Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Καταλαμβάνει δὲ τηνικαῦτα καὶ ὁ Τατὸς τὸν Ἴστρον [*](C) μεθ᾿ ὧν ὑπεποιήσατο Κομάνων, οἱ τὴν τοσαύτην λείαν καὶ

[*](1. ὡς add. C. 4. σκυθῶν Α. 5. τηνικαῦτα om, Α. 7. αὐτῷ add. A. 8. γυναικί τινι χήρᾳ Α. 9. ἐφ᾿ add. A. 10 ἐκ τοῦ coni. Hoeschel. καὶ add. A. υἱοὶ A. στρατιῶται ὄντες add. A. 18. διατρίβων Α. fortasse ἐκ τῆς. 21. τατοὺχ AG, τατοῦ C. 22. κομμάνων Α ubique. τουσαύτην CA, τοιαύτην PG.)
353

τὸ πλῆθος τῶν δορυαλώτων θεασάμενοι, τοῖς ἡγεμόσι τῶν Σκυθῶν ἔφασαν, ὡς “ἡμεῖς μὲν τὰ οἴκοι καταλιπόντες, εἰς ὑμετέραν ἤλθομεν βοήθειαν, τὴν τοσαύτην ὁδὸν διηνυκότες, ἐφ’ ᾡ καὶ τοῦ κινδύνου καὶ τῆς νίκης συγκοινωνοὶ γενήσεσθαι. τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας, οὐ χρὴ κενοὺς αὐθις ἀποπεμφθῆναι. οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες, οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν, ἀλλ᾿ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ἥ γοῦν κοινῇ μεθ’ ἡμῶν τὴν λείαν πᾶσαν διαμερίσασθε, ἢ ἀντὶ συμμαχων [*](D) πολεμίους ἡμᾶς ἕξετε." πρὸς τοῦτο ἀνένευσαν οἱ Σκυθαι. τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων, σφοδρὸς ἀνάμεσον αὐτῶν ἀναρρήγνυται πόλεμος, καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες, εἰς τὴν καλουμένην Ὀζολίμνην μόλις ἐσώθησαν. στενούμενοι δὲ παρὰ τῶν Κομάνων, ἐφ᾿ ἱκανὸν ἐκεῖσε διέτριβον, τὴν μετάβασιν μὴ ἀποθαρροῦντες. ἡ δὲ νῦν Νη’ ἡμῖν Ὀζολίμνη κατονομαζομένη μεγίστη μέν εστι κατά τε διάμετρον καὶ περίμετρον, καὶ τῶν ὅπου δήποτε φημιζομένων πάρα τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλείπουσα· κεῖται δὲ τῶν Ἕκατόν βουνῶν ὕπερθεν, καὶ εἰς [*](Ρ. 201) αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νότον πολλάς τε καὶ μεγάλας καὶ φορτηγούς εστιν ἀνέχουσαν νῆας, ὡς εἷναι κἀντεῦθεν δῆλον τὸ βάθος αὐτῆς ὁπό-

[*](2. μὶν oni. Α. 3. ὑμετέραν AG, ἡμετέραν P. τὴν τοσαύτην ὁδὸν Α, τὴν τόσην τε PG. 4. κοινωνοὺς G. 5. αὖθις: ἡμᾶς Α. 6. τὴν τοῦ πολέμου CG. 15. παρ᾿ ἡμῖν om. Α. 16. καὶ τὴν διάμετρόν τε καἰ τὴν περίμετρον C. 17. ὁποίων δή ποτε Α. 18. γεογράφοις PG, corrcxi. 19. τὸν P. 21. νότον Α, νώτου PG. πολλάς τε κω om. Α. ἐστιν add. Α. 22. εἰναι: ἡ Α. ὁπόσον τί ἐστιν om. Α.)
354

σὸν τί ἐστιν. Ὀζολίμνη δὲ κατωνόμασται, οὐχ ὅτι κακοῦ τινος καὶ βαρυόδμου ἀναδίδωσιν ἀποφοράν, ἀλλ’ ὅτι οὑννικῆς ποτὲ στρατιᾶς ἐπιφοιτησάσης τῇ λίμνῃ τούτους δὲ τοὺς Οὔννους Οὔζους ἡ ιδιῶτις ἀπεκάλεσε γλῶσσα) καὶ περὶ τοὺς ὄχθους τῆς λίμνης αὐλισαμένης, Οὐζολίμνην τὴν τοιαύτην προσηγορεύκασι λίμνην, μετὰ προσθήκης, οἴμαι, καὶ τοῦ ὒ φωνήεν- [*](B) τος. καί ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εἵρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννικὸν στράτευμα, ἔπι δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώκασι τοὔνομα. τὰ μὲν οὖν περὶ τῆς λίμνης ὧδέ πη ἐχέτω, ὥσπερ πὰρ ἡμῶν νῦν πρώτως ἱστορούμενα, ἴν’ ἐνδείξαιμεθα, ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πολλαχοῦ στρατηγίαις νῦν ἀφ᾿ ἑαυτοῦ, νῦν δὲ ἀπὸ τῶν [*](V. 160) ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον οἱ τόποι προσηγορίας. τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων [*](C) βασιλέως καταμανθάνω. καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ’ Αἴγυπτον, ὅπου δὲ ἡ Ἀλεξάνδρεια ἡ κατ’ Ἰνδοὺς ἀπ’ ἐκείνου ὠνόμασται, ἴσμεν δὲ καὶ ἀπὸ Λυσιμάχου τινος τῶν ἀμφ’ αὐτὸν στρατιωτῶν Λυσιμάχειαν κατονομάζεσθαι. οὐκ ἂν οὖν θαυμασαίμην, εἰ ναί ὁ βασιλεὺς Ἀλἐξιος ζῆλον Ἀλε-

[*](2. Οὐγγρικῆς CPG in margine. 4. ἀπεκάλεσεν ἡ ἰδιῶτις γλῶσσα G, ἡ ἰδ. ἀπεκάλεσεν γλώσσα P, recte Α. o. αὐλισαμένους C, αὐλισαμένης τῇς στρατιᾶς Α. 6. καὶ om. Α. 7. μὲν oin. G. 9. πάντες oni. CG. 11. ἔχετο P. 13. πανταχοῦ Ρ in margine. 15. τοῦ βασιλέως Μακεδόνων Α τοῦ Μακεδόνος G. 17. δὲ καὶ ἡ A. 20. θαυμάσοιμεν G.)
355

ξάνδρειον ἀναλαβών, ὅπου μὲν ἐξ ἐθνῶν ἥ συρραγέντων ἢ προσκεκλημένων παρ’ αὐτοῦ παριῆψε τοῖς τόποις ὀνομάτων καινότητας, ἥ ἀφ’ ὧν αὐτὸς κατεπράξατο, τῆς ἑαυτοῦ προσηγορίας ὦς τόποις μετέδωκε. τοσαῦτα μὲν πέρι τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερρίφθω ἱστορικώτερον. οἱ δὲ [*](D) Κομανοὶ, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια, ἐφ’ ᾧ τὰ χρειώδη συγκομισάμενοι, αὖθις κατὰ τῶν Σκυθῶν ὑπαναστρέψαι.

Συνάγεται έν τῷ μεταξὺ ὁ βασιλεὺς κείμενος εἰς Βεπόην, ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. τότε καὶ ὁ Θλάντρας κόμης ἐξ Ἱεροσολύμων επανερχόμενος, ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη [*](Ρ. 202) τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον, ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους. φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦτον ὁ βασιλεύς, πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ’ ὧν αὖθις συνελέξατο δυνάμεων καταλαμβάνει τὴν Ἀδριανούπολιν. οἱ δὲ Σκύθαι διεληλυθότες τὰ μεταξὺ τέμπη, μέσον Γολόης καί Διαμπόλεως κατὰ τὴν λεγομένην Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. ὁ δέ γε αὐτοκράτωρ [*](B) τὰ κάτα τοὺς Κομάνους μεμαθηκώς, ἔπει προσδόκιμοι ἐπαναστρέψαι ἦσαν, ἐδεδίει, τὴν ἐκείνων ἔλευσιν ὑφορώμε-

[*](1. συρρυέντων G. 5. Ὀζολίμνης C, λίμνης PG. 8. ἐπαναστρέψαι CCj. 19. εἰς τὴν μαρκέλλαν Α. 20. ὁ δέ γε: ὅπερ μαθὼν ὁ βασιλεὺς καὶ τὸν συνέσιον στείλας, ἔπεισεν ὑποσπόνδους γενέσθαι αὐτῷ. ἀλλὰ μετὰ καιρὸν αὖθις παρασπονδήσαντες, τῆς προτέρας ἀπανθρωπίας εἴχοντο Α. 21. μεμαθηκὼς τὰ κατὰ τοὺς Κομάνους G.)
356

νος. μεταπεμψάμενος τοίνυν τὸν Συνέσιον καὶ τοῖς πρὸς τοὺς Σκύθας χρυσοβούλλοις λόγοις ἐφοδιάσας, ἐκπέμπει παραγγείλας, ὡς εἰ μὲν πεισθεῖεν σπείσασθαι· καὶ δοῖεν ὁμήρους, ἀναχαιτίσαι αὐτοὺς τῆς ἔπι τὸ πρόσω φορᾶς καὶ παρασκευάσαι μένειν ἐν ᾧ προκατέλαβον τόπῳ, καὶ οὕτω χορηγεῖν αὐτοῖς δαψιλῆ τὰ χρειώδη· ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομά- [*](C) νων χρήσασθαι, εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν· εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται, αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι. κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος, καὶ εἰκότα προσομιλήσας, ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. κἀκεῖσε προσκαρτερῶν πάπας αὐτοὺς θεραπείας ἠξίου, πᾶσαν περιαιρῶν σκανδάλου πρόφασιν. ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κομανοὶ παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον, καὶ μὴ ἐντυχόντες αὐτοῖς, ἀλλὰ μεμαθηκότες τὴν τούτων διὰ τῶν κλεισουρῶν ἔλευσιν, καὶ ὅτι τὴν Μαρκέλλαν [*](D) καταλαβόντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς, ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. ὁ δὲ πρὸς τοῦτο ἀνένευσε, προεφθακὼς σπείσα- [*](V. 161) σθαι μετὰ τῶν Σκυθῶν, εἰπών, ὡς “οὐ χρεία τὸ παρὸν βοηθείας ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέψατε." καὶ φιλοφρονησάμενος τοὺς πρέσβεις, δῶρα τε ἱκανὰ ἐπιδούς, μετ᾿ εἰρήνης ἀπέστειλε. τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε, καἰ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο, ληϊζόμε-

[*](4. τὸ add. G. 20. ὡς om. CG.)
357

νοὶ τὰς παρακειμένας πόλεις καἰ χώρας. ἀστατεῖ γὰρ ὡς ἐπίπαν ἅπαν τὸ βάρβαρον καὶ σπονδὰς φυλάττειν οὐ πέφυκε. [*](Ρ. 203) τοῦτο θεασάμενος ὁ Συνέσιος, ἐπανέρχεται πρὸς τὸν βασιλέα, αὐτάγγελος μηνυτὴς γεγονὼς τῆς τῶν Σκυθῶν ἀγνωμοσύνης καὶ παραβάσεως. τὴν Θιλιππουπολιν δὲ τούτων καταλαβόντων, τοῦτο μεμαθηκὼς ὁ βασιλεύς, ἐν ἀμηχανίᾳ καθίστατο, ἀποχρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις, ὥστε ὅλως τὴν μετ᾿ αὐτῶν μάχην ἀναδέξασθαι. ὁποῖος δὲ ἐκεῖνος ὲν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ’ ὁπωσοῦν καταπίπτειν ἐν περιστάσεσιν εἰωθώς, δεῖν ἔγνω δι’ ἀκροβολισμῶν καὶ λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. κὼ οὕτω στοχασάμενος [*](Β) τῶν τόπων καὶ τῶν πόλεων, ἔνθα καταλαμβάνειν ἐκεῖνοι πρωΐας ἔμελλον, αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἐσπέρας τούτους ἐμεμαθήκει τόπον τινὰ καταλαβεῖν, ἐκεῖνος τὸν τοιοῦτον πρωίας κατελάμβανε. καὶ ὡς δύναμις, δι’ ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο, ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. κατέλαβον οὖν ἄμφω οἱ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα. ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν οὔπω κατέλαβε, γινώσκων ὁ αὐτοκράτωρ τὸ ὀξυκίνητον τῶν Σκυθῶν καἰ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας [*](C) τῶν πόλεων ξὺν τάχει πολλῷ, ἐν ἀμηχανίᾳ ἥν.

[*](4. αὐτάγγελος P in margine, αὐτάγγελτος Α, αὐτεπάγγελτος PG. 5. καταλαβόντων CA, καταλαμβανόντων PG 6. τοῦτο μεμαθηκὼς oni. Α. 9. μηδοποσοῦν PG. correxi. 18. κατέλαβον οὖν A, καταλαμβάνουσιν δὲ P, οἱ oui. G.)
358

καὶ μὴ ἀποχρώσας δυνάμεις πρὸς τοσαῦτα πλήθη ἔχ·ων, τὸ μὴ χεῖρον, ὅ φασιν, βέλτιον λογισάμενος, πρὸς εἰρηνικὰς αὖθις ἀπεῖδε σπονδάς. ἐρωτᾷ γοῦν, πρέσβεις ἀποστείλας πρὸς αὐτούς, τὰ περὶ εἰρήνης· οἱ δ’ αὖθις τῷ τοῦ βασιλέως ὑπεῖξαν θελήματι. προέφθασε δὲ πρὸ τῶν εἰρηνικῶν σπονδῶν αὐτόμολος παραγενέσθαι ὁ Νεάντζης. πέμπεται τοίνυν [*](D) ὁ Μιγιδηνός, ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρακειμένων χωρῶν· οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα ὕστερον πόλεμον κατὰ τὸν τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας, καὶ παρασύρεις παρὰ γυναικὸς Σκυθίδος ἑάλω, διὰ σιδηρᾶς ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθεὶς. οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήσεως τοῦ πατρὸς αὐτοῦ· [*](P. 204) ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. οὐκ ἔπι πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει, ἀλλ’ αὐθις πρὸς τὸν ἴδιον ἔμετον, ὡς κύνες, ἐστράφησαν. ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων, καταλαμβάνουσι τὸν Ταυρόκωμον, κἀκεῖ παραχειμάσαντες, ἐληίζοντο τὰς παρακειμένας κωμοπόλεις. [*](V. 162)

Ἔαρος δὲ ἤδη ἀναφανέντος, ἐκεῖθεν εἰς Χαριούπολιν ἔρχονται ὁ δὲ βασιλεὺς εἰς τὸ Βουλγαρόφυγον διατρίβων, οὐκέτι ἐν ἀναβολαῖς ἦν. ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμνόμενος

[*](3. ἐπεῖδε C. 4. αὖθις: an εὐθὺς? 5. προέφθασε C, προέφθακε PG. 14. τύπτον Ρ. 15. τῶν Σκ·υθῶν om. A. 16. πρὸς: ἐπὶ Α. 17. ἀπὸ om. Α. ταυρόκομον A, vid. Nicet. p. 516, 4. 19. ἤδη om. AG.)
359

ἱκανόν λογάδας ἅπαντας καὶ αὐτοὺς δὴ τοὺς ἀρχοντοπούλους [*](B) καλουμένους νέους, ἀρτιφυεῖς πάντας τὸ γένειον τὴν ὁρμὴν ἀνυποστάτους, προσέταξεν ἐξ ὀπισθίων τοῖς κατὰ τὸ ακρον τῶν ἁμαξῶν ἱσταμένοις προσβαλεῖν. τὸ δὲ τῶν ἀρχοντοπουλων τάγμα παρὰ Ἀλεξίου πρώτως ἐφεύρητο. ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ῥωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων, συλλεξάμενος ἁπανταχόθεν αὐτοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν υἱεῖς, ἐγύμνασέ τε πρὸς ὅπλα καἰ πόλεμον ναὶ ἀρχοντοπούλους ὠνόμασεν, ὡσανεὶ ἐξ ἀροχόντων υἱοὺς γεγονότας ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγένειάν τε καὶ ἀνδρίαν ἀναφερόμενοι καὶ οὗτοι θούριδος [*](C) ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο, τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα, ὡς έν ὀλίγῳ εἰπεῖν, εἰς δύο χιλιάδας συμποσούμενον, ὥσπερ ποτε καὶ τοῖς Δάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος. οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ἤεσαν. οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν· καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἐφωρμηκότας, ἀσχέτῳ ῥύμη κατ᾿ αὐτῶν ἵενται. καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης, πίπτουσι τῶν ἀρχοντοπούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. πέρι ὦν ἐπὶ πολὺν χρόνον

[*](D)[*](1. δὴ om. A. ἀρχοντοπώλους Ρ uhiqiie. 2. λεγομένους Α. νέους oni. Α. 5. lege ἀστρατείαν. 6. τῶν alleruin add. CG. 7. αὐτούς: lege τούς. 8. lege πεπτωκότων. 9. καὶ ἀρχοντοπούλους — εὐγένειάν τε oni. G, 15. Λάκωσιν: immo Θηβαίοις. 18. Σκύθαι oni. CG, 19. ἐφωρμηκότας AG, ἀφωρμηκότας P. 20. ἵενται PG, recte Α. 22. ἐπὶ add. CA.)

νυ

360

βύθιον ἔστενεν ὁ βασιλεύς, δάκρυα θερμὰ ἐκχέων καὶ ὀνομαστὶ ἕκαστον καθαπερεὶ ἀπόδημον ἀνακαλούμενος. ἡττήσαντες οὖν οἱ Πατζινάκοι τοὺς ἀντιτεταγμένους, διὰ τῆς Χαριουπόλεως διελθόντες, ἀπονενεύκασι πρὸς τὸν Ἄπρον, ἅπαντα ληιζόμενοι. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος αὖθις ὁ βασιλεὺς προκαταλαμβάνει τούτους καἰ εἰσεῖσιν εἰς τὸν Ἄπρον· οὐ γὰρ προσῆσαν αὐτῷ ἀποχρῶσαι δυνάμεις, [*](Ρ. 205) καθάπερ πολλάκις εἴρηται, πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίω εἰς προνομὴν ἐξερχομένους, μετακαλεσάμενος τὸν Τατίκιον, οὑ ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο, ἐνετείλατο συμπαραλαβεῖν μαθ᾿ ἑαυτοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας, καἰ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν, ὥσθ’ ὁπηνίκα τοὺς Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάζοιντο, κατ᾿ αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκώς, κτείνει μὲν [*](Β) τριακοσίους, ἱκανοὺς δὲ καὶ ζωγρίαν ἄγει. τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς ἔκκριτοι ὡσεὶ πεντακόσιοι, χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ

[*](2. καθαπερεὶ C, καθάπερ PG. 3. Πατζινάκαι G, σκύθαι A. 10. Ταττίκιον APG, correxi. 12. ἠνδρωμένους coni. Siiiner. Stephan. Tliesaur. I. p. 449. τῶν ἀγούρων: ἀγούρους Α. 17. στοχάσοιντο G. 19. τριακοσίους CAG, τετρακοσίους P. ζωγρήσας G. 20. παρὰ acld. CG. φλάντρας G. 21. χαρίσματα A.)
361

καὶ ὅσους τῆς προκειμένης αὐτοῖς χρείας εἶχον ἐπέκεινα, ἀποδεδώκασι τούτῳ τιμῆς. ὁ δὲ βασιλεὺς Ἀλέξιος δεξιωσάμενος τούτους, ἱκανὰς ἀπεδίδου τὰς χάριτας. ἀγγελίας δὲ ἐκ τῆς ἑῴας καταλαβούσης, ὅσον ἤδη ὁπλίζεσθαι τὸν τὴν Νικαιαν [*](V. 163) φρουροῦντα, ὃν ἡ συνήθεια μὲν τῶν περσῶν σατράπην ἀποκαλεῖ, οἱ δὲ νῦν τὰ περσῶν φρονοῦντες Τοῦρκοι ἀμηραν ὀνομάζουσι, τὸν Ἀπελχασὴμ κατὰ τῆς Νικομήδους, ἀποστέλλει τούτους πρὸς φυλακὴν τῖς χώρας.

Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως πέρι τὴν [*](C) δύσιν πολυσχιδῆ ὄχλησιν καί τοὺς Πατζινάκων μετ’ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς, εὐκαιρίαν εὑρών δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυχών, τὴν κτίσιν αὐτῷ τῶν λῃστρικῶν ἀνέθετο πλοίων, ὡς πέρι τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστά, καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπείρους, λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλυζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθών, εἷλε καἰ ταύτην ἐξ ἐπιδρομῆς. κἀκεῖθεν ἀποστείλας πρὸς τὸν τὴν [*](D) διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτορα τὸν Ἀλω-

[*](1. ὅσα Α. εἶχον ἐπέκεινα οm. Α. 2. τιμῆς om. A. ἀξίως Α. 7. Ἀπελχασὴμ ἀδελφὸν coni. Ducangius, recte improbante Wilkenio Hist. Comn. Ρ. 265. 9. Τζακατζᾶς Glycas p 620, 6, sed Τζαχᾶς recte, quem exscripsit, Zonaras III. p. 236. II. εὑρὼν, καὶ ναῦς κατασκεύασας πολλὰς πρὸς ἐξ καἰ τεσσαράκοντα ἀγράρια σκεπαστὰ προσώρμισε Α. 12. κτίσαι CG. 17. προσώρμησε G. lege Κλαζομεναῖς. 20. Mελιτίνης coni. Ducangius GIoss. I. p. 737. lege πουράτωρα.)
362

πόν, πάνδεινα ἠπειλήσατο εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι, κήδεσθαι τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν, τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά, εἰ μὴ ἐκεῖθεν ἐκσταίη. ὁ δὲ ἀπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδειματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθών, τὴν βασιλεύουσαν ἀνεζήτησε. τοῦτο δὲ μεμαθηκὼς ὁ Τζαχᾶς, οὐκέτι ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα [*](Ρ. 206) ἀπελθών, ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. ἔπει δ’ ἡ Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένην οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος, παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν, κατωχυρώσατο ταύτην. ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ’ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος, ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, πέμπει κατ’ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρατιωτῶν ἱκανῶν, ἡγεμόνα τούτων καταστησάμενος Νικητᾶν [*](B) τὸν Κασταμονίτην. ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ συνάρας πόλεμον, ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος, ἕτερον ἐξοπλίζει στόλον, ἐπιστήσας δοῦκα τούτῳ Κωνσταντῖνον τὸν Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ἠϊόνα τῆς Κίου γενόμενος παραχρῆμα τῆς τοῦ πολιορκίας πολιορκίας εἴχετο, ἐκθύμως μαχόμενος

[*](3. δεινὰ ἔσεσθαι G. 12. τὸν om. G. 16. τὸν alterum om. G. 20. τούτῳ δοῦκα G, τούτου P. 21. Δαλασηνὸν G semper postea.)
363

καὶ σπεύδων τὴν πόλιν εἰλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. διὰ πολλῶν οὑν ἑλεπόλεων καὶ πετροβόλων ὀργάνων πλήξας τὰ τείχη, καθαιρεῖ τὸ μεταξὺ τεῖχος [*](C) τῶν δυεῖν πύργων οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς γονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοι ἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο κύριον Ῥωαΐζοντες. οἱ δὲ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἦσαν, σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἀν παρ’ ἀυτῶν διεκωλύοντο, δεδιότων, μή πως τὴν προαποτεθεῖσαν θεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων, ὡς “τῆς εὐφημίας τοῦ αὐτοκράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης ἀκούετε καἰ ὡς ὑπόσπονδοι ὑμῶν γεγόνασιν. οὐ χρὴ τοίνυν [*](D) εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν." ἐπεὶ δὲ τὸ πᾶν [*](V. 164) τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐρειπωθέντος ἀνοικοδομήσαντες, ἀπῃώρησαν τούτου ἔξωθεν στιβάδας καὶ βύρσας καἰ πᾶν τὸ παρατυχὸν πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα μερικῶς ποσῶς ἐνδίδωσι. καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὡσεὶ ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους, τὴν πρὸς Χίον φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει [*](Ρ. 207) παραθέων τὴν ἠιόνα. ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκώς, λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρε-

[*](4. δυεῖν C, δύο PG. 13. τοίνυν P in margine, οὖν PG. 19. ὁποσῶς C. lege πως. 21. Τουρκους C et in margine P, τοὺς ὅρκους PG.)
364

κελεύσατο, ἀποχρῶντας εἰσαγαγὼν έν αὐτῷ στρατιώτας καὶ ἡγεμόνα τὸν Ὦπον, βουλόμενος, εἴ που τούτῳ συναντήσει διαπλωιζομένῳ κατ’ αὐτοῦ, συμμίξαι πρὸς πόλεμον. ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν, κατευθὺ Χίου τόν ἀπόπλουν ἐποιεῖτο. καἰ συναντήσας αὐτῷ πέρι μέσας νύκτας ὁ Ὦπος, ὡς εἶδε καινήν τινα τὴν ναυλοχίαν ποιούμενον, γὰρ ἅλυσιν κατασκεύασας παμμεγέθη, ἅπαντα τὰ αὐτοῦ ἐδέ- [*](Β) σμησε πλοῖα, ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι, μήτ’ αὖ πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι,) ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτοις θαρρήσας ὅλως, στρέψας τοὺς οἴακας, τὴν Χίον αὖθις ἀνεζήτει. ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ, οὐκ ἐνεδίδου τῆς εἰρεσίας. ἐπὸν δὲ τῇ Χίῳ προσπελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου, προεφθάκει γὰρ τοῦτον κατασχεῖν ὁ Δαλασσηνός,) ὁ δὲ Τζαχᾶς περιπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον, τῷ τείχει τοῦ κάστρου τὰς ἰδίᾳ προσεπέλασε ναῦς. τετρὰς δὲ τῆς ἑβδομάδος τῇ δὲ μετ᾿ [*](C) αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας, ἠρίθμει τε καὶ ἀπεγράφετο. ὁ δέ γε Δαλασσηνὸς πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκώς, ἠφάνισε μὲν τὸν χάρακα, ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον, αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. τῇ δὲ μετ’ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ’ ἀλλήλων παρεσκευά-

[*](3. διαπλοιζομένῳ PG, alterum C. 7. παμμεγέθη σκευάσας G. ἅπαντα om. CG. ἐδέσμευσε G. 11. τούτοις G, τούτους P. 13. ἐρεσίας G. 15. προεφθακὼς G.)
365

ζοντο. ἀλλὰ τὸ μὶν Ῥωμαϊκὸν ἀτρεμοῦν ἵστατο, τοῦ Δαλασσηνοῦ κελεύσαντος, μηδένα τὸν συνασπισμὸν λύειν. ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ῥωμαίων ἰέναι παρέθη·ξεν, ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέπεσθαι τούτοις. τοῦτον οἱ Λατῖνοι θεασάμενοι, δόρατα [*](D) μακρὰ ἐναγκαλισάμενοι, κατὰ ὦν βαρβάρω, ἐξιππάσαντο. οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καἰ διὰ τῶν δοράτων δέ τινας πλήξαντες, πλείστους ἀνεῖλον, καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω υνήλασαν. οἱ δ’ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. τοὺς δὲ Κελτοὺς προτροπάδην φεύγοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες, μικρόν τι ἀναποδίσαντες παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. κᾀθ᾿ οὕτως [*](Ρ. 208) οἱ βάρβαροι εἰς τὴν ἠϊόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. τοῦτο οἱ ναυτικοὶ θεασάμενοι, λύσαντες τὰ πρυνήσια ἀπέρραξαν τῆς χέρσου, καὶ τὰς ἀγκύρας χαλάσαντες [*](V. 165) σταντο καραδοκοῦντες τὸ μέλλον. ὁ μέντοι Δαλασσηνὸς πααπεπλευκέναι τὰς πέρι τὸ δυτικώτερον μέρος μέρος τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καἰ τὴν αὐτοῦ τοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ τινες προσεληλυθότες τῷ Τζαχᾷ, τὴν τοῦ Δαλασσηνοῦ βουλὴν [*](B) προκατήγγειλαν. ὁ δὲ ἔνθεν μὶν τηνικαῦτα πεντήκοντα

[*](5. lege τοῦτο 9. τετρεμμένους P. 10. ἀλογίστῳ φορᾷ εἰς τὰς ναῦς G. 16. lege ἀπήραξαν. 17. παραπλεῦσαι G. 18. παρὰ G. lege πρὸς. 21. ἀκρώτερον G.)
366

σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι, ὁπηνίκα ναυτικὸν τοῦ Δαλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται, ἐκεῖθεν δὲ τὸν Δαλασσηνὸν μετεπέμπετο, ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι, ἀπεγνωκὼς οἶμαι παντάπασι, πρὸς τὸ τοῦ Δαλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. ὁ δὲ εἰς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἀμφοῖν τούτοιν συνδόξειεν. οὐδ’ ὁ βάρβαρος πρὸς τοῦτο [*](C) ἀνένευσεν. ἀλλὰ πρωίας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην, καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν, ὀνομαστὶ τοῦτον καλέσας. “ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο, ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον, ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. κἀντεῦθεν ζώγρια παρ’ αὐτοῦ τῷ αὐτοκράτορι Νικηγόρῳ τῷ Βοτανειάτῃ προσενεχθέν, παραχρῆμα τῇ τῶν πρωτονωβελλισίμων ἀξίᾳ τετίμημαι καἰ δωρεῶν μεγάλων ἄξιωθείς, ὑπεσχόμην δουλείαν αὐτῷ. ἐξότου δὲ τὰς τῆς βασι- [*](D) λείας ἡνίας ὁ Κομνηνὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγελῶν ἥκω. μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτοκράτωρ καί εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν διαλυθῆναι, ὁπόσα λαβεῖν ὀφείλων ἐστέρημαι, ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. εἰ δέ σοι δοκεῖ καὶ τὰ τέκνα συναφεῖναι, προβεβλήσθω

[*](3. τὰ add. C. 14. lege ζωγρίαν 15. βοτανιάτῃ G. 16. πρώτων ἡγεμόνων P in margine. 19. ἀπαγγέλλων Ρ, ἀπαγγελῶν G. 23. δοκεῖ C, δοκῆ PG. lege συναφῆναι.)
367

μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία, ὡς τοῖς Ῥωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί κᾆθ’ οὕτω τῶν ἁπάντων ἴδη ῥηθέντων πέρας ἐσχηκότων, ἁπάσας τὰς νήσους, ἅς αὐτὸς καταδραμὼν τῆς Ῥωμαϊκῆς ἐξουσίας ἀφειλόμην, διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα, καὶ τὰς μετ’ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα." ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογισάμενος ὡς [*](Ρ. 209) ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώσκων, ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν, παραγυμνώσας ἅμα καὶ ἣν ἴσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος, ὡς “οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις, οὔτε σὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς, καταθέσθαι δύναμαι. ἀλλ’ ἔπει δοὺς μέγας ὁ Ἰωάννης καἰ γυναικάδελφος τοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ ἐξ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. καὶ οὕτως, εὑ [*](B) ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ, αὐτοῦ τὴν εἰρήνην μεσάζοντος, πέρας λάβοιεν." κὼ γὰρ τουτονὶ τὸν Δούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου κατέπεμψεν, ἅμα μὲν καὶ περὶ τὴν τοῦ Δυρραχίου [*](V. 166) φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ Δαλματῶν ἀναδήσασθαι μάχην. ὁ γὰρ οὕτω καλούμενος

[*](1. ἡ εἰς P in margine, αὐτοκράτωρ 3. ἤδη ῥηθέντων ἁπάντων G. 5. αὐτὰς στρέψω CG. lege ἀντεπιστρέψω. 6, ἀποπληρῶσαι G. 19. μεσάσαντος CG. 23. Δαλματῶν: κελτῶν CG. ἀναδήσασθαι C, ἀναδύσασθαι PG.)
368

Βοδῖνος μαχιμώτατος ὢν καὶ ῥᾳδιουργίας πλήρης, οὐ μέχρι τῶν ἰδίων ὁρίων ἑστάναι ἠβούλετο, ἀλλ᾿ ὁσημέραι τἀς ἔγγιστα Δαλματίας κωμοπόλεις κατατρέχων, τοῖς ἰδίοις προσετί- [*](C) θει ὁρίοις. ὁ δὲ Δούκας Ἰωάννης ἐνιαυτοὺς δέκα πρὸς τῷ ἑνὶ εἰς τὸ Δυρράχιον ἐνδιατρίψας, πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην συναρράξας, καὶ αὐτὸν κατέσχεν. ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ πέρι τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ’ ὁπωσοῦν τὰ παρ’ αὐτοῦ ἐντεταλμένα ἀθετεῖν ἐθέλοντα, ἔπει τοιούτου ἀνδρὸς κατὰ τοῦ Τζαχᾶ ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκρά- [*](D) τωρ, μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψεν, δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. ὁπόσας δὲ μετ’ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων, ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον δοῦκα ἐφαίνετο ἀνατιθέμενος. ὁ δὲ Τζαχᾶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος ἐδόκει λέγειν· “νὺξ ἤδη τελέθει, ἀγαθὸν καἰ νυκτὶ πιθέσθαι." αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειω-

[*](2. ὅρων P, ὁρίων C, om. G. ἡ. ἐνιαυτοὺς τῷ δέκα πρὸς ἑνὶ P, recte CG. 5. τῶν add. C. 6. βολκανίου G. ζωγρίας CG. 7. Δαλμάτας CG, Δαλματίας P. 8. συῤῥήξας CG. lege συναράξας. 11. ὁπωσοῦν C, ὁποσοῦν PG. 19. τὸν prius add. C.)
369

δῶν κόμισαι ὑπέσχετο. ἅπαντα δὲ δόλος ἥν καὶ ἀπάτη. καὶ [*](Ρ. 210) ὁ Δαλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ἠϊόνα τῆς Χίου κα. τεληλυθώς, οὐρίου τυχὼν πνεύματος, τὴν Σμύρνην κατέλαβεν, ἐφ’ ᾦ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας έν Χίῳ καταλαβεῖν. ἀλλ’ οὐδ᾿ ὁ Δαλασσηνὸς δεύτερος πρὸς τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. εἰσελθὼν γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ’ αὐτόν, τὴν Βολισσὸν κατέλαβε. καὶ τὰς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας παρασκευασάμενος, τούς τε στρατιώτας διαναπαύσας [*](Β) κα πλείονας τούτων συμπαραλαβών, αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον, καὶ καθελὼν τὰ τείχη ἐχειρώσατο τὴν πόλιν, τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦντος. κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκώς, εὐθυπλοήσας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.

Οὕτω δὲ ὁ αὐτοκράτωρ τὰ κατὰ τὸν Τζαχᾶν διαθέμενος, ἐπεὶ τοὺς Σκύθας αὖθις τὸ Ῥούσιον καταλαμβάνειν ἐμεμαθήκει καἰ κατὰ τὸ Πολυβοτὸν τὸν χάρακα πήξασθαι ἐξεληλυθὼς ὡς εἶχε τῆς Κωνσταντίνου, τὸ Ῥούσιον κατέλαβε. συνείπετο [*](C) δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης, δεινήν τινα καὶ βύθιον μελέτην κατ’ αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ

[*](3. λαβὼν G. 12. τοῦ βαρβάρου G. συνήρασσε C, συνήῤῥασσε G, συνήῤῥασε P. 15. εὐθυπλοήσας C, εὐθυπλοιησας PG. 18. μεμάθηκε A. 19. τὸν Πολυβοτόν Ρ, τὸν πολυβωτὸν G, τὸν μολυβωτὸν Α, τὸ πολυβοτὸν C. vid. Cantacuz. II. p. 475, 4. ἐξελθὼν Α. 21. καὶ prius add. G.)
370

ὁ Καντζοὺς καὶ ὁ Κατράνης ἄνδρες πολέμων μεμνημένοι καὶ V. 167 ζέοντα πρὸς τὸν αὐτοκράτορα πόθον ἔχοντες. ἀπόμοιραν δὲ ἱκανὴν τῶν Σκυθῶν πόρρω θεασάμενος τὴν μετ’ αὐτῶν ἐναποδύεται μάχην. πολλοὶ μὶν οὖν τῶν Ῥωμαίων ἐν τῷ μάχεσθαι πίπτουσι, τινὲς δὲ καὶ ζωγρηθέντες παρὰ τῶν Σκυθῶν κτείνονται, ἱκάνοι δὲ καὶ μέχρις αὐτοῦ Ῥουσίου κομίζονται. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν. ὁ δὲ [*](D) βασιλεύς, τῶν καλουμένων Μανιακατῶν Λατίνων καταλαβόντων, θαρσήσας ἐβουλεύετο τῇ μετ᾿ αὐτὴν τὸν μετὰ Σκυθῶν κατὰ συστάδην ἀναδέξασθαι πόλεμον. ἐπεὶ δ’ οὐ Με τὸ μεταίχμιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν, τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα, θέλων προαρπάσαι τὴν μάχην. μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων διαπονούμενον θεραπείαν Κωνσταντῖνον, προστάττει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι’ ὅλης νυκτὸς περινοστοῦντα τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοιμάζεσθαι, ὅτι [*](Ρ. 211) περιαυγαζούσης τῆς αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. οἱ δὲ Σκύθαι τοῦ Πολυβότου ἀπάραντες, προκαταλαμβάνουσι τόπον τὸν καλούμενον Ἅδην, κἀκεῖθι τὸν χάρακα πήγνυνται. οὕτω μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὖτίς παρεσκευάζετο. αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στράτευμα καὶ εἰς φάλαγγας

[*](1. πολέμους CG. 9. ἐβουλεύσατο G. 10. lege κατασυστάδην. 13. τὴν alterum add. C. 17. ἀπερισαλπίστως PG, ἀπερισαλπίγκτως in margine. 19. πολυβώτου G.)
371

καταστήσας, ἴεται κατ᾿ αὐτῶ,. οὔπω δὲ τῆς συμβολῆς τοῦ πολέμου γενομένης, ἀλλ᾿ ἑκάστου τῶν ταγμάτων ἤδη καθισταμένου, ὁ Νεάντζης κατά τινα παρακειμένην ἀκρολοφίαν ἀνελθὼν ἐφ᾿ ὢν κατασκοπῆσαι μὲν τὰς Σκυθικὰς παρατάξεις ὡς [*](Β) ἐλεγεν, ἀγγελίαν δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι, ἅπαν τοὐναντίον ἐποίει. καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε, τὰς ἁμάξας μὲν στοιχηδὸν καταστῆσαι, αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα, τετραμμένον τε ὄντα ἤδη ἐν τῆς πρώτης ἥττης καὶ πρὸς φυγὴν ἕτοιμον, σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμάχων χοντα. ταῦτα εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. μιξοβάρ(??)αρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα, ἀπαγγέλλει πάντα [*](C) τῷ βασιλεῖ. ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης, ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ’ ὁ μιξοβάρβαρος εἰς μέσον ἐλθὼν ἤλεγχεν. ἐκεῖνος δὲ τὸ ξίφος ἀθρόον σπασάμενος, ἀπέκοψε τἀνθρώπου τὴν κεφαλήν, αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων. καί, οἶμαι, τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάντζης ἐκκλίνων ἐκ τῆς σφαγῆς τοῦ συκοφαντοῦντος, ὕποπτον μᾶλλον ἑαυτὸν καθιστᾷ. τί γὰρ μὴ τὸν ἔλειχον περιέμενεν; ἀλλ᾿, ὡς ἔοικε γλῶτταν ἐθέλων προαναιρεῖν ἐξορχουμένην τὰς κὰτ αὐτὸν

[*](D)[*](1. ἵεται PG, correxi. αὐτῶν C, αὐτοῦ PG. 7. συνεβούλευέ G. 9. τετραμμένον G, τετρεμμένον P. ἤδη ὄντα G. 12. συνιεὶς G, 13. πάντα οm. CG.)
372

δολιότητας, τολμᾶ τι καὶ παραβολώτερον, πρᾶγμα ποιήσας βαρβαρικῆς μὶν ψυχῆς ἄξιον, ὕποπτον δὲ τοσοῦτον, ὅσον καὶ τόλμης ἐφίκετο. οὐ μὴν ὁ βασιλεὺς εὐθὺς ἐτιμωρήσατο τὸν [*](V. 168) βάρβαρον οὐδὲ ἐπεξῆλθε, δέον ὄν. ἀλλὰ τὴν μὲν καρδίαν παλλομένην εἰς θυμὸν καὶ ὀργὴν ἐπέσχεν αὐτιίκα, ἵνα μὴ προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. ἐταμιεύετο [*](P. 212) καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ, τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐξ ἄλλων προμαντευόμενος· ἔπι ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου· καὶ διὰ τοῦτο περιυλακτοῦντα θυμὸν ὁ βασιλεὺς τέως ἐπεῖχεν, ἀπορῶν τὸ τηνικαῦτα, ὅ τι καὶ δράσειεν. ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου, ἄλλον ᾐτεῖτο τὸν βασιλέα. καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον τῶν ἐκκρίτων μετὰ βασιλικῆς ἐφεστρίδος. εἰς ὃν ἀναβάς, ἔπει τὰ τάγματα κατ’ ἀλλή- [*](Β) λων διὰ τοῦ μεσαιχμίου ἤδη ἤεσαν, σχῆμα κατὰ Σκυθῶν ἱππασίας ποιησάμενος, τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας, πρὸς τοὺς ὁμογενεῖς φοιτᾶ, πολλὰ κατὰ τῆς βασιλικῆς παρατάξεως αὐτοῖς παραινῶν. οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι, καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος συνάψαντες πόλεμον, τρέπουσι κατακράτος. ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας,

[*](3. ἐτιμωρήσατο: ἐπεπορεύσατο C et in margine P. 4. ἐπεξῆλθε C, ὑπεξῆλθε PG. 6. ἐταμιεύσατο CG. 8. τὴν om. G. 11. τὸ om. G. 15. ἐπιβὰς G. ἐπὶ PG, ἐπεὶ lac. Gronovius. 20. τὸν add. C.)
373

ἐν ἀμηχανίᾳ γενόμενος, παρακινδυνεύειν ἀλόγως οὐκ ῆθελεν. ἔνθεν τοι καὶ τὰς ἡνίας στρέψας. μέχρι τοῦ ῥέοντος ποταμοῦ ἐγγὺς τοῦ Ῥουσίου καταλαμβάνει. κἀκεῖθεν τὸν χαλινὸν ἀνασειράσας, μετά τινων λογάδων ὡς ἐνὸν πρὸς τοὺς διώκοντας [*](C) ἀπεμάχοντο, ἱππασίας κατ’ αὐτῶν ποιούμενος, πολλοὺς μὶν κτείνων, ἔστι δ’ οὗ κὼ αὐτὸς πληττόμενος. ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ πυρρὸς καλούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν, ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. ὡς δὲ τὸ ἰταμὸν τῶν Σκυθῶν ἑώρα καὶ· ὅτι ὅσαι ὧραι πληθύνουσι, καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπεν μετὰ τῶν λοιπῶν, παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις, μέχρις ἂν αὐτὸς ἐπανέλθοι. γοργῶς δὲ τοῦ ἵππου τὸ ψάλλιον περιστρέψας, τὴν περαίαν τοῦ ποταμοῦ καταλαβών, εἰσεῖσιν εἰς τὸ Ῥούσιον, καὶ ὅσους [*](D) τῶν φευγόντων στρατιωτῶν κεῖθι κατέλαβε, καὶ τοὺς αὐτόχθονας ἅπαντας Ῥουσιώτας, ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον, ἀλλὰ κίκι αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἀμαξῶν παρεκελεύσατο θᾶττον ἐξεληλυθότας παρὰ τῷ χείλει τοῦ ποταμοῦ καταστῆναι. τούτου δὲ θᾶττον ἡ λόγου γεγονότος, κατὰ στοίχους τινὰς καταστήσας αὐτούς αὐθις πρὸς τὸν Γεώργιον ἀναδεδραμήκει, καίτοι ὑπὸ τεταρταϊκοῦ κακοῦ

[*](5. an ἀπεμάχετο? 6. μὶν CG, δὲ καὶ P. δ᾿ add. G. 8. τούτῳ G. 18. ἀλλὰ δὴ καὶ αὐτοὺς τοὺς ἀγρότας G. 19. τὸ χεῖλος CG. 21. κατὰ στοίχους C, καταστοίχους PG. 22. τεταρταϊκοῦ C, τεταρταίου PG. κακοῦ ῥίγους om. G.)
374

ῥίγους πιεζόμενος, ὡς χαἰ τοὺς ὀδόντας ἀπὸ τῆς φρίκης προσαράσσειν. ἐπισυναχθὲν δὲ καὶ τὸ ἅπαν Σκυθικὸν στράτευμα μὰ ὡς τὴν διττὴν ἐθεάσαντο παράταξιν καὶ τὸν αὐτοκράτορα [*](P. 213) οὕτως ἀγωνιζόμενον, τὸ φιλοκίνδυνον αὐτοῦ ἐπεγνωκότες καὶ ὅτι ὁ αὐτὸς κἀν ταῖς νίκαις κἀν ταῖς ἥτταις ἐστι, τὴν ἀνύποιστον τούτου ἐπεγνωκότες ὁρμήν, ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ᾿ αὐτοῦ συμπλοκήν. ὁ δὲ αὐτοκράτωρ τὸ μέντοι ὑπὸ ῥίγους συνεχόμενος, τὸ δὲ πλεῖστον οὔτι οὔπων οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι, ἵστατο αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ’ αὐτῶν θάρσος ἐνδεικνύμενος. συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. ἐπεὶ δὲ ἡ νὺξ ἤδη [*](V. 169) προῄει, ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. [*](Β) ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν πόλεμον αἰ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοι ἀλλαχοῦ σκεδασθέντες, κατὰ μικρὸν αὖθις πρὸς τὸ ῾Ρούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τούτων καὶ μάχης παντελῶς ἄγευστοι. ὁ δέ γε Μοναστρᾶς καἰ Οὐζᾶς καὶ ὁ Συνέσιος, ἄνδρες Ἀρηΐφιλοι καὶ μαχιμώτατοι, διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίον, ἀπόμαχοι καὶ αὐτοὶ τὸ ῾Ρούσιον καταλαμβάνουσιν.

Ὁ δὲ αὐτοκράτωρ ὑπὸ τοῦ συνέχοντος αὐτόν, ὡς ἔφην, ῥίγους βιαζόμενος, κατεκλίθη μικρὸν ἑαυτὸν ἀνακτη-

[*](4. oὕτως: τοσοῦτον P in margine. 5. κᾂν ἐν ταῖς νίκαις 12. ἤδη om. G. 13 ὑπέστρεψαν G. 15 ἄλλοι ἀλλαχοῦσε PG, ἄλλοσε ἀλλαχῆ P in margine, ἀλλαχοῦ C. an ἀλλαχόσε? 16. πρὸς: εἰς CG. 22. ἀνακτησάμενος G.)
375

ὅμως. ἀλλ’ ὅμως οὐδ᾿ οὕτως ἠρέμει, σκεπτόμενος, τι ἂν χρὴ τὴν αὔριον ποιῆσαι. προσελθὼν δ᾿ ὁ Τατράνης, (Σκύ- [*](C) θὴς δὲ οὗτος ὁ ἀνὴρ πολλάκις αὐτομολήσας πρὸς τὸν αὐτοκράτορα καὶ παλινδρομήσας αὖθις οἴκαδε ναί τοσαυτάκις παρ’ αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς,) τὰ ὑπὲρ αὐτοῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγματευόμενος ἔφη· “ἐλπίς ἐστί μοι, βασιλεῦ, κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶσαι ἡμᾶς καὶ οὕτω τὸν μεθ’ ἡμῶν ἀναζητῆσαι πόλεμον. χρὴ τοίνυν προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι." ἐπαινέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς, συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν. [*](D) ὁ δὲ ταῶ εἰπών ἀπελθὼν τοιαῦτα πρὸς τοὺς ἡγεμόνας ἀπεστομάτισε τῶν Σκυθῶν· “μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενημένας ἥττας τοῦ αὐτοκράτορος, μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς, τὴν μεθ’ ἡμῶν ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. ἄμαχος τὴν ἰσχύν έστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν καὶ εἰ μὴ τὴν μετ’ αὐτοῦ εἰρήνην σπάσησθε, τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται." τοιαῦτα μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας. ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ πεδιάδα νεμομένους ἵππους αὐτῶν

[*](P. 214)[*](2.τὴν C, τὸ G, τὸν P. τραγάνης G et in margine P. 4. τοσαύτης CG. II. τοῦτο CG. 19. ἀποπτύσεσθε G et in margine ἀποσπάσησθε. lege ἀσπάσησθε, ut supra 308, 17.)
376

ἀναλαβέσθαι ἦσαν δὲ παμπληθεῖς) ληϊζομένων ὁσημέραι τἀς νύκτας τὴν ἡμεδαπὴν χώραν, μεταπεμψάμενος τὸν τε Ούζᾶν καὶ τὸν Μοναστρᾶν, ἐπέσκηψε μεθ’ ἱππέων ἐκκρίτων ἐξ ὀπισθίων τῶν Σκυθῶν διελθόντας κατὰ τὸ περίορθρον τὰς πεδιάδας καταλαβεῖν, καὶ τοὺς ἵππους ἅπαντας καἰ τὰ ἄλλα κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι, καὶ μὴ δεδιέναι παρεκελεύετο. “ἡμῶν γάρ, φησι, κατὰ πρόσωπον αὐτοῖς μαχομένων, ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε." οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρτηκεν. ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγε- [*](Β) γόνει. αὐτὸς δὲ τὴν κατ’ αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον ἔχων, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδ᾿ ἐπινυστάζων ὅλως ἦν. ἀλλὰ μεταπεμπόμενος δι᾿ ὅλης νυκτὸς τοὺς στρατιώτας, καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει, ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοίσαντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων, ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν, ἔστιν οὑ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινόν, καί ἀποβαίνειν τῶν ἵππων, εἰ καὶ τοῦτο χρή. ἀλλὰ [*](V. 170) μὲν τὰ τῆς νυκτὸς ἔργα. μικρὸν δὲ ὑπνώσας, ἔπει τῆς ἡμέρας [*](C) ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυθῶν διαπεραιωθέντες τὸν ποταμὸν . . . τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν, καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στοχασμός, (δεινὸς γὰρ

[*](1. ναὶ νυκτὸς G. 4. περίορθρον τοὺς ἵππους τούτων καὶ τἄλλα κτήνη Α. 7. παρεκελεύσατο CG. φησι add. Α. αὐτῶν Α 8. ἐκπληρώσατε Α. 10. προσδοκῶν A. 11. οὐδὲ A. 12. ἦν ὅλως G. 15 lege συνοίσοντα. vid. annotat. 20. ἐπιφωσκούσης CA, ἐπιφωσκώσης PG. 21. ποταμὸν τὸν πόλεμον CA,)
377

ἥν προϊδέσθαι τὸ μέλλον, ἐμπειρίαν πολλὴν τῇ πυκνότητι τῶν ὁσημέραι κατ’ αὐτοῦ ἐπανισταμένων πολέμων λαβών,) ἐπιβὰς παραχρῆμα τοῦ ἵππου, τὴν ἐνυάλιον ἠχῆσαι καὶ τὰς φάλαγγας καταστησάμενος, αὐτὸς ἐπὶ τοῦ μετώπου εἱστήκει. ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλμβάνοντας, παραχρῆμα τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ· βάδην κατ’ αὐτῶν ἰέναι ἐπέσκηψεν [*](D) καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἴετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ, τὸ μέσον διέπων τοῦ στρατεύματος. οἱ δὲ τοῖς Σκύθαις μέτα τόλμης προσέβαλον. καρτερᾶς δὲ τῆς μάχης γεγονυίας, τὸ μὶν τῇ πυκνότητι τῶν βελῶν, τὸ δὲ καὶ τὸν τοῦ ῾Ρωμαϊκοῦ συντάγματος συνασπισμὸν ὁρῶντες κω αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως μαχόμενον, ἐκδειματωθέντες παλιμπόρευτοι γεγό- [*](P. 215) νασι, τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾷν, πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς ῾Ρωμαϊκῆς φάλαγγος οἱ μὲν τοῖς δόρασι κατὰ τῶν μεταφρένων παίοντες, οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. πολλοὶ· μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖλος ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. ἐκθυμότερον δὲ ἁπάντων κατὰ

[*](B)[*](7. τῶν ἵππων ἀποβῆναι ἐπέσκηψε καὶ βάδην χωρεῖν Κῶά τῶν σκυθῶν. καρτερᾶς δὲ A. 8. τῆς add. G. 12. τῇ πυκνότητι A, τὴν πυκνότητα PG. 16. ἁμάξας, A. 17. ῾Ρωμαίων CG. 21. ἀνὰ κράτος A, ἀνακράτος PG. 22 ἀποσυρόμενοι G. ἐναπεπνίγοντο CAG, ἀπεπνίγοντο P.)
378

τὴν ἡμέραν ἐκείνην οἱ πέρι τὸν αὐτοκράτορα διαπονούμενοι θεράποντες ἠγωνίσαντο. ἦσαν γὰρ ἀκμῆτες ἅπαντες. ὁ γε αὐτοκράτωρ ἔκδηλος ἀριστεὺς κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀναδειχθείς, νικητὴς πρὸς τὴν ἰδίαν παρεμβολὴν ὑπέστρεψεν.

Ἐπὶ τρισὶν οὖν ἡμέραις αὐτοῦ που διαναπαυσάμενος, ἐκεῖθεν ἀπάρας καταλαμβάνει τὴν Τζουρουλόν. σκοπήσας δέ, ὡς χρὴ μὴ ταχέως ἐκεῖθεν μεταστῆναι, τάφρον ἀπο- [*](C) χρῶσαν πρὸς τὸ ἀνατολικώτερον μέρος τοῦ πολιχνίου ταῖς προσούσαις αὐτῷ δυνάμεσι διορύξας, τήν τε βασιλικὴν σκηνὴν καὶ τἀς σκευὰς ἁπάσας εἴσω τούτου κατέθετο. οἱ δέ γε Σκύθαι ἐπιόντες καὶ οὗτοι κατὰ τῆς Τζουρουλοῦ, ἐπειδὴ προκαταλαβεῖν τὸν αὐτοκράτορα ταύτην ἠκηκόεισαν, διαβεβηκότες τὸν ἀνὰ τὴν πεδιάδα ῥέοντα ποταμὸν ἀγχοῦ που τοῦ πολιχνίου τούτου, (Ξηρόγυψον τοῦτον ἐγχωρίως τὸν χάρακα ἐπήξαντο, μεταξὺ ὅντες τοῦ τε ποταμοῦ καὶ πολιχνίου. καἰ οἱ μὲν ἦσαν ἔξωθεν τὴν πόλιν ταύτην κυκλώσαντες· ὁ δὲ βασιλεὺς ἔνδον ἐναπείληπτο καθάπερ πολιορ- [*](D) κούμενος. ἀλλ’ ἔπει νὺξ κατέλαβεν, ἄλλοι μέν ῥα θεοί τε ναί ἀνέρες ἱπποκορυσταί, τοῦτο δὴ τὸ τῆς Καλλιόπης Ὁμήρου, εὗδον· τὸν δὲ αὐτοκράτορα Ἀλέξιον οὐκ ἔχε νήδυμος ὕπνος. ἀλλὰ διηγρύπνει τε καί ἀνέλιττε λογισμούς, ὅπως τὸ θράσος

[*](4. ἐπανέστρεψεν A. 5. τρισὶν οὖν Α, τρισὶ γοῦν PG. αὐτόθι A. ἀναπαυσάμενος A. 9. τε om. A. 10. γε add. A. 11. σκύθαι τὸν οὕτω πως ἐγχωρίως ποταμὸν τὸν καλούμενον ξυλόγυψον διαβεβηκότες τὸν χάρακα ἐπήξαντο A. 15. ὄντες om. Α. τε om. A. 19. τό Ὁμήρειον A. 20. εἰχεν C. ἥδυμος C. 21. ὁ· γε . . . πνεῖ Α. ἀνείλιπτε A. lege ἀνείλιττε.)
379

τῶν βαρβάρων τέχνῃ καταγωνίσηται. ἰδὼν τοίνυν ὡς τὸ πολίχνιον τοῦτο ἡ Τζουρουλὸς ἐπὶ λόφου ἀνεζηκότος τετείχι- [*](V. 171) στο, τὸ δὲ βάμβαρον ὀπὰν κάτω που περὶ τὴν πεδιάδα ἅπαν ηὐλίσατο, ἐπεὶ μὴ ἀποχρῶσαν πρὸς τοσαῦτα πλήθη δύναμιν εἶχεν, ὥστε τὴν μετ’ αὐτῶν ἀποθαρρῆσαι μάχην κατασυστάδην, ἐπινοεῖταί τι καἰ μάλα εὐμήχανον. ἀναλαβόμενος τὰς τῶν οἰκητόρων ἁμάξας καὶ ταύτας ἀφελὼν ἀπὸ τῶν ἐπικραββάτων, τούς τε τροχοὺς τούτων καὶ τοὺς ἄξονας ἄνω κατέσχε, κᾀθ᾿ οὕτως ἔξω τοῦ τείχους ἔπι τῶν κρηδέμνων ἐφεξῆς ἀπαιωρεῖ διὰ τινων καλωδίων ἐναποδεσμουμένων ταῖς [*](P. 216) ἐπάλξεσι τῶν τειχῶν. καὶ ἅμα τε τοῦτο ἐνενόησε καὶ καὶ μιᾶς ὥρας ἐναπεκρέμαντο κύκλῳ οἱ τροχοί μετὰ τῶν ἀξόνων, ὥσπερ τινὲς ἐφεξῆς κυκλοῖ κείμενοι, ναὶ ἀλλήλοις ἐγγίζοντες καὶ τοῖς ἄξοσιν ἀυτῶν ξυνδεσμούμενοι. πρωΐθεν δὲ ἀναστὰς καὶ· αὐτός τε ὁπλισάμενος καὶ τοὺς ἄλλους τλίσας, ἔξάγει τοῦ τείχους, ἀντιμετώπους στήσας τοὺς στρατιώτας τοῖς βαρβάροις. συνέβαινε δέ, ἐφ᾿ ἁ μέρη τὰ κύκλα τῶν τροχῶν ἀπῃώρηται, ἐπ’ ἐκεῖνα καὶ τοὺς ἡμετέρους στρατιώτας ἵστασθαι καὶ ἀντικρὺ κεῖσθαι κατὰ μίαν γραμμὴν τὸ ἀντίθετον. καὶ τὸ ἐντεῦθεν αὐτὸς μέσον τῆς ἀμφ᾿ αὐτὸν πα-

[*](B)[*](1. καταγωνίσηται A, καταγωνήσηται P, κατασοφίσηται CG. ἰδὼν — τετείχιστο om. CG. 2. an ἀνεστηκότος? 3. ἅπαν alterutrum delendum. 5. ἀποθαῤῥῆσαι C, ἀναθαρρῆσαι PG. 8. τούτων add. A. κατέχειν G. 10. ἐφεξῆς om. A. διὰ καλωδίου A. ἀποδεσμουμένων A. 11. ἐνενόησε καὶ C, ἐπενόησέ τε καὶ PG. 13. ἀλλήλοις C, ἀλλήλους PG. 14. δεσμούμενοι CG. 15. ἀναστὰς, ὁπλισθέντας τοὺς στρατιώτας ἐξάγει τοῦ τείχους, ἀντιμετώπους στήσας τοῖς. βαρβάροις Α. 17. τοῖς βαρβάροις τοὺς στρατιώτας G, τοῖς τοὺς στρ. βαρβάροις P, recte C. 20. μέσον A, μέσης P, μὶν CG. vid. annotat.)
380

ρατάξεως ἑστηκώς, συνεβούλευεν, ἐπὰν ἡ σάλπιγξ τὸ ἐνυάλιον ἠχήσῃ, ἀποβάντας τῶν ἵππων τοὺς στρατιώτας σχολῇ καὶ βάδην κατὰ τῶν ἐναντίων χωρεῖν, τόξοις τὰ πολλὰ χρωμένους καὶ ἀκροβολισμοῖς, καὶ τὴν φάλαγγα τῶν Σκυθῶν εἰς ἑαυτοὺς προκαλεῖσθαι· ἐπὰν δὲ τούτους παρασυρέντας καὶ ἐπ᾿ αὐτοὺς ἐγκεκραγότας τοὺς ἵππους θεάσαιντο προτροπάδην ὀπισθορμήτους γενομένους ὀλίγον διαιρεθῆναι τηνικαῦτα διχῇ εἰς δεξιόν τε καὶ εὐώνυμον μέρος , καὶ χώραν δοῦναι τοῖς ἐναντίοις ἐς τοσοῦτον, ἕως ἂν τοῦ τείχους πλήσιον γένοιντο. τούτου δὲ γεγονότος, παρήγγελτο τοῖς ἄνωθεν ἑστηκόσιν ἀπὸ [*](C) τοῦ τείχους, ὁπηνίκα τὴν σχίζαν τῶν φαλάγγων θεάσαιντο, ξίφεσι τὰ καλώδια κόπτειν καὶ ἀφεῖναι τοὺς τροχοὺς μετὰ τῶν ἀξόνων ἄνωθεν κάτω κατακρημνίζεσθαι. ἐγένετο ταῦτα κατὰ τὸ τοῦ βασιλέως παράγγελμα. καἰ ἀθρόοι μὲν ἐπαρράξαντες ἦσαν οἱ Σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ ἱππόται κατὰ τῆς ἡμεδαπῆς παρατάξεως, πεζῇ καὶ βάδην κατ᾿ αὐτῶν ἱεμένων πάντων, μόνου δὲ τοῦ αὐτοκράτορος ἐπόχου συγκατιόντος αὐτοῖς. οἱ δὲ κατὰ τὴν τοῦ αὐτοκράτορος τέχνην ὀλίγον γόνυ γουνὸς ἀμείψαντες καὶ οἶον ἀναποδίσαντες, διεσχίσθησαν ἀπ᾿ ἀλλήλων, ὡς οὐκ ἄν τις ἤλπισεν, ὥσπερ θύραν τοῖς βαρβάροις πλατυτάτην εἰς τὴν εἴσοδον ὑπανοίξανἠχήσῃ

[*](2. C, ἐπιβοήσειε P, ἐμβοήσειε Α, ἐνηχήσῃ τὸ ἐνυάλιον G. 5. αὐτὸ 8. τε om. G. 9. ἐς τοσοὐτον om. A. 11. τὴν om. G. 13. ἐγένοντο οὖν A. 14. παράγγελμα, πεζῇ A. lege ἐπαράξαντες. 15. ᾔεσαν G. 17. ἱεμένων πάντων κατ᾿ αὐτῶν AG. ἱεμένων correxi hic et infra. 18. οἱ δὲ: αὐτίκα γοῦν οἱ μὶν τοῦ βασιλέως, κατὰ τὴν ἐκείνου τέχνην, γόνυ Α. 21. πλατύτατον A. ὑπανοίξαντες A, ἀνοίξαντες CG, ἀνεῴξαντες P.)
381

τες. καὶ ἅμα οἱ μὲν Σκύθαι εἴσω τοῦ στομίου τῆς ἑκατέρωθεν [*](D) φάλαγγος ἐγεγόνεισαν, οἱ δὲ τροχοὶ μέτα τινος ῥοίζου καἰ καταφορᾶς ἐνεχθέντες, ὑπὲρ πῆχυν ἀπὸ τοῦ τείχους ἕκαστος ἐφαλλόμενοι, ἅτε τῶν κυρτοτήτων ἑκάστου τροχοῦ ἀποκρουσθεισῶν ἐκ τοῦ τείχους καὶ οἶον ἀποσφενδονηθεισῶν, εἰς μέσους τοὺς ἱππότας τῶν βαρβάρων ἔξεκυλίσθησαν, ῥύμην λαβόντες σφοδροτέραν. τὸ μὲν καὶ· ἀπὸ τῆς ἀθρόας καταφορᾶς τῷ φυσικῷ πειθόμενοι βάρει, τὸ δὲ καὶ ῥοπὴν λαβόντες ἀκάθεκτον ἀπὸ τοῦ κατάντους τόπου, σφοδρῶς τε τοῖς [*](P. 217) βαρβάροις ἐνέπιπτον καὶ πανταχόθεν αὐτοὺς περιέθλιβον, τὰ σκέλη τῶν ἵππων ὥσπερ θερίξοντες, καὶ ἀμφότερα ἑκατέρωθεν ἀπό τε τῶν ἐμπροσθίων καἰ ὀπισθίων μερῶν διατεμνόμενοι, ὀκλάσαι τοὺς ἵππους, ἐφ᾿ ὁ μέρη τὴν πληγὴν κατηνάγκασαν καὶ τοὺς ἱππότας συγκαταβαλεῖν. ὧν ἐπαλλή- [*](V. 172) λων καὶ συχνῶν πιπτόντων, ἐξ ἑκατέρου δὲ καὶ τῶν στρατιωτῶν κατ’ αὐτῶν ἱεμένων, καὶ δεινῆς τῆς μάχης τοῖς Σκύθαις πανταχόθεν ἐφισταμένης, οἱ μὲν τοῖς πεμπομένοις ἀνῃροῦντο βέλεσιν, οἱ δὲ διὰ τῶν δοράτων ἐπλήττοντο, τῶν δὲ λοιπῶν οἱ [*](B) πλείους ὑπὸ ὦν τροχῶν σφοδρῶς καταφερομένων συνωθούμε-

[*](1. καὶ ἅμα: οἱ δέ γε σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ κατὰ τῆς ῥωμαϊκῆς παρατάξεως ἱππόται συῤῥήξαντες, εἴσω τοῦ στομίου A. τῶν ἑκατέρωθεν φαλάγγων CG, τῶν ἑκατέρων φαλάγγων A. 3. ἐνεχθέντες τοῦ τοίχου, καὶ οἶον ἀποσφενδονηθέντες A. ὑπὲρ πῆχυν, ἀπὸ PG. interpunctionem mutavi. 4. ἀφελόμενοι CG. τροχῶν CG. 6. τῶν βαρβάρων ἱππότας G. 7. σφοδροτάτην CG. καὶ om. G. 8. βάζει p. 9. τοῦ τόπου P, τόπου CG, τόπους Α. τε om. A. κατὰ τὰ βάρβαρα G, τὰ βάρβαρα Q. 10. ἀνέπιπτον C. 13. ἐδεξαντο CG. 14, ἐπαλλήλων A, ἐπ᾿ ἀλλήλων PG. 15. πιπτόντων ἴξ ἑκατέρων, καὶ τῶν A. 17. ἁπανταχόθεν G. τοὺς πεμπομένους G. 19. κατ’ αὐτῶν φερομένων A.)
382

νοὶ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ ἀπεπνίγησαν. τῇ δὲ μετ’ αὐτήν, ἐπεὶ πάλιν τοὺς καταλειφθέντας Σκύθας πρὸς πόλεμον ὁρμῶντας ἑώρα, τοὺς ὑπ’ αὐτὸν ἅπαντας τεθαρρηκότας κατανοήσας, ὁπλίσασθαι παρεκελεύσατο. σιδηροφορήσας δὲ καὶ αὐτὸς καὶ πολέμου σχῆμα διατυπώσας, πρὸς τὸ πρανὲς κάτεισιν. εἶτα δὴ τὰς φάλαγγας ἐπιστρέψας κατὰ πρόσωπον τοῖς Σκύθαις ἵστατο, ἐφ' ᾧ τὸν μετ' αὐτῶν, ὡς ἐνόν, συνάψαι πόλεμον. αὐτὸς μὲν οὖν τὴν μέσην τῶν ταγμάτων εἶχε χώραν· μάχης δὲ καρτερᾶς γενομένης, τὴν νικῶσαν τηνικαῦτα [*](C) παρ' ἐλπίδας αἰ Ῥωμαϊκαὶ εἶχον φάλαγγες, καὶ ἐδίωκον τούτους ἀκρατῶς· ἐπεὶ δ' ἱκανὸν διάστημα τούτους ἑώρα διώκοντας ὁ αὐτοκράτωρ, δεδιὼς μὴ λοχῶντές τινες αἰφνιδίως ἐπεισπεσόντες τοῖς Ῥωμαίοις παλίντροπον τὴν τῶν Σκυθῶν φυγὴν ἀπεργάσωνται, καὶ προστεθέντες τούτοις καἰ οἱ φεύγοντες μέγα τὸ δεινὸν τῇ Ῥωμαἱκῇ στρατιᾷ ἐπάξωσιν, ἱππασίας πυκνὰς ποιούμενος, ἀνασειράζειν τοὺς χαλινοὺς καὶ τοὺς ἵππους ἀναψύχειν τοῖς στρατιώταις ἐκέλευεν. οὕτω γοῦν κατὰ τὴν ἡμέραν ἐκείνην ἄμφω διαστήτην τὰ στρατεύματα. οἱ μὲν γὰρ φυγάδες, ὁ δὲ βασιλεὺς χαίρων νικητὴς λαμπρὸς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισιν. οἱ δὲ Σκύθαι κατα- [*](D) κράτος ὑττηθέντες μεταξὺ τοῦ Βουλγαροφύγου καὶ τῆς μικρᾶς Νικαίας τὰς σκηνὰς ἐπήγνυντο. χειμῶνος δὲ ἤδη ἐπι-

[*](2. πάλιν om. A. πόλεμον ἑώρα τεθαῤῥηκότας ὁ βασιλεύς· καὶ αὐτὸς τἀς οἰκείας φάλαγγας καταστησάμενος, καὶ τὴν μέσην τῶν ταγμάτων ἐπέχων χώραν, κατ’ αὐτῶν ἵεται. καὶ μάχης αὐθις καρτερᾶς Α. 11. δὲ G. διαστήματος G. τούτους διώκοντας ὁ αὐτοκράτωρ εἶδε G. 17. ἐκέλευσε, G. 18. lege διεστήτην. an respexit Hom. II. I, 6. ? 19. γὰρ om. Α. 20. οἱ δὲ : οὕτω μὲν οὖν οἱ σκύθαι Α. 21. βουλγαροφύτου Α.)
383

καταλαβόντος. δεῖν ἔγνω ὁ αὐτοκράτωρ εἰς τὴν βασιλεύουσαν ἐπανελθεῖν, ἐφ' ᾦ ἑαυτόν τε κω τὸ πλέον τοῦ στρατοπέδου τῶν πολλῶν ἀγώνων ἐπανακτήσασθαι. διελόμενος οὖν τὰς δυνάμεις. καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκρίνας, ὁπόσοι εὐψυχότεροι τοῦ παντὸς ἤσαν στρατεύματος, ἡγεμόνας τούτων τόν [*](Ρ. 218) τε Ἰωαννάκην καὶ τὸν Μαυροκατακαλὼν Νικόλαον προεβάλλετο, πέρι ὧν πολλάκις φθάσας ὁ λόγος ἐδήλωσεν, ἐντειλάμενος αὐτοῖς έν ἑκάστῳ μὲν τῶν πολιχνίων ἀποχρῶντας εἰσαγαγεῖν στρατιώτας εἰς τὴν ἀυτῶν φρουράν, πεζοὺς δὲ ἐξ ἁπάσης τῆς χώρας μετὰ ἁμαξῶν καὶ τῶν ταύτας ἑλκόντων βοῶν ἐξελάσαι. βουλόμενος γὰρ ἔαρος ἐφισταμένου τῆς κατὰ τῶν Σκυθῶν καρτερώτερον ἀνθέξεσθαι μάχης, προεμελέτα τε καὶ ηὐτρέπιζε τὰ συνοίσοντα. οὕτω γοῦν ἅπαντα δεόντως διαθέμενος, ἐπανέρχεται πρὸς τὸ Βυζάντιον.

[*](2. καὶ τὸ στρατόπεδον Α. 3. ἀγώνων : ναμάτων Α. ἐπανακτήσασθαι, τὸν ἰωαννάκην καὶ τὸν μαυροκατακαλών, ἡγεμόνας ἐκ τοῖς κατὰ δύσιν ἐάσας μέρεσιν, ἐντειλάμενος αὐτοῖς ἀποχρ. εἰσαγαγεῖν στρ. εἰς τὴν τῶν ἐκεῖσε πολιχνίων φρουράν ἰωαννάκην Α, Ἰωάννην PG. 7. ὁ λόγος φθάσας G 6. 8. ἐν om. G. εἰσάγειν G. 12. καρτερώτατα G. 13. δεόντως add. A.)
384
[*](P. 221)

ἐμαθηκὼς ὁ αὐτοκράτωρ, ὡς ἀπόμοιράν τινα οἱ [*](V. 175) τῶν Σκυθῶν ἡγεμόνες ἀπολεξάμενοι κατὰ τῶν Χοιροβάκχων ἐξέπεμψαν, καὶ προσδόκιμος ἡ τούτων ἄφιξις ἦν, ὁποῖος ἐκεῖνος θερμουργὸς πέρι τὰς ἐγχειρήσεις κἀν τοῖς αἰφνιδίοις ἄε

[*](ΑΛΕΞΙΑΔΟΣ βιβλίον ἦι AG. 1. Μεμαθηκὼς : Ἔνθα (leg. μαθὼν) πάλιν τοὺς σκύθας εἰς χοιροβάκχους σκηνώσαντας, καὶ ἀπειροπληθεῖς ὄντας, ὡς καὶ μέχρι τοῦ δεκάτου φθάσαντας, καὶ πάντα ληισαμένους· ἐξελθὼν τῆς πόλεως κάτα τὴν παρασκευὴν τῆς ἀπόκρεω καὶ ὡσεὶ πεντακοσίους μόνους τῶν οἰκείων μεθ’ ἑαυτοῦ ἐκλεξάμενος, (excidit ὁπλίσας) ἑαυτὸν ὁ βασιλεὺς σὺν τοῖς ἀμφ’ αὐτόν ἐντὸς τοῦ κάστρου τῶν χοιροβάκχων εἰσεληλύθειν (leg. εἰσεληλύθει) νυκτός. καὶ κλείσας τὰς πύλας A.)
385

ὡς προπαρεσκευασμένος δεικνύμενος, μήπω ἑβδόμην ἡμέραν ἐν τοῖς βασιλείοις διαναπαυσάμενος μηδὲ βαλανείου τυχών, μηδὲ τὸν ἐκ τοῦ πολέμου κονιορτὸν ἀποτιναξάμενος, παραχρῆμα τοὺς ἐπὶ τῆς φρουρᾶς τῆς πόλεως τεταγμένους καὶ [*](Β) ὁπόσοι νεόλεκτοι, ἀναλαμβάνεται ὡσεί πεντακοσίους τὸν ἀριθμόν, καὶ ὁπλίσας δι’ ὅλης νυκτός, κατὰ τὸ περιόρθρον ἔξεισι. τηνικαῦτα δὲ δήλην καθίστησι τὴν αὐτοῦ πρὸς τοὺς Σκύθας ἐξέλευσιν. τοῖς δὲ ἐξ αἵματος καὶ ἀγχιστείας προσήκουσιν αὐτῷ συγγενέσι καὶ τοῖς ἄλλοις, ὁπόσοι τῆς μείζονος τύχης ἦσαν καὶ τῷ στρατιωτικῷ συντάγματι συγκατειλεγμένοι (παρασκευὴ δὲ ἦν ἡ τῆς ἀπόκρεω) ταυτὶ διὰ τῶν ἀποστολέων παρακελευσάμενος· ὡς ἄρα γοῦν “ἐγὼ μὲν ἄπειμι τὴν τῶν [*](C) Σκυθῶν κατὰ τῶν Χοιροβάκχων ὀξεῖαν μεμαθηκὼς κίνησιν, ὑμεῖς δὲ ἀλλὰ κατὰ τὴν ἑβδομάδα τῆς τυροφάγου στρατεύσατε πρὸς ἡμᾶς. τὰς γὰρ μεταξὺ τῆς τε παρασκευῆς τίς ἀπόκρεω καὶ τῆς τυροφάγου δευτέρας ἡμέρας ὑμῖν ἐφίημι εἰς μικράν τινα ῥᾳστώνην, ὡς μὴ βαρύς τις καὶ ἀδιάκριτος δόξαιμι." ἐκεῖνος μὲν οὖν παραχρῆμα κατευθὺ Χοιροβάκχων ἤλαυνε, καὶ εἰσελθὼν κλείει τὰς πύλας· τὰς δὲ κλεῖς αὐτὸς ἀναλαμβάνεται. εἶτα τοὺς εὔνους ἅπαντας τῶν θεραπόντων ἀέρι τὰ κρήδεμνα καθίστησι τοῦ τείχους, ἐγκελευόμενος μὴ

[*](D)[*](1. post ἡμέραν add. P ἑαυτὸν, om CG. 8. lege ἐξέλευσιν τοῖς τε ἐξ. 9. συγγενέσιν P, συγγενέσι G. 10. στρατιωτικῷ συντάγματι F, Ρωμαϊκῷ στρατεύματι PG. 11. ἡ om. G. 15. τὰς: τὰ CG. τε om. G. 16. εἰς add. F. τις om. G. 21. περὶ τὰ κρήδεμνα τοῦ τείχους ἐπαγρυπνεῖν ἐγκελεύεται, μή που Α. ἐγκελευόμενος: παραγγείλας C.)
386

ἀναπεπτωκέναι, ἀλλ' ἐπαγρυπνοῦντας περιαθρεῖν τὰ τείχη, μή πού τις ἀνελθὼν καὶ προκύψας ὁμιλήσειε τοῖς Σκύθαις. ἀνίσχοντος δὲ τοῦ ἡλίου, καὶ οἱ ἐλπιζόμενοι τῶν Σκυθῶν καταλαβόντες κατὰ τὸν συγκεκολλημένον τῷ τείχει τῶν Χοιροβάκχων αὐχένα ἔστησαν. ἔξ ὧν τηνικαῦτα ἀποκριθέντες ὡσεὶ ἓξ χιλιάδες εἰς προνομὴν διεσκεδάσθησαν, ἐφθακότες μέχρις [*](Ρ. 222) αὐτοῦ τοῦ Δεκάτου ὡσεὶ δέκα σταδίους τῶν τειχῶν ἀπέχοντος τῆς βασιλίδος τῶν πόλεων· ἐξ οὗ, οἶμαι, κω τὴν ἐπωνυμίαν ἐκτήσατο. οἱ δὲ λοιποὶ αὐτοῦ που διαμεμενήκεσαν. ὁ δὲ βασιλεὺς ἀνελθὼν διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις, περιεσκόπει τὰς πεδιάδας καὶ τοὺς βουνούς, εἰ που καἰ ἑπέρα δύναμις τούτοις ἔπεισιν, ἢ εἴπου λόχους καθίσαντες μελετῶσιν τὸν τούτοις ἴσως προσβαλεῖν ἐπιχειρήσοντα κατασχεῖν. ὡς δ’ οὐδέν τι τοιοῦτον ἐθεάσατο, περὶ δευτέραν τῆς ἡμέρας [*](Β) ὥραν ὁρᾷ τούτους οὐ πρὸς μάχην ηὐτρεπισμένους, ἀλλὰ πρὸς τροφὴν καὶ ἀνάπαυσιν ἀποκλίναντας,) πλῆθος δὲ πολὺ τούτοις ὁρῶν καὶ τοῦ μετ’ αὐτῶν κατὰ συστάδην μὴ κατατολμῶν πολέμου, ἐν δεινῷ ἐποιεῖτο, εἰ τὴν ἅπασαν ληϊσάμενοι χώραν καὶ αὐτοῖς τοῖς τείχεσι τῆς βασιλευούσης τῶν πόλεων προσπελάσαιεν, καὶ ταῦτα αὐτοῦ ἐκεῖθεν ἔξεληλυθότος, ἐφ’ ᾦ τούτους ἀποσοβῆσαι τῆς χώρας. μετακαλεσάμενος οὖν τοὺς ὑπ’

[*](1. ἐπαγρυπνοῦντας C, ἀπαγρυπνοῦντας Ρ, ἀπαγρυπνεῖν καὶ ἀθρεῖν G. 5. ὡσεὶ χιλιάδες ἕξ Α. 11. ἕτεραι δυνάμεις 12. ἡ add. Α. καθίσαντες : ποιήσαντες A. 13. ἴσως τὸν τούτοις PG, recte A. ἐπιχειρήσαντα A. 14. τι om. G. περὶ — ηὐτρεπισμένους οm. A. 16. τροφὴν Α, τρυφὴν PG. ἀποκλίναντας τούτους ἑώρᾳ, παραχρῆμα διὰ τῆς ἀπονενευκυίας Α. τούτους CG. 17. lege κατασυστάδην. 20. ἐξεληλυθότος C, ἐληλυθότος PG.)
387

αὐτὸν στρατιώτας κω τὴν γνώμην ἀυτῶν δοκιμάσαι βουλόμενος, [*](V. 176) μένος, ἔφη· “oὐ χρὴ ἀποδειλιᾶν πρὸς τὸ πλῆθος τῶν Σκυθῶν [*](C) θῶν ἀφορῶντας, ἀλλ’ εἰς θεὸν ἠλπικότας τὸν μετ’ αὐτῶν συνάψαι πόλεμον, καὶ εἰ μόνον ὁμογνωμονήσαιεν, πέποιθα ὡς ἡττήσομεν αὐτοὺς κατὰ κράτος." τῶν δὲ ἀπαναινομένων πάντῃ καὶ πρὸς τὸν λόγον ἀναβαλλομένων, ἐκεῖνος εἰς φόβον ἐμβάλλων πλείονα τοὺς αὐτοῦ καί ἀνεγείρων εἰς κίνδυνον, φησιν· ‘‘έἀν οἱ εἰς προνομὴν ἐξελθόντες ἐπανέλθοιεν αὖθις καὶ μετὰ τῶν παρόντων ἑνωθεῖεν, προῦπτος ὁ κίνδυνος. ἥ γὰρ καὶ τὸ κάστρον πὰρ αὐτῶν κατασχεθήσεται καὶ ἡμεῖς παρανάλωμα φόνου γενησόμεθα, ἢ παρ’ οὐδὲν ἡμᾶς λογισάμενοι, [*](D) ἴσως τοῖς τείχεσι τῆς πόλεως προσπελάσανοεσ, οὐκ ἐγχωρήσουσιν ἡμῖν εἰς τήν βασιλίδα πόλιν εἰσελθεῖν, αὐτοῦ που περὶ τὰς πύλας αὐτῆς αὐλισάμενοι. λοιπὸν κινδυνεῦσαι ἡμᾶς χρὴ καὶ μή ἀνάνδρως ἀποθανεῖν. ἐγὼ μὲν οὖν ἤδη ἔξειμι καὶ ὁπόσοι βούλεσθε, προεκδραμόντος ἐμοῦ κω ἐς μέσον τῶν Σκυθῶν εἰσπηδήσαντος, συνέψεσθε, ὁπόσοι δὲ τοῦτο οὐ δύνασθε ἢ μὴ βούλεσθε, μηδὲ τῶν πυλῶν ἐκτὸς γένησθε." παραχρῆμα [*](Ρ. 223) γοῦν διὰ τῆς ἀπονενευκυίας ὡς πρὸς τὴν λίμνην πύλης, ὁπλισάμενος ἔξεισι. καὶ παραδραμὼν τὰ τείχη ναέ μικρὸν παρεγκλίνας, ἐξ ὀπισθιδίων τοῦ αὐχένος ἄνεισιν. οὐδὲ γὰρ συνέψεσθαι τούτῳ διέγνω τοὺς μετ' αὐτοῦ πρὸς τὸν κα-

[*](4. εἰ δὴ μόνον G. an ὁμογνωμονήσαιμεν? 7. nn τοὺς μετ' αὐτοῦ? 8. εἰσελθόντες C. 10. καὶ prius C, κατὰ PG. I I. φόνου παρανάλωμα G. γενηθησὀμεθα G. 20. καὶ alterum om. A. 23. συνέψεσθαι τούτῳ P in margine, συνάψαι τοῦτο PG.)
388

τασυστάδην μετὰ τῶν Σκυθων πόλεμον. καὶ πρῶτος αὐτὸς δόρυ σπασάμενος, ἐς μέσους Σκύθας ἑαυτὸν ὤθησε, παίσας τὸν πρώτως αὐτῷ ὑπαντιάσαντα. ἀλλ᾿ οὐδ᾿ οἱ σὺν αὐτῷ στρατιῶται τῆς μάχης ἀπελείφθησαν, κἀντεῦθεν τοὺς μὲν πλείους ἔκτειναν, τοὺς δὲ καὶ ζωγρίαν ἦγον. εἶτα ὁποῖα ἐκεῖνος [*](Β) μηχανᾶσθαι εἰώθει, τὰς τῶν Σκυθῶν ἐσθῆτας τοὺς στρατιώτας ἀμφιέννυσι ίαι τῶν Σκυθικῶν ἵππων ἐπιβῆναι κελεύει, τοὺς δὲ ἵππους τῶν στρατιωτῶν καὶ τἀς τούτων σημαίας καὶ τὰς ἀποτμηθείσας τῶν Σκυθῶν κεφαλὰς παραδούς τισι τῶν εὐνουστέρων, παραλαβόντας προσέδταξεν εἴσω τοῦ κάστρου γενέσθαι ἀπεκδεχομένους αὐτόν. ταῦτα τοίνυν οὕτως οἰκονομήσας ἐκεῖνος, μετὰ τῶν Σκυθικῶν σημαιῶν καὶ τῶν τὰ Σκυθικὰ ἀμφία περιβεβλημένων στρατιωτῶν κάτεισιν ὡς πρὸς τὸν ἀγχοῦ Χοιροβάκχων ῥέοντα ποταμόν, ὅπου καὶ τοὺς ἀπὸ τῆς προνομῆς ὑποστρέφοντας Σκύθας ἐνόμιζε διελθεῖν. οἱ δέ γε προνομεῖς ἐκεῖνοι θεασόμενοι τούτους ἱσταμένους ἐκεῖσε [*](C) καὶ νομίσαντες Σκύθας καὶ αὐτοὺς εἶναι, ἀφυλάκτως τούτοις προσπίπτοντες, οἱ μὲν ἀνῃροῦντο, ἄλλοι δὲ καὶ κατειχοντο.

Ἑσπέρας δὲ καταλαβούσης, (σάββατον δὲ ἦν,) ἐπανέρχεται μετὰ τῶν δορυαλώτων εἰς Χοιροβάκχους. καρτερή-

[*](1. κατὰ σκυθῶν G. 5. πλείονας CG. ζωγρίας AG. ὁποῖος G. 10. παραλαβόντας om. Α. non male. κάστρου χοιροβάκχου Α. 14. ὅπου : ἔνθα Α. 15. διελθεῖν ἤλπιζεν Α. 16. γε add. Α. 17. σκύθας καὶ αὐτοὺς Α, καὶ αὐτοὺς σκύθας G, καὶ Σκύθας αὐτοὺς 9. 18. προσπίπτουσε CG. ante οἱ μὲν add. PG καὶ, om. ΑC. ἄλλοι : οἱ G. καὶ om. A. 21. εἰς Χοιροβάκχους add. Α.)
389

σὰς δὲ καὶ τὴν ἐπιοῦσαν, αὐγαζούσης ἤδη τῆς δευτέρας, ἔξῆλθε τοῦ κάστρου. καὶ διελὼν τοὺς ὑπ' αὐτόν, ἔμπροσθεν μὶν εἰσήγαγε τοὺς τὰς τῶν Σκυθῶν σημαίας κατέχοντας, οπισθεν δὲ τοὺς δορυαλώτους τῶν Σκυθῶν, παρὰ χωριτῶν ἕκαστον τούτων κατεχομένους· τὰς δὲ ἀποτμηθείσας κεφαλὰς δόρασι περιπείρας, πὰρ ἑτέρων αὖθις ἐν τούτοις ἀπαιωρουμένας [*](V.177) παρεκελεύσατο οὕτω τὴν ὁδοιπορίαν ποιεῖσθαι. τούτων δὲ ὄπισθεν, ἐκ διαστήματος μετρίου ἀπέχων, μετὰ τῶν [*](D) ’π’ αὐτὸν καὶ τῶν συνήθων τοῖς Ῥωμαίοις σημαιῶν ἑπόμενος ἦν. αὐγαζούσης δὲ τῆς ἀπόκρεω κυριακῆς, ὁ Παλαιολόγος θερμουργὸς ὢν πέρι τὰς πολεμικὰς πράξεις, πρὸ τῶν ἄλλων ἐξεληλύθει τοῦ Βυζαντίου. τὸ δὲ ὀξύρροπον ὦν Σκυθῶν ἐπιστάμενος, οὐκ ἀπεριμερίμνως τὴν ὁδοιπορίαν ἐποιεῖτο. ἀλλ’ ἀποδιελὼν τῶν συνεφεπομένων αὐτῷ θεραπόντων ὀλίγους, παρεκελεύσατο αὐτοῦ προεκτρέχειν διάστημα, καὶ τὰς πεδιάδας κὼ τὰ ἄλση καὶ τὰς ὁδοὺς περιαθρεῖν, ἵν' εἴ πού τινες τῶν Σκυθῶν ἀναφανεῖεν, ταχὺ ὑποστρέψαντες ἀπαγγείλωσιν αὐτῷ [*](P. 224)> οὕτω γοῦν πορευόμενοι, ἔπει κατὰ τὴν πεδιάδα τὴν οὕτω καλουμένην Διμυλίαν τοὺς τὰ Σκυθικὰ περιβεβλημένους ἀμφία καὶ Σκυθικὰς σημαίας ἐθεάσαντο, εἰς τοὐπίσω ἀναστρέψαντες, τοὺς Σκύθας ἤδη καταλαμβάνειν ἔφασαν. ὁ δὲ παραχρῆμα ἐν τοῖς ὅπλοις ἥν. κατὰ πόδας δὲ καὶ ἕτερος ἐλθών, διενίστατο λέγων, ὡς ὄπισθεν τῶν τάγα Σκυθῶν ἐξ ἱκανοῦ

[*](3. εἰσήγαγε τὰς τῶν σκυθῶν σημαίας καὶ τοὺς ταύτας κατέχοντας A. 4. ἕκαστον τούτων om. Α. 5. παρεχομένους Α. 6. αὖθις· τούτων δὲ ὄπισθεν Α. 8. μετρίου αὐτὸς ἑπόμενος ἢν μετὰ τῶν ὑπ’ αὐτόν Α. 23. ὡς om. CG.)
390

διαστήματος ῾Ρωμαϊκαὶ ἀνεφάνησαν σημαῖαι καὶ στρατιῶται κατόπιν θέοντες. οἱ μὲν οὖν ταῦτα ἀπαγγέλλοντες τὸ μέντοι [*](B) ἐστοχάζοντο τῆς ἀληθείας, τὸ δὲ καὶ παρεστοχάζοντο. τὸ μὲν γὰρ κατόπιν ἐλαῦνον σρτάτευμα ὡς ἀληθῶς Ῥωμαϊκὸν ἦν καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασι, καὶ ὁ βασιλεὺς αὐτῶν ἡγεμόνευε, τὸ δὲ προπορευόμενον καὶ Σκυθικῶς ἐσταλμένον τῆς Ῥωμαϊλῆς μὲν ἦσαν ἅπαντες στρατιᾶς, Σκυθικὰς δὲ στόλας ἠμφιέννυντο, τοῦτο μὲν καὶ οὕτως ἐσχηκότες, ὥσπερ ἦσαν ἀμφιαςάμενοι ταύτας κατὰ τὸ τοῦ αὐτοκράτορος παράγγελμα, ὀπόταν ὡς φαινόμενοι Σκύθαι τοὺς ὄντως Σκύθας ἔξηπατήκασιν, ὡς φθάσας ὁ λόγος ἐδήλωσε· τοῦτο δὲ καὶ ἀπεχρήσατο [*](C) τηνικαῦτα ὀ βυσιλεὺς τῇ σκευῇ τῶν Σκυθῶν πρὸς τὴν τῶν ἡμεδαπῶν ἔξαπάτην τε καὶ φενάκην, ἵνα οἱ προεντυγχάνοντες αὐιτοῖς ὀρρωδοῖεν, ὥσπερ Σκύθαις τοῖς στρατιώταις ἡμῶν ἐμπίπτοντες, καὶ ἅμα παρέχοι στρατηγικόν τε καὶ ὕπτιον γέλωτα φόβῳ ξυμμεμιγμένον· πρινὴ γὰρ φοβηθῆναι σαφῶς, ἐθάρρουν τὸν βασιλέα κατόπιν θεώμενοι. οὕτως ἀφόβως ὁ αὐτοκράτωρ τοὺς ὑπαντῶντας ἐμορμολύττετο. ἀλλὰ πρὸς μὲν τοὺς ἀλλους ὁ φόβος ἦν ἐκ τῶν φαινομένων, ὁ δέ γε Παλαιολόγος πολυπειρίᾳ τοὺς ἅπαντας ὑπερβάλλων, καὶ εἰδὼς [*](D) ὁποίως ἐστὶν Ἀλέξιος περὶ τὰς μηχανὰς ποριμώτατος, ἐγνώρισεν αὐτίκα, ὅτι Ἀλεξίου τοῦτο τὸ μηχάνημα, καὶ ἑαυτὸν τε

[*](2. μέντοι καὶ G. 4. γὰρ add. C. 8. καὶ οm. G. 13. τε om. G. 15. ὕπτιον: ἢπιον C et in margine P. 18. ὑπαντιῶντας G. 22. τὸ add. CG.)
391

θαρρεῖν ἀνέπειθε κω τοὺς ἄλλους ἐκέλευεν. ἤδηδ δὲ καἰ τὸ πλῆθος ἅπαν τὸ κατόπιν συνέρρωγεν, ἐκ τῶν συγγενῶν κα. τῶν καθ᾿ αἱμῶ προσηκόντων ξυγκείμενον. ἔσπευδον γάρ, ᾤοντο, φθάσαι τὸν αὐτοκράτορα κατὰ τὰ πρὸ τούτου συγκείμενα. φθᾶσαι γὰρ τοῦτον συνέθεντο μετὰ τὴν ἀπόκρεω, καθάπερ εἴρηται πρότερον, ὲν τῇ τυροφάγῳ. οὐ μὴν ἔφθησαν ἐκεῖνοι ἐξεληλυθότες τῆς πόλεως, καὶ ὁ βασιλεὺς τροπαιοῦχος ἐπάνεισι. καὶ κατὰ τοῦτο συμμἱξαντες αὐτῷ οὐκ ἂν ἐπείσθησαν, ὅτι ὁ βασιλεὺς αὐτός ἐστι τροπαιοφορῶν, οὕτω τὴν νίκην ὀξέως ἐξεργασάμενος, εἰ μὴ τὰς κεφαλὰς τῶν Σκυθῶν ἐμπεπηγμένας ἑώρων ἐπ’ ἄκρων δοράτων καὶ τοὺς ἐπιλοίπους, οἶς τὸ ξίφος οὔπω ἔξέτεμε, δεσμώτας ἠγμένους καὶ ἔξηγκωνισμένους, [*](P. 225) καὶ ἄλλον ἐπ᾿ ἄλλῳ ἀγόμενον κὼ συρόμενον. τὸ γὰρ [*](V. 178) τάχος τῆς στρατηγίας τὸ θαῦμα ἐποίει· πλὴν τοσοῦτον μανθάνω περί Γεωργίου τοῦ Παλαιολόγου, οἱ γὰρ συμπαρόντες ἡμῖν διηγοῦντο,) ὡς ἐσχετλίαζέ τε καὶ τοῦ καθυστερῆσαι τοῦ πολέμου ἑαυτὸν ἐμέμφετο καὶ ὅτι μὴ συμπαρῆν τῷ αὐτοκράτορι κλέος τοσοῦτον ἀραμένῳ ἐπὶ τῇ ἀπροσδοκήτῳ νίκῃ τῶν βαρβάρων τούτων. συμμετασχεῖν γὰρ κἀκεῖνος εὐκλείας τοσαύτης καὶ πάνυ ἐβούλετο. πέρι δὲ τοῦ αὐτοκράτορος ἐκεῖνο ἄν τις εἴποι τὸ ᾆσμα Δευτερονομίου τότε καὶ τελούμενον καὶ ὁρώμενον “πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσυνέῤῥεεν

[*](Β)[*](2. G et in margine P. 9. οὕτω — ἑώρων om. G. 12. οὔπω om. G. ἐπέτεμε G. an ἐξέτεινε? vid. annotat. 14. τὸ om. G. 20. τὸν αὐτοκράτορα G.)
392

σουσι μυριάδας;" μονονουχὶ γὰρ κατ’ ἐκεῖνο καιροῦ ὁ βασιλεὺς Ἀλέξιος , πρὸς τοσοῦτον βαρβάρων πλῆθος ἑαυτὸν ἀντικαταστήσας, τὸ βάρος ὅλον τοῦ πολέμου μέχρι καὶ τῆς νίκης αὐτῆς καλῶς διῳκονομήσατο. εἰ γάρ τις τοὺς συνόντας λογίσαιτο, γίσαιτο, ὁπόσοι τε ἦσαν καὶ ποδαποὶ, κᾀθ᾿ οὕτως ἀντιπαραβάλλοι τὰ τοῦ αὐτοκράτορος μηχανήματα καὶ τὸ τούτου πολύτροπον ·μετὰ τῆς ῥώμης καὶ τολμῆς πρὸς τὸ βαρβαρικὸν πλῆθος καὶ τὴν ἰσχύν, μόνον ἂν ἐφεύροι τοῦτον τὰ τῆς νίκης καταπραξάμενον.

[*](C)