ ἀναπεπτώκεσαν, ὁ παρὰ τῶν βαρβάρων, οὓς ἄρα
108
παρακατέσχον, κατ’ αὐτῶν ἐξηρτύετο κίνδυνος. καὶ γὰρ πλεονάσαντες ἐβουλεύοντο δυοῖν θάτερον, ἢ νυκτὸς ἐπιθέμενοι τούτοις ἀποκτείναι ἢ δεσμώτας τῷ σουλτάνῳ προσενεγκεῖν. συνδόξαντος δὲ πᾶσι τούτου βελτίονος, νυκτὸς αὐτοῖς ἐπιθέμενοι δεσμώτας κατὰ τὰ προβεβουλευμένα περιάγοντες ἐκεῖθεν ἐξῄεσαν. εἶτα δὴ τὴν ἀκρολοφίαν τοῦ Ἀξαλᾶ κατειληφότες (τόπος δὲ οὗτος σταδίους * τῶν τειχῶν Νικαίας [*](B) ἀπέχων), κεῖθι γοῦν, ὡς λόγος, παραγενόμενοι τῶν ἵππων ἀποβάντες τούτους ἀνέψυχον. ἐπεὶ δ’ ὁ μὲν Μοναστρᾶς μιξοβάρβαρος ἦν καὶ τῆς Τουρκικῆς εἰδήμων διαλέκτου καὶ αὐτὸς ὁ Ῥοδομηρὸς πάλαι πρὸς τῶν Τούρκων κατασχεθεὶς καὶ χρόνον συχνὸν μετ’ αὐτῶν ἐνδιατρίψας οὐδ’ αὐτὸς ἀδαὴς τῆς τοιαύτης ἦν διαλέκτου, πιθανοὺς πρὸς αὐτοὺς συχνῶς ἀνεκίνουν λόγους “ἵνα τί” λέγοντες “ἡμῖν μὲν θανάτου ποτήριον κιρνᾶτε οὐδὲ μικράν τινα τὴν ὄνησιν ἑαυτοῖς ἐντεῦθεν πραγματευόμενοι; ὑμεῖς δὲ τῶν ἄλλων πάντων μεγάλων δωρημάτων παρὰ τοῦ αὐτοκράτορος ἀπολαυδάντων καὶ ἐτησίων χρημάτων λῆψιν τυπωθέντων ἑαυτοὺς τοσούτων [*](C) ἀποστερεῖτε. μὴ τοίνυν οὕτω περὶ ἑαυτῶν φρονεῖτε καὶ ἐξὸν ἀκινδύνως σῴζεσθαι καὶ πλούτῳ κομῶντας εἰς τὰ σφέτερα ἐπαναστρέφειν καὶ χωρῶν ἐγκρατεῖς ἴσως γενέσθαι εἰς προὖπτον ἑαυτοὺς ἐπιρρίπτετε κίνδυνον. ἴσως γὰρ καὶ τοῖς λοχῶσιν αὐτοῦ που Ῥωμαίοις ἐντυχόντες” ῥύακας ταῖν χεροῖν ἐπιδείξαντες καὶ ἑλώδεις τόπους “ἀναιρεθήσεσθε καὶ ἐπὶ κενοῖς τὴν σφῶν ἀπολέσετε ζωήν. καὶ γὰρ ἐνεδρεύουσιν ὑμᾶς μάλα γε πλεῖστοι οὐ Κελτοὶ καὶ βάρβαροι μόνον, ἀλλὰ καὶ Ῥωμαίων πλῆθος οὐ μετρητόν. εἰ γοῦν ἡμῖν πείθεσθε, [*](V.) στρέψαντες τὰς ἡνίας ὁμοῦ φοιτήσωμεν πρὸς τὸν αὐτοκράτορα. καὶ Θεὸν ὑμῖν ἐπομνύμεθα, μυρίων ἀπολαῦσαι τῶν ἐξ αὐτοῦ δωρημάτων· κἄπειτα, ὅπη βουλητὸν ὑμῖν, ἀπελεύσεσθε [*](D) ἀνέτως ὡς ἐλεύθεροι.” πείθονται τοῖς τούτων λόγοις οἱ Τοῦρκοι καὶ πίστεις πρὸς ἀλλήλους δόντες ἅμα καἰ λα- [*](7 in F sex litterarum lacuna 23 λοχῶσι F ῥωμαίοις αὐτοῦ που (m ead corr) F)
109
βόντες τῆς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχοντο. καταλαβόντων δὲ τὸν Πελεκάνον, ὡς τούτους ὁ αὐτοκράτωρ ἐθεάσατο, μεθ’ ἱλαροῦ πᾶσιν ἐνατενίσας βλέμματος, καίτοι πολλὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν παρ’ ἐαυτῷ νεμεσῶν, [*](316) τὸ μὲν παρὸν ἀναπαυθησομένους τούτους ἐξαπέστειλε· κατὰ δὲ τὴν ἐπιοῦσαν, ὁπόσοι μὲν τῶν Τούρκων αὐτῷ θητεῦσαι προτεθύμηντο, μυρίων τῶν εὐεργεσιῶν ἀπήλαυσαν· οἱ δὲ τὰ σφέτερα ἀναζητοῦντες καὶ αὐτοί οὐκ ὀλίγων δωρημάτων τετυχηκότες παρεχωρήθησαν τῇ σφῶν γνώμῃ ξυγχρήσασθαι. εἶθ’ ὕστερον πολλὰ τῆς ἀβουλίας τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν κατεμέμφετο· μηδ’ ἀντωπῆσαι δὲ τούτους ὑπ᾿ αἰσχύνης ἰσχύοντας ὁρῶν, μεταβαλὼν ὁ βασιλεὺς ἀνακτᾶσθαι δι’ ἑτέρων λόγων ἔσπευδεν. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν· τοῦ δὲ Βουτουμίτου τηνικαῦτα δουκὸς Μαίας παρὰ τοῦ αὐτοκράτορος [*](Β) προχειρισθέντος, ᾐτήσαντο τοῦτον οἱ Κελτοὶ εἰσελθεῖν καὶ τὰ ἐν αὐτῇ ἱερὰ τεμένη θεᾶσθαι καὶ προσκυνεῖν. ὁ δὲ τὴν αὐτῶν γνώμην σαφῶς ἐπιστάμενος, καθὰ δήπου καὶ εἴρηται, οὐ πᾶσιν ὅμαδόν τὴν εἰσέλευσιν συνεχώρει, ἀλλὰ κατὰ δεκάδας ὑπανοίγων τὰς πύλας παρεχώρει τοῖς Κελτοῖς τῆς εἰσόδου.

Ὁ δὲ αὐτοκράτωρ ἔτι περὶ τὸν Πελεκάνον ἐπδιατρίβων καὶ θέλων, ὁπόσοι μὴ ἔφθασαν τῶν κομητῶν ὀμωμοκέναι καὶ αὐτοὺς ὅρκια πρὸς αὐτὸν δοῦναι, ἐνετείλατο διὰ γραμμάτων τῷ Βουτουμίτῃ, συμβουλεῦσαι ἅπασι κοινῶς τοῖς κόμησι, μὴ πρὸ τοῦ συντάξασθαι τῷ βασιλεῖ τῆς πρὸς Ἀντιόχειαν φερούσης ἄψεσθαι· οὕτω γὰρ ἂν γένοιτο τούτοις [*](C) καὶ πλειόνων αὖθις δωρεῶν τυχεῖν. ἁπάντων δὲ πρῶτος ὁ Βαϊμοῦντος χρήματα καὶ δωρεὰς ἀκούσας τοῖς τοῦ Βουτουμίτου λόγοις παραυτίκα πεισθεὶς ἅπασι συνεβούλευε πρὸς τὸν βασιλέα ἐπανελεύσεσθαι, ὁποῖος ἐκεῖνος περὶ τὰς λήψεις ἀκάθεκτον ἔχων τὸν ἔρωτα. καταλαβόντας δὲ τούτους τὸν Πελεκάνον ὁ αὐτοκάτωρ μεγαλοπρεπῶς δέχεται πολλῆς κηδεμονίας ἀξιώσας· εἶτα συναγαγὼν αὐτοὺς ἔφη “τὸν ὅρκον ἐπίστασθε, ὃν πρὸς ἡμᾶς ἅπαντες ἐποιήσατε, καὶ εἰ μὴ

110
παραβάται ἀπεντεῦθεν ἐστε, ὁπόσους ἴστε μὴ ὀμωμοκότας ξυμβουλεύσασθε τὸν αὐτὸν ὅρκον ἐπιτελέσαι”. οἱ δὲ παραχρῆμα [*](D) μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας. καὶ δὴ συνεληλύθεσαν ἅπαντες καὶ ἐπλήρουν τὸν ὅρκον. ὁ δὲ τοῦ Βαἱμούντου ἀνεψιάδης Ταγγρῆς, ἐλευθέρας ὢν γνώμης, ἐνίστατο μόνῳ τῷ Βαϊμούντῳ πίστιν χρεωστεῖν καὶ ταύτην φυλάξαι μέχρις αὐτοῦ θανάτου βούλεσθαι. ὀχλούμενος δὲ ὑπὸ τῶν παρεστώτων καὶ αὐτῶν δὴ τῶν τοῦ βασιλέως συγγενῶν, ἀκκιζόμενος οἷον, ἐνατενίσας πρὸς τὴν σκηνήν, ἐν ᾗ ὁ βασιλεὺς προὐκάθητο (ἦν γὰρ κατὰ μέγεθος, ὁποίαν τότε οὐδεὶς ἐθεάσατο), “ἐὰν ταύτην” ἴφη “πλήρη χρημάτων μοι δώσεις καὶ ἄλλα ὁπόσα τοῖς ἅπασι δέδωκας κόμησι, [*](V.) τελέσω τὸν ὅρκον κἀγώ”. ὁ δὲ Παλαιολόγος δι’ ὃν εἶχεν [*](Ρ.) ὑπὲρ τοῦ αὐτοκράτορος ζῆλον μὴ ἐνεγκὼν τὸν τοῦ Ταγγρῆ λόγον ἐσχηματισμένον ὄντα ἐξουθενήσας αὐτὸν ἀπεπέμψατο. ὁ δὲ ἰταμώτατος ὢν ὥρμησε κατ᾿ αὐτοῦ. τοῦτο ἰδὼν ὁ βασιλεὺς ἐξαναστὰς τοῦ θρόνου μέσος ἔστη. καὶ ὁ Βαϊμοῦντος δὲ κατέσχε τοῦτον τῆς ὁρμῆς φάμενος ὡς “οὐ πρέπον ἐστὶ τοῖς τοῦ βασιλέως ἀναισχύντως προσφέρεσθαι συγγενέσιν”. εἶτα αἰσχυνθεὶς οὕτω πρὸς τὸν Παλαιολόγον παροινήσας ὁ Ταγγρῆς, τό δέ τι καὶ ταῖς τοῦ Βαϊμούντου καὶ τῶν ἄλλων πεισθεὶς παραινέσεσι δίδωσι καὶ αὐτὸς ὅρκια· καὶ δὴ συνταξαμένων ἁπάντων τῷ βασιλεῖ παραδίδωσιν αὐτοῖς τὸν Τατίκιον μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων [*](B) μέγαν τηνικαῦτα πριμικήριον χρηματίζοντα, πή μὲν συνεπαρήγοντα τούτοις ἐν πᾶσι καὶ προκινδυνεύοντα, πή δὲ καὶ τῶν παρ’ αὐτῶν ἁλισκομένων πόλεων, εἴ γε καὶ τοῦτο δοίη Θεὸς, ἐπιδραττόμενον. διαπεράσαντες οὖν αὖθις οἱ Κελτοὶ τῇ μετ’ αὐτὴν τῆς πρὸς Ἀντιόχειαν εἴχοντο ἅπαντες. εἶτα στοχασάμενος ὁ βασιλεύς, ὡς οὐ πάντες ἐξ ἀνάγκης συναπῆλθον τοῖς κόμησι, δηλοῖ τῷ Βουτουμίτῃ, ἵν’ ὁπόσοι τῶν Κελτῶν τῆς ἰδίας στρατιᾶς ἀπελείφθησαν, εἰς φρουρὰν τῆς [*](9 ἀκιζόμενος F 31 ἵνα F)
111
Νικαίας μισθώσηταί. ὁ δέ γε Τατίκιος μετὰ τοῦ ὑπ᾿ αὐτὸν στρατοῦ καὶ οἱ κόμητες ἅπαντες καὶ τὰ ὑπ᾿ αὐτοὺς ἀναρίθμητα [*](C) Κελτικὰ πλήθη ἐν δυσὶν ἡμέραις τὰς Λεύκας καταλαβόντες τῷ μὲν Βαϊμούντῳ τὸν ἔμπροσθεν ἀπεμερίσαντο τόπον τοῦτο αὐτοῦ ἐξαιτησαμένου· ἐκεῖνοι δ’ ὄπισθεν αὐτοῦ παραταξάμενοι βραδεῖ ποδὶ ἔστειχον. ὀξυτέραν δὲ τὴν κίνησιν ποιούμενον ἐπεὶ περὶ τὰς τοῦ Δορυλαίου πεδιάδας Τοῦρκοι τοῦτον ἐθεάσαντο, οἰηθέντες τῷ παντὶ στρατεύματι τῶν Κελτῶν ἐντετυχηκέναι καὶ καταπεφρονηκότες αὐτοῦ παραχρῆμα τὸν μετ’ αὐτοῦ συνῆψαν πόλεμον. ὁ δέ γε τετυφωμένος ἐκεῖνος Λατῖνος, ὁ ἐπὶ τοῦ βασιλικοῦ σκίμποδος καθεσθῆναι τολμήσας, τῆς τοῦ αὐτοκράτορος ἐπιλαθόμενος ξυμβουλῆς τὸ ἄκρον εἶχε τῆς τοῦ Βαϊμούντου παρατάξεως [*](D) καἰ μικροψυχήσας τῶν λοιπῶν προεξέδραμε. κτείνονται μὲν οὖν τηνικαῦτα τεσσαράκοντα τῶν μετ’ αὐτοῦ· ἐκεῖνος δὲ καιρίως πληγεὶς νῶτα τοῖς ἐχθροῖς ὑποσχὼν εἰς τὸ μέσον τῆς παρατάξεως ἥλατο ἔργῳ τὸν αὐτοκμάτορα, ὁποῖος ξύμβουλός ἐστι, διακηρυκεύων, κἀν μὴ λόγοις ἠβούλετο. ὁ δὲ Βαϊμοῦντος τοὺς Τούρκους ἐκθύμως μαχομένους ὁρῶν, ἀποστείλας τὰς Κελτικὰς μετεπέμπετο δυνάμεις. φθάνουσι δὲ τάχος· κἀντεῦθεν συνίσταται πόλεμος βαρὺς καὶ δεινός. [*](P. 318) καὶ τὴν νικῶσαν εἶχε τὸ Ῥωμαϊκὸν καὶ Κελτικὸν στράτευμα. πορευομένων δ’ ἐκεῖθεν ἰλαδὸν τῶν ταγμάτων, συνέλαχον τούτοις κατὰ τὴν Ἑβραϊκὴν ὅ τε Τανισμὰν ὁ σουλτὰν καὶ ὁ Ἀσάν, ὃς μόνος ἦρχε χιλιάδων ἀνδρῶν ὁπλιτῶν ὀγδοήκοντα. μάχης οὖν καρτερᾶς γενομένης ἐκ πολλῶν χειρῶν καὶ δυνάμεων καὶ μηδὲ θατέρου μέρους τὰ νῶτα θατέρῳ διδόντος, ἐπεὶ θαρραλεώτερον οἱ Τοῦρκοι τοῖς ἐναντίοις ἐμάχοντο, τοῦτο θεασάμενος ὁ Βαϊμοῦντος τοῦ δεξιοῦ κέρως ἐξάρχων, τοῦ [*](V. 252) λοιποῦ στρατεύματος διαιρεθεὶς κατ’ αὐτοῦ τοῦ Κλιτζιασθλὰν σουλτὰν ἰταμῶς ἐξώρμησε λέων ὣς ἀλκὶ πεποιθὼς κατὰ τὸν [*](Β) ποιητήν. τοῦτο τοὺς Τούρκους ἐκδειματῶσαν τὰ νῶτα τοῖς [*](5 δὲ F 7 δορυλέου F 17 ἥλατο r: ἥλλατο F 24 ἑβραϊκὴν C ἑβραϊκοὺς F 31 ἀλκῇ F 32 Il. 5, 299)
112
Κελτοῖς δοῦναι ἐποίησεν. οἱ δὲ οὐκ ἐπὶ πολὺ τούτους ἐδίωκον τῶν τοῦ αὐτοκράτορος μεμνημένοι παραγγελμάτων, ἀλλὰ τὴν ταφρείαν τῶν Τούρκων καταλαβόντες κἀκεῖσε μικρὸν ἑαυτοὺς διαναπαύσαντες τοὺς Τούρκους κατὰ τὴν Αὐγουστόπολιν αὖθις καταλαμβάνουσι καὶ προσβαλόντες τρέπουσι κατὰ κράτος. κἀντεῦθεν πίπτει τὸ βάρβαρον, οἱ δέ γε σωθέντες ἄλλοσε ἀλλαχῆ διεσπάρησαν τάς τε γυναῖκας καὶ τοὺς παῖδας καταλιπόντες, ὡς τοῦ λοιποῦ μηδ' ἀντωπῆσαι τοῖς Λατίνοις ἰσχύοντες, ἀλλὰ φυγῇ τὴν οἰκείαν πραγματευόμενοι σωτηρίαν.

Τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ Λατῖνοι μετὰ [*](C) τῆς Ῥωμαϊκῆς στρατιᾶς τὴν Ἀντιόχειαν διὰ τοῦ καλουμένου Ὀξέος Δρόμου τῶν ἐφ᾿ ἑκάτερα μηδένα λόγον ποιούμενοι· ἀγχοῦ δὲ τῶν τειχῶν τάφρον ποίήσαντες τὰς σκευὰς ἐναπέθεντο καὶ ἐπολιόρκουν ταυτηνὶ τὴν πόλιν σεληνιακαῖς τρισὶ περιόδοις. οἱ δὲ Τοῦρκοι πτοηθέντες περὶ τῆς καταλαβούσης αὐτοὺς ἀνάγκης τῷ τοῦ Χοροσὰν σουλτάνῳ μηνύουσιν ἀποχρώσας δυνάμεις ἀποστεῖλαι πρὸς βοήθειαν ἐξαιτούμενοι ἐφ' ᾧ τοῖς τε Ἀντιοχεῦσιν ἐπαρήξειν καὶ τοὺς ἔξωθεν πολιορκοῦντας λιορκοῦντας Λατίνους ἀποδιῶξαι. ἔτυχε δέ τις ἄνωθεν τοῦ πύργου Ἀρμένιος τηρῶν τὸ κληρωθὲν τῷ Βαϊμούντῳ μέρος τοῦ τείχους. τοῦτον ἄνωθεν πολλάκις προκύπτοντα ὁ Βαϊμοῦντος [*](D) ἐκμειλισσόμενος καὶ ὑποσχέσεσι πολλαῖς ὑποσαίνων ἀνέπεισε προδοῦναί οἱ τὴν πόλιν. ὁ δὲ Ἀρμένιος πρὸς αὐτὸν “ὁπηνίκα ἄν βούλει καὶ σημεῖόν τι ἔξωθεν αὐτὸς ὑποδείξῃς μοι, παραχρῆμά σοι τουτοΐ παραδώσω τὸ πυργίον· μόνον ἕτοιμος ἔσο σύ τε καὶ ὁ ὑπὸ χεῖρά σοι ἅπας μόνον ἕτοιμον εἶναι χρή, ἀλλὰ καὶ ἅπαν τὸ στράτευμα θωρήξασθαι, ἵν᾿ εὐθὺς ἀνελθόντας ὑμᾶς οἱ Τοῦρκοι θεασάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάζοντας ἐκδειματωθέντες εἰς φυγὰν [*](P) ἀπονεύσειαν.” εἶχε μὲν οὖν ὁ Βαϊμοῦντος τὸ ξσκοπούμενον [*](4 Αὐγουστόπολιν Ducangius: ἀγρουστόπολιν F 27 σύτε C τότε F)

113
τέως ἀνέκφορον. τούτων δὲ οὕτω διασκοπουμένων κατέλαβέ τις λέγων, λίαν πολὺ πλῆθος Ἀγαρηνῶν καταλαμβάνειν ὅσον ἤδη ἀπὸ τοῦ Χοροσὰν κατ’ αὐτῶν ἡγεμόνα συνεπαγόμενον τὸν καλούμενον Κουρπαγάν. ὅπερ μεμαθηκὼς ὁ Βαϊμοῦντος καὶ μὴ θέλων τὴν Ἀντιόχειαν παραδοῦναι πρὸς τὸν Τατίκιον κατὰ τοὺς προγεγονότας πρὸς τὸν βασιλέα ὅρκους, ἀλλ’ ἑαυτῷ μνηστευόμενος ταύτην, βουλὴν βουλεύεται πονηράν, δἰ ἧς αὐτὸν ἄκοντα μεταναστεῦσαι παρασκευάσειε. προσελθὼν τοίνυν αὐτῷ φησιν “ἀπόρρητόν τι ἀποκαλύψαι σοι Βούλομαι [*](Β) κηδόμενός σου τῆς σωτηρίας. λόγος τις τοῖς ὠσὶ τῶν κομητῶν ἐνηχηθεὶς συνετάραξεν αὐτῶν τὰς ψυχάς, ὅτι τοὺς ἀπὸ τοῦ Χοροσὰν ἐρχομένους ὁ βασιλεὺς τὸν σουλτάνον ἔπεισε καθ’ ἡμῶν ἐκπέμψαι. τοῦτο δὲ πιστὸν οἱ κόμητες ἡγησάμενοι κατὰ τῆς σῆς μελετῶσι ζωῆς. κἀγὼ μὲν τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸν ἐπερχόμενόν σοι προείρηκα κίνδυνον. τοῦ λοιποῦ σόν ἐστιν, ὑπὲρ τῆς ἑαυτοῦ καὶ τῶν [*](253) ὑπὸ σὲ ταγμάτων φροντίσαι σωτηρίας.” ὁ δὲ Τατίκιος ὁρῶν μὲν καὶ τὸν λιμὸν πολύν (καὶ γὰρ ἡ κεφαλὴ τοῦ τρισὶ χρυσίνοις στατῆρσιν ἀπεμπολεῖτο), ἀπαγορεύων δὲ καὶ τὴν τῆς Ἀντιοχείας ἅλωσιν ἤδη ἐκεῖθεν ἀπάρας εἰς τὸν ἐν [*](C) τῷ λιμένι Σουδὶ ἱστάμενον Ῥωμαϊκὸν στόλον εἰσελθὼν τὴν Κύπρον κατέλαβε. τούτου δὲ ὑποχωρήσαντος τὸν λόγον τοῦ Ἀρμενίου ὑποβρύχιον ἔτι ἔχων ὁ Βαϊμοῦντος καὶ χρησταῖς ἐλπίσι τρεφόμενος περιποιούμενος τε ἑαυτῷ τὴν τῆς Ἀντιοχείας ἐξουσίαν πρὸς τοὺς κομήτας ἔφη “ὁρᾶτε ὁπόσον ἤδη χρόνον ἐνταῦθα προσταλαιπωρήσαντες οὐ μόνον οὐδὲν χρηστὸν μέχρι καὶ νῦν κατωρθώσαμεν, ἀλλὰ καὶ λιμοῦ ὅσον ἤδη γενώμεθα παρανάλωμα, εἰ μή τι βέλτιον περὶ τῆς σφῶν σωτηρίας σκεψόμεθα”. τῶν δέ, τί ἂν εἴη τοῦτο, πυνθανομένων αὐτὸς ἔφη “οὐ πάσας τὰς νίκας διὰ σιδήρου Θεὸς τοῖς δημαγωγοῖς δίδωσιν οὐδὲ διὰ μάχης ἀεὶ τὰ τοιαῦτα [*](D) κατορθοῦται, ἀλλ’ ἅπερ ὁ μόθος οὐ δέδωκε, ταῦτα [*](3 ἀπὸ addidi)
114
πολλάκις ὁ λόγος ἐχαρίσατο, καὶ ἡ μετὰ φιλίας καὶ ὑποποιήσεως περίοδος μείζονα τρόπαια ἔστησεν. οὐ χρὴ τοιγαροῦν μάτην τὸν καιρὸν τρίβειν, σπεῦσαι δὲ μᾶλλον πρὸ τοῦ τὸ(??) Κουρπαγὰν καταλαβεῖν νουνεχὲς τι καὶ ἀνδρικὸν διαπράξασθαι τῆς ἡμῶν ἕνεκα σωτηρίας· καὶ σπουδαίως ἕκαστος ἡμῶν τὸν τὸ ἴδιον λάχος τηροῦντα βάρβαρον ὑποποιείσθω. καὶ εἰ βούλεσθε, κείσθω καὶ ἆθλον τῷ πρώτως τοῦτο τὸ [*](Ρ.) ἔργον κατωρθωκότι ἡ τῆς πόλεως ταυτησὶ φυλακή, μέχρις ἂν ὁ μέλλων ταύτην ἐξ ἡμῶν ἀναλαβέσθαι ἀπὸ τοῦ αὐτοκράτορος ἐλεύσεται. ἴσως μὲν οὖν οὐδ’ οὕτω κατωρθωκέναι τι χρηστὸν δυνησόμεθα.” ταῦτα ὁ δεινὸς Βαϊμοῦντος φίλαρχος ὢν οὐχ ὑπὲρ τῶν Λατίνων καὶ τοῦ κοινοῦ τοσοῦτον ὅσον ὑπὲρ τῆς ἑαυτοῦ τιμῆς καὶ σκοπήσας καὶ εἰπὼν καὶ ἀπατήσας οὐ διήμαρτε τοῦ σκοποῦ, ὡς ὁ λόγος κατιὼν παραστήμαρτε. πρὸς τοῦτο τοίνυν ἅπαντες οἱ κόμητες κατανεύσαντες ἔργου ἥψαντο. καὶ αὐγαζούσης ἡμέρας ὁ μὲν Βαϊμοῦντος αὐτίκα πρὸς τὸν πύργον πύργον ὁ δέ γε Ἀρμένιος [*](Β) κατὰ τὰς συνθήκας τὰς πύλας ὑπανοίγνυσιν· ὁ δὲ ἅλλεται τε εὐθὺς μετὰ τῶν συνεφεπομένων αὐτῷ ἄνωθεν θᾶττον ἢ λόγος καὶ περὶ τὰ κρήδεμνα τοῦ πύργου ὡρᾶτο τοῖς ἐντός τε καὶ ἐκτὸς ἱστάμενος καὶ τὴν ἐνυάλιον ἠχεῖν ἐγκελεύων σάλπιγγα. καὶ ἦν ἰδεῖν τηνικαῦτα καινόν τι γινόμενον, τοὺς μὲν Τούρκους ἐκδειματωθέντας εὐθὺς διὰ τῆς ἀπέναντι πύλης φεύγοντας καὶ μόνους ἐξ αὐτῶν ἐναπολειφθέντας ὀλίγους καὶ γενναίους ἄνδρας διὰ τὴν τοῦ κουλᾶ φρουράν· τοὺς δὲ Κελτοὺς ἔξωθεν κατὰ πόδας τοῦ Βαϊμούντου διὰ κλιμάκων ἀνελθόντας καὶ παραχρῆμα κατασχόντας τὴν Ἀντιόχου πόλιν. καὶ ὁ μὲν Ταγγρῆς εὐθὺς Κελτοὺς ἱκανοὺς [*](C) ἀναλαβόμενος ὄπισθεν τῶν φευγόντων ἐδίωκε· καὶ πολλοὶ μὲν κτείνονται, πολλοὶ δὲ τιτρώσκονται. ὁ δὲ Κουρπαγὰν μετὰ ἀναριθμήτων χιλιάδων καταλαβὼν εἰς ἀρωγὴν τῆς Ἀντιόχου πόλεως προκατασχεθεῖσαν ταύτην εὑρηκὼς χάρακά τε [*](28 Κελτοὺς Α om F)
115
ἐπήξατο καὶ τάφρον πεποιηκὼς καὶ τὰς σκευὰς ἐν αὐτῇ καταθέμενος ἐβουλεύετο πολιορκεῖν τὴν πόλιν. ἀλλ’ οὔπω ἔργου ἁψάμενον ἁψάμενον ἐπικαταλαμβάνουσιν αὐτὸν ἐξελθόντες οἱ [*](P. 254) Κελτοί· καὶ τηνικαῦτα μέγας ἀναμεταξὺ ἀναρρήγνυται πόλεμος. εἶχον δὲ τὴν νικῶσαν οἱ Τοῦρκοι· καὶ οἱ Λατῖνοι εἴσω [*](D) τῶν πυλῶν συνεκλείοντο τὸν μόθον ἑκατέρωθεν ἔχοντες ἀπό τε τῶν τὸ κουλᾶ φρουρούντων (ἔτι γὰρ τοῦτο βάρβαροι) ἀπό τε τῶν ἔξωθεν παρακαθημένων Τούρκων. δεινὸς δὲ ἀνὴρ ὢν ὁ Βαϊμοῦντος καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν σφετερίσασθαι θέλων ἐν σχήματι συμβουλῆς αὖθις “οὐ χρή” φησι πρὸς τοὺς κομήτας “τοὺς αὐτοὺς καθ’ ἑκάτερον μέρος ἐν ταὐτῷ μετά τε τῶν ἐντὸς καὶ ἐκτὸς μάχεσθαι, [*](V. 321) ἀλλὰ διχῆ διαιρεθέντας ἐν ἀνίσοις τμήμασι πρὸς λόγον τῶν ἑκατέρωθεν πρὸς ἡμᾶς μαχομένων ἐχθρῶν οὕτω τὴν πρὸς αὐτοὺς ἀναδέχεσθαι μάχην. ἐμοὶ μὲν οὖν ἐξέσται μετὰ τῶν τὴν ἀκρόπολιν τηρούντων μάχεσθαι, εἰ καὶ ὑμῖν τοῦτο συνδόξειε. τοῖς δέ γε λοιποῖς μετὰ τῶν ἔξωθεν μελήσει καρτερῶς συμπλέκεσθαι.” συντίθενται ἅπαντες τῇ τοῦ Βαϊμούντου γνώμῃ. ὁ δ’ εὐθὺς ἔργου ἥψατο καὶ παραχρῆμα τειχίον ἀντίθετον ἐγκάρσιον ἀποδιαιροῦν τῆς ὅλης Ἀντιοχείας τὴν ἀκρόπολιν ἐδείματο, ἔρυμα καρτερώτατον πολέμου ἀποχρῶντος. [*](Β) χρῶντος. κᾷθ᾿ οὕτως ἀνύστακτος φύλαξ τοῦ τοιούτου τείχους καθίστατο διὰ παντὸς ἀπομαχόμενος, ὁπηνίκα καιρὸς ἐδίδου, πρὸς τοὺς ἐντὸς γενναιότατα. οἱ δ’ ἄλλοι κόμητες πολλὴν τοῦ λάχους αὐτῶν ἐπεποίηντο τὴν φροντίδα φρουροῦντες μὲν τὴν πόλιν διὰ παντός, κατασκοποῦντες δὲ τὰς ἐπάλξεις καὶ τὰ κρήδεμνα τῶν τειχῶν, μή πως οἱ βάρβαροι ἔξωθεν νυκτὸς διὰ κλιμάκων ἀνελθόντες τὴν πόλιν κατάσχωσι, μὴ λάθοι τις τῶν ἐντὸς ἄνωθεν τοῦ τείχους γενέσθαι κᾷθ᾿ οὕτως ὁμιλήσας τοῖς βαρβάροις προδοσίας πέρι προδῷ τὴν πόλιν.

[*](C)

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὴν Ἀντιόχειαν ἔτι· ὁ δέ [*](21 καρτερώτατα F 32 ἔτι delendum putat Millerus)

116
γε αὐτοκράτωρ πολλὴν μὲν εἶχε τὴν προθυμίαν αν̓τὸς εἰς ἀρωγὴν τῶν Κελτῶν παραγενέσιθαι , ἀπεῖργε δ’ αὐτὸν καίπερ σφα·δάζοντα ἡ τῶν κατὰ θάλατταν διακειμένων πόλεών τε καὶ χωρῶν λεηλασία καὶ παντελὴς ἐρίπωσις. ὁ μὲν γὰρ Τζαχᾶς τὴν Σμύρνην ὥσπερ ἴδιόν τι λάχος κατεῖχεν, ὁ δέ γε Ταγγριπερμῆς καλούμενος ιπόλιν τινὰ Ἐφεσίων ἀγχοῦ τῆς θαλάττης διακειμένην, ἐν ᾗ πάλαι τέμενος ἐπ’ ὀνόματι Ἰωάννου ἀποστόλου τοῦ θεολόγου ἵδρυτο. καὶ ἄλλος ἄλλα φρούρια τῶν σατραπῶν κατέχοντες ὡς ἀργυρωνήτοις τοῖς Χριστιανοῖς ἐκέχρηντο ἅπαντα λῃζόμενοι ’ ἀλλὰ καὶ αὐτὰς [*](D) δὴ τὰς νήσους Χίον τε καὶ ῥόδον καὶ τὰς ἐπιλοίπους πάσας κατέσχον λῃστρικὰς ἐκεῖθεν κατασκευάσαντες ναν͂ς. διά τοι ταῦτα δεῖν ἐλογίσατο πρότερον τῶν κατὰ θάλατταν καὶ τὸν Τζαχᾶν πρόνοιαν ποιήσασθαι καὶ δυνάμεις διὰ ξηρᾶς ἀρκούσας καὶ στόλον ἱκανὸν καταλιπεῖν, εἶτα δι’ αὐτῶν τὰς τῶν βαρβάρων ἀναχαιτίζειν ὁρμὰς καὶ ἀντικαθίστασθαι [*](P. V.) αὐτοῖς κᾆθ’ οὕτως μετὰ τοῦ λοιποῦ στρατεύματος τῆς πρὸς Ἀντιόχειαν φερούσης ἅψασθαι μετὰ τῶν ἀναμεταk βαρὡς ἐνὸν μαχόμενος. μεταπεμψάμενος τοίνυν Ἰωάννην τὸν Δούκαν καὶ γυναικάδελφον αὐτοῦ παραδίδωσι δυνάμεις ἐκ διαφόρων συνειλεγμένας χωρῶν καὶ στόλον ἀποχρῶντα πρὸς τὴν τῶν παραλίων πόλεων πολιορκίαν καὶ αὐτὴν δὲ τὴν τοῦ Τζαχᾶ θυγατέρα κατασχεθεῖσαν μετὰ τῶν ἄλλων, ὁπόσοι ἐντὸς τῆς Νικαίας τότε ἔτυχον, ἐπισκήψας διακηρυκἱύειν μὲν πανταχοῦ τὴν τῆς Νικαίας ἅλωσιν, εἰ δὲ μὴ πιστεύοιτο, αὐτὴν τὴν τοῦ Τζαχᾶ θυγατέρα ὑποδεικνύναι τοῖς [*](B) σατράπαις τῶν Τούρκων καὶ τοῖς τὰ παρὰ θάλατταν νεμομένοις βαρβάροις, ὡς ἂν οἱ τὰς ἤδη ῥηθείσας πόλεις κατὁρῶντες ταύτην καὶ βεβαιούμενοι τὴν τῆς Νικαίας ἅλωσιν ἀπογνόντες ἀμαχητὶ παραδοῖεν τὰς πόλεις. ἐφοδιάσας οὐν ἱκανῶς διὰ παντοίων τὸν Ἰωάννην ἐκπέμπει. ὁπόσα δὲ κατὰ τοῦ Τζαχᾶ τρόπαια οὗτος ἐστήσατο καὶ ὅπως τοῦτον ἐκεῖθεν ἀπήλασε, προι·ὼν ὁ λόγος δηλώσειεν. ὁ μὲν οὖν δοὺξ καὶ θεῖος οὑμὸς πρὸς μητρὸς τῷ βασιλεῖ συντα-
117
ξάμενος τῆς μεγαλοπόλεως ἔξεισι καὶ διαπεράσας τὴν Ἄβυδον [*](C) μεταπεμψάμενος τὸν καλούμενον Κάσπακα τήν τε τοῦ στόλου ἐξουσίαν καὶ τὴν τοῦ πλοὸς ἅπασαν οἰκονομίαν αὐτῶ ἀνέθετο ὑποσχόμενος ὡς, εἰ καλῶς ἀγωνίσοιτο, ὁπηνίκα τὴν Σμύρνην συμβαίη ἁλῶναι, ἡγεμόνα τοῦτον αὐτῆς τε τῆς Σμύρνης καὶ τῶν ὁμορούντων πάντων αὐτῇ καταστῆσαι. ἐκπέμπει τοίνυν αὐτὸν διαπόντιον θαλασσοκράτορα τοῦ στόλου, ὡς εἴρηται· ἐκεῖνον δὲ ταγματάρχην εἶχεν ἡ ἤπειρος. ἅμα τοίνυν τόν τε Κάσπακα διὰ τοῦ στόλου καὶ τὸν Δούκαν Ἰωάννην διὰ τῆς ἠπείρου οἱ ἐντὸς τῇ Σμύρνῃ ἄμφω προσπελάσαντας θεασάμενοι καὶ τὸν μὲν Δούκαν ἀγχοῦ τῶν τειχῶν ἐκ διαστήματός τινος τὸν χάρακα πηξάμενον, τὸν δέ γε [*](D) Κάσπακα τῷ λιμένι προσοκείλαντα, ἐπεὶ καὶ ἡ τῆς Νικαίας ἅλωσις ἤδη ἐγνώσθη αὐτοῖς, οὐδ’ ὅλως ἀντικαταστῆναι τούτοις ἠθέλησαν, ἀλλ’ εἰς λόγους καὶ σπονδὰς εἰρηνικὰς ἐλθεῖν ᾑρετίσαντο ὑποσχόμενοι, εἴπερ ὀμωμοκέναι αὐτοῖς ὁ Δούκας Ιωάννης θελήσει, ὥστε παραχωρῆσαι ἀπαθεῖς κακῶν πρὸς τὰ οἴκοι τούτους ἐπαναζεῦξαι, ἀναιμωτὶ καὶ μάχης ἄτερ τὴν Σμύρνην αὐτῷ παραδοῦναι. συντίθεται τοίνυν ὁ Δούκας τηνικαῦτα τῇ τοῦ Τξαχᾶ γνώμῃ τὰ κατὰ σκοπὸν ἅπαντα πληρῶσαι ὑποσχόμενος. μετ᾿ εἰρήνης οὖν ἐκεῖθεν αὐτοὺς [*](P. 323) ἀπελάσας τῷ Κάσπακι τὴν πᾶσαν ἐξουσίαν τῆς Σμύρνης ἀνέθετο. γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. τοῦ Κάσπακος ἀπὸ τοῦ Δούκα Ἰωάννου ὑποστρέφοντος, προσῆλθεν αὐτῷ Σμυρναῖος τις διεγκαλῶν ἀφαιρεθῆναι παρά του Σαρακηνοῦ χρυσίνους πεντακοσίους στατῆρας. ὁ δὲ ἀχθῆναι τούτους κριθησομένους ἐπέταξεν· ὡς δ’ ὁ Σύρος εἵλκετο, νομίσας, ὡς ἐπὶ τῷ ἀναιρεθῆναι ἄγεται, καὶ ἀπογνοὺς τῆς ἑαυτοῦ σωτηρίας σπασάμενος μάχαιραν κατὰ τῶν σπλάγχνων τοῦ Κάσπακος ὠθεῖ· ἐπιστραφεὶς δὲ πλήττει καὶ τὸν τούτου ὁμαίμονα περὶ τὸν μηρόν. συγχύσεως δ’ ἐπὶ τούτῳ γενομένης [*](V. 256) πολλῆς, ὁ μὲν Σαρακηνὸς ἀποδιδράσκει, οἱ δὲ τοῦ [*](Β) στόλου ἅπαντες σὺν αὐτοῖς ἐρέταις εἰς τὴν πόλιν ἀτάκτως εἰσῄεσαν καὶ πάντας ἀνηλεῶς ἀπέκτενον. καὶ ἦν ἰδεῖν θέαμα
118
ἐλεεινὸν ὡσεὶ δέκα χιλιάδας ἀποκτανθέντας ἐν ὀξείᾳ καιροῦ ῥοπῇ. ὁ δὲ Δούκας Ἰωάννης περιαλγήσας ἐπὶ τῇ τοῦ Κάσπακος ἀναιρέσει ἐφ’ ἱκανὸν ὅλος αὖθις τῆς τοῦ κάστρου φροντίδος ἐγεγόνει. ἐξελθὼν τοίνυν καὶ περιαθρήσας τὰ τείχη τάς τε τῶν ἐποίκων γνώμας παρὰ τῶν εἰδότων ἀκριβωσάμενος, ἐπεὶ χρεία γενναίου ἦν ἀνδρός, τὸν Ὑαλέαν, φέριστον τῶν ἄλλων εἰδώς, δοῦκα τῆς Σμύρνης κατέστησεν· ἀνὴρ δὲ οὗτος ἀρειμάνιος. καταλιπὼν δὲ καὶ τὸ ναυτικὸν ἅπαν εἰς φυλακὴν τῆς Σμύρνης αὐτὸς τὰς δυνάμεις ἀναλαβόμενος πρὸς τὴν Ἐφεσίων ἤλαυνε παρὰ τοῦ Ταγγριπερμῆ [*](C) καὶ τοῦ Μαράκη τῶν σατραπῶν κατεχομένην. τοῦτον θεασάμενοι οἱ βάρβαροι κατ’ αὐτῶν ἱέμενον, ὁπλισάμενοι καὶ σχῆμα πολέμου περὶ τὴν ἔξω τοῦ κάστρου πεδιάδα διατυπώσαντες τὰς φάλαγγας ἔστησαν. ὁ δὲ δοὺξ μηδὲ μικρόν τι μελλήσας σὺν εὐταξίᾳ στρατιωτικῇ κατ᾿ αὐτῶν ἐξώρμησε. τῆς γοῦν συμβολῆς τοῦ πολέμου γεγονυίας τὸ πλεῖον τῆς ἡμέρας παρῳχήκει· μαχομένων δ’ ἀμφοτέρων τῶν μερῶν καὶ τῆς μάχης οὔσης ἀμφιρρεποῦς οἱ Τοῦρκοι τὰ νῶτα ὑποσχόντες τρέπονται κατὰ κράτος. κτείνονται δὲ τηνικαῦτα πολλοί, ἁλίσκονται δὲ οὐ τῶν τυχαίων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν σατραπῶν οἱ πλείους, ὡς συμποσοῦσθαι τοὺς ἑαλωκότας εἰς χιλιάδας δύο. περὶ ὧν μεμαθηκὼς ὁ βασιλεὺς διασπαρῆναι [*](D) τούτους εἰς τὰς νήσους προσέταξεν. οἱ δὲ καταλειφθέντες τῶν Τούρκων διὰ τοῦ ποταμοῦ Μαιάνδρου πρὸς τὸ Πολύβοτον ἀπερχόμενοι καταφρονητικῶς διετέθησαν τὸν Δούκαν τέλεον ἀπελπίσαντες. τὸ δὲ οὐχ οὕτως εἶχεν, ἀλλὰ τὸν Πετζέαν δοῦκα ταυτησὶ τῆς πόλεως καταλιπὼν αὐτὸς τὸ ὁπλιτικὸν ἅπαν ἀναλαβόμενος παραυτίκα ὄπισθεν οὐ φύρδην, ἀλλ’ εὐτάκτως καὶ ὡς ἐχρῆν ἐμπειρότατον στρατηγὸν κατὰ τῶν ἐναντίων ἰέναι ἤλαυνε κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. οἱ μέντοι Τοῦρκοι, καθά γε εἴρηται, [*](Ρ.) διά τε Μαιάνδρου καὶ τῶν παρακειμένων αὐτῷ πόλεων [*](15 μέλησας F 18 ἀμφιρεποῦς F)
119
ὁδεύσαντες καταλαμβάνουσι τὸ Πολύβοτον. ὁ δὲ δοὺξ οὐ κατὰ πόδας τούτους ἐδίωκεν, ἀλλὰ τὴν συντομωτέραν ὁδεύσας τάς τε Σάρδεις καἰ τὴν Φιλαδέλφειαν ἐξ ἐπιδρομῆς κατέσχε τὴν τούτων φρουρὰν Μιχαὴλ τῷ κεκαυμένῳ πιστεύσας. καταλαβὼν δὲ τὴν Δαοδίκειαν καὶ πάντων παραυτίκα προσεληλυθότων αὐτῷ αὐτοῖς μὲν ὡς αὐτομόλοις χρησάμενος καὶ τεθαρρηκὼς ἀνετῶς τὰ σφέτερα κατοικεῖν εἴασε μηδὲ ἡγεμόνα ἐκεῖθεν δὲ διὰ τοῦ Χώματος διελθὼν τὴν [*](Β) Λάμπην κατέλαβε κἀν ταύτῃ καὶ τὸν Καμύτξην Εὐστάθιον στρατηγὸν ἐπέστησεν. ἐφθακὼς δὲ εἰς τὸ Πολύβοτον καταλαμβάνει Τούρκων πλῆθος πολὺ καὶ ἐπεισπεσὼν αὐτοῖς ἄρτι τὰς σκευὰς κατατιθεμένοις ξυμβαλὼν παραυτίκα νικᾷ κατὰ κράτος καὶ κτείνει μὲν πολλούς, ἀναλαμβάνει δὲ λείαν πολλὴν καὶ τοῦ πλήθους ἀνάλογον.

Τούτου γοῦν μήπω ἐπανεληλυθότος, ἀλλ’ ἀγωνιζομένου κατὰ τῶν Τούρκων, ὁ βασιλεὺς ἑτοιμασθεὶς εἰς ἀρωγὴν τῶν περὶ τὴν Ἀντιόκειαν φθάσαι Κελτῶν, ἐπεὶ τὸ Φιλομήλιον κατέλαβε σὺν ὅλαις δυνάμεσι πολλοὺς ἐν τῷ μεταξὺ κτείνας βαρβάρους, πολλὰς δὲ καὶ πόλεις δῃωσάμενος ὑπ’ [*](C) αὐτῶν πρὶν κατεχομένας, φθάνει τηνικαῦτα τοῦτον ἐξ Ἀντιοχείας Γελίελμος ὁ Γραντεμανῆ καὶ Στέφανος κόμης Φραγγίας καὶ Πέτρος ὁ τοῦ Ἀλίφα χαλασθέντες καλῳδίοις διὰ τῶν κρηδέμνων Ἀντιοχείας καὶ διὰ τῆς Ταρσοῦ ἀφικόμενοι διαβεβαιοῦντο [*](257) εἰς στενὸν κομιδῆ συνελαθῆναι τοὺς Κελτούς, καὶ ἐπομνύμενοι τὴν αὐτῶν παντελῆ πτῶσιν. ὁ δὲ βασιλεὺς διὰ τοῦτο καὶ μᾶλλον εἰς βοήθειαν αὐτῶν ἐσκόπει ταχῦναι, κἂν ἅπαντες αὐτὸν τῆς τοιαύτης ὁρμῆς ἀνέκοπτον. ἐπεὶ δὲ βαρβάρων καἰ αὐτοῦ ἔφοδος ἀμυθήτων ἁπανταχῇ διεκηρυκεύετο, ἐπικαταλαμβάνειν αὐτὸν ἤδη (καὶ γὰρ Χοροσὰν σουλτὰν τὴν τοῦ αὐτοκράτορος ὑπὲρ τῶν Κελτῶν [*](D) μεμαθηκὼς ἀπέλευσιν τὸν ἴδιον υἱὸν Ἰσμαὴλ τὴν κλῆσιν ἀπείρους δυνάμεις ἀπό τε τοῦ Χοροσὰν ἀπό τε τῶν πορρωτέρων μερῶν συναγαγὼν καὶ καρτερῶς ἐξοπλίσας ἅπαντας κατ' αὐτοῦ ἐξέπεμψεν ἐντειλάμενος τάχος τὸν αὐτοκράτορα

120
ἐφθακέναι πρὸ τοῦ τὴν Ἀντιόχειαν καταλαβεῖν), τὴν μὲν δὴ ὁρμὴν τοῦ αὐτοκράτορος, ἣν εἶχεν ὑπὲρ τῆς τῶν Κελτῶν σωτηρίας διαχρήσασθαι τε σπεύδων τοὺς κατ’ αὐτῶν λυττῶντας Τούρκους καὶ αὐτὸν δὴ τὸν τούτων ἡγεμόνα Κουρπαγάν, ἐπέσχε τὰ διαμηνυθέντα ὑπό τε τῶν ἐληλυθότων Φράγγων ὑπό τε τῶν τὴν τοῦ Ἰσμαὴλ κατ’ αὐτοῦ μηνυσάντων ἔλευσιν· λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος [*](Ρ. 3) λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν ἄρτι μὲν ὑπὸ τῶν Κελτῶν ἁλοῦσαν, ἀστατοῦσαν δ’ ἔτι κἀκ τῶν ἔξωθεν ὑπὸ τῶν Ἀγαρηνῶν αὐτίκα πολιορκουμένην, τῶν Κελτῶν τὰς σῳζούσας ἀπεγνωκότων ἐλπίδας καὶ βουλευομένων τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, ἑαυτοὺς δὲ μόνους περισῶσαι διὰ φυγῆς. ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος μετὰ τῶν ἄλλων αὐτόνομον τε καὶ ἀξύμβουλον, στρατηγικῇ δὲ εὐταξίᾳ καὶ ἐπιστήμῃ μηδέποτε χρώμενον, ἀλλ’ ἐπειδὰν μάχη καὶ πόλεμος παρασταίη, περιυλακτοῦτος αὐτοῖς τοῦ θυμοῦ ἀκάθεκτοί τέ εἰσιν οὐ τὸ στρατιωτικὸν [*](Β) μόνον, ἀλλὰ καὶ αὐτοὶ ἡγεμόνες, ὡς ἐς μέσας φάλαγγας τῶν πολεμίων εἰσπίπτοντες ἀφόρητοι, εἰ ὅλως τὸ ἀντικαθιστάμενον ὑποχαλάσειεν· εἰ δὲ στρατιωτικαῖς ἐμπειρίαις λόχους οἱ πολέμιοι πολλάκις καταστήσαιεν καὶ τεχνικῶς αὐτοὺς μετελεύσονται, εἰς τοὐναντίον πᾶν τὸ θράσος αὐτοῖς περιίσταται. τὸ γὰρ ὅλον εἰπεῖν, εἰς πρώτους ῥυτῆρας ἀνύποιστοί εἰσιν οἱ Κελτοί, τὸ δέ γε μετὰ ταῦτα καὶ λίαν εὐχείρωτοι διά τε τὸ τῶν ὅπλων βάρος καὶ τὸ τῆς γνώμης θυμοειδὲς καὶ ἀλόγιστον. διὰ ταῦτα μήτε ἀποχρώσας πρὸς τοσαῦτα πλήθη δυνάμεις ἔχων μήτε τὰς τῶν Κελτῶν γνώμας μεταβαλεῖν [*](C) μήτε ξυμβουλῇ τούτους βελτίονι εἰς τὸ ξυμφέρον μετενεγκεῖν δυνάμενος δέον ἐλογίζετο μὴ προσωτέρω χωρεῖν, ἕνα μὴ εἰς τὴν τῆς Ἀντιοχείας ἀρωγὴν ἐπειγόμενος καὶ τὴν Κωνσταντίνου προσαπολέσειε. πτοηθεὶς δέ, μὴ ἐπικαταλαμβανόντων αὐτὸν ἤδη Τουρκικῶν ἀμυθήτων λαῶν οἱ [*](3 σπεύδων τοὺς Τούρκους F; τ. Τ. expunxit m ead αὐτῶν r: αὐτοῦ F 9 δὲ F)
121
ἔποικοι τῶν μερῶν Φιλομηλίου παρανάλωμα βαρβαρικῆς γένωνται μαχαίρας, εἰς νοῦν βάλλεται διακηρυκεῦσαι μὲν ἁπανταχῇ τὴν τῶν Ἀγαρηνῶν ἔφοδον· καὶ παραυτίκα διεκηρυκεύετο καὶ ὅτι ἕκαστος ἢ ἑκάστη προεξελθέτω τῆς τούτων [*](Β) ἐλεύσεως τὰ σώματα αὐτὰ καὶ τὰ χρήματα, ὁπόσα [*](P. 268) φέρειν δύνανται, διασῴζοντες. εἵλοντο μὲν οὖν εὐθὺς ἅπαντες συνέψεσθαι τῷ βασιλεῖ, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ αὐταὶ γυναῖκες. * * οὕτω μὲν οὖν τὰ τῶν αἰχμαλώτων ᾠκονόμητο τῷ βασιλεῖ. μέρος δὲ τοῦ στρατιωτικοῦ ἀποτεμόμενος καὶ τοῦτο εἰς πολλὰ διελὼν ἐν πολλοῖς μέρεσι κατὰ τῶν Ἀγαρηνῶν ἐξαπέστειλεν, εἴ που προεκδρομάς τινας ποιουμένους [*](V. 326) τοὺς Τούρκους εὕροιεν, ξυμμίγνυσθαί τε αὐτοῖς καὶ καρτερῶς μαχομένους ἀναστέλλειν τὴν κατὰ τοῦ αὐτοκράτορος ἔφοδον. αὐτὸς δὲ μετὰ παντὸς τοῦ λαοῦ τῶν τε ἑαλωκότων βαρβάρων καὶ τῶν προσκεχωρηκότων Χριστιανῶν ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν. ὁ δέ γε ἀρχισατράπης Ἰσμαὴλ μεμαθηκὼς περὶ τοῦ αὐτοκράτορος, ὅτι τῆς Κωνσταντίνου ἐξεληλυθὼς πολλὴν μὲν ἀνδροκτασίαν πεποιηκώς, πολλὰς δὲ καὶ κωμοπόλεις ἐν τῷ διέρχεσθαι παντελῶς ἐριπώσας πολλήν τε λείαν καὶ δορυαλώτους ἀναλαβόμενος ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν μηδὲν ἔργον αὐτῷ καταλελοιπώς, ὡς τῆς [*](Β) ἄγρας ἀπέγνω, ἐν ἀμηχάνοις καθίστατο καὶ ἐφ’ ἑτέραν τραπόμενος τὸ Παΐπερτ πολιορκῆσαι ἐπέγνω, ὅπερ πρὸ μικροῦ κατασχὼν εἶχεν ὁ περικλυτὸς ἐκεῖνος Γαβρᾶς Θεόδωρος, καὶ καταλαβὼν τὸν ἀγχοῦ τούτου ῥέοντα ποταμὸν ἅπαν ἐκεῖ τὸ στρατιωτικὸν κατέθετο. τοῦτο μεμαθηκὼς ὁ Γαβρᾶς διεσκοπεῖτο νυκτὸς ἐπεισπεσεῖν αὐτῷ. ἀλλ’ ὁποῖον μὲν πέρας τὰ κατὰ τὸν Γαβρᾶν ἔσχηκε καὶ ὅθεν οὗτος ὥρμητο καὶ ὁποῖος ἦν, ταμιευσάσθω ὁ λόγος ἐς τὸν προσήκοντα τόπον· τὰ νῦν δ’ ἐχέσθω τοῦ προκειμένου. οἱ δέ γε Λατῖνοι ὑπό τε λιμοῦ καὶ συνεχοῦς πολιορκίας δεινῶς πιεζόμενοι προσεληλυθότες [*](C) τῷ εἰς Ἑλενούπολιν τότε ἡττηθέντι Πέτρῳ τῷ ἐπισκόπῳ [*](8 lacunam signavi)
122
αὐτῶν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ᾐτοῦντο βουλὴν ἐξ αὐτοῦ. ὁ δὲ πρὸς αὐτοὺς “ ἁγνούς” φησι “τηρηΰαί ἑαυὑποσχόμενοι ὑποσχόμενοι, μέχρις ἂν τὴν Ἰερουσαλὴμ καταλάβητε, παρέβητε, οἶμαι, τὴν ὑπόσχεσιν. διὰ τοῦτο νῦν ὑμῖν οὐκ ἐπαρήγει ὡς τὸ πρότερον ὁ θεός. δεῖ οὖν ἐπιστραφῆναι πρὸς τὸν κύριον καὶ τὰς σφῶν ἀποκλαύσασθαι ἁμαρτίας ἐν σάκκῳ καὶ σποδῷ καὶ δάκρυσι θερμοῖς τὴν μετάνοιαν ἐνδειξαμένους καὶ παννύχοις δεήσεσι. τότε δὴ σχολάσω καὶ αὐτὸς ὑπὲρ ὑμῶν τὸ θεῖον ἐξιλεούμενος.’’ πείθονται ταῖς τοῦ ἀρχιερέως παραινέσεσι. καὶ μεθ’ ἡμέρας τινὰς ἐκ θείας ὀμφῆς κινηθεὶς ὁ ἀρχιερεὺς μεταπεμψάμενος τοὺς μεγιστᾶνας τῶν κομητῶν παρηγγυᾶτο δεξιόθεν διορύξαι τοῦ θυσιαστηρίου [*](D) κἀκεῖσε τὸν ἅγιον εὑρηκέναι ἧλον. τὸ ἐπιταχθὲν οὖν πεποιηκότες, ἐπεὶ μὴ εὕρισκον, ἐπαναστρέψαντες μετὰ ἀθυμίας τὴν τοῦ ζητουμένου διαμαρτίαν ἀπήγγελλον. ὁ δὲ ἐκτενέστερον τὴν δέησιν ποιησάμενος ἐπιμελέστερον τὴν τοῦ ζητουμένου ἀναψηλάφησιν ποιήσασθαι ἐπέταττεν. οἱ δὲ καὶ αὖθις ἐπλήρουν τὸ κελευσθὲν καὶ τὸν ζητούμενον εὑρηκότες δρομαίως τῷ Πέτρῳ προσέφερον χαρᾷ καὶ φρίκῃ συνεχόμενοι. [*](P.) κἄκτοτε ὡς ἁγνοτέρῳ τῶν ἄλλων τῷ Ἰσαγγέλῃ ἐν ταῖς μάχαις τὸν σεπτὸν καὶ θεῖον ἐνεχείριζον ἧλον. τῇ γοῦν μετ’ αὐτὴν [*](V.) ἐξ ἀνυπόπτου πύλης κατὰ τῶν Τούρκων ἐξώρμησαν. τότε δὴ ὁ καλούμενος Φλάντρας ᾐτήσατο τοὺς λοιποὺς μίαν ταύτην αἴτησιν παραχωρηθῆναι οἱ, μετὰ τριῶν μόνων καrὰ τῶν Τούρκων τῶν ἄλλων πρῶτον αὐτὸν ἐξιππάσασθαι. δέδοται δὴ τούτῳ τὸ αἰτηθὲν. καὶ ὁπηνίκα αἱ φάλαγγες ἑκατέρωθεν ἰλαδὸν ἔστησαν καὶ ἡ τοῦ πολέμου σύναψις ηὐτρέπιστο, αὐτὸς τοῦ ἵππου ἀποβὰς καὶ προσουδίσας ἑαυτὸν [*](B) τρισσάκις τῷ Θεῷ ἐπηύξατο ἐκεῖθεν τὴν βοήθειαν ἐξαιτούμενος. βοησάντων δὲ πάνrων τὸ “ὁ Θεὸς μεθ’ ἡμῶν”, ὅλονς ῥυτῆρας κατ’ αὐτοῦ τοῦ Κουρπαγᾶ ἐνέδωκεν ἐπί τινος λόφου ἱσταμένου. εὐθὺς οὖν τοὺς κατὰ πρόσωπον αὐτῶν ὑπαντιάσαντας τοῖς δόρασι βαλόντες κατὰ γῆς ἴρριψαν. ἐντεῦθεν οὖν ἐκδειματωθέντες οἱ Τοῦρκοι πρὸ τοῦ συρραγῆ-
123
ναι τὸν πόλεμον εἰς φυγὴν ἐτράπησαν θείας πάντως δυνάμεως ἐπαρηγούσης τοῖς Χριστιανοῖς κἀν τῷ φεύγειν παραπορήσαντες οἱ πλεῖστοι τῶν βαρβάρων ταῖς δίναις τῶν ποταμίων συσχεθέντες ῥευμάτων ἀπεπνίγησαν, ὡς ἀντὶ [*](C) γεφύρας χρηματίσαι τὰ σώματα τῶν ἀποπνιγέντων τοῖς ὄπισθεν ἐρχομένοις. ἐφ’ ἱκανὸν οὖν καὶ τοὺς φεύγοντας διώξαντες πρὸς τὴν Τουρκικὴν ταφρείαν ὑπέστρεψαν κἀκεῖσε τὰς βαρβαρικὰς σκευὰς εὑρηκότες καὶ ἣν συνεπεφέροντο λείαν ἅπασαν ἀναλαβέσθαι μὲν ἤθελον παραχρῆμα, πολλὴν δὲ οὖσαν διὰ τριακονθημέρου μόγις ταύτην εἰσαγαγεῖν εἰς τὴν Ἀντιόχου πόλιν ἐξίσχυσαν. ἐπ᾿ ὀλίγον οὖν αὐτοῦ που ἐγκαρτερήσαντες ἐφ’ ᾧ τῆς τοῦ πολέμου κακοπαθείας ἑαυτοὺς διαναπαῦσαι, ἅμα δὲ καὶ τῆς Ἀντιόχου φροντίδα ποιούμενοι ἀνεζήτουν τὸν ταύτην φρουρήσοντα. ἦν δὲ ὁ Βαϊμοῦντος, καθά γε πρὸ τοῦ τὴν πόλιν ἁλῶναι φθάσας [*](D) ᾐτήσατο. παρακεχωρηκότες δὲ αὐτῷ τῆς ἁπάσης ἐξουσίας τῆς Ἀντιόχου αὐτοὶ τῆς πρὸς τὰ Ἱεροσόλυμα φερούσης ἥψαντο. ἐν δὲ τῷ διέρχεσθαι πολλὰ μὲν τῶν παραλίων κάστρων κατέσχον· ὁπόσα δὲ ἐρυμνότατα ὄντα πλείονος ἐδεῖτο τῆς πολιορκίας, παραδραμόντες τῷ τέως αὐτὰ πρὸς τὴν Ιερουσαλὴμ ἔσπευδον. περιζώσαντες δὲ τὰ τείχη καὶ πυκναῖς προσβολαῖς πολιορκοῦντες αὐτὴν διὰ μιᾶς σεληνιακῆς περιόδου κατέσχον πολλοὺς τῶν ἐντὸς Σαρακηνῶν καὶ Ἑβραίων ἀνῃρηκότες. πάντων δὲ ὑποταγέντων αὐτοῖς, ἐπεὶ ὁ ἀντιβαίνων [*](328) οὐδείς, τὴν ἐξουσίαν ἅπασαν τῷ Γοντοφρὲ ἀναθέμενοι ῥῆγα τοῦτον ὠνόμασαν.

Διαμηνυθείσης δὲ τῆς τῶν Κελτῶν ἐφόδου τῷ ἐξουσιαστῇ Βαβυλῶνος Ἀμεριμνῇ καὶ ὅπως παρ’ αὐτῶν ἥ τε Ἱερουσαλὴμ ἑάλω καὶ αὐτὴ ἡ Ἀντιόχου καὶ ἄλλαι πολλαὶ πόλεις αἱ ταύτῃ παρακείμεναι παρὰ τῶν Κελτῶν κατεσχέθησαν, τηνικαῦτα πολὺ πλῆθος συναγηοχὼς ἔκ τε Ἀρμενίων καὶ Ἀράβων Σαρακηνῶν τε καὶ Ἀγαρηνῶν κατ’ αὐτῶν ἐξπαραπορήσαντες [*](2 παραπορήσαντες Α παραπορίσαντες F 21 ἱερουσαλὴλ F 32 καὶ prius Α om F ἀρράβων FC)

124
ἀπέστειλε. τούτου διαμηνυθέντος παρὰ τοῦ Γοντοφρὲ τοῖς Κελτοῖς, τηνικαῦτα ὡπλίσαντο κατ’ αὐτῶν καὶ κατελθόντες εἰς τὸ Ἰάφα τὴν ἐκείνων περιέμενον ἔφοδον· εἶτα ἐκεῖθεν [*](Β) κατέλαβον τὸ Ῥάμελ, ἐν ᾧ καὶ ὁ μεγαλόμαρτυρ Γεώργιος μεμαρτύρηκε, καὶ ἐπελθόντες τῷ κατ’ αὐτῶν ἐρχομένῳ στρατεύματι τοῦ Ἀμεριμνῆ συνῆψαν πόλεμον μετ’ αὐτῶν. καὶ τὴν νικῶσαν εἶχον εὐθὺς οἱ Κελτοί· τῇ δὲ μετ’ αὐτὴν καταλαβόντος ἐξ ὀπισθίων τοῦ προμετωπίου τῆς φάλαγγος [*](V.) ἡττήθησαν οἱ Λατῖνοι μέχρι τοῦ Ῥάμελ περισωθέντες. μόνος δὲ ὁ Βαλδουῖνος κόμης ἀπῆν φυγαδείᾳ χρησάμενος οὐχ ὡς ἄνανδρος, ἀλλ’ ὥς τι κρεῖττον προμηθευσόμενος περί τε τῆς ἑαυτοῦ σωτηρίας καὶ τοῦ κατὰ τῶν Βαβυλωνίων στρατεύματος. καταλαβόντες δὲ οἱ Βαβυλώνιοι καὶ κυκλοτερῆ [*](C) τὴν πολιορκίαν τοῦ Ῥάμελ ποιούμενοι θᾶττον τοῦτο κατέσχον. πολλοὶ δὲ τῶν Λατίνων τηνικαῦτα κτείνονται, πλείους δὲ καὶ ζωγρίᾳ πρὸς Βαβυλῶνα ἐστάλησαν. ἐκεῖθεν δὲ ὑποστρέφον τὸ ὁπλιτικὸν ἅπαν τῶν Βαβυλωνίων πρὸς τὴν πολιορκίαν τοῦ Ἰάφα ἠπείγετο. τοιοῦτον γὰρ τὸ βάρβαρον ἀεί. ὁ δέ γε ἀνωτέρω ῥηθεὶς Βαλδουῖνος τὰς παρὰ τῶν Φράγγων ἑαλωκυίας κωμοπόλεις ἁπάσας περιιὼν οὐκ ὀλίγους τε συναγηοχὼς ἱππεῖς καὶ πεζοὺς ἀξιόμαχον στράτευμα συνεστήσατο κἀντεῦθεν τοῖς Βαβυλωνίοις ἐπελθὼν ἥττησε κατὰ κράτος. ὁ δὲ βασιλεὺς τὴν κατὰ τὸ Ῥάμελ τῶν Λατίνων [*](D) ἧτταν μεμαθηκώς, περιαλγήσας ἐπὶ τῇ τῶν κομητῶν αἰχμαλωσίᾳ, ἅτε γινώσκων αὐτοὺς κατά τε ὥραν καὶ ῥώμην σώματος καὶ περιφάνειαν γένους τῶν πάλαι ὑμνουμένων, οὐκ ἔφερεν ἐπὶ πλέον τούτους δορυαλώτους ἐπὶ ξένης εἶναι. ἔνθεν τοι μεταπεμψάμενός τινα Βαρδαλῆν καλούμενον χρήματά τε ἱκανὰ ἐπιδοὺς πρὸς τὴν ἐκείνων ἀνάρρυσιν πρὸς Βαβυλῶνα ἐκπέπομφεν ἐγχειρίσας αὐτῷ καὶ τὰ πρὸς τὸν Ἀμεριμνῆν γράμματα περὶ τῶν κομητῶν διαλαμβάνοντα. ὁ δὲ τὰς τοῦ αὐτοκράτορος ἀνελίξας γραφὰς ἄτερ τιμῆς τοὺς [*](5 ἐπελθόντες r: ἑνωθέντες F)
125
κομήτας ἀπεδίδου μετὰ περιχαρείας πλὴν τοῦ Γοντοφρέ. ἐκεῖνον γὰρ προφθάσας πρὸς τὸν αὐτάδελφον αὐτοῦ Βαλδουῖνον τιμῆς ἀπέδοτο. καταλαβόντας δὲ τὴν μεγαλόπολιν τοὺς κομήτας ὁ βασιλεὺς ἐντίμως ἐδέξατο χρήματά τε ἱκανὰ [*](P. 329) ἐπιδοὺς καὶ ἐφ’ ἱκανὸν τούτους διαναπαύσας χαίροντας ἐξαπέστειλεν οἴκαδε. ὁ δὲ Γοντοφρὲ ῥὴξ Ἱεροσολύμων αὖθις ἀποκαταστὰς τὸν ἀδελφὸν αὐτοῦ Βαλδουῖνον εἰς Ἔδεσαν ἐκπέπομφε. τότε δὴ καὶ ὁ αὐτοκράτωρ τῷ Ἰσαγγέλῃ ἐπέσκηψε τὴν μὲν Λαοδίκειαν Ἀνδρονίκῳ τῷ Τζιντζιλούκῃ ἀναθέσθαι, τὸ δέ γε Μαρακέως καὶ τὸ βαλανέως τοῖς ὑπὸ τὸν Εὐμάθιον δοῦκα Κύπρου τῷ τότε ὑπάρχοντα, ἐκεῖνον δὲ προσωτέρω βαδίσαι καὶ. περὶ τῆς τῶν λοιπῶν κάστρων κατασχέσεως ὡς ἐνὸν διαγωνιεῖσθαι. ὅπερ δὴ καὶ πεποίηκε τοῖς γράμμασιν τοῦ βασιλέως πεισθείς. μετὰ γοῦν τὸ παραδοῦναι [*](Β) τὰ κάστρα τοῖς ἀνωτέρω δηλωθεῖσιν ἀπῆλθεν εἰς Ἀντάραδον καὶ ταύτην ἀμαχητὶ ἐχειρώσατο. τοῦτο ἐνωτισθεὶς ὁ Ἀταπάκας τῆς Δαμασκοῦ δυνάμεις συναθροίσας ἱκανὰς κατ᾿ αὐτοῦ ἐστρατεύσατο. ἐπεὶ δὲ ὁ Ἰσαγγέλης ἀποχρώσας δυνάμεις πρὸς τοσοῦτον πλῆθος οὐκ εἶχε, βουλὴν ἐβουλεύσατο οὐ τοσοῦτον ἀνδρείαν ὁπόσον συνετὴν. θαρρήσας γὰρ τοῖς ἐντοπίοις ἔφη ὡς “ἐγὼ μὲν τοῦ κάστρου παμμεγέθους ὄντος ἔν τινι τόπῳ κρυβήσομαι· ὑμεῖς δέ, ὁπηνίκα ὁ Ἀταπάκας καταλάβῃ, τὸ μὲν ἀληθὲς μὴ ὁμολογήσητε, πτοηθέντα δέ με φυγάδα γενέσθαι διαβεβαιώσατε”. καταλαβὼν οὖν ὁ Ἀταπάκας καὶ ἐρωτήσας περὶ τοῦ Ἰασγγέλη, ἐπεί [*](C) ἀποδεδρακέναι τοῦτον ἐπίστευσε, κεκμηκώς ἀπὸ τῆς ὁδοιπορίας ἀγχοῦ τῶν τειχῶν τὴν σκηνὴν ἐπήξατο. τῶν δὲ ἐντοπίων πᾶσαν φιλοφροσύνην εἰς αὐτὸν ἐνδεικνυμένων, τεθαρρηκότες οἱ Τοῦρκοι καὶ μηδὲν ἐναντίον ὑποτοπάσαντες τοὺς ἰδίους [*](V. 261) ἵππους πρὸς τὸ πεδίον ἔλυσαν. ὁ δὲ Ἰσαγγέλης μέσης ἡμέρας τοῦ ἡλίου κατὰ κορυφὴν τὰς ἀκτῖνας βάλλοντος καρτερῶς ὁπλισάμενος μετὰ τῶν ὑπ’ αὐτόν (εἰς [*](11 εὐμάθιον τὸν φιλοκάλην Α)
126
ἵσταντο) αἴφνης τὰς πύλας ἀνοίξας διὰ μέσης τῆς αὐτῶν παρεμβολῆς ὥρμησεν. ὁπόσοι μὲν οὖν ἐκθύμως εἰώθασι μάχεσθαι, τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τὸν μετ᾿ αὐτῶν ἱστάμενοι ἀνεδέξαντο πόλεμον· οἱ δὲ λοιποὶ φυγαδείᾳ τὴν [*](D) ἑαυτῶν ἀπεπειρῶντο πραγματεύσασθαι σωτηρίαν. ἀλλὰ τὸ τῆς πεδιάδος εὐρὺ καὶ τὸ μή τι ἕλος παρακεῖσθαι ἢ βουνὸν ἢ φάραγγα ταῖς τῶν Λατίνων χερσὶν ἅπαντας παραδέδωκεν, ἔνθεν τοι καὶ παρανάλωμα ξιφῶν πάντες γεγόνασιν· ὀλίγοι δὲ καὶ κατεσχέθησαν. οὕτω γοῦν τῶν Τούρκων καταστρατηγήσας κατὰ τῆς Τριπόλεως χωρεῖ. ἄνεισι γοῦν κατευθὺ καὶ προκαταλαμβάνει τὴν ἀκρολοφίαν τοῦ ἀντικρὺ Τριπόλεως διακειμένου βουνοῦ, μέρους ὄντος τοῦ Λιβάνου, ἐφ’ ᾧ καὶ ὡς ὀχύρωμα τοῦτον ἔχειν καὶ τὸ ἐκ τοῦ Λιβάνου καταρρέον ὕδωρ εἰς Τρίπολιν διὰ τοῦ πρανοῦς τοῦ τοιοῦτον βουνοῦ ἐπισχεῖν. τηνικαῦτα δὲ πρὸς τὸν βασιλέα τὰ συμβάντα δηλώσας [*](P.) ᾐτεῖτο ἐρυμνότατον τι ὀχύρωμα γενέσθαι πρὸ τοῦ καταλαβεῖν ἀπὸ τοῦ Χοροσὰν δυνάμεις πλείονας καὶ καταγωνίσασθαι αὐτούς. ὁ δὲ βασιλεὺς τῷ δουκὶ Κύπρου τὴν τοῦ τοιούτου πολιχνίου κτίσιν ἀνέθετο ἐπισκήψας, ἵνα διὰ τοῦ στόλου πάντα τὰ συνοίσοντα ταχέως ἐξαποστέλλῃ καὶ τοὺς τὸ τοιοῦτον πολίχνιον οἰκοδομήσοντας ἐφ’ ὃν ἂν ὁ Ἰσαγγέλης ὑποδείξειε τόπον. γέγονε τοῦτο τῷ τέως. καὶ ὁ μὲν Ἰσαγγέλης ἔξωθεν τῆς Τριπόλεως στρατοπεδευσάμενος πάντα κάλων κινῶν περὶ τὴν ταύτης ἅλωσιν οὐκ ἐνεδίδου. ὁ δέ γε Βαϊμοῦντος τὴν τοῦ Τζιντζιλούκη εἰσέλευσιν εἰς [*](Β) Λαοδίκειαν μεμαθηκὼς τὴν ἔχθραν, ἣν πάλαι κατὰ τοῦ αὐτοκράτορος ἐγκυμονήσας εἶχεν, εἰς τοὐμφανὲς ἐξαγαγὼν μετὰ δυνάμεως ἀποχρώσης τὸν ἀνεψιὸν αὐτοῦ Ταγγρὲ κατὰ τῆς Λαοδικείας ἐκπέμπει ταύτην πολιορκήσοντα. τῆς δὲ περὶ τούτου φήμης μέχρι καἰ ἐς τὰς τοῦ Ἰσαγγέλη διαδραμούσης ἀκοάς, εὐθὺς μηδὲ μικρόν τι μελλήσας οὗτος καταλαμβάνει τὴν Λαοδίκειαν καὶ λόγους συνείρει πρὸς τὸν [*](31 μελήσας F)
127
Ταγγρὲ διὰ παντοίων λόγων συμβουλεύων αὐτῷ τῆς τοῦ κάστρου πολιορκίας ἀποσχέσθαι. ὡς δὲ πολλὰ μετ’ αὐτοῦ κοινολογούμενος καταπειθη τοῦτον οὐχ εὕρισκεν, ἀλλ’ ἄντικρυς [*](C) ᾄδειν ἐδόκει παρὰ κωφῷ, ἐκεῖθεν παλινοστήσας καταλαβάνει αὖθις τὴν Τρίπολιν. ἐκεῖνος δὲ οὐδοπωσοῦν τῆς πολιορκίας ἀφίστατο. ἰδὼν οὖν ὁ Τζιντζιλούκης τὴν ὁρμὴν τοῦ Ταγγρὲ καὶ ὡς ἐν στενῷ τὰ κατ’ αὐτὸν συνελαύνεται, βοήθειαν ἐκεῖθεν ᾐτεῖτο. βραδυνόντων δὲ τῶν ἐν τῇ Κύπρῳ, εἰς ἀμηχανίαν ἐλθὼν τὸ μὲν ἀπὸ τῆς πολιορκίας, τὸ δὲ καὶ ὑπὸ τοῦ λιμοῦ πιεζόμενος προδοῦναι τὸ κάστρον ᾑρετίσατο.

Τούτων οὕτω τελουμένων, ἐπεὶ τετελευτηκότος τοῦ Γοντοφρὲ ἕτερον ἔδει πάλιν ῥῆγα γενέσθαι τὸν ἐκείνου ἀναπληροῦντα τόπον εὐθὺς οἱ ἐν Ἱεροσολύμοις Λατῖνοι μετεκαλοῦντο [*](D) τὸν Ἰσαγγέλην ἀπὸ Τριπόλεως ῥῆγα τῶν Ἱεροσολυμων σολύμων ποιῆσαι ἐθέλοντες. ὁ δὲ ἀνεβάλλετο τέως τὴν ἐκεῖσε ἀπέλευσιν. εἰσελθόντος οὖν εἰς τὴν μεγαλόπολιν, ἐπεὶ ἀναβαλλόμενον αὐτὸν οἱ ἐν Ἱεροσολύμοις ἐγνώκεσαν, μεταπεμψάμενοι τὸν Βαλδουῖνον περὶ τὴν Ἔδεσαν τότε ἐνδιατρίβοντα ῥῆγα Ἱεροσολύμων κατέστησαν. ὁ μὲν οὖν βασιλεὺς τὸν Ἰσαγγέλην ἀσμένως ἀποδεξάμενος, ἐπεί τὸν Βαλδουῖνον μεμαθήκοι τὴν ἐν Ἱεροσολύμοις ἀρχὴν ἀναδέξασθαι, [*](P. 262) παρακατεῖχε μεθ’ ἑαυτοῦ, ὁπηνίκα καὶ τὸ τῶν Νορμάνων φοσσάτον κατέλαβεν ἡγεμόνας ἔχον ἀδελφοὺς δύο Φλάντρας καλουμένους. οἷς πολλὰ πολλάκις ὁ βασιλεὺς συμβουλευόμενος [*](V. 331) τὴν αὐτὴν τοῖς προκαταλαβοῦσι φοσσάτοις ὁδεῦσαι καὶ διὰ τῶν παραλίων τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ οὕτως τῷ λοιπῷ στρατεύματι τῶν Λατίνων ἑνωθῆναι, πειθομένους τούτους οὐχ εὕρισκεν ἅτε τοῖς Φράγγοις ἑνωθῆναι μὴ βουλομένους, ἀλλ’ ἑτέραν ὁδεῦσαι ὁδὸν διὰ τοῦ ἀνατολικοῦ καὶ κατευθὺ χωρῆσαι τοῦ Χοροσὰν οἰομένους κατασχεῖν τὸ τοιοῦτον. ὁ δὲ βασιλεὺς πάντη ἀσύμφορον τοῦτο γινώσκων καὶ τὴν [*](8 ἐκεῖθεν] ἐκ Κύπρου Α Εὐμάθιον? 20 ῥίγα F 26 προκαταλαβοῦσι r: προλαβοῦσι F)

128
ἀπώλειαν μὴ ξθέλων τοῦ τοσούτου λαοῦ (πεντήκοντα γὰρ ἦσαν χιλιάδες ἱππέων ἀνδρῶν καὶ ἑκατὸν πεζῶν), ἐπεὶ μὴ πειθομένους τούτους ἑώρα, τὸν δεύτερον, ὅ φασι, πλοῦν ἐρχόμενος μεταπεμψάμενος τὸν Ἰσαγγέλην καὶ τὸν Τζίταν συνεκπέμπει [*](B) τούτοις ἐφ' ᾧ συμβουλεύειν τε τὰ συνοίσοντα καὶ τῶν παραλόνων ὁρμῶν ὡς ἐνὸν ἀνασειράζειν αὐτούς. διαπεραιωθέντες οὖν τὸν τῆς Κιβωτοῦ πορθμὸν καὶ πρὸς τὸν Ἀρμενιακὸν ἐπειγόμενοι τὴν Ἄγκυραν καταλαβόντες ἐξ ἐφόδου ταύτην κατέσχον. καὶ οὕτω τὸν Ἅλυν διαβάντες πολίχνιόν τι καττὰς ἱερὰς ἐπενδυθέντες οἱ ἱερεῖς στολὰς εὐαγγέλιόν τε καὶ σταυροὺς κομιζόμενοι ὡς Χριστιανοῖς τούτοις προσῄεσαν. οἱ δὲ ἀπανθρώπως καὶ ἀπηνῶς οὐ τοὺς ἱερεῖς μόνον, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν Χριστιανῶν ἀναιροῦσι καὶ ἀφροντίστως τοῦ λοιποῦ ὡς πρὸς Ἀμάσειαν ἀπονεύσαντες τὴν ὁδοιπορίαν [*](C) ἐποιοῦντο. οἱ δὲ Τοῦρκοι ἐμπειροπόλεμοι ὄντες προκαταλαβόντες τὰς κώμας πάσας καὶ τὰ χορτάσματα πάντα ἐνέπρησαν, ἐφθακότες δὲ τούτους ὀξέως προσέβαλον. δευτέρα δὲ ἦν καθ' ἥν ὑπερίσχυσαν τούτων οἱ Τοῦρκοι. καὶ τηνικαῦτα αὐτοῦ που κατασκηνώσαντες χάρακά τε πηξάμενοι τὰς σκευὰς ἐναπέθεντο. τῇ δὲ μετ᾿ αὐτὴν αὖτὴν αὖθις ἄμφω ἐμάχοντο τὰ στρατεύματα. οἱ δὲ Τοῦρκοι κυκλοτερῶς κατασκηνώσαντες οὐ χορταγωγίας χώραν τούτοις ἐδίδουν οὔτε μὴν τὰ ὑποζύγια καὶ τοὺς ἵππους ἐς ποτὸν ἐξάγειν συνεχώρουν. τὴν ἑαυτῶν οὖν πανωλεθρίαν ἐπ' ὀφθαλμῶν ἤδη ὁρῶντες οἱ Κελτοὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τῇ μετ᾿ αὐτήν, τετρὰς [*](D) δὲ ἦν, καρτερῶς ὁπλισάμενοι τὸν μετὰ τῶν βαρβάρων ἀνεδέξαντο πόλεμον. οἱ δὲ Τοῦρκοι εἰς χεῖρας τούτους ἔχοντες οὐκέτι μετὰ τῶν δοράτων οὐδὲ διὰ τόξων πρὸς αὐτοὺς ἀπεμάχοντο, ἀλλὰ τὰ ξίφη σπασάμενοι καὶ τῶν κουλεῶν ἐξελκύσαντες ἀγχέμαχον τὴν μάχην ἐποιοῦντο καὶ παρευθυ τρέπουσι τοὺς Νορμάνους. οἱ δὲ καταλαβόντες τὸν ἴδιον [*](1 ἀπόλειαν F 7 τὸ Ἀρμενιακὸν Millerus 25 ὀφθαλμῶν C ὀφθαλμοῖς F)
129
[*](P. 332) χάρακα σύμβουλον ἀνεζήτουν. ὁ δ’ ἄριστος αὐτοκράτωρ ὁ τὰ λῴονα τούτοις ὑποτιθέμενος καὶ μὴ εἰσακουσθεὶς οὐ παρῆν. λοιπὸν ἐπί τὴν τοῦ Ἰσαγγέλη καὶ τοῦ Τζίτα γνώμην καταφεύγουσιν, ἅμα δὲ καί, εἰ χώρα τις τῶν ὑπὸ τὸν αὐτοκράτορα πλησίον παράκειται, παράκειται, ἐπυνθάνοντο ἀναζητοῦντες αὐτήν. καὶ δὴ τάς τε σκευὰς καὶ τὰς σκηνὰς καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που καταλιπόντες τοῖς ἰδίοις ἵπποις ἐποχηθέντες ὡς εἶχον τάχους πρὸς τὰ παρὰ θάλασσαν τοῦ Ἀρμενιακοῦ καὶ τῆς Παυράης ἔθεον. ἐπεισπεσόντες δ’ ἀθρόον οἱ [*](V. 263) Τοῦρκοι τούτων τῷ χάρακι πάντα ἀφείλοντο· εἶτα κατόπιν [*](Β) τούτων διώξαντες τὸ πεζὸν ἅπαν ἐφθακότες ἀνεῖλον· τινὰς δὲ καὶ κατασχόντες πρὸς τὸν Χοροσὰν δεῖγμα ἀπήγαγον. ἀλλὰ ταῦτα μὲν τὰ τῶν Τούρκων κατὰ τῶν Νορμάνων ἀνδραγαθήματα· ὁ δέ γε Ἰσαγγέλης καὶ ὁ Τζίτας μετὰ τῶν καταλειφθέντων ὀλίγων ἱππέων τὴν βασιλεύουσαν καταλαμβάνουσι. δεξάμενος δὲ τούτους ὁ αὐτοκράτωρ καὶ χρήματα δοὺς ἱκανὰ καὶ διαναπαύσας ἤρετο, ὅπου του λοιποῦ αἱρετὸν αὐτοῖς ἀπιέναι. οἱ δὲ τὰ Ἱεροσόλυμα ἐπεζήτουν. φιλοτιμησάμενος οὖν αὐτοὺς δαψιλῶς διαποντίους ἐκπέμπει τῇ αὐτῶν γνώμῃ τὸ πᾶν ἀναθέμενος. ὁ δέ γε Ἰσαγγέλης [*](C) μεγαλοπόλεως ἐξελθὼν τὴν πρὸς τὸ οἰκεῖον στράτευμα ἀνεζήτει ἀπέλευσιν. καὶ δὴ καταλαμβάνει αὖθις τὴν Τρίπολιν χειρώσασθαι ταύτην γλιχόμενος. μετὰ δὲ ταῦτα νόσῳ θανασίμῳ περιπεσὼν καὶ πνέων τὰ ἔσχατα μεταπεμψάμενος τὸν αὐτοῦ ἀνεψιὸν Γελίελμον ὥσπερ τινὰ κλῆρον ἅπαντα τὰ ὑπ’ αὐτοῦ κατασχεθέντα κάστρα τούτῳ ἀπεχαίσατο ἡγεμόνα καὶ ἀρχηγὸν τῶν αὐτοῦ ταγμάτων καταστήσας. τούτου τοίνυν τὴν τελευτὴν μεμαθηκὼς ὁ αὐτοκράτωρ εὐθὺς πρὸς τὸν δοῦκα Κύπρου διὰ γραμμάτων ἐδήλωσεν, ἵνα Νικήταν [*](D) τὸν Χαλίντζην μετὰ χρημάτων ἱκανῶν πρὸς τὸν Γελίελμον ἐκπέμψῃ ἐφ’ ᾧ ὑποποιήσασθαι τε αὐτὸν καὶ παρασκευάσαι ὀμωμοκέναι πρὸς τὸν αὐτοκράτορα πίστιν βεβαίαν φυλάξαι εἰς αὐτὸν καὶ ὁποίαν ὁ ἀποβεβιωκὼς θεῖος αὐτοῦ Ἰσαγγέλης μέχρι τέλους ἐτήρησεν.

130

Εἶτα μεμαθηκὼς ὁ αὐτοκράτωρ καὶ τὴν τῆ δικείας παρὰ τοῦ Ταγγρὲ κατάσχεσιν πρὸς τὸν Βαϊγράμματα ἐκτίθεται οὑτωσὶ περιέχοντα “τὰ ὅρκια οἶδας κα τὰς ἐπαγγελίας, ἃς οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ἅπαντες πρὸς τὴν βασιλείαν Ῥωμαίων ἐποιήσαντο. νῦν δὲ αὐτὸς πρῶτος παρασπονδήσας τὴν Ἀντιόχειαν κατέσχες καὶ ἄλλα τινὰ φρούρια ὑποποιησάμενος καὶ αὐτὴν δὴ τὴν Λαοδίκειαν. ἀπόστηθι τοίνυν τῆς πόλεως Ἀντιοχείας καὶ τῶν ἄλλων ἁπάντων δίκαιόν τι πρᾶγμα ποιῶν καὶ μὴ θέλε πολέμους ἄλλους καὶ [*](Ρ.) μάχας κατὰ σαυτοῦ ἐρεθίζειν.” ὁ δέ γε Βαϊμοῦντος τὰς βασιλικὰς ὑπαναγνοὺς γραφάς, ἐπειδὴ μὴ τῷ συνήθει ψεύδει χρήσασθαι οἷός τε ἦν τῶν πραγμάτων ἀριδήλως τὴν ἀλήθειαν ἐλεγχόντων, πρὸς τὰ γραφέντα τῷ φαινομένῳ κατένευσεν, αἰτίαν μέντοι τῶν κακῶς παρ’ αὐτοῦ πραχθέντων εἶναι τὸν αὐτοκράτορα ἔλεγε γράψας ὡς “οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλὰ σύ. ὑποσχόμενος γὰρ κατόπιν ἡμῶν μετὰ δυνάμεως ἔρχεσθαι πολλῆς οὐκ ἠθέλησας τὴν ὑπόσχεσιν ἔργοις πιστώσασθαι. ἡμεῖς δὲ τὴν Ἀντιόχειαν καταλαβόντες καὶ [*](B) ἐπὶ τρισὶ μησὶ πολλὰ μογήσαντες πρὸς πολεμίους ἀπεμαχόμεθα καὶ λιμόν, οἷον οὐδείς πως τῶν ἀνθρώπων τεθέαται, ὡς τοὺς πλείστους ἡμῶν καὶ ἀπ’ αὐτῶν τῶν ὑπὸ τοῦ νόμου ἀπηγορευμένων κρεῶν βεβρωκέναι· ἐφ’ ἱκανὸν δὲ ἐγκαρτερούντων ἡμῶν καὶ αὐτὸς ὁ δοθεὶς ἡμῖν εἰς ἀρωγὴν πιστότατος οἰκέτης τοῦ σοῦ κράτους Τατίκιος οὕτω κινδυνεύοντας καταλιπὼν ἡμᾶς ᾤχετο. εἵλομεν δὲ τὴν πόλιν παραδόξως [*](V.) καὶ αὐτὰς τὰς ἀπὸ τοῦ Χοροσὰν εἰς ἀρωγὴν τῶν Ἀντιοχέων καταλαβούσας δυνάμεις κατετροπωσάμεθα. καὶ πῶς δίκαιόν ἐστιν, ἅπερ οἰκείοις ἱδρῶσι καὶ πόνοις ἐκτησάμεθα, ῥᾳδίως [*](C) οὕτως ἀποποιήσασθαι;” ὑποστρεψάντων δ’ ἐκεῖθεν τῶν πρέσβεων, ὡς τὰς τοῦ Βαϊμούντου ὑπανέγνω γραφάς, διαγνοὺς αὐτὸν ἐκεῖνον αὖθις εἶναι τὸν Βαϊμοῦντον μηδοπωσοῦν ἐπὶ τὸ βέλτιον μεταβληθέντα, δεῖν ἔγνω τῶν ὁρίων τῆς βασι- [*](6 παρασπονδίασς F)

131
λείας Ῥωμαίων ἀντέχεσθαι καὶ τὴν ἀκάθεκτον αὐτοῦ ὁρμὴν ὡς ἐνὸν ἀνακόπτειν. δυνάμεις τοίνυν πολλὰς μετὰ τοῦ Βουτουμίτου κατὰ τῆς Κιλικίας ἐξέπεμψε καὶ τὸ ἐλλογιμώτατον τοῦ στρατιωτικοῦ καταλόγου, ἄνδρας μαχιμωτάτους καὶ Ἄρεως ὑπασπιστὰς ἅπαντας καὶ αὐτὸν δὴ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαήλ, ἀκμάζοντας καὶ ἀρτιφυεῖς τὸ γένειον. [*](D) οὓς νηπιόθεν προσλαβόμενος ὁ αὐτοκράτωρ καὶ τὰ στρατιωτικὰ ἐκπαιδεύσας ὡς εὐνουστέρους τῶν ἄλλων τῷ Βουτουμίτῃ παραδίδωσι μεθ’ ἑτέρων χιλίων ἀνδρῶν γενναίων Κελτῶν καὶ Ῥωμαίων ἐφ’ ᾧ συμπαρομαρτεῖν τε αὐτῷ καὶ ὑπείκειν ἐν ἅπασιν, ἅμα δὲ καὶ τὸ τυχὸν τῶν καθ’ ὥραν ξυμπιπτόντων δι’ ἀπορρήτων γραμμάτων δηλοῦν αὐτῷ. ἔσπευδε δὲ τὴν ἅπασαν χώραν τῆς Κιλικίας κατασχεῖν, ἴν’ ἐντεῦθεν [*](14) ῥᾷον τὰ κατὰ τὴν Ἀντιόχειαν ἐξαρτύῃ. ἀπάρας οὖν ὁ Βουτουμίτης σὺν ὅλαις δυνάμεσι καὶ περὶ τὴν Ἀττάλου ἐφθακώς, ἐπεὶ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ μὴ ὑπείκοντας ἑώρα τῷ τούτου θελήματι, ἕνα μὴ καὶ τὸ ὁπλιτικὸν συμβαίη στασιάζειν κἀκ τούτου κενόσπουδος ἡ σπουδὴ τῷ Βουτουμίτῃ γένηται καὶ ἄπρακτος τῆς Κιλικίας ἀποπεμφθείη, παραχρῆμα τὰ περὶ τούτων δηλοῖ τῷ αὐτοκράτορι τὴν μετ’ αὐτῶν συνδιατριβὴν παραιτούμενος. ὁ δὲ τὰς ἐκ τῶν τοιούτων εἰωθυίας γίνεσθαι βλάβας γινώσκων γοργῶς ἐφ’ ἑτέραν ὑπόθεσιν τούτους τε καὶ ὁπόσους ὑπόπτους [*](Β) εἶχε διὰ γραμμάτων προὐτρέπετο, ἵνα τὴν Κύπρον τάχιον καταλαβόντες τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ τὴν δουκικὴν ἀρχὴν τηνικαῦτα τῆς νήσου Κύπρου ἀναδεξαμένῳ συνόντες ἐν πᾶσιν ὑπείκωσιν. οἱ δὲ ἀσμένως τὰ γράμματα δεξάμενοι θᾶττον πρὸς τὴν Κύπρον διαπλῴζονται· μικρὸν οὖν χρόνον μετὰ τοῦ δουκὸς Κύπρου ἐνδιατρίψαντες τῇ συνήθει ἀναισχυντίᾳ καὶ πρὸς αὐτὸν ἐκέχρηντο. ἔνθεν τοι καὶ λοξὸν αὐτοὺς ὑπεβλέπετο. οἱ δὲ νεανίαι τῆς τοῦ βασιλέως περὶ αὐτοὺς κηδεμονίας μεμνημένοι διὰ τῶν πρὸς τὸν βασιλέα γραμμάτων τοῦ δουκὸς πολλὰ κατέτρεχον τὴν Κωνσταντίνου [*](C) ἀνακαλούμενοι. ἀναπτύξας δὲ τὰς αὐτῶν γραφὰς
132
ὁ αὐτοκράτωρ, ἐπεὶ καί τινας τῶν τῆς μείζονος τύχης, ὅσο ὑπόπτους ὁ αὐτοκράτωρ εἶχε, σὺν αὐτοῖς εἰς Κύπρον ἀ ἔστειλε, πτοηθεὶς μὴ καὶ αὐτοὶ ἐκ λύπης ἴσως συναπαχθῶσι ἐκείνοις, εὐθὺς τῷ Καντακουζηνῷ ἐπέσκηψεν ἀναλαβέσθαι τούτους μεθ’ ἑαυτοῦ. ὃς φθάσας εἰς Κυρήνειαν καὶ μετακαλεσάμενος τούτους μεθ’ ἑαυτοῦ ἀνελάβετο. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τούτων, τοῦ Βάρδα φημὶ καὶ τοῦ ἀρχιοινοχόου Μιχαήλ· ὁ δέ γε Βουτουμίτης μετὰ τοῦ Μοναστρᾶ καὶ τῶν σὺν αὐτῷ καταλειφθέντων λογάδων ἡγεμόνων τὴν Κιλικίαν ἐφθακώς, ὡς τοὺς Ἀρμενίους εὗρε σπεισαμένους μετὰ τοῦ Ταγγρέ, [*](V.) παραδραμὼν τούτους καὶ τὸ Μαράσιν καταλαβὼν κατέσχεν αὐτό, ἅμα δὲ καὶ τὰς παρακειμένας ἁπάσας κωμοπόλεις καὶ [*](D) τὰ πολίχνια καὶ ἀποχρώσας δυνάμεις εἰς φρουρὰν τῆς χώρας ἁπάσης καὶ ἡγεμόνα τὸν μιξοβάρβαρον καταλιπὼν Μοναστρᾶν, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψεν.