Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Τὰ μὲν οὖν κατὰ τὴν βασιλίδα Μαρίαν οὔτω παρὰ τῶν Κομνηνῶν ᾠκονόμηυτο. ὁ δέ γε αὐτοκράτωρ παιδείας ἐκ νηπίου τυχὼν ἀγαθῆς καὶ τοῦ θεοῦ νουθεσίας τῆς μητρὸς ἑαυτὸν ἀπευθύνων, τὸν τοῦ θεοῦ φόβον ἐνστερνισάμενος καὶ ἐγκάρδιον ἔχων, ἐδάκνετο ἀνιώμενος ἐπὶ τῇ τῆς πόλεως προνομῇ, ἥν κατὰ τὴν εἰσέλευσιν αὐτοῦ πάντες πανδημεὶ ἐπεπόνθεισαν. τὸ μὲν γὰρ ἄπταιστον ἴσως καὶ ἥσυχον ῥίζα τοῦ δέοντος· καὶ ἀποστασίαν ποιοῦσα τοῦ νοῦ , εἰς ἀπόνοιαν ἄγει τὸν μηδ᾿ ὁπωστιοῦν προσκεκρουκότα τοῖς πράγμασιν · δέ γε ἐξαμαρτών, εἴπερ ἐστι τῶν εὐλαβεστέρων καὶ τῶν νοῦν( ἐχόντων, αὐτίκα τὸν τοῦ θεοῦ φόβον βάλλεται κατὰ ψυχὴν καὶ οὔλως κατακλονεῖται καὶ δέδοικε , καὶ μᾶλλον εἴγε πραγμάτων μεγάλων ἐπιδραξάμενος εἵη καὶ εἰς ὑπερηφάνους ἀνέλθοι περιωπάς. δέος γὰρ αὐτὸν ὑποθράττει, μή πως ἀμαθίᾳ

[*](1. γίνοιτο C. 5. οἰκοδομηθεῖσιν CG. 6. εἰσέτι C, ἔτι PG. δὲ add. G Ἰσαακίου. 8. κατὰ C, τὰ κατὰ PG. 11. ὑπευθύνων Α. ἐνστερνισάμενον P. 12. προνομῇ : ἁρπαγῇ G. 14. καὶ ἥσυχον ῥίζα — ποιοῦσα τοῦ νοῦ add. G. legendum σχίζαν τοῦ δέοντος καὶ ἀποστασίαν ποιοῦν τοῦ νοῦ. 18. φόβον om. P. 19. μεγάλων πραγμάτων G.)
152

καὶ θρασει καὶ ὕβρει πορευόμενος τόν τε θύμον τοῦ θέον εἰς ἑαυτὸν ἐκκαλέσηται καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς αὐτο[εσῆται, ὦν τέως ἐγκρατὴς γέγονεν. οἶα καὶ τῷ Σαοὐλ συμβεβήκει ποτέ· καὶ γὰρ ὁ θεὸς διὰ τὸ τοῦ βασιλέως ἀτάσθαλον [*](D) διαρρήσσων διέρρηξε τὴν βασιλείαν αὐτοῦ. τούτοις ἀλύων τοῖς λογισμοῖς ὁ Ἀλέξιος καὶ παθαινόμενος τὴν ψυχήν, μή που καὶ θεοῦ ἄντικρυς μήνιμα γένοιτο, — τὸ γὰρ εἰς ὅλῳ τὴν πόλιν γεγονὸς κακὸν πὰρ ἑκάστου τῶν στρατιωτῶν, ὁπόσος τὸ τηνικαῦτα συρφετὸς ἀνὰ πᾶσαν τὴν πόλιν ἐπέρρευσεν, ἴδιον ἐλογίζετο, καὶ ὡς αὐτὸς ὢν ἐκεῖνος ὁ τὰ πάνδεινα ἐκεῖνα κακὰ ἐργασάμενος, κατετιτρώσκετό τε καὶ ἔξεφλέγετο, βασιλείαν καὶ κράτος καὶ ἁλουργίδα καὶ διάδημα λιθοκόλλη- [*](Ρ. 81) τον καὶ ἐσθῆτα χρυσῆν τε καὶ περιμάργαρον οὐδέν , ὥς γε [*](V. 68) τὸ εἰκός , ληιζόμενος πρὸς τὴν τότε κατασχοῦσαν ἀπεριήγητον συμφορὰν τὴν βασιλίδα τῶν πόλεων. τὰ γὰρ περιστοιχίσαντα ταύτην δεινὰ κατ’ ἐκεῖνο καιροῦ οὐδεὶς ἂν καὶ θέλω διηγήσασθαι δυνήσηται κα γὰρ καὶ αὐτὰ ἱερὰ καὶ τεμένη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια ἁπανταχόθεν ὑπὸ πάντων καθηρπάζοντο, τὰ δὲ ὦτα τῶν ἁπάντων κατακεκρότητο ταῖς ῥιπτουμέναις ἀπανταχοῦ βοαῖς καὶ φωναῖς. εἶπεν ἄν τις ἰδὼν σεισμὸν εἷναι τὸ γινόμενον. ταῦτα εἰς νοῦν βαλλόμενος Ἀλέξιος ἠνιᾶτό τε τὴν ψυχὴν καὶ κατεσπαράττετο καὶ οὐκ εἶχεν

[*](3. τῶ om. G. 5. ἀλύων CA. 8. ἑκάστου : ἐκείνου CG, 11. ἐργασάμενον P. τε om. Α. 15. περιστοιχήσαντα PGA, alterum C. 16. κατ’ A, καὶ PG. 17. δυνήσεται GA, δυνήσηται C, om. P. καὶ alterum om. A. 19. κατεκρότηντο G, κατακεκρότηντο P, recte A, ῥιπτομέναις G. 20. εἶπεν A , εἴπερ PG. σχισμὸν C.)
153

τῷ πλήθει τῆς λύπης χρήσαιτο. ἦν γὰρ ὁ ἀνὴρ εἰς αῖ- [*](Β) σθησιν ἐλθεῖν τοῦ κακῶς πεπραγμένου παντάπασιν ὄξύτατος. κὼ ταῦτα μὲν τὰ προγεγονότα, ἐφ’ οἶς ἡ πόλις πονήρως ἔπραξεν , ᾔδει μὲν ὡς ἑτέρων χεῖρες καὶ γνῶμαι διενηργήκασιν, ἀλλὰ συνῄδει καὶ τοῦτό γε ἀκριβέστατα, ὅτι τὰς ὐποθέσεις καὶ τὰς ἀποστάσιας τοῦ πάθους αὐτὸς δέδωκεν· αὐτῷ δὲ τάλιν τῆς ἀποστασίας αἴτιοι οἱ ἤδη ῥηθέντες δοῦλοι γεγόνασιν. ἀλλὰ καὶ ὡς ἑαυτῷ τὴν ἅπασαν προσάπτων αἰτίαν , θεραπεῦσαι τὸ τραῦμα καὶ ἐπεζήτει καὶ ἤθελεν· οὕτω γὰρ ἄν καὶ μετὰ τὴν τοιαύτην θεραπείαν καὶ τὸν τουτωνὶ καθαρμὸν ἐπιχειροίη τοῖς τῆς βασιλείας πράγμασι καἰ τὰ κατά [*](C) τε τὸν στρατὸν κατά τε τοὺς πολέμους καλῶς διιθύνοι καὶ διεξάγοι. προσέρχεται τοίνυν τῇ μητρί, ἀνακοινοῦται τὸ ἐπαινετὸν πάθος ἐκεῖνο, θεραπείας τρόπον ἀναζητεῖ καὶ ἀπαλλαγῆς νῶν ὑποκνιζόντων αὐτοῦ τὴν συνείδησιν. ἡ δὲ ἀσπάζεται τὸν υἱὸν καὶ ἀσμένως δέχεται τὰ λεχθέντα μετακαλοῦνται τοίνυν, τούτου συνδόξαντος, τόν τε πατριάρχην Κοσμᾶν οὔπω γὰρ τότε τὸν θρόνον παρῄτητο) καί τινας λογάδας τῶν τῆς συνόδου καὶ τοῦ μοναδικοῦ συντάγματος. πρόσεισι τούτοις ὁ Βασιλεὺς [*](D) ὁς ὑπόδικος, ὡς κατάκριτος, ὡς εὐτελὴς ἢ καί τις ἄλλος τῶν

[*](1. ὁ om. Α. ἀνὴρ παντάπασιν ὀξύτατος εἰς αἴσθ. — πεπραγμένου GA. 2. κακῶς om. Α. παντάπασιν om. G. 4. ἴδη G. 8. προσάπτειν G. 10. καὶ priiis om. G. τῶν τουτονὶ P, τῶν τουτωνὶ G, τὸν τουτονὶ C, correxi. la. γε τὸν PG , τε in margine. 14. ἐκεῖνος G, om. A. 17. Κοσμᾶν om. CGA. γὰρ τὸν τότε τὸν θρόνον P. 18. παρῃτήσατο Α, παραίτητο G. τινας om. A. 19. μοναχικοῦ Α.)
154

ὑπ᾿ ἔξουσίαν τεταγμένων καὶ τὴν ψῆφον ὅσον οὐδέπω καραδοκούντων, ἣν κατ᾿ ἐκείνου ψηφιεῖται τὸ δικαστήριον. ἔξαγγέλλει πάντα, μὴ προβολήν, μὴ συγκατάθεσιν, μὴ πρᾶξιν, μηδὲ αἰτίαν τῶν πεπραγμένων παραδραμών, ἀλλὰ πάντα μετὰ φόβου καὶ πίστεως ἔξαγορευσάμενος, καὶ τὴν θεραπείαν ἔξ ἐκείνων θερμῶς ἔξαιτεῖ, ἐπιτιμίοις ἑαυτὸν καθυποβάλλων. οἱ δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἐκ ταὐτοῦ αἵματος [*](P. 82) προσήκοντας καὶ πρὸς τὴν ἀποστασίαν συναραμένους τοῖς αὐτοῖς ἐπιτιμίοις καθυποβ΄παλουσιν, νηστείαν καὶ χαμευνίαν καὶ τὰ τούτοις ἐφεπόμενα πρὸς τὴν τοῦ θείου ἔξιλέβσιν ἐπιτάξαντες. οἳ καὶ δεξάμενοι τὰ ἐπιτίμια προθύμως ἐφύλαττον. ἀλλ᾿ οὐδὲ αἱ σφῶν αὐτῶν γυναῖκες ἔξω τῶν ἐπιτιμίων ἑστάναι ἠνείχοντο· πῶς γάρ, φίλανδροι οὖσαι; αὐτόμολοι δὲ τὸν τῆς μετανοίας ζυγὸν ἀναδέχονται. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τότε δακρύων καὶ πένθους ἀνάμεστα, πένθους οὐκ ἐπιψόγου, οὐδ᾿ ἀσθένειαν ψυχῶν κατηγοροῦντος, ἀλλ᾿ ἐπαι- [*](Β) νετοῦ καὶ χαρᾶς προξένου τῆς κρείττονος καὶ μηδέποτε λυομένης. ὁ δὲ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος τὴν εὐσέβειαν ἦν, [*](V. 69) πλέον τι ποιῶν, ἐντὸς τῆς βασιλικῆς ἁλουργίδος σάκκον περιεβέβλητο ἐν χρῷ ψαύοντα τῆς σαρκὸς ἐπὶ τεσσαράκοντα

[*](1. ἐξουσίαν CA, ἐξουσίᾳ PG. παραδοκούντων Α. 3. μὴ προβολὴν — ἀλλὰ πάντα om. CG. προσβολὴν Α. 7. ὁ δὲ Ρ. ἐξ αὐτοῦ G. 9. καὶ om. A. 10. θείου CA, θεοῦ PG. 11. οἳ καὶ δεξάμενοι Α, δεξάμενοι δὲ PG. ἐφύλαττον: ἐδέξαντο CG. 12. αἱ om. GC. τοῦ ἐπιτιμίου Α. 16. ἀσθενείας G. κατηγοροῦντες G. 18. ἦν om. P. 19. περιβέ- βλητο G.)
155

νυχθημέροις. ἐν δὲ ταῖς νύξι χαμεύνης ἔκειτο ἔπι πέτρας μόνον ἀνέχων τὴν κεφαλὴν καὶ· πενθῶν ὡς εἰκος. εἰθ᾿ οὕτως τῶν τῆς βασιλείας πραγμάτων ἁγναῖς ἅπτεται χερσίν.

Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα ἱμειρόμενος μενος εἶναι, τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε, δεδιὼς μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ, καὶ τῶν βασιλείων ἐξέλθοι, πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέπουσαν. [*](C) ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν, ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα τὴν μητέρα, καἰ καταμικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγμάτων διοίκησιν, καί που καὶ φανερῶς ἐνδεικνύμενος, ὡς ἄτερ ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασιλείας τὰ πράγματα. οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε ναὶ ἀπεκώλυεν. ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο, ἐν αἷς [*](D) τὸν ἐπίλοιπον χρόνον μετ᾿ εὔφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. καὶ ταῦτ’ ἐνόει κὼ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. ἀλλ’ εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλότερον ἐνητένιζε βίον, ἀλλ’ ἥν γε καὶ φιλόπαις, εἴπερ τις ἄλλη γυνή, καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ

[*](1. νυχθημέρους G. χαμευνήσας Α. πέτρης Α. 2. τῆς κεφαλῆς A. 4. τὴν ἑαυτοῦ μητέρα A. ἱμειρόμενος P, βουλόμενος CGA. 7. ἐξελθεῖν Α. 8. τοῖς : τῆς Ρ. 9. τυχὸν ἐνεργῶν, ταῦτ᾿ ἐννοῶν, κοινωνὸν Α. 10. βουλημάτων Ρ, alterum GA. τὴν μητέρα oin. C. 14. ἑαυτοῦ CG. 20. γε om. G. καὶ αὐτὴ φιλόπαις A. 21. καί πως : ὅπως A.)
156

τὸ τῆς βασιλείας κλυδώνιον, καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα ρἰακο- [*](Ρ. 83) στροφεῖν, καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύμναν καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρώην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. ταῦτα δὲ λέγουσα, τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάραχον ὄχλησιν. τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν, καὶ συνδεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ, καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα, ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν· ἦν γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθω- [*](Β) σις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος ὁ πρὸς θεόν. ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ῥομπέρτου διαπεραίωσις τοῦτον ἔξελθεῖν κατηνάγκαζεν, εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἔξάγων, τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο, καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβουλευμένα εἰς προῦπτον πᾶσι κατέστησεν. ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή, ἀλλὰ τὰς μὲν κατα- [*](C) λεπτύνειν, ὡς ἐνόν, τὰ δ᾿ ἐκείνοις δεδογμένα ἐκτίθεσθαι, εἶμι

[*](2. οἰακοστροφῶν Ρ. 6. πολυμερῆ ΡΑ, πολύτεχνον CG. πολυτάραχον CGA, πολυτάρακτον Ρ. 13. τῆς αὐτῆς ἐπινεμήσεως Α. 16. αὐτοκρατορίας Α. καὶ μόνῃ : ἄννῃ Α. 17. κρυσοβουλλίου Α. 18. κατέστησεν. ἀλλὰ τὰς τοὐ γραφέως μόνον κομψείας ὡς εἶχεν, εἶμι καὶ αὐτὴ τὰ τοῦ ῥηθ. χρυσοβουλλίου ἐκθησομένη Α. 21. εἰμὶ Ρ.)
157

αἰ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου κθησομένη , τὰς τοῦ γραφέως μόνον κομψείας περιελοῦσα. χει δὲ οὕτως. “οὐδὲν ἰσοστάσιον μητρὸς συμπαθοῦς καὶ [*](V. 70) ριλόπαιδος, οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον, κἂν κίνυνος προορᾶται, κἂν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. εἰ γὰρ βουλεύσεται αὕτη , πάγιον ἴστω τὸ βούλευμα , εἰ ἐπεύξεται, στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώνιτοι. τοιαύτη γοῦν καἰ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς τελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέτοινα, τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς κὼ ἀγωγός. καὶ ἂρ τῷ συγκλητικῷ καταλόγῳ αὐτῆς συνούσης, μητρὸς πόθος ροέδραμε, καὶ υἱοῦ πίστις ἀκέραια συνετηρήθη. μία ψυχὴ [*](Ρ. 84) έν διῃρημένοις σώμασιν ἐγνώσθη καὶ χάριτι Χριστοῦ καλῶς διετηρήθη μέχρι τοῦ νῦν. οὐ τὸ ἐμὸν ἡ τὸ σόν, τὸ ψυχρὸν ῦτο ῥῆμα, ἐρρήθη, καὶ τὸ δὴ μεῖζον, ὅτι αἰ αὐτῆς τὸν πάντα χρόνον πληθυνόμεναι εἰς τὰ ὦτα κυρίου εἰσέδυιν καὶ εἰς τόδε τὸ ὕψος τῆς βασιλείας ἡμᾶς ἀνήγαγον. ἀλλ᾿ εἰ καὶ μετὰ τὸ ἐπιλαβέσθαι τῶν τῆς βασιλείας σκήπτρων οὐκ

[*](1. ἐκθησομένη. ἔχει δὲ οὕτως. τὰς τοῦ γρ. μ. κ. περιελοῦσα. οὐδὲν G. κομψίας C. 3. post οὕτως P add. τὰ τοῦ χρυσοβούλλου τοῦ γεγονότος περὶ τῆς διοικήσεως τῶν κοινῶν τῇ μητρὶ τοῦ βασιλέως, eundem titiilum G in margine, om. Α. 4. ἰσχυρώτερον PG, allerum Α. 5. ἐλπίζοιτο FA et P in margine , λογίζοιτο PG. αὐτὴ G. ἐφάνη om. CGA, add. PK. 9. ἣ om. A. 10. τὰ om. Α. ἀγωγὸς A, ἀναγωγὸς PG. 13. διεγνώσθη PG , alterum C. 16. εἰσέδοσαν P. 17. ὕψος : ἔτος P. ἡμῶν G, om. C.)
158

ἔφερε μὴ συμπονουμένη ἐπίσης τῇ βασιλεἰᾳ μου καὶ τοῦ συμφέροντος αὐτὴ ἀντεχομένη καὶ τοῦ κοινοῦ , ὲτοιμαζομένη δὲ ἤδη ἡ βασιλεία μου σὺν θεῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν τῆς Ῥωμανίας ἐξέλευσιν , διὰ φροντίδος μὲν πολλῆς ποιεῖται [*](Β) καὶ τὴν τοῦ στρατιωτικοῦ συλλογήν τε καὶ διευθέτησιν, οὐκ ἐλάχιστον δὲ ταύτῃ νενόμισται καὶ ἡ περὶ τῆς τῶν σεκρετικῶν τε καὶ πολιτικῶν πραγμάτων διοικήσεως φροντὶς. εὗρε χοῦν οἷον ἀριστοκρατίας ἀνεπιβούλευτον ὀχύρωμα, ὡς ἂν τῇ ἡγιασμένη καὶ πανεντιμοτάτῃ μητρὶ αὐτῶ ἀνατεθῇ ἡ τῶν ἁπάντων διοίκησις. διορίζεται γοῦν ἡ βασιλεία μου καθαρῶς διὰ τοῦ παρόντος χρυσοβούλλου, ἵνα δι’ ἣν. ἔχει πολυπειρίαν πέρι τὰ βιωτικὰ πράγματα , εἰ ναί τέλεον τούτων καταπεφρόνηκεν, ἅπερ ἂν ἐγγράφως διορίσηται , κἂν παρὰ τοῦ προεστῶτος τῶν σεκρέτων ἀναφέρωνται ἢ τῶν ὑπ’ αὐτὸν [*](C) σεκρετικῶν ἤ τῶν ἄλλων ἁπάντων, ὦν αἰ ὑπομνήσεις ἢ αἰτήσεις ἤ κρίσεις ἑτοιμασθήσονται ἔπι συμπαθείαις δημοσιακαῖς ὀφλημάτων, τὸ κῦρος ἕξουσι μόνιμον , ὡς παρὰ τοῦ γαληνίου κρότους τῆς βασιλείας μου οἰκονομούμενα καὶ ἔξ αὐτοῦ τοῦ στόματος αὐτῆς τὰ γραφέντα ἀποστοματιζόμενα. οἶαι γὰρ ἂν λύσεις πὰρ αὐτῆς ἀποφανθήσονται ἢ καἰ προστάξεις.

[*](3. δὲ om. Α. vid. annotat. 4 Ῥωμανίας : βασιλείας A. 8. ἀριστοκρατίας οἷον A. 9. παντεντιμοτάτῃ G. 13. ἃκ om. CGA, add. PF. ἐγγράφως αὕτη διορίσηται A. παρὰ τοῦ FG et in raargine Ρ, παρ’ αὐτοῦ PG. 14. αὐτῶν G. 15 σεκρετικῶν: σεπτῶν G. 20. ἄν om. Α. 20. ἀποφαντήσονται P.)
159

ἔγγραφοι ἢ ἄγραφοι, κἂν εὔλογοι κἂν ἀνεύλογοι , σφραγῖδα φέρουσαι αὐτῆς τὴν μεταμόρφωσιν καὶ τὴν κοίμησιν, ὡς αὐτῆς τῆς βασιλείας μου λογισθήσονται. τῷ δὲ μηνὶ τοῦ ὤα τὴν ἡμέραν διοικοῦντος τὰ σέκρετα, ἀλλὰ καὶ ἔπι προβολῶν [*](D) κὼ διαδοχῶν τῶν σεκρέτων καὶ τῶν θεμάτων καἰ ἐπὶ ὡς ἄξιώμασι καὶ ὀφφικίοις καὶ δωρεαῖς ἀκινήτων βασιλικῶς [*](V.71) ἡ ἅγια μήτηρ αὐτῆς ἕξει ἄδειαν ὃ δόξει ταύτῃ ποιεῖν. ἀλλὰ καὶ εἰ τινες προβληθήσονται εἰς τὰ σέκρετα ἢ καὶ θέματα καὶ διαδεχθήσονται τιμηθήσονται δὲ καὶ έν στοις ἀξιώμασι καὶ μέσοις καὶ ἐλαχίστοις, ἔσονται εἰς τὸ ἑξῆς ἀμετακίνητοι κω ἀμετάπτωτοι. ἀλλὰ καὶ αὐξήσεις [*](Ρ. 85) ῥογῶν καὶ προσθήκας δόσεων κὼ συμπαθείας τῶν λεγομένων συνηθειῶν καἰ σχιδευσμοὺς κὼ ἀποσχιδευσμοὺς προστάξηει αὕτη ἀνενδοιάστως , καὶ περιεκτικῶς εἰπεῖν, οὐδὲν ἀσυντελὲς λογισθήσεται, ὅπερ αὐτὴ κελεύσει ἐγγράφως τε καὶ ἀγράφως. τὰ γὰρ ῥήματα ταύτης καὶ τὰ προστάγματα ὡς τῆς βασιλείας μου λογισθήσονται, καὶ οὐδὲν τούτων ἀθετηθήσεται , ἀλλὰ κω κύρια καὶ μόνιμα ἔσονται εἰς τοὺς ἐξῆς χρόνους. καὶ [*](Β) οὔτε εὐθύνην, οὔτε ἡντιναοῦν ἀνάκρισιν ὑποπτεύσει νῦν ἥ εἰς τὸ μετέπειτα πὰρ οὑτινοσοῦν τῶν ἁπάντων οὔτε τις τῶν ἔξυπηρετουμένων αὐτῇ, ἥ αὐτὸς ὁ κατὰ τὴν ἡμέραν λογοθέτης

[*](ἡ : καὶ G. 3. τῷ : τὸ F. 5. καὶ τῶν θεμάτων om. C. 6. βασιλικῶν coni. Diesterweg. 10. μέσοις : μεγάλοις G. 13. σχιδευσμοὺς καὶ ἀποσχιδευσμοὺς C , σχιδευμοὺς καὶ ἀποσχιδευμοὺς PG. 14. καὶ ἀνενδοιάστως Α. οὐδὲ G. 17. ἀθετήσεται G. 18. καὶ prius om. F. 19. ἡντιναοῦν om. Α. ὑποπτεύσει CA, ὑποπτεύσῃ PG.)
160

τῶν σεκρέτων, κὰν εὔλογα κἀν παράλογα τὰ πραχθησόμενα δόξῃ. τὸ γὰρ παντελῶς ἀλογοπράγητον ἕξουσιν ἐσαεὶ, ὁποῖα ἂν καὶ εἴη τῷ παρόντι χρυσοβούλλῳ λόγῳ στηριζόμενα.’

Ἀλλὰ ταῦτα μὲν τὰ τοῦ χρυσοβούλλου. δ᾿ ἄν τις ἐν τούτοις τὸν ἐμὸν πατέρα καὶ αὐτοκράτορα τῆς εἰς τὴν μητέρα τιμῆς καὶ ὅπως αὐτῇ παρακεχωρήκει τῶν ἁπάντων, αὐτὸς τῆς βασιλικῆς ἡνίας οἶον ὑπεξιστάμενος καὶ τρόπον τινὰ ἐποχουμένῃ τοῦ βασιλικοῦ ἅρματος αὐτῇ παραθέων [*](C) καὶ ψιλοῦ μόνου τοῦ τῆς βασιλείας μετέχων ὀνόματος. καίτοι κατὰ τὴν ἡλικίαν τὸν μείρακα ἤδη παρήλλαττε, καθ’ ὃν μάλιστα καιρὸν ἐπιφύεται τοῖς τοιούτοις ἤθεσιν ὁ τῆς φιλαρχίας ἔρως. τοὺς μὲν γὰρ πρὸς τοὺς βαρβάρους πολέμους καὶ ὅσα τῶν ἄθλων καὶ τῶν ἀγώνων ὑπῆν, αὐτὸς ἀνεζώσατο, πᾶσαν δὲ τῶν πραγμάτων διοίκησιν καἰ πολιτικὰς ἀρχὰς καί τοὺς περὶ τῶν εἰσφορῶν λόγους καὶ τῶν ὑπὲρ τῆς βασιλείας ἀναλωμάτων τῇ μητρὶ κατεπίστευοε. καὶ ἴσως μὶν ἄν τις ἐνταῦθα γινόμενος καταμέμψοιτο τὴν οἰκονομίαν, ὡς γυναικωνίτιδι καταπιστεύσαντος τοὐμοῦ πατρὸς τὴν τῆς βασιλείας διοίκησιν· ἀλλ’ εἰ τὸ φρόνημα τῆς γυναικὸς ἠπίστατο καἰ [*](D) ὅση τις ἦν ἀρετὴν καὶ τὸν νοῦν καὶ ὅπως εἶχε δραστηριότητος, ἀφέμενος μέμψεως πρὸς θαῦμα τὴν μέμψιν μετέβαλε. τοσαύτη γὰρ ἡ ἐμὴ μάμμη περὶ τὰ πράγματα δεξιωτάτη καὶ

[*](2. εὐλογοπράγητον CG, alterum FPA. 3. χρυσοβουλλίου Α. 4. μὲν τὰ : περὶ G. 13. ὑπῆν : ἤν G. ἐζώσατο A. 14. δὲ τὴν τῶν Α 15. τοῦ — λόγου Α. 16. ἀναχωμάτων P. 17. καταμέμφοιτο G. 18. πρὸς ante τὴν add. G. 21. μετέλαβε G.)
161

τάξαι καὶ καταστήσασθαι πολιτείαν εὐμήχανος, ὥστε μὴ μόνον τὴν Ῥωμαίων ἀρχὴν διοικεῖν δύνασθαι, ἀλλὰ καὶ πᾶσαν τὴν ὁπουδήποτε βασίλειαν, ὁπόσην ἥλιος ἐφορᾷ. πολύπειρός τε γὰρ ἥν καὶ πολλῶν πραγμάτων ἐγίνωσκε φύσεις, κὼ ὅπως [*](Ρ. 86) ἄρχεται καὶ εἰς ὃ καταντήσειεν ἕκαστον ἔξηπίστατο, καὶ τινα μὲν τίνων εἰσιν ἀναιρετικα, τίνα δὲ μαλλον ἐπιρρωννυσιν ἕτερα, ὄξυτάτη τε τὸ δέον καταμαθεῖν καὶ μετὰ ἀσφαλείας καταπρᾶξαι εἰσιν καὶ ο'[υκ ἠν μὲν τὴν γνώμην τοιαύτη, γλῶτταν δὲ εἶχεν ἀπᾴδουσαν πρὸς τὴν γνώμην ἀλλ’ ἦν αὐτόχρημα [*](V. 72) ῥήτωρ πιθανώτατος, κὼ οὔτε λάλος κω εἰς μῆκος τοὺς λόγους ἐκτείνουσα, οὔτε ταχέως ἀπελίμπανεν αὐτὴ τὸ πνεῦμα τοῦ λέγου, ἀλλ’ ἐπικαίρως ἀρξαμένη εἰς τὰ καιριώτατα πάλιν κατέληγε. καὶ ὁ μὶν βασίλειος θρόνος αὐτὴν παρηκμακυῖαν κατείληφεν, ὅτε καἰ μᾶλλον τὸ φρονοῦν ἤκμαζε καὶ ἡ [*](Β) σύνεσις ἐπήνθει καὶ ἡ πέρι τὰ πράγματα ἐπιστήμη συνήκμαζεν, ἐς ὦν οἰκονομίαι καὶ διοικήσεις τὸ κράτος ἔχουσιν. ἔχει δὲ ὡς τὸ εἰκὸς ἡ τοιαύτη ἡλικία οὐ μόνον τι λέξαι τῶν νέων σοφώτερον , ὡς ἡ τραγῳδία φησιν, ἀλλὰ καὶ συμφορώτερον πρᾶξαι. ὁ δὲ κατόπιν χρόνος καὶ ὁπόταν ἐκείνη ταῖς νεωτέραις συνεξητάζετο γυναιξί , θαῦμα ἄντικρυς ἦν , πολιὸν νεαρᾷ ἡλικίᾳ ἐπιδεικνυμένη φρόνημα. καὶ παρεῖχεν ἐξ αὐτῆς ὄψεως τῷ βουλομένῳ καταθρεῖν τὴν ἐνοῦσαν αὐτὴ ἀρετὴν ὁμοῦ καὶ ἐμβρίθειαν. ἀλλ’, ὅπερ ἔλεγον, ὁ ἐμὸς πατὴρ τῆς

[*](5. καταντήσειν G. 10. πιθανώτατος C, πιθανότητος PG. 11. an αὐτῇ? 17. δ’ ὡς ἡ τοιαύτη τὸ εἰκὸς P, reile G. 23. ὁμοῦ om. G. ἐμβρίθεισαν Ρ, ἐμβρίθουσαν G, ἐμβρίθειαν C.)
162

βασιλείας ἐπιδραξάμενος, τοὺς μὲν ἀγῶνας καὶ ἱδρῶτας ἑὰν [*](C) τῷ τεταμίευκε , θεωρὸν τῶν ἀγώνων τὴν μητέρα ποιούμενος ἐκείνην δὲ δεσπότιν καταστησάμενος, τὸ παρ’ ἐκείνης κελευόμενον καθάπερ δοῦλος ἔλεγέ τε νᾶι ἔπραττεν. ἔστεργεν οὖν αὐτὴν ὁ βασιλεὺς ὑπερφυῶς καὶ τῶν αὐτῆς βουλευμάτων ἐξήρτητο, (τοσοῦτον ἦν φιλομήτωρ,) καὶ τὴν δεξιὰν ἔδιδό τῆς ἐκείνης γλώττης ὑπηρέτιν κὼ τὴν ἀκοὴν ὦν ἐκείνης φωνῶν εἰς ἀκρόασιν, καὶ εἰς ἅπαντα ταύτῃ ὁ βασιλεὺς συγκατένευεν ἢ ἀνένευεν , ἐφ’ οἶς ἄρα ἐκείνη κατανεύσειεν ἥ ἀνανεύσειεν. καὶ ἦν τὸ πρᾶγμα οὔλως τοιοῦτον. ἐκεῖνος μὲν [*](D) γὰρ σχῆμα βασιλείας εἶχεν, ἡ δὲ τὴν βασίλειαν αὐτήν· καἰ ἡ μὶν ἐθεσμοθέτει , διῴκει τὸ πᾶν καὶ ἐπρυτάνευεν, ὁ δὲ τὰς διοικήσεις ἐκείνης καὶ τὰς ἐγγράφους καὶ τἀς ἀγράφους, τὰς μὲν χειρὶ , τὰς δὲ φωναῖς ἐπεσφράγιζε καὶ ὤ οὕτω γε φάναι, ὄργανον ἦν αὐτῇ βασιλείας, οὐ βασιλεύς. ἠρέσκετο γὰρ ἐφ’ ὅπασιν, οἷς ἡ μήτηρ διαγνοίη καὶ διορίσειε, P. 87 καὶ οὐχ ὡς μητρὶ μόνον καταπειθέστατος ἦν, ἀλλὰ γὰρ ὡς ἐξάρχῳ βασιλικῆς ἐπιστήμης ταύτῃ προσεῖχε τὸν νοῦν. ἤδει γὰρ ἀκριβῶς τὸ ταύτης ἐφ’ ἅπασιν ἐπὶ τὸ κράτιστον συγκεχωρηκός , καὶ ὅτι διαφερόντως πάντας τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γεγονότας ἀνθρώπους εἰς φρόνησιν τε καί σύνεσιν πραγμάτων ὑπερελαύνει.

[*](1. ἑαυτοῦ P , ἁυτῷ CG. 3. ἐκείναις κελευόμενος G. 6. τοσοῦτον CG, τοσούτο P. ἡ. τῇ ἐκείνης γλώττη G. vid. annotat. 12. καὶ add. G. 14. ὡς om. G. γὰρ : καὶ?)
163

Τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια. οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνομάσειε, τῇς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης πω· αὐτοῦ [*](B) τῇ μητρί. ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων, τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος τρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας, καὶ τῷ πελάγει Τῶν κατ’ ἐκείνους προτερημάων ἐπαφιέτω τὸν λόγον· ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καἰ αἵματος προσήκει ταύτην χαρακτηρίζειν, ἀλλ’ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων, ὁπόσων ὁ τῆς ἱστορίας ὑποτίθεται λόγος ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι [*](V. 73) καὶ αὐθις, ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴ οὐ γυναικῶν μόνον, [*](C) ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως, τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνῖτιν παντάπασι διεφθορυῖαν, ἐξότου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος , καὶ εἰς ἔρωτας ἀλόγους ἀποκλίνασαν καὶ· μέχρι τῆς βασιλείας τοὐμοῦ πατρός , ἔπι τὸ βέλτιον ἀλλοιώσασα, εἰς κόσμον ἐπαινούμενον μετήνεγκε. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τηνικαῦτα τάξεως ἐπαινουμένης μετειληχότα · καὶ γὰρ ὅρους τε τῶν θείων ὕμνων ἔταξε καὶ καιροὺς ἀρίστου τε καὶ ἀρχαιρεσίας ἐπήξατο, στάθμη καὶ κανὼν τοῖς [*](D) πᾶσιν αὐτὴ γεγονυῖα, ὡς τὰ βασίλεια μᾶλλον ἱερὰ φροντιστήρια εἶναι δοκεῖν. τοιαύτη τις ᾖν ἡ ὑπερφυὴς καἰ ὄντως

[*](10. ὁπόσον CG. 16. ἀποκλίνασαν C, ὑποκλίνασαν PG. 19. τὰ βασίλεια om. P.)
164

ἱερὰ ἐκείνη γυνὴ. σωφροσύνῃ μὶν γὰρ τοσοῦτον ὑπερῆρε καὶ τὰς πάλαι ὑμνουμένας, πέρι ὧν ὁ πολὺς λόγος, ὁπόσον ἀστέρας ἥλιος· τὸν δὲ πέρι τοὺς πένητας οἶκτον αὐτῆς καὶ τὴν δαψιλῆ πρὸς τοὺς δεομένους χεῖρα τίς παραστήσειε λόγος; κοινὸν μὲν ἢν ἡ αὐτῆς ἑστία καταγώγιον τοῖς ἐξ αἵματος πενομένοις, κοινὸν δὲ καὶ ξένοις οὐχ ἧττον. ἱερέας δὲ καὶ μοναχοὺς [*](P. 88) διαφερόντως ἐτίμα καὶ ξυνδειπνοῦντας εἶχε, καὶ οὐδενὶ ἄτερ μοναχῶν τὴν αὐτῆς τράπεζαν θεάσασθαι ἐνῆν. ἡ δὲ ἔξωθεν ἐπιφαινομένη τοῦ ἤθους κατάστασις καὶ ἀγγέλοις αἰδέσιμος καὶ αὐτοῖς δὲ τοῖς δαίμοσι φοβερά , ἀνθρώποις δέ μὴ ἐχέφροσιν, ἀλλὰ περὶ ἡδονὰς ἐπτοημένοις ἀνύποιστος καὶ ἐκ μόνου τοῦ βλέμματος, τοῖς δ’ αὖ γε σωφροσύνης ἐπιμελουμένοις ἱλαρά τε καὶ προσηνής. μέτρα γὰρ ἔγνω κατηφείας καὶ σεμνότητος ὡς μήτε τὸ κατηφὲς ἄγριόν πως καὶ θηριῶδες δοκεῖν, μήτε τὸ ἁπαλὸν κεχαλασμένον τε καὶ ἀκόλαστον, [*](Β) καὶ ἔρον, οἶμαι, τοῦτ’ εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ τῆς ψυχῆς ἀναστήματι. τὸ δὲ ἦθος αὐτῇ ὑποκαθήμενον πρὸς ἐνθυμήσεις , ἀεὶ καινοτέρας ἀνελιττούσῃ τὰς γνώμας , οὐ φθαρτικὰς τοῦ κοινοῦ, ὡς τινες ὑπετονθόρυζον, ἀλλὰ σωστικὰς, καὶ διεφθορυῖαν ἤδη τὴν βασιλείαν εἰς ὁλοκληρίαν ἐπαναγούσας, τά τε τοῦ κοινοῦ εἰς τὸ μηδὲν ἐληλακότα ἐπανορθούσας , ὡς δύναμις. πλὴν εἰ καὶ τῇ τῶν

[*](1. ἱερὰ ὄντως G. 7. συνδειπνοῦντας C. 12. τοῦ om. G, 15. τε om. G. 18. προκαθήμενον G. 21. ἐς Ρ, εἰς GA.)
165

κοινῶν διοιδήσει ἐνησχολεῖτο, τῆς τοῖς μοναχῶς προσηκούσης διαγωγῆς οὐδαμῶς καταπεφρονήκει. ἄλλα τὸ πλεῖον μὶν τῆς νυκτὸς τὼς ἰεροὺς ἀπεπλήρου ὕμνους, προσευχῇ τε συντόνῳ [*](C) καὶ ἀγρυπνίᾳ συντετηκυῖα, περὶ δὲ τὸ ὄρθειον, ἔστι δ᾿ τῶν καὶ δευτέρας ἀλεκτοροφωνίας, ταῖς τοῦ κοινοῦ προσέκειτο διοικήσεσι, περί τε τῶν ἀρχαιρεσιῶν σκοποῦσα καὶ τὰς τῶν δεομένων αἰτήσεις ἐπιλύουσα, ὑπογραμματεύοντος αὐτῇ Γρηγορίου τοῦ Γενεσίου. ταῦτα εἴ τις ἡβούλετο ῥήτωρ εἰς πάλω [*](V. 74) μίου λόγους ἀγαγεῖν, τίνας ἄν οὐκ ἀπεκρύψατο τῶν πάλαι περιβοήτων ἐπ’ ἀρετῇ καὶ κατ’ ἀμφότερα τὰ γένη φανέντας περιφανεῖς, τοῖς ἐπιχειρήμασι καὶ τοῖς ἐνθυμήμασι καὶ ταῖς οὐχ ἄλλους συγκρίσεσιν ἔξογκῶν εἰς μέγα τὴν ἐπαινουμένην, [*](D) ὥσπερ νόμος ἐστὶ τοῖς ἐγκωμιάζουσιν ; ἀλλὰ τὰ τῆς ἱστορίας οὐχ οὕτως ἄδειαν δίδωσι τῷ συγγράφοντι. διόπερ εἰ περὶ ταύτης τῆς βασιλίδος λέγοντες τὰ μεγάλα σμικροπρεπέστερον εἴπωμεν, μηδεὶς ὑπὸ μέμψιν ἀγέτω τὸν λόγον , ὅσοι τὴν ἐκείνης ἴσασιν ἀρετὴν καὶ τὸν ὄγκον τοῦ ἄξιώματος καὶ τὸ ἀγχίνουν ἐν ἅπασι καὶ τὸ ἀκροφυέστατον τοῦ φρονήματος. ἡμεῖς δὲ ὅθεν περὶ αὐτῆς λέγοντες μικρὸν τι ἐξετραπόμεθα , [*](Ρ. 89) πάλιν ἐπανακάμψωμεν. ἐκείνη τοίνυν τὴν βασίλειαν, ὡς ἔφημεν, διιθύνουσα, οὐδὲ τὴν πᾶσαν ἡμέραν ταῖς κοσμικαῖς φροντίσιν ἀφώριστο, ἀλλὰ τὰς ἐκ τύπου λειτουργίας εἰς τὸ

[*](3. τε om. Α. 5. ἀλεκτροφωνίας G. 6. τῶν ante ἀρχαιρεσιῶν add. A. 10. καἰ om. P. 11. ἐνθυμήμασι καὶ ταῖς om. G. 17. ἴσασιν C, οἴδασιν PG.)
166

ἱερὸν τέμενος τῆς μάρτυρος Θέκλης ἀπεπλήρου, οὑπερ ὁ αὐτοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ἀνδράδελφος ἀνδράδελφος ἐκ τοιαύτης αἰτίας ἐδείματο. ἔπει γὰρ ἃς πάλαι εἶχον οἱ τῶν Δακῶν ἀρχηγέται μετὰ τῶν Ῥωμαίων σπονδὰς τηρεῖν εἰσέτι οὐκ ἤθελον, ἀλλὰ παρασπονδήσαντες διέλυσαν, τούτου δὲ δήλου τοῖς Σαυρομάταις [*](Β) γεγονότος , οἱ πρὸς τῶν πάλαι Μυσοὶ προσηγορεύοντο, οὐδὲ αὐτοὶ τοῖς ἰδίοις ὁρίοις ἐμμένοντες ἤθελον ἡσυχάζειν, νεμόμενοι πρότερον ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀλλ’ ἀθρόον ἀπαναστάντες πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν. αἴτια δὲ τῆς τούτων μετοικήσεως ἡ τῶν Γετῶν κατ’ αὐτῶν ἄσπονδος ἔχθρα , ὁμορούντων μὲν ἐκείνοις, τούτους δὲ λῃστευόντων. διὰ ταῦτα καιρὸν ἐπιτηροῦντες, ἔπει τὸν Ἴστρον ἀποκρυσταλλωθέντα εἶδον, ὡσπερ ἠπείρῳ τούτῳ χρησάμενοι, ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται [*](C) ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθὲν ὁρίοις , καὶ δεινῶς ἐληίζοντο τὰς παρακειμένας πόλεις καὶ χώρας. τοῦτ ἐνωτισθεὶς ὁ βασιλεὺς Ἰσαάκιος, δέον ἔκρινε τὴν Τριάδιτζαν καταλαβεὶν. ἐπεὶ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων φθάσας ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα. καὶ δὴ τὸ ὁπλιτικὸν ἅπαν συλλεξάμενος, τῆς πρὸς τὰ ἐκεῖσε φερούσης ὁδοῦ ἥψατο , ἀπελάσαι βουλόμενος τῶν Ῥωμαϊκῶν οὔρων αὐτούς. καταστήσας δὲ ἄπαν τὸ ὁπλι-

[*](1. Θέκλης CA, Θέκλας PG. 3. τῶν om. Α. σπονδὰς παρεσπόνδησαν A. 6. προσαγορεύοντο PG , recle Α. 7. ἤθελον ἡσυχάζειν om. CG. 9. ἐπαναστάντες GA. 14. ἐπανίστανται CG. 18. ἑώας G. 21. πρὸς : περὶ G.)
167

τικὸν ἐν εὐταξίᾳ, στρατηγὸς κατ’ αὐτῶν ἵεται. οἱ οἱ τοῦτον θεασάμενοι , εὐθὺς διαιρεθέντες διαφόρου γνώμης γεγόνασιν. [*](D) ὁ δὲ οὐ πάνυ πιστεύειν αὐτοῖς ἔχων, ἐπὶ τὸ καρτερώτατον ίαι δυσμαχώτερον μέρος αὐτῶν σὺν καρτερᾷ τῇ φάλαγγι ἴεται. καὶ δὴ πλησιάσας αὐτοῖς, ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε. πρὸς μὶν γὰρ τὸν οἶα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες, αὐτοὶ διελύοντο. ὑποχωρήσαντες οὖν πρὸς μικρόν, πόλεμον εἰς τρίτην αὐτῷ ἐπαγγειλάμενοι , τὰς σκηνὰς αὐθήμερον ἀφέντες, φυγαδείᾳ ἐχρήσαντο. ὁ δὲ καταλαβών, [*](V. 75) ἔνθα οὑτοι ηὐλίζοντο, καὶ τάς σκηνὰς αὐτῶν [*](Ρ. 90) κατασκάψας καὶ τὴν εὑρημένην λείαν ἀπαγαγών, τρεοαιοφόρος ἐπάνεισι. γενομένου δὲ περί τοὺς τοῦ Λοβιτζοῦ πρόποδας, ῥαγδαῖος ὄμβρος αὐτὸν καταλαμβάνει καὶ νιφετὸς ἔξωρος, εἰκοστὴν πρὸς τῇ τετάρτη τοῦ Σεπτεμβρίου ἄγοντος, ἐν ῄ ἡ τῆς μεγαλομάρτυρος Θέκλης μνήμη τελεῖται. πλημμὐρας οὑν γενομένης τῶν ποταμίων ῥευμάτων καὶ ὑπερχειλήσαντος τοῦ ὕδατος, θάλασσαν ἦν ὁρᾷν ἅπαν τὸ πεδίον ἐκεὶνο, ἐν ᾧ ἥ τε βασιλικὴ σκηνὴ καὶ τὸ ὁπλιτικὸν ἄπαν κατεσκήνου. κἀντεῦθεν τὰ πρὸς χρείαν ἅπαντα ἠφανίσθησαν τοῖς ποταμίἴεται

[*](Β)[*](1. PG liic et infra, recte A. 3. ov om. G. ἀντωπῆσαι Α. 9. ἐς Α. ἀπαγγειλάμενοι P, ἐπαγγειλάμενοι GA. 12. εὑρομένην Α. 13. γενόμενον G, γενομένων Α. παρὰ τοὺς Αοβιτζοὺς CG, πρὸς τοὺς λεβιτοὺς Α 15. τὴν τετάρτην G. 17. γινομένης Α. 20. κἀντεῦθεν G, ἐντετῦθιν PA.)
168

ὄις ῥεύμασι παρασυρέντα, οἱ ἄνθρωποι δὲ καὶ τὰ κτήνη ὑπὸ τοῦ κρύους ἐπήγνυντο. ἐμυκᾶτο δὲ καὶ βροντῶν ὁ οὐρανός ἀστραπαὶ δὲ συνεχεῖς, χρονικὴν μὴ ἔχουσαι τὸ παράπαν διάστασιν, τὸ περίγειον ἐκεῖνο ἅπαν ἐμπρῆσαι οἷον ἠπείλουν. ταῦτα ὁρῶν ὁ βασιλεὺς ὲν ἀμηχανίᾳ ἦν· ἀναστολῆς δὲ μετρίας γενομένης, πλείστους τε ἀποβαλὼν ταῖς δίναις τῶν ποταμίων συσχεθέντας ῥευμάτων , ἐκεῖθεν μετὰ τῶν λογάδων ἔξεισι καὶ ὑπὸ φηγόν τινα μετ’ ἀυτῶν ἀπελθὼν ἵστατο. ῆχου δὲ μεγίστου καὶ βοῆς ἀπὸ τοῦ δρυὸς οἶον ἔξερχομένου αἰσθόμενος [*](C) καὶ σφοδροτέρων ἀνέμων τηνικαῦτα πνεόντων , πτοηθείς, μὴ τῇ τούτων βίᾳ ὁ δρῦς κατενεχθῇ, τοσοῦτον διάστημα ἀποστάς, ὁπόσον ὁ δρῦς , εἰ κατενεχθείη, μὴ φθάσῃ καταρράξαι αὐτόν, ἐννεὸς ἵστατο ὁ δ' εὐθὺς ὡσπερ ἐκ συνθήματος ῥιζόθεν ἀνασπασθεὶς εἰς γῆν ὡρᾶτο κείμενος. ὁ δὲ βασιλεὺς θαυμάζων εἰστήκει τὴν τοῦ θεοῦ περὶ αὐτὸν κηδεμονίαν· λογοποιουμένην δὲ ἀποστασίαν περὶ τὴν ἵω μαθών, εἴσεισιν εἰς τὰ βασίλεια. καὶ τηνικαῦτα ἐπὶ τῷ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ναὸν περικαλλῆ ἐδείματο, μεγαλοπρρεπῶς μὲν κατεσκευασμένον καὶ ἱκανῇ δαπάνῃ, χειρός τε τὸ ποι-

[*](1. ῥεύμασι : ὕδασι G. 3. χρονικὴν om. A. 4. ἅπαν om. G. 9. τοῦ CA, τῆς PG. ἐξερχομένης PG, alterum CA. 11. ὁ CA hic et infra , ἡ PG. la. καταῤῥάξαι G et ab allera manu C, πατάξαι PA. 14. ὡρᾶτο Α, ὁρᾶτο PG. 17. εἴσεισιν PG, ἄνεισιν A, ἐπανελθὼν Zonaras III. p. 215, qui Annae narrationem fere ad verbum expressit. vid. annolat. 19. τε : an δὲ? τὸ om. G.)
169

Ἴον ἔχοντα, σῶστρα τε θύσας ὲν αὐτῷ Χριστιανοῖς τὰ προσήκοντα, τοὺς θείους ὔμνους διὰ παντὸς έν αὐτῷ ἀπεπλήρου. οὕτω δὴ τὸ ἤδη ῥηθὲν ἱερὸν τέμενος ἐπ’ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ἀνῳκοδόμητο, ἐν ᾠ τἀς ἐντεύξεις, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡ βασιλίς καὶ· μήτηρ τοῦ αὐτοκράτορος Ἀλξίου συνεχεῖς ἐπεποίητο. ἥν κἀγὼ βραχύν τινα τεθέαμαι χρόνον κω τεθαύμακα · καὶ ὅτι μὴ κόμπος τὰ ῥηθέντα, ἴσασιν ἅπαντες καὶ ὁμολογήσαιεν, εἰ γε βούλοιντο, ὁπόσοι ἄτερ πάθους τὴν ἀλήθειαν ἐκκαλύπτειν ἐθέλουσιν. εἰ [*](Ρ. 91) μὲν γὰρ ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ ἱστορίαν ποιεῖν , ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς πέρι τούτων διηγήμασι, καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν ἄρος τὸ προκείμενον.

Ἀσπαίρουσαν δὲ οἶον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος, (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον Τοῦρκοι δεινῶς ἐληίζοντο, τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἰχε κακῶς , τοῦ Ῥομπέρτου πάντα κάλων κινοῦντος ἐφ’ ᾧ τὸν προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια [*](B) εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως, o ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν · [*](V. 76) ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν μοναχὸν Μιχαὴλ εὑρηκώς, τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς

[*](1. τὰ add. A. 3. δὴ om. C. ἡ μήτηρ G 9. ἐγκαλύπτειν G. 12. δ' ἐπανακτέον Α. 13. προσκείμενον G. 14. δὲ om. Α. τὴν βασιλείαν οἶον δρῶν ὁ Ἀλέξιος G. 19. ὄπερ σκῆψις ἦν αὐτῷ καὶ φιλαρχίας Α. 21. Μιχαὴλ om. G.)
170

πυρσὸν ἀνῆψε μέγαν, κα δεινῶς κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὡπλίζετο, δρόμωνάσ τε καὶ διήρεις ἑτοιμάζων καὶ τριήρεις, καί σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυνάμεις [*](C) πολλὰς συλλέγων εἰς τὸ προκείμενον αὐτῷ συνεπαρηγούσας ,) ἐν ἀμηχανίᾳ γοῦν ὁ γενναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν , ἑκάστου τῶν πολεμίων πρὸς ἑαυτὸν τὴν μάχην οἶον προαρπάζοντος, ἠνιᾶτο καὶ ἤσχαλλε. μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ῥωμαίων βασιλείας ἐχούσης, ( οὐ πλείους γὰρ τῶν τριακοσίων στρατιωτῶν ἦσαν, κα τούτων ἐκ τοῦ Κώματος, ἀναλκίδων πάντῃ καὶ ἀπειροπολέ μῶν, καὶ ξενικῶν τινῶν εὐαριθμήτων βαρβάρων τῶν ἔπι τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος,) μήτε σωρῶν [*](D) χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμείοις ἐναποκειμένων, δι ὤν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. λίαν γα ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ | πρὸ αὐτοῦ βεβασιλευκότες, ἐν στενῷ κομιδῇ τὰ τῶν Ῥωμαίων συνήλασαν πάντα τὰ πράγματα. ἐγὼ γοῦν κὼ στρα- τιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς | οὐδεμία τῶν πόλεων ἀπ’ αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κα.

[*](2. δρόμωνάς τε καὶ τριήρεις ἑτοιμ. καὶ διήρεις G, δρόμωνας δὲ τριήρεις ἑτ. καὶ διήρεις A. 4. δὲ om. Α. 5. εἰς Α, ἐς PG. 6. γοῦν add. Α. vid. annot. 7. ἑκάστου A. et in margine P, ἑκατέρᾳ PG, ἑκάτερα C. 12 ξενιακὼν Α. τοῦ om. G. 15. συμμαχίας Ρ. 16. ἀτεχνῶς Α. τε om. G. 18. πάντα τὰ om. Α. 19. αὐτῶν om. G. ἀκήκοα ἐνίων G.)
171

τηχθη. εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα, μεριζομένῳ μεριζομένῳ φροντίσι παντοδαπαῖς. ὁ δὲ γενναῖος ὢν καὶ· ἄτρεστος καὶ τὰ πολεμικὰ ἔργα ἐμπειρίαν πολλὴν κεκτημένος, [*](Ρ. 92) ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι , τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρόν, θεοῦ ἀρωγῇ, διαλυομένων κυμάτων δίκην, ὁπηνίκα νίκα ταῖς πέτραις προσαράξουσι. δέον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι, ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθίσταντο. εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιά- ζει γραφάς , πρός τε τὸν Δαβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ πόντον Ἡρακλείας καὶ Παφλαγονίας χρηματίζοντα, καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος, [*](Β) κὼ τοὺς λοιποὺς λογάδας, δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀνεβίβασεν ἐξ ὑπογυίου κινδύνου παραδόξως σωθέντα, παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιη- σαμένους , κατασφαλίσασθαι αὐτὰς καί ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν, μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι, συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας, ὁπόσους δύναιντο. εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ῥομπέρτον, ὡς ἐνόν, προκατασφαλίσασθαι καὶ τοὺς προσρυοἄτρεστος

[*](C)[*](3. A. ἄτρεπτος PG. 7. προσάξουσι A. om. A. 22. κατασφαλίσασθαι A. 21. τον )
172

μένους ἐκείνῳ ἀρχηγούς τε καὶ κόμητας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. ἐπειδὴ ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλεὶς, δι' οὖ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο, χρήματά τε ἐπεζήτει ἀποσταλῆναί οἱ , γράμμα μόνον κομίζων ἧκεν αὐτῷ προφάσεις δηλοῦντα , καθάπερ [*](V. 77) φθάσαντες ἱστορήσαμεν, δι’ ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο · ταῦτα ἀναγνοὺς καὶ πτοηθεὶς , μὴ μαθὼν τὴν ἀπὸ τῆς βασιλεία [*](D) τοῦ Βοτανειάτου ἔκπτωσιν, προσρυῇ τῷ Ῥομπέρτῳ, ἀθύμως εἶχε παντάπασι. τοιγαροῦν μετακαλεσάμενος τὸν σύγγαμβρ αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ Δυρράχιον ἔξαπέ στεῖλε, πόλις δὲ τοῦτο Ἰλλυρική ,) παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι , ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομαχάτον, ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν , δι’ ἧς τοῦτο ἄκοντα ἐκεῖθεν ἀπελάσει· πρὸς δὲ τὰς τοῦ Ῥομπέρτου μὴ χᾶνάς ἀντιπαλαμᾶσθαι , ὡς δύναμις. παρεκελεύσατο δὲ κα τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι , ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα, ἱν· εἴ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν, ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περ τρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. ναί μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεω καὶ αὐτοῖς δὴ τοῖς νησιώταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο

[*](2. ἐπεὶ δ’ G. 3. τῷ Μονομαχάτῳ G. 5. ἧκεν om. G. 11 ἐξαποστέλλει καὶ παρεκαλέσατο Α. 13. ἀμαχεὶ G. 16. ἀντιμηχανᾶσθαι F et in margine P. δὲ add. G. 17. καινοπρεπέστερον FCA , καινοπρεπέστερα PG. 18. ἐάσαντα CA , ἐάσοντα PG. πως G. 19. περιτρέπονται GA, 2 μὲν G.)
173

μὴ ἀναπεπτωκέναι , μηδὲ καταρρᾳθυμεῖν ὄλως, ἀλλ’ ἐγρηγορἐναι καὶ νήφειν διὰ παντὸς περιφραττομένους καὶ τὸν Ῥομπερτον [*](Ρ. 93) καρυοοκουντας, μὴ ἐξ εφοδου τῶν παραλίων πόλεων ἐγκρατυὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων, πράγματα ἐσύστερον τῇ βασιλείᾳ Ῥωμαίων παρέξῃ.

Ταῦτα μὲν οὔτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ᾠκονόμητο, καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ῥομπέρτῳ κατοχυρώσας ὦπτο · ἀλλ’ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳθυμηκὼς ἥν. γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἐρμᾶνον ἐκθέμενος , εἶτα καὶ πρὸς τὸν πάπαν Ῥώμης, πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπύης Ἕρβιον, πρὸς τοὺς πρίγκιπας, ἔτι γε μὴν κω πρὸς ἅπαντας τοὺς ἀρχηγοὺς [*](Β) τῶν Κελτικῶν χωρῶν , δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων, πρὸς τὴν κατὰ τοῦ Ῥομπέρτου ἔχθραν ἠρέθιζεν· ὧν οἱ μὲν τῆς πρός τὸν Ῥομπέρτον φιλίας ἤδη ἀπέστησαν , οἱ δὲ ὑπισχνοῦντο εἰ πλείονα λάβοιεν. ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλαμανίας γινώσκων δυνάμενον πᾶν ὁ τι καὶ βούλοιτο κατὰ τοῦ Ῥομπέρτου καταπράξασθαι , ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑπο-

[*](2 περιφραττομένους FCA et in margine P, περιφυλαττομένους PG. τὸν om. G. 3. ἐφόδου πασῶν τῶν παραλίων ἐγκρατὴς Α. 5. παρέξει ῥωμαίων Α. 7. τέως om. Α. 9. κατὰ νώτου ? 12. ἐπίσκοπον A. 18. ἀλαμανίας A., ἀλλαμανίας PG.)
174

σχέσεων ὑποποιησάμενος, ἔπει καταπειθῆ τοῦτον ἐγνώκει κα [*](C) τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνούμενον , μεθ’ ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τᾶδ’ ὑπαγορευόντων. “τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἔπι τὸ βέλτιον, εὐχῆς ἔργον ἐστὶ τῇ βασιλείᾳ μου , πανευγενέστατε καἰ τῷ ὄντι Χριστιανικώτατε ἀδελφέ. καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύχεσθαι σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα , τὴν έν σοὶ καταμαθούσῃ θεοσέβειαν; ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφική σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ μετὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς ἀναδεχθῆναί σοι κάματος , [*](D) ἴνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καἰ τοῦ θεοῦ πολέμιον ναὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σου τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι, χαἰ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ θεόν σου φρονήματος. τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλειᾶν τὰ μὲν ἄλλα ἔχει καλῶς, ἐν ἐλαχίστοις δὲ ἀστατεῖ νὼ ταράττεται τοῖς κατὰ τὸν Ῥομπέρτον κυμαινόμενα. ἀλλ’ εἴ τι [*](V. 78) δεῖ πιστεύειν τῷ θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι , ταχεῖα ἥ καταστροφὴ ·τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. οὐδὲ γὰρ ἀνέξεται πάντως θεὸς ῥάβδον ἁμαρτωλῶν

[*](1. ἐπεὶ — ὑπισχνούμενον om. CG. 3. χοιροσφάκην G. τὰ ἐξ ὑπαγορευόντων Α. 10 σου om. C. αὐτὴ Α. μετὰ : lege κατὰ. 1 1. ἀναδειχθῆναι GA. 13. μετέλθῃ G. 14. σου Α, σοι PG. 16. βασιλείαν τἄλλα μὲν ἔχει Α. 17. ἐλαχίστῳ Α. lege οὐκ ἐν ἐλαχίστοις. 18. ἔτι G. 20. τούτου add. A.)
175

κτὰ τῆς κληρονομίας αὐτοῦ ἔπι τοσοῦτον ἐπαφίεσθαι. τὰ ἐντοι παρὰ παρὰ τοῦ ἡμῶν ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγαλοδυνάμῳ σου ἔξουσίᾳ, αἰ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἐκατὸν βλαττία, ἀπετάλησαν νῦν διὰ τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ καεπάνω [*](Ρ. 94) τῶν ἀξιωμάτων κατὰ τὴν ἀρεσκείαν τοῦ πιστοτάτου ρυ καὶ εὐγενεστάτου κόμητος τοῦ Βουλχάρδου. καὶ τὸ ῥηποσὸν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργαιένου ἀργυρίου καὶ Ῥωμανάτου παλαιᾶς ποιότητος. καὶ λειουμένου τοῦ ὄρκου παρὰ τῆς εὐγενείας σου , σταλήσονιί α' σοι καὶ αἰ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσι ἄξιωμάτων διά ῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου, ὁπηνίκα εἰς Λογβαρδίαν κατέλθῃς. ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρς, προεδηλώθη πάντως τῇ εὐγενείᾳ σου , ἀπαγγελεῖ δ’ ἔτι [*](B) φέστερον καὶ ὁ πρωτοπρόδερος Κωνσταντῖνος καἰ κατεπάνω, καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἔκαστον τῶν κεφαίων, ἅπερ μέλλουσι ζητηθῆναι καὶ παρὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναι. ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας ἀποσταλέντων πρέσβεων ἐγίνετο, διεμνημονεί θησάν τινα τῶν

[*](1. ἐπὶ τοσοῦτον om. CGA. ἀφίεσθαι Ρ, ἐπαφίεσθαι CGA. 2. ἀποσταλῆναι πρὸς τὴν εὐγένειάν σου αἱ ἑκατὸν Α. 3. τέσσαρες : πέντε Α. 4 ἐστάλησαν Α. 5 νυν om. A. πρωτοέδρου G. 10. τελειωθέντος A. 11. σοι om. A. διακόσιοι οm. CG. δεκαὲξ om. A. 14. ὤφειλε G. 18. πα : an διὰ ?)
176

ἀναγκαιτέρων κεφάλαια· ὄτι δὲ πέρι τούτων μὴ ἔχειν πρόσταξιν ειπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι , κατὰ τοῦτο καὶ ἥ βασίλεια μου τὸν ὅρκον αἰτοῖς ἀνήρτησε. τοίνυν καὶ τε- λεσθήτω ὁ ἄρκος παρὰ τῆς εὐγενείας σου , ὡς ὁ πιστός σου [*](C) Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε, καὶ τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ. ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σὸν κόμητος τοῦ Βουλχάρδου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτατόν μου ἀνεψιόν, τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστοκράτορος καὶ περιποθήτου αὐταδέλφου τῆι βασιλείας μου, θεαθῆναι παρ’ αὐτοῦ, ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παιδός· τὰ γὰρ ἔξω καὶ σωματικὰ δεύτερα τίθεται λόυγου ἡ βασιλεία μου , εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. [*](D) ὣ γὰρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὄσα εἰκὸς ὡμίλησεν, ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ θεὸς τῇ βασιλείᾳ μου ἐχαρίσατο, τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὐτος ἐπέχει ἀδελφιδοῦς, θεοῦ εὐδοκοῦντος, οὐδέν ἐστι τὸ κωλῦον, ἑνω- θῆναι ἡμᾶς δι’ αἵματος συγγενικοῦ, καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανοῖς, οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς , ἴν' ἐντεῦθεν ἕκαστος δι’ ἀλλήλων δυναμούμενοι,

[*](3. μου : σου G. αὐτῆς C. 5. Ἀβέρτης CG. ἐβεβαίωσε C , ἐβεβαιώσατο G, ἐβεβαιώσετο P. 7. σου om. A. 9. μοι Α. 11. ὃς ἐλθὼν Α. 13. δεύτερον C. an τοῦ λόγου 14. εἰ δὲ καὶ G. 16. πρέσβις Α. 17 παιδίον μὲν οὔπω C, παιδίον οὔπω A, οὔπω παιδίον P, οὔπω τὸ παιδίον G,)
177

φοβεροί τοῖς ἐναντίοις ὦμεν μετά θεοῦ. τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαριταρίων, θήκη διάχρυσος ἔχουσα τμήματα ἔνδον διαφόρων ἁγίων, ὦν ἕκαστος διὰ τοῦ ἐφ’ ἑκάστου αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται, καυκίον σαρδωνύ χιον καὶ ἐμπότης κρύος ἀστροπελέκυν δεδεμένον μετὰ χρυσαφίου καὶ ὀποβάλσαμον. μακρύναι ὁ θεὸς τὴν ζωήν σου , πλατύναι [*](Ρ. 95) νὼ τὰ τῆς ἐξουσίας σου ὅρια , καὶ θείη σοι πάντας τοὺς ἐντιπίπτοντας εἰς ὀνειδισμὸν κὼ εἰς καταπάτημα. εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου, κὼ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου, κα γένοιντό σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ ἐχθροί, ἦς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης [*](V. 79) τὸ ἄμαχον, τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλίζοντι."

Οὔτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας ιύτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυιον τὸν κίνδυνον ἀπει- λοῦν ἡτοιμάζετο, ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων, [*](Β) κοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπιἀπεστάη

[*](2. C. 3. μαργάρων C. ἔχουσα ἔνδοθεν τμἠματα Α. 4. τοῦ C, τῶν P, τὸν G. 5. ἐντεθέντα χάρτην G. lege σαρδονύχιον cum Ducangio Gloss. I. p. 147. 6. ἀστεροπελέκιν Α. 7. μακρῦναι et πλατῦναι PG , recte Α. 8. τῆς om. Α. 10. καὶ γαλήνη, ἥλιος PG , alterum Α. vitl. annotat. 11. ἀφανισμὸν C, ὀνειδισμὸν PG, ὀνειδισμὸν καὶ ἀφάνειαν Α. 13. τοσοῦτο G. 16. αὐτὸς om. A. κατεπείγων G. ἀπειλοῦν C, ἁπλοῦν PG. 17. ἐγκαρτερῶν : καὶ τέως ἐν τῇ βὰς. τῶν πολ. ἐγκαρτερῶν ἦν καὶ διὰ παντοίας Α.)
178

κειμένοις ἐχθροῖς ἀντικατασταίη. καὶ· ἔπει, ὡς ὁ λόγος q θασας ἐδήλωσε, τοὺς μὶν ἀθεωτάτους Τούρκους πέρι τὴν Προποντίδα ἑώρα ἐνδιατρίβοντας, τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ πέρι· τὴν Νίκαιαν αὐλιζομένου οὖ καὶ σουλτανίκιον ἦν, ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομάσαιμεν,) καὶ προνομὰς συνεχῶς ἀποστέλλοντος καὶ ληιζομένου ἅπαντα τὰ τε πέρι τὴν Βιθυνίαν διακείμενα καἰ Θυνίαν, καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης Δαμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους [*](C) καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ ἀυτῆς ἐπιχειροῦντας τῆς θαλάττης· οὔς οἱ Βυζάντιοι ὁρῶντες ἀφόβως πάντη ἐνδιατρίβοντας έν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις και ἱεροῖς τεμένεσι , μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος , ἔντρομοι διὰ παντὸς ὄντες, διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι· ταῦτα ὁρῶν ὁ βασιλεύς , πολλοῖς κυμαινόμενος λογισμοῖς καἰ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπάς , τοῦ κρατήσαντος γίνεται λογισμοῦ καὶ, ὦς ἐνόν , ἔργου εἴχετο. ἀφ' ὧν οὖν ἐξ ὑπογυίου συνειλοχὼς ἦν Ῥωμαίων ἀνδρῶν καί τινων ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος κὼ ἐν [*](D) ἀκατίοις ἐνθέμενος, τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας μόνον, τοὺς δὲ καἰ ἄλλως θωρήξασθαι εἰδότας κόρυσι τε

[*](4. οὑ γὰρ G. 5. σουλτανίοκη G. 6. ἧος νομὰς G. τὰ om. G. 7, Θινίαν C. 9. δὲ καὶ ἐπιδρομὰς G. ἀφαιρούμενοι C. 10. ἐπισχυροῦντας P, ἐπιχειροῦντας CG. 11. δαλάσσης C. 13. αὐτοῖς G. ἔντρομοι — διηποροῦντο οm. G. 16. κρατίστου G. 21. εἰωθότας coni. Diesterwegius. vid. au- annotat.)
179

καὶ ἀσπίσι καὶ δόρυσι, νύξι πέρι τὰς ἀκτὰς κω τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρα ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευσεν , εἴγε κατανοοῖεν μὴ πολλαπλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι, κω εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἔξῄει. ἀπειροπολέμους δὲ πάντῃ γινώσκων αὐτούς , ἐπέσκηπτεν ἀψοφητὶ τὴν τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι, φυλαττομένους ἅω καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωγμαῖς τῶν πετρῶν λοχώντων βαρβάρων. τούτων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων. κατ’ ὀλίγων τῶν πέρι τὴν θάλατταν χωρίων [*](Ρ. 96) ἀνωτέρω ἐχώρουν οἱ βάρβαροι. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, τοῖς ἀποσταλεῖσι παρεκελεύετο καταλαβεῖν , ἅπερ ἐκεῖνοι πρώην κατεῖχον πολίχνια καὶ οἰκοδομήματα , καὶ εἴσω τούτων διανυκτερεύειν· πέρι δὲ τὰς ἡλιακὰς αὐγὰς ὁπηνίκα χορταγωγίας χάριν ἢν τινος καὶ ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμνσςινρι ἔξιέναι, ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι , καὶ εἴ τι κὰτ αὐτῶν δυνηθεῖεν , ἀρκεῖσθαι τούτῳ, κἂν μικρὸν ᾐ, καὶ μὴ [*](Β) πλεῖον ζητοῦντας παρακινδυνεύειν καἰ θάρσος τοῖς ἐχθροῖς ἐν- τεῦθεν διδόναι, ἀλλ’ εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι. οὐ πολὺ τὸ έν μέσῳ, καὶ πορρωτέρω αὖθις οἱ βάρβαροι ἐγίνοντο, ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἱππασίας κατὰ τῶν ἐναντίων ποιεῖν, οὐκέτι

[*](V. 80)[*](2. τοῖς add. G. 3. κατανοῖεν P, recte G. 7. ῥοχμαῖς C, voluit ῥωχμαῖς. 9 lege κὰτ· ὀλίγον. 10. ἀνωτέρων C. 15. συμβαίνει CG. 20. fortasse ἀποθαρρήσαντα.)
180

ἐν νυκτὶ οὐδὲ λάθρα ἐμπίπτουσιν, ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. καὶ οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόνασι, [*](C) καὶ οἱ πεζοὶ οἱ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς ἐναντίοις μαχόμενοι, ἑωθινοί αὐτοῖς ἐπετίθεντο, καὶ ἡλίου ἐς μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. οὔτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα, τῇ δὲ Ῥωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα συνέβαινεν. οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν, ἀλλὰ καἰ τῶν περὶ Βιθυνίαν καὶ Θυνίαν ἄπασαν καὶ· τῶν τῆς Νικομήδους [*](D) ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνην ἀνέπεισε τὸν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι. ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ῥομπέρτον ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο, καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἴδη πρὸς τὴν ἠιόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται, ἄσμενος τὸν περὶ εἰρήνης δέψεται λόγον. εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν, ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος, πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἐπιδραξάμενον ἤδη ἀρχῆς , κάτα μικρὸν μὲν πρὸ πολλοῦ φθινούσης, εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας, μὴ δυνάμεις, μὴ χρήματα κεκτημένον · προπέ- ποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. ἔνθεν

[*](4. ἐς om. G. μεσουράνημα P, μεσουράνισμα CG. 5. συνιστων C, ξυνίστων PG. 7. τὸν G, τὸ P. 11. Θινίαν C. 20. δ' G.)
181

τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθοδου τῆς τε Δαμάλεως [*](Ρ. 97) λεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας, ἄμα δὲ καὶ δώροις δεξιωσάμενος, ἐξεβιάζετο εἰς εἰρῃνικὰς ἀπονεῦσαι σπονδάς, καὶ ὄρον αὐτοῖς τὸν καλούμενον Δράκοντα ποταμὸν δεδωκώς, μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ, μήτε ποτὲ πρὸς τὰ ὄρια Βιθυνὼν ἐξορμᾷν ἔπεισεν.

Οὔτω μὲν οὖν τὰ περὶ τὴν ἔω κατηύηναστο. καταλαβὼν δὲ τὸ Δυρράχιον ὁ Παλαιολόγος, ταχυδρόμον ἀποστείλας τὰ περὶ τοῦ Μονομαχάτου ἐδήλου, ὅτι τὰ πέρι τὴν ἐκείνου ὔφιξιν μεμαθηκώς, σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχανλᾶν προσεληλύθει. ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι , [*](Β) ἀλλὰ κενὸν ἀποπέμψαι, ὂν πρὸ τοῦ τὴν μελετωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἀποπεπόμφει γραμματοκομιστήν, χρήματα δι’ αὐτοῦ αἰτούμενος, κἂν ὁ βασιλεὺς μηδὲν κατ’ αὐτοῦ ἐνάντιον διενοεῖτο, εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. διαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομαχάτον ὁ αὐτοκράτωρ, χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξαποστέλλει, πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὄν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια. ὁ δὲ Ῥομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος [*](C) καὶ τὴν ἅπασαν αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ ἀναθέμενος, ἐκεῖθεν ἐξελθών, τὸν

[*](2. δὲ add. A. 3. ἐξεβιάζετο CG, ἐξεβιάσατο P, κατηνάγκασε Α. 5. αὐτοῦ ὅλως Α. 7. οὐν om. A. παρὰ Α. ἑώαν Α. 10. σπουδαῖος G. Hotivvoy CG. καὶ om. Ρ. 17. χρυσοβοίλλου G. 18. ἀφροντησίαν G. 20. Ἱδροῦντα CA. 21. ἦς om. G. Λογγοβαρδίας P. 22. ἐκεῖθεν : πέραν A.)
182

λιμένα τοῦ Bρεντησίου κατέλαβε, κἀκεῖσε τὴν τοῦ εἰς τὸ Δυρράχιον ἔλευσιν μεμαθηκώς, παραχρῆμα έν [*](V.81) τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων, διὰ βύρσης τούτους περιέστειλε. καί πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ἐν ταῖς ναυσὶν εἰσαγαγὼν σπουδαίως , εἴς τε τοῖς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας, καἰ πάν· [*](D) τοθεν τὰ πρὸς πόλεμον ὀ·ξέως μάλα ἐξαρτήσας, διαπερᾶν ηπείγετο. ἐσκόπει γάρ , ὁπηνίκα τὸ Δυρράχιον καταλάβῃ, περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης κὼ πείρου , ἵν ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός, ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτούς, ἐξ ἐφόδου τὴν πόλιν αίρήσεται. θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καἰ τοὺς περὶ τὴν ἠϊόνα τοῦ Δυρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς. ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ πάντα ἤδη τετέλεσται , λύσας τὰ πρυμνήσια , τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου [*](P. 98) σχῆμα διατυπώσας, σὺν εὐταξίᾳ τοῦ πλόος ἀπεπειρᾶτο. οὐρίου δὲ τυχὼν πνεύματος, τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε , καὶ τὴν ἠϊόνα παραπλέων, ἀπῆλθε μέχρι Βοθρεντοῦ. κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ υἱοῦ αὐτοῦ Βαϊμούντου τοῦ προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφέ-

[*](1. Βρεντησίου GA, Βροντησίου C, Βρεντεσίου Ρ. 7. lege ἐξαρτύσας. 10. δὲ om. G. 11. περιστοιχίσας C, περιστοιχήσας PG. 14. γνώμην : νοῦν A. τὰ πάντα Α. ἤδη om. PG, add. CA. 17. ἀταξίᾳ CG. 18. δὲ : τε Α. 19. ᾐόνα A. διαπλέων G. ἀπῆλθε μέχρι Α , ἀπῆλθεν μέχρι χρι C, ἀπῆλθεν ἐν μέχρι PG. 20. βοθρωτοῦ A. βαϊμούνδου GA hic et infra. 21. τοῦ add. G.)
183

δου κατασχεῖν, διχῆ τὸ ἅπαν διελὼν στράτευμα, τὸ μὶν αὐτὸς κατεῖχε, διὰ θαλάττης τὸν ἀπόπλουν ὡς πρὸς τὸ Δυρράχιον ἐθέλων ποιήσασθαι , τοῦ δὲ τὸν Βαϊμοῦντον ἄρχειν ἐπέτρεψε, διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ Δυρράχιον ὁδεῦσαι. [*](B) καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρὸς τὸ Δυρράχιον ἀποκλίνας, κατὰ τὸ ἀκρωτήριον Γλῶσσαν καλούμενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν δρῶν κινηθέντες τὴν θάλατταν σφοδρῶς συνετάραττον. κἀντεῦθεν ἠγείρετό τε τὰ κύματα καὶ ἐπωρύετο, αἰ τε κῶπαι τῶν προσκώπων καθημένων ἐθραύοντο , τά θ' ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι, αἰ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον, καὶ αὔτανδρα ἤδη τὰ σκάφῃ κατεποντίζοντο, κὰν θέρους ὥρα ἦν, τοῦ ἡλίου τὸν καρκὶνον [*](C) ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου, ὁπότε κὼ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναι φασιν. ἐταράττοντο οὖν ἅπαντες ἔξαπορούμενοι, καὶ οὐκ εἶχον ὁ τι καὶ δράσαιεν, πολεμίοις τοιούτοις ἀντικαθίστασθαι μὴ δυνάμενοι. θροῦς δὲ πολύς , ῷμωζον, ἐποτνιῶντο , ἐθεοκλύτουν θεὸν σωτῆρα ἔπι. καλούμενοι, καὶ τὴν ἥπειρον θεάσασθαι ἐπηύχοντο. ὁ δὲ κλύλο δων τέως οὐκ ἐνεδίδου , μηνίοντος ὥσπερ τοῦ θεοῦ πρὸς τὸ τοῦ Ῥομπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ

[*](D)[*](4. ἐπέτρεψε Α, ἐπέτρεψεν PG. 5. δὴ om. G. 10. καθημένων Α, καθιέντων PG. τὰ δὲ G. 11. οἱ om. G. 12. καταστρώματος : στρατεύματος Α. 15. χοῦν Α. 17. δ' P, δὲ GA. 18. ᾤμοζον PG, recle Α. ἐθεοκλύτουν C. ἐθεοκλτουν PGA. θεὸν καὶ σωτῆρα G. 19. ηὔχοντο Α.)
184

τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἦδη. τὰ μὶν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντώθη , τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. τῶν δὲ περιστελλουσὼν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρωτέρων γεγονυιῶν, οἵ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν, [*](V. 83) καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν, καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. τὸ δέ γε σκάφος, ἐν ᾦ ὁ Ῥομπέρτος ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· διεσώθησαν δὲ καί τι- νες τῶν ὁλκάδων σὺν τοῖς πλωτῆρσι παραδόξως. πολλοὺς μὲν [*](P. 99) οὖν ἡ θάλαττα ἀποπτύσασα, οὐκ ὀλίγα δὲ βαλάντια καὶ ἄλλ’ ἄττα ἐξ ὧν τὸ ναυτικὸν τοῦ Ῥομπέρτου συνεπεφέρετο, περὶ τὴν ψάμμον κατέστρωσε. τοὺς μέντοι νεκροὺς οἱ σωθέντες περιστέλλοντες ἔθαπτον , κἀντεῦθεν πολλῆς τῆς ἐκ τούτων δυσωδίας ἐμπίμπλαντο. οὐ γὰρ ἐνῆν αὐτοῖς τοσούτους ῥᾳδίως ἐνσοριάσαι. τῶν οὖν ἐδωδίμων ἁπάντων ἀφανισθέντων, τάχα ἂν καὶ ὑπὸ λιμοῦ διεφθάρησαν οἱ τέως σωθέντες, εἰ μὴ τὰ λήϊα πάντα καὶ οἱ ἀγροὶ καὶ οἱ κῆποι τοῖς καρποῖς ἔβριθον. συνετὰ μὲν οὖν ταῦτα ἦσαν πᾶσι τοῖς φρονοῦσιν ὀρθῶς, τὸν δὲ Ῥομπέρτον [*](Β) οὐδὲν τῶν γεγονότων ἐφόβει, ἀκαταπτοήτως ἔχοντα καὶ

[*](4. ἀπὸ GA. 5. τόπων : ἁρμονιῶν A. 8. γε om. A. 9. διεσώθησαν Α, ἐσώθησαν PG. 11. οὖκ om. Α. θάλαττα C, θάλασσα PGA. ἀποπτύουσα CG, ἀποπτύσασα PA. ἄλλα τὰ libri, correxi. 12. κατέστρωσε περὶ τὴν ψάμμον G. 13. περιστείλαντες ἔθαψαν Α. 15. ἐπίπλαντο Α. lege ἐνεπίμπλαντο. ἐνσωριάσαι PG, recte CA. 16. ἐδοδίμων Ρ. πάντων Α. τάχ' ἂν Α. καὶ om. G. 19. πᾶσι add. CA.)
185

εἰς τοσοῦτον, οἶμαι τὴν ζωὴν ἑαυτῷ διαρκέσαι ἐπευχόμενον, ἐφ’ ὅσον πρὸς οὑς ἐθέλει μάχεσθαι δύναιτο ἄν. ἔνθεν τοι καὶ· τοῦ προκειμένου σκοποῦ τῶν γεγονότων οὐδὲν ἀπεῖρξεν αὐτόν. ἀλλὰ μετὰ τῶν περισωθέντων ἦσαν γάρ τινες οἱ θεοῦ ἀμάχῳ δυνάμει τοῦ κινδύνου ῥυσθέντες) ἑβδόμην ἡμέραν εἰς τὴν Γλαβινίτζαν ἐγκαρτερήσας , ἐφ’ ᾧ αὐτὸν ἀνακτήσασθαι, διαναπαῦσαι δὲ καὶ τοὺς ἐκ τοῦ κλύδωνος τῆς θαλάττης διασωθέντας, φθάσαι δὲ καὶ τοὺς εἰς τὸ Βρεντήσιον καταλειφθέντας καὶ μὴν καὶ τοὺς ἄλλοθεν προσδοκῶ [*](C) μένους διὰ στόλου καταλαβεῖν, τούς τε πρὸ μικροῦ φθάσαντας διὰ τῆς ἠπείρου διαπεραιωθῆναι ἱππέας ἐνόπλους καὶ πεζοὺς καὶ τὸ ψιλὸν τῆς αὐτοῦ δυνάμεως, ἅπαντας συναγηοχὼς διά τε τῆς ξηρᾶς καὶ τῆς θαλάσσης, τὸ Ἰλλυρικὸν πεδιόν κατέλαβε μετὰ πασῶν τῶν αὐτοῦ δυνάμεων. συνῆν δὲ αὐτῷ καὶ ὁ ταῦτά μοι διηγούμενος Λατῖνος, ὡς ἔλεγε πρέσβυς τοῦ ἐπισκόπου Βαρέως πρὸς τὸν Ῥομπέρτον ἀποσταλείς, καὶ ὡς διεβεβαιοῦτο, σὺν τῳ Ῥομπέρτῳ τὴν τοιαύτην διέτριβε πεδιάδα. καἰ δὴ ἐντὸς τῶν ἐρειπωθέντων τειχῶν [*](D) τῆς πάλαι καλουμένης πόλεως Ἐπιδάμνου καλύβας ἐπήγνυντο, το, ἰλαδὸν τὰς δυνάμεις κατατιθέμενοι. ἐν ἐν ᾗ βασιλεύς ποτε Ἠπειρώτης Πυρρὸς Ταραντίνοις ἐνωθεῖς Ῥωμαίοις ἐν Ἀπουληΐᾳ καρτερὸν τὸν πόλεμον συνεστήσατο · καὶ ἀνδροκτασίας

[*](3. τῶν γεγονότων οm. P. 4. περισωθέντων A, σωθέντων PG. 18. ἐριπωθέντων Α. 21. Ταραντῖνος C. 22. τὸν add. Α.)
186

ἐντεῦθεν πολλῆς γεγονυίας, ὡς ἄρδην ἅπαντας ξίφους παρανάλωμα γεγονέναι, γεγονέναι ἄνοικος πάντη καταλέλειπται. ἐν ὑσιέροις δὲ χρόνοις, ὡς Ἕλληνές φασι καὶ αὐτὰ δὴ τὰ ἐν τῇ πόλει γλυπτὰ γράμματα μαρτυροῦσιν, ὑπ’ Ἀμφίονος καὶ Ζήθου [*](Ρ. 100) ἀνοικοδομηθεῖσα εἰς ὁ νῦν ὁρᾶται σχῆμα αὐτίκα καὶ τὴν κλῆσιν μεταμείψασα Δυρράχιον προσηγόρευται. τοσαῦτα μὲν οὑν παριστορείσθω καὶ πέρι ταύτης τῆς πόλεως · καὶ ἡμῖν τὰ τοῦ τρίτου λόγον ἐνταυθοῖ συμπεπεράνθω, τὰ δ' ἐφεξῆς ὁ μετὰ τοῦτον εὐθὺς ἱστορήσειεν.

[*](1. ἐντεῦθεν Α, ἐκεῖθεν PG. ἄπαντας ἄρδην A 4. ἐπ' CG. 6. παραμείψασα G. προσαγορεύεται G. 7 παριστορείσθω C, περιϊστοείσθω PG, προσισιορείσθω A. 8, τοῦ om. G. ἐνταῦθα G. συμπεράνθω G.)