Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Mέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ D Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ Κατακαλὼν φερούσης ἁψασθαι, ἐπεὶ δυσωδία πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον καιρὸν ἱκανὸν τὸ ὑπ᾿ αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδέ τοῦτ᾿ ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ᾿ ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῆ μεταφερόΙιενον· καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτέ μὲν αὐχοῦντα τήν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον καὶ μᾶλλον, ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώροιν μετατεθῆναι τὸ στρά- [*](P. 403)τευμα καὶ “εἰ τοῦτο βούλει,” πρὸς τὸν Βαϊμοῦντον ἔλεγον “συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον”. κατανεύ- [*](V. 319) σαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊμούντοι, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσοισιν ἐδήλωσαν, ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. ὁ δέ Εὐφορβηνὸς Κωνσταντῖνος ὁ Κατακαλὼνͅ ᾐτεῖτο αὖθις τὸν Bαϊ- [*](8. γέγονε F, γέγονεν P. 9. τοῦτ᾿ F, τοῦτο P. 10. αὐτοῦ C. ἔλεγε F, ἔλεγεν P. 11. Κελτῶν F, Κελτικὸν P. 15. στερροτέροις F, στεροτέροις P. 16. μετατεθεῖναι F, μεταθεῖναι P. 20. φυλάσσουσιν F, φυλάττουσιν P.)

223
μοῦντον, παωχωρηθῆναί οἱ τὴν εἰς τὸ Δυρράχιον ἀπέλευσιν. κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ Δυρράχιον ὁ Κατακαλὼν καταλαμβάνει καὶ τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας ἀπήγγειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς [*](B ) αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ᾿ αὐτοῦ λογάδας τῶν στρατιωτῶν. καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν διὰ τὴν γεγενημένην ἄνωθεν παρὰ τὰ κρήδεμνα τοῦ Δυρραχίου μηχανὴν τοῦ αὐτοκράτορος./σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κάστροι εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρωμένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ. ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. τούτοις οὖν ὁμιλήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγγείλας καὶ θάρσους ἐμπλήσας πλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ [*](C) διαγνοὺς τὰ κατ᾿ αὐτοὺς ἀρίστης τετυχηκέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρκως ἔχοντας καὶ παρ᾿ οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν ἔνθα προεῖπε, ποιησάμενον. καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. οἱ δ᾿ ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γἵδου κατελείφθησαν. Mανουὴλ δέ τὸν Mοδηνὸν πισ- [*](1. οἱ om. F. 23. δ᾿ F, δὲ P.)
224
τότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὺπάρχοντα προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ Βαϊμούντου ἀπαγγέλλοντα ἔλευσιν. ἐπεὶ δέ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ [*](D) ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. εἰσελθόντος δὲ τούτου, ἐντείνας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χειρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησάμενος ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. ἢν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μέν εἰπεῖν, οὐδεὶς κὰτ ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ βάρβαρος βάρος οὔτε Ἕλλην (θάμβος γὰρ ἦν ὀφθαλμῶν ὁρώμενος καὶ φημιζόμενος ἔκπληξις), κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιώσδε μακρὸς ἠν τὴν ἀναδρομὴν τοῦ σώματος, [*](P. 404) ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν, τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγόνας καὶ τοῖς ὤμους εὐρὺς καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βραχίονας καρτερὸς καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ’ ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς· βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγής. ὑποκεκυφὼς δέ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ [*](5. sq. ἐλθόντος δὲ μετὰ δύο χλαμύδων καθὼς καὶ τοῦτο ᾐτήσατο, ἐκτείνας Α. 8. ποιήσας Α. 9. ὡς ἐν F, έν om. P. 13. τοιώσδε scripsi: τοιόσδε P. 15. τὰς C, τοὺς P. 17. καρτερὸς F, κρατερός P. περιεσφγμένος sic C. 18. τῇ σαρκί C. 21. στερρός F, στερός P.)
225
ἐφαίνετο οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τῆς ῥάχεως, ἀλλ’ οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν [*](Β) ἔσχηκε. τὸ χρῶμα κατὰ τὸ ἄλλο μέν σῶμα λευκότατον, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπθρσοῦτο. καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ’ οὐ μέν οὖν μέχρι τῶν μεταφρένων αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει [*](V. 320) ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. τὸ δέ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἔχω λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ’ οὑν εἶναι καὶ τοῦτο πυρσόν. τὸ γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποσημαῖνον· καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος τὴν τῶν στέρνων εὐρύτητα. ἡ γὰρ φύσις διεξόδοις ἐδεδώκει [*](C) διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύετο. ὅλος γὰρ δι’ ὅλοι τοῦ σώματος ἀμείλικτος ἡν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῖ μεγέθους, ἀπὸ τοῦ βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αἰτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. οὕτως εἶχε ψυχῆς τε καὶ σώματος, ὡς κὼ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα καὶ ἀμφοτέρους ὁρᾶν πρὸς πόλεμον. τὸ δὲ φρόνημα [*](3. κατὰ scripsi: καὶ P. 9. γὰρ] γοῦν C. 14. ἐδεδώκει F, ἐδεδόκει P. 18 sq. ἀπό τε μεγέθους ἀπό τε βλέμματος ?)
226
αὐτῷ παντοδαπὸν καὶ πανοῦργον καὶ πρὸς ἅπασαν λαβὴν [*](D) διαδιδράσκον. αἰ γὰρ ὁμιλίαι τούτῳ ἀκριβεῖς καὶ τὰς ἀποκρίσεις ἐδίδου πανταχόθεν ἀπεριδράκτους. καὶ τοιοῦτος ὢν καὶ τοσοῦτος μόνῳ τῷ αὐτοκράτορι ἁλώσιμος ἠν καὶ [*](Ρ. 405) τὐχῃ καὶ λόγοις καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς φύσεως πλεονεκτήμασιν.

Ἀναμνήσας οὖν ὁ αὐτοκράτωρ αὐτὸν τῶν προτέρων ἐπιτροχάδην καὶ συνεσκιασμένως πως αὐτῷ παραστήσας ἐτέραν λόγου περίοδον ἐποιήσατο. ὁ δὲ τὴν ἰδίαν συνείδησιν ἔχων ἐλέγχουσαν ἐπιτηδείως τὰς πρὸς τοὺς λόγους αὐτοῦ ἐξέφυγεν ἀνθυποφορὰς τοῦτο μόνον φάμενος ὡς “οὐχὶ περὶ τᾶν τοιούτων ἀνακρίνεσθαι ἐλήλυθα. εἶχον γὰρ ἂν καὶ αὐτὸς πολλὰ λέγειν. τοῦ Θεοῦ δέ ἐνταυθοῖ με συνελάσαντος πάντα τοῦ λοιποῦ τῷ σῷ ἀνατίθημι κράτει.” ὁ δέ [*](Β) βασιλεὺς πρὸς αὐτόν “τὰ μὲν παρεληλυθότα ἐατέον τὸ νῦν, σέ δέ, εἰ βούλει σπείσασθαι μεθ’ ἡμῶν, πρῶτον μέν ἕνα τῶν ὑπὸ τὸ ἐμὸν κράτος χρὴ γενέσθαι, εἰτα δηλῶσαι περὶ αὐτοῦ τε τούτου τῷ σῷ ἀνεψιῷ Ταγγρὲ ἐπισκῆψαί τε αὐτῷ, τοῖς ἐξ ἐμοῦ ἀποσταλεῖσι παραδοῦναι τὴν Ἀντιόχειαν κατὰ τὰς γεγονυίας ἐξ ἀρχῆς συμφωνίας ἡμῶν, εἶτα καὶ τἆλλα πάντα ὅσα τότε συμπεφώνηται ἡμῖν τη·ρῆσαί σε νῦν τε καὶ [*](1. ἅπασαν F, ἅπαντα P. 5. ἀπὸ τῆς F, τῆς om. P. 11. ἐξέφυγεν FA, ἐξέφυρεν P. 13. αὐτὸς FA, πρὸς αὐτὰ C. 16. σὲ F, σὺ PA. ἕνα σε Α. 17. τὸ FA, τὸν P. χρὴ σὲ P, σὲ om. FA. 20 ἐξ ἀρχῆς FA, ἐξαρχὴν P. ἡμῶν AC, ἡμῖν P. 21. ὅσα τότε F, τότε om. P. τηρῆσαί σε F, σε om. P.)

227
μετέπειτα”. ταῦτα τοῦ βασιλέως καὶ ἄλλα πλείω πρὸς αὐτὸν εἰπόντος τε καὶ ἀκούσαντος, ἐπεὶ ὁ αὐτὸς ἐκεῖνος ἦν Βαϊμοῦντος καὶ οὐκ ἠλλοίωτο, ἔφη “ἀδυνάτως ἔχω τὴν τοιαύτην ὑπόσχεσιν ποιήσασθαι” καὶ δι’ ἄλλα τινὰ παρὰ τοῦ βασιλέως [*](C) ἀπαιτούμενα ἠτεῖτο τὴν πρὸς τὸ ἴδιον στράτευμα ἐπανάζευξιν κατὰ τὴν γενομένην συμφωνίαν παρὰ τῶν πρέσβεων. ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν ὅτι “κρείττονα ἐμοῦ οὐκ ἔχω τὸν μετὰ ἀσφαλείας σε διασώσοντα”. καὶ ἅμα τῷ λόγῳ τοῖς ἡγεμόσι παρρησίᾳ ἐπέταττε τοῦ στρατεύματος, [*](V. 321) ἑτοιμάσαι τοὺς ἵπποις αἰτῶν, ἐφ’ ᾧ τῆς πρὸς τὸ Δυρράχιον φερούσης ἅψασθαι. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας ἐξελθὼν ἐπὶ τῷ πρὸς τὴν ἀποτεταγμένην αὐτᾷ ἀπιέναι σκηνὴν τὸν ἐμὸν Καίσαρα Νικηφόρον τὸν Βρυέννιον τῷ τοῦ πανυπερσεβάστου τότε τετιμημένον ἀξιώματι ἐζήτει [*](D) θεάσασθαι. οἱ δέ ἐξελθὼν καὶ πᾶσαν πειθὼ λόγων κινήσας, ὁποῖος ἐκεῖνος ἐν δημηγορίαις καὶ διαλέξεσιν ἀπαράμιλλος, πείθει τὸν Βαϊμοῦντον τοῖς πλείστοις συνθέσθαι τῶν παρὰ τοῦ βασιλέως ῥηθέντων. κρατήσας οὐν αὐτὸν τῆς χειρὸς εἰσάγει πρὸς τὸν βασιλέα. τῇ δὲ μετ’ αὐτὴν ἐνωμότως καὶ [*](P. 406) μετὰ τῆς οἰκείας προαιρέσεως κατὰ τὸ δοκοῦν αὐτῷ τὴν συμφωνίαν ἐπλήρωσεν. εἶχε δὲ τὰ συμπεφωνημένα οὕτως.

[*](2. ἢν ὁ P, ὁ om. FA. 3. ἰχῶ FA, ἔχειν P. τὴν τοιαύτην AP, τὴν om. F. 7. φησιν P, correxi. 8. διασώσανια Α. 13. Βρυένιον F. 17. πλείοσι Α. 21. post οὕτως versus vacuus est in F.)
228

“Ἡ μέν προτέρα συμφωνία, ἥτις δὴ καὶ κὰτ καιροῦ γέγονε πρὸς τὸ θεοστεφὲς κράτος σου, ὁπόταν μετὰ τῆς πολυπληθοῦς ἐκείνης στρατιᾶς τῶν Φράγγων εἰς τὴν βασιλίδα πόλιν ἐπιδεδήμηκα διαβαίνων ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἐλευθερίᾳ, ἐπειδὴ [*](Β) κατά τινας περιπετείας πραγμάτων ἠθέτηται, ἐκείνη μέν σχολασάτω καὶ μὴ ἐχέτω τὸ ἐνεργὸν ὡς τὸ ἄκυρον ἀποφερομένη διὰ τὴν τῶν πραγμάτων περίστασιν. καὶ ἐξ ἐκείνης οὐ χρὴ κατ’ ἐμοῦ δίκαιόν τι ἔχειν τὴν βασιλείαν σου κἀντεῦθεν ἰσχυρίζεσθαι περὶ τῶν ἐν ἐκείνῃ συμπεφωνημένων τε καὶ ἀναγεγραμμένων. πόλεμον γὰρ ἀραμένου μου κατὰ τοῦ σοῦ θεοπροβλήτου κράτους καὶ παραλύσαντος τὰ συμπεφωνημένα συμπαραλέλυται τούτοις καὶ τὰ ἀπὸ τοῦ σοῦ κράτους κατ’ ἐμοῦ αἰτιάματα. νῦν δέ αὖ ὡσπερ ἐκ μεταμελείας [*](C) ἐρχόμενος καὶ ὡσπερ ἁλιεὺς πληγεὶς καὶ ἀπενεγκάμενος νοῦν καὶ μονονουχὶ τῷ δόρατι τῷ σῷ νουνεχέστερος γεγονὼς καὶ τῆς κατ’ ἐκεῖνο καιροῦ ἥττης καὶ τῶν πολέμων ἀναμνησθεὶς εἰς ἑτέραν συμφωνίαν μετὰ τοῦ κράτους σου τρωπῶμαι ταυτηνί, ὥστε λίζιον γενέσθαι τοῦ σκήπτρου σου ἄνθρωπον καὶ ἵνα σαφέστερον εἴποιμι καὶ φανερώτερον, οἰκέτην καὶ ὑποχείριον, ἐπειδὴ καὶ σὺ ὑπὸ τὴν σὴν δεξιὰν ἕλκειν ἐμὲ βεβούλησαι καὶ ἄνθρωπον σου ἐθέλεις ποιήσασθαι λίζιον. ἔσομαι τοίνυν ἀπὸ τοῦ νῦν κατὰ τὴν δευτέραν ταυτηνὶ συμσυμφωνία

[*](1. F, σωμφωνία P. 10. περί τε F. 14. αὖ FC, οὖν P. 18. τρωπῶμαι scripsi: τράπωμαι P. 21. ἕλκειν ἐμὲ F, ἐμὲ ἕλκειν P.)

229
φωνίαν, ἢν καὶ φυλάττειν εἰς ἀεὶ βούλομαι καὶ ἐπόμνυμι [*](D) Θεόν τε καὶ πάντας τοὺς ἁγίους αὐτοῦ, ἐπεὶ καὶ ἐπὶ μάρτυσι τούτοις τὸ συμπεφωνημένα [καὶ] γράφεταί τε καὶ λέγεται, ἄνθρωπος πιστὸς τῆς σῆς βασιλείας καὶ τοῦ περιποθήτου σου υἱοῦ καὶ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, καὶ ὁπλίσομαι τὴν δεξιὰν κατὰ παντὸς ἀνθισταμένου τῷ κράτει σου, εἴτε τοῦ Χριστιανικοῦ γένους [*](V. 322) ἐστὶν ὁ χεῖρας ἀνταράμενος εἴτε καὶ ἀλλοτρίων ἐστὶ τῆς ἡμετέρας αὐλῆς, οὕς παγανοὺς ἡμεῖς ὁνομάζομεν· ὥστε, ὅπερ καὶ τῷ προμνημονευθέντι συμφώνῳ περιείχετο καὶ ἀμφοῖν τοῖν μεροῖν συνήρεσε, τιὴ τε βασιλείᾳ ὑμῶν καὶ ἐμοί, τῶν ἄλλων ἀνῃρημένων τοῦτο μόνον ἐκεῖθεν ἕλκω καὶ ἰσχυρίζομαι [*](P. 407) καὶ ἀπρὶξ ἔχομαι τὸ δοῦλον τῆς βασιλείας καὶ ἀμφοτέρων εἶναι καὶ. λίζιον ἄνθρωπον ὥσπερ καταλυθὲν ἀνανεούμενος. καὶ οὐδ᾿ ἂν εἴ τι γένοιτο, εἰς ἀθέτησιν τούτου οὐδέ τις αἰτία ἔσται ἢ τρόπος φανερός τε καὶ ἀφανής, καθ’ ὅν ἐγὼ παραβάτης τῶν συνθηκῶν καὶ τῶν νῦν συμπεφωνημένων φανήσομαι. ἀλλ’ ἐπειδὴ λαμβάνω τὰ νῦν τὴν ῥητῶς ἐνταυθοῖ [τὴν] δηλωθησομένην χώραν ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς διὰ χρυσοβούλλου λόγου τῆς βασιλείας σου, ὲν ᾧ καὶ τὸ κράτος τὸ σὸν ὑποσημαίνεται δι’ ἐρυθροβαφοῦς ὑπογραφῆς, [*](Β) ὅς δὴ χρυσόβουλλος λόγος καὶ ἀμοιβαῖος γεγονὼς [*](2. ἐπιμάρτυσι P, correxi. 3. καὶ seclusi. 5. κυροῦ P. correxi. 8. ἀλλοτρίων ἐστὶ scripsi : ἀλλότριον ἐστὶ F, ἀλλότριον P. 9. ἡμετέρης P, correxi. 14. λίζιον καὶ P, καὶ om. F. 15. εἴ τι F, εἴτε P. 19. τὴν seciusi. 20 ἀνοτολῆς P, correxi. 22. χρυσόβουλλος FC, χρυσόβουλος P.)
230
ἐπεδόθη μοι, δεχόμενος τὰς δοθείσας χώρας ὡς ἀπὸ τῆς βασιλείας ὑμῶν δεδωρημένας καὶ τὸ ἐνδύναμον ἔχων τῆς δωρεᾶς ἐκ τῆς χρυσοβούλλου γραφῆς ἀντίδοσιν τῶν τοσούτων χωρῶν καὶ πόλεων δίδωμι τὴν πίστιν τὴν ἐμαυτοῦ πρὸς τὴν ὑμῶν βασιλείαν, σοῦ τε, τοῦ μεγάλου αὐτοκράτορος κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ τριποθήτου υἱοῦ σου τοῦ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, ἣν ἀμετακίνητον καὶ ἀσάλευτον καθέξειν ὑπισχνοῦμαι καθάπερ ἄγκυραν ἀσφαλῆ. καὶ ἵνα ἐπαναλάβω τὸν λόγον σαφέστερον [*](C) καὶ τὴν ἰδιότητα φυλάξαιμι τῶν ἐγγράφως συμφωνούντων, ἰδοὺ ἐγὼ Βαϊμοῦντος υἱὸς Ῥομπέρτου Γισκάφδου συμφωνῶ μετὰ τοῦ κράτους ὑμῶν καὶ τὴν συμφωνίαν ἀρραγῆ τίθημι φυλάττειν πρὸς τὴν βασιλείαν ὑμῶν, τοῦτ’ σέ τε, τὸν αὐτοκράτορα Ῥωμαίων κύριον Ἀλέξιον, καὶ τὸν βασιλέα καὶ υἱὸν σου τὸν πορφυρογέννητον, καὶ τὸ λίζιον ἄνθρωπον ἀνόθευτόν τε καὶ ἀπαραποίητον, ἕως ἂν ἐμπνέω καὶ μετὰ τῶν ζώντων συναριθμῶμαι. καὶ ἐξοπλισαίμην τὴν χεῖρα κατὰ τῶν ἐντεῦθεν ἀναφανησομένων ἐχθρῶν ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων [*](D) τῆς τῶν Ῥωμαίων ἡγεμονίας. καὶ ἔνθα ἂν καὶ προσταχθείην ὑφ' ὑμῶν, μετὰ πάσης τῆς περὶ ἐμὲ στρατιᾶς ἀπροφασίστως ἐκδουλεύσω κατὰ τὴν παρισταμένην [*](1. δεχόμενος scripsi: δέχομαι μὶν Ρ. 2. ὑμῶν F, ἡμῶν P. 6.7. κυροῦ P, correxi. 8. ὑπισχνοῦμαι scripsi: ἐπισχνούμενος Ρ. 11. ὁ Βαιμοῦνδος C. 14. κύριον F, κῦρ P, om. C. 15. ἀνθρώπων Ρ, correxi.)
231
χρείαν. καὶ οἵτινες ἂν καὶ εἰεν δυσμενῶς ἔχοντες πρὸς τὸ ὑμέτερον ὤατος, εἰ μή που τοῖς ἀθανάτοις ἀγγέλοις ἰσάζοιντ᾿ ἂν καί εἰσι τοῖς ἡμετέροις δόρασιν ἄτρωτοι ἢ τινα περίκεινται σώματα, κατὰ τούτων πάντων ὑπεραγωνισαίμην τῖς βασιλείας ὑμῶν. καὶ εἰ μὲν ὑγιῶς ἔχω τοῖ σώματος καὶ ἐλευθεριάζω Πόλεμοι· τινὸς βαρβαρικοῦ τε καὶ Τουρκικοῦ, αὐτὸς ἐγὼ τῷ ἐμῷ σώματι ἀγωνιοῦμαι τὸν ὑπὲρ ὑμῶν πόλεμον μετὰ τοῦ ξυνεπομένου στρατεύματος. [*](P. 408) εἰ δὲ ἢ νόσῳ βαρείᾳ πεδοῦμαι, οἶα πολλὰ τὰ ἀνθρώπινα, ἤ πόλεμος ἐπικείμενος πρὸς ἑαυτὸν ἕλκει με, τότε δὴ τότε ὑπισχνοῦμαι διὰ τῶν περὶ ἐμὲ γενναίων ἀνθρώπων μου τὴν δυνατὴν ἐξαποστέλλειν βοήθειαν ὡς ἐπανασῳζόντων ἐκείνων τὸ ἐμὸν ἔλλειμμα. ἡ γὰρ ὀρθὴ πίστις, ἥν σήμερον πρὸς τὴν βασιλείαν ὑμῶν δίδωμι, τοῦτο ἔστι τὸ ἢ δι’ ἐμαυτοῦ ἢ δι᾿ καθάπερ εἴρηται, ἀνακρωτηρίαστα διατηρεῖν τί τῆς συμφωνίας. [*](V. 323) ὀρθήν τε πίστιν φυλάττειν διόμνυμι καὶ καθόλου [*](Β) καὶ κατὰ μέρος ὑπὲρ τοῦ ὑμετέρου κράτους καὶ τῆς ζωῆς, ταυτησὶ λέγω τῆς κάτω τε καὶ γηΐνης. ὑπὲρ γὰρ τῆς τοιαύτης ὑμῶν ζωῆς σιδηροῦς τις ἀνδριὰς καὶ σφυρήλατος γενοίμην τοῖς ὅπλοις. ἀλλὰ μέχρι καὶ τῆς τιμῆς ὑμετέρας καὶ μέχρι βασιλικῶν ὑμῶν μελῶν ἐκτείνω τὸν ὅρκον, εἴ τις ἐαὐτοῖς ἐπιβουλεύεται κάκωσις παρά τινων ἀλιτηοἵτινες [*](1. scripsi: εἴ τινες P. 3. ἰσάζοιντ' scripsi: ἰστάζοιντ' F, ἰστάζοιντο P. 7. καὶ τὸν P, καὶ om. F. 14. ὑμῶν δίδωμι F, δίδωμι om. P. 15. διατηρεῖν F, τηρεῖν P.)
232
ῥίων ἐχθρῶν, οὕς δυνατόν ἐστιν ἐμὲ καταλύειν καὶ ἀπείργειν τοῦ κακοῦ ἐγχειρήματος. ἀλλὰ καὶ ὑπὲρ πάσης χώρας τῆς [*](C) ὑμετέρας καὶ πόλεως μικρᾶς τε καὶ μείζονος καὶ νήσων αὐτῶν καὶ ἁπαξαπλῶς, ὁπόση τίς ἐστι γῆ τε καὶ θάλασσα ὑπὸ τὰ ὑμέτερα σκῆΠτρα ἐξ αὐτοῦ δήπουθεν τοῖ Ἀδριαντικοῦ πελάγους καὶ ἄχρι πάσης ἀνατολῆς καὶ κατὰ μῆκος τῆς μεγάλης Ἀσίας, ἔνθα τὰ τῶν Ῥωμαίων ὁρίσματα ἦν. ἔτι συμφωνῶ, καὶ ἔσται τῶν συμπεφωνημένων μάρτθς καὶ ἐπήκοος ὁ Θεός μηδεμίαν μηδέποτε χώραν τεταγμένην ὑπὸ τὰ ὑμέτερα σκῆπτρα εἴτε νῦν εἴτε πρότερον μήτε πόλιν ἤ νῆσον κρατεῖν τε καὶ ἔχειν, καὶ ἁπλῶς, ὁπόσα ἡ βασιλεία Κωνσταντινουπόλεως περιεῖχεν ἢ νῦν κατέχει κατά τε τὴν [*](D) ἀνατολὴν καὶ τὴν δύσιν, ἐκτὸς τῶν ῥητῶς δεδωρημένων μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν, ἃ καὶ κατ’ ὄνομα δηλωθήσεται ἐν τῷ παρόντι ἐγγράφῳ. ἀλλ’ ὁπόσην ἂν δυνηθείην χειρώσασθαι χώραν τελοῦσάν ποτε ὑπὸ τὴν βασιλείαν ταύτην ἀπωσάμενος τοὺς τὴν χώραν ἐκείνην κατέχοντας, εἰς τὴν γνώμην τὴν ὑμετέραν ἀναρτᾶν ὀφείλω τὴν περὶ ταύτης οἰκονομίαν. καὶ εἰ μέν ἐμὲ βούλεσθε ἐπιτροπεύειν τῆς κυριευθείσης χώρας ὡς ἄνθρωπον ὑμέτερον λίζιον καὶ δοῦλον πιστὸν, ἔσται τοῦτο· εἰ δ’ οὖν, ἀλλὰ παραδοίην ἄν, [*](P. 409) ᾦ ἂν ἀνδρὶ ἡ βασιλεία ὑμῶν βουληθείη, μὴ ἀμφιβάλλων [*](3. μείζονος F, μεγάλης Ρ. 5. δήπουθεν F, δήπουθε P. 6. ἄχρι F, μέχρι P. 8. τῶν] τοῦ F. 9. ἐπήκοος F, ὑπήκοος P. 10. μήτε πόλιν F, εἶτε πόλιν P. 13. ἄνα τολήν τε F. τὴν om. F.)
233
κατά τι τὸ σύνολον. χώραν δὲ οὐ δέξομαι ὑφ᾿ ἑτέρου τροδιδομένην ἐμοὶ ἢ πόλιν τινὰ ἢ πολίχνιον, ἅπερ ποτὲ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν ἐτύγχανον, ὡς ἐμοὶ διαφέροντα· ἀλλὰ καὶ τὰ πολιορκίᾳ κρατούμενα καὶ τὰ ἄνευ ὑμέτερα δ’ ἦσαν καὶ πάλιν ὑμέτερα ἔσονται μηδ’ ὁπωστιοῦν δικαιολογουμένου μου περὶ τούτων. ἀλλ’ οὐδὲ ὅρκον δέξομαι παρά τινος Χριστιανοῦ ἢ δώσω πρὸς ἢ συμφωνίαν ἡντιναοῦν πρὸς βλάβην ὑμετέραν ὁρωσαν πρὸς ζημίαν καὶ ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας. ἀλλ᾿ [*](Β) οὐδὲ ἄνθρωπος ἑτέρου γενήσομαι ἢ πέρας ἀρχῆς μείζονος ἢ ἐλάσσονος ἄνευ τοῦ κράτους τοῦ ὑμετέρου· ἀλλὰ μία κυριότης ἐμοί, ᾑ ὑπισχνοῦμαι δουλεύειν, ἡ βασιλεία σοῖ, τε καὶ τριποθήτου υἱοῦ σου. τοῖς δὲ προσερχομένους μοι ἀνθρώπους τῆς βασιλείῳ σοι ὡς κατεξαναστάντας τοῦ κράτους τοῦ σοῦ καὶ ἐμοὶ ἐκδουλεύειν ἐθέλοντας καὶ μισήσω καὶ ἀποπέμψομαι, μᾶλλον δὲ κατ’ αὐτῶν ἐξοπλίσομαι. τοὺς δὲ [*](V. 324) ἄλλοις βαρβάροις, * ἐθέλοντας δέ ὅμως ὑπὸ τὸ ἐμὸν δόρυ γίνεσθαι, δεξαίμην μέν, ἀλλ’ οὐκ ἰδίῳ προσώπῳ· ὁρκιῶ δὲ τούτους ἕνεκα σοῦ τε καὶ τοῖ περιποθήτου υἱοῦ σου καὶ τὰς ἐξ αὐτῶν χώρας παραλήψομαι δικαίῳ τῆς βασιλείας τῆς ὑμετέρας καὶ ἐντεῦθεν τὸ ὑπὲρ αἰτῶν προσταττόμενον ἀπροφασίστως ποιεῖν ἐπαγγέλλομαι. ταύτα μὲν περὶ τῶν [*](15. καὶ ἐμοὶ FC, καὶ om. P. ἐκδουλεύειν ἐθέλοντας C, ἐθέλοντας om. P. 17. lacunam signavi.)
234
πόλεων καὶ τῶν χωρῶν, ὅσαι ὑπὸ τὸ σκῆπτρον τῆς ῾Ρωμαίων ἐτύγχανον οὖσαι· περὶ δέ τῶν μηδέπω δεδουλευκότων τῇ ῾Ρωμανίᾳ, ταῦτα ἐνόρκως κατεπαγγέλλομαι, ὡς ἵνα τάς τε προσερχομένας μοι χώρας ἄνευ πολέμου ἢ καὶ μετὰ πολέμου καὶ μάγης καὶ ταύτας ἁπάσας ὡς ἀπὸ τῆς [*](D) ὑμετέρας βασιλείας λογίζωμαι, εἴτε Τουρκικαί εἰσιν, εἴτε Ἀρμενικαὶ καί, ὡς ἄν τις εἴποι τῶν τὴν ἡμετέραν ἐπισταμένων φωνήν, Παγανικαὶ ἢ Χριστιανικαί, τούς τε ἀπὸ τῶν ἐθνῶν προσιόντας μοι καὶ δουλεύειν ἐμοὶ βουλομένους, οὕτως ἵνα τούτους παραδέχωμαι, ὡς εἶναι καὶ αὐτοὺς μέλλοντας ἀνθρώπους τῆς βασιλείας ὑμῶν· καὶ διαβαίνοι καὶ πρὸς τούτους ἡ ἐμὴ συμφωνία πρὸς τὸ κράτος τῆς βασιλείας καὶ οἱ κατεμπεδωθέντες ὅρκοι. καὶ τούτων αὐτῶν, οὓς μὲν [*](P. 410) ἂν ἐθέλοιτε ὑμεῖς οἱ ἀεισέβαστοι βασιλεῖς ὑπ᾿ ἐμέ τάττεσθαι, τάττοιντ᾿ ἄν οὓς δὲ πέμπειν πρὸς τὸ ὑμέτερον κράτος βούλεσθε, βουλομένων κἀκείνων ἀποστελῶ, μὴ βουλομένων δέ, ἀλλ᾿ ἀπαναινομένων τὴν πρὸς ὑμᾶς δουλείαν, οὐδὲ ἐγὼ παραδέξομαι. πρὸς μέντοι τὸν Ταγγρὲ καὶ ἀνεψιόν μου ἀκήρυκτον ἕξω πόλεμον, εἰ μὴ ἐθελήσει καθυφεῖναί τι τῆς πρὸς τὴν βασιλείαν ὑμῶν δυσμενείας μηδὲ ὀπολύει τῆς χειρὸς αὐτοῦ τὰς πόλεις τῆς ὑμετέρας βασιλείας. ἐπὰν δὲ καὶ θέλοντος αὐτοῦ ἢ καὶ μὴ θέλοντος ἀναρρυσθῶσιν αἱ [*](1. καὶ τῶν F, τῶν om. P. 4. προσερχομένας F, ἐπερχομένας P. καὶ F, om. P. 6. λογίζωμαι F, λογίζομαι P. 7. εἴποι F, εἴπῃ P. 10. παραδέχομαι Ρ, correxi. 12. βασιλείας σου P, σου om. F. 13. καταπεμφθέντες C. 14. εὐσεβέστατοι C. 17. ἀλλ᾿ F, ἀλλὰ Ρ. 21. βασιλείας ὑμετέρας F.)
235
πόλεις, αὐτὸς μὲν ἵνα δεσπόζω τῇ ἀντιλήψει τοῦ κράτους ὑμῶν τὰ διὰ χρυσοβούλλου λόγου δεδωρημένα μοι, ἃ καὶ [*](Β) ῥητῶς ἐξαριθμηθήσεται· αἱ δέ πόλεις ἐκεῖναι μετὰ τῆς ὲν Συρίᾳ Λαοδιχείας καὶ ὅσαι εἰσὶν ἐκτὸς τῶν δεδωρημένων ἐμοὶ τῷ σκήπτρῳ ὑμῶν προσαρμόζωνται. ἀλλ’ οὐδὲ τοὺς τῆς βασιλείας ὑμῶν φυγάδας προσδέξομαί ποτε, ἀλλὰ παλιμπορεύτους ποιήσω καὶ ὑποτροπιάζειν πρὸς τὴν βασιλείαν ὑμῶν ἀναγκάσω. ἐτι καθυπισχνοῦμαι καὶ ταυτὶ πρὸς τοῖς ἄνωθεν εἰρημένοις βεβαιοτέρας τὰς συμφωνίας συμφωνῶ γάρ, ἵνα ἐλλυητὰς ἀποδοίην ἐπὶ ταύταις ταῖς συμφωνίαις, ὥστε ἀπαραβάτους καὶ ἀπαραθραύστους μένειν ἐς τὸ διηνεκές, τοὺς μέλλοντας ἀνθρώποις μου ἐμῷ δικαίῳ κατέχειν [*](C) τὴν δεδομένην μοι χώραν παρὰ τῆς βασιλείας σου καὶ τὰς πόλεις καὶ τὰ πολίχνια, ἃ καὶ πρὸς ὄνομα παρασκευάσω γὰρ καὶ τούτοις ὀμόσαι τὰ φρικωδέστατα, ὡς ἂν ναὶ οὗτοι φυλάττωσι πίστιν ὀρθὶν πρὸς τὸ ὑμέτερον κράτος καὶ ὁπόσην ὁ τῶν Ῥωμαίων κοσμεῖ θεσμὸς καὶ πάπα τὰ ὲν τῇ παρούσῃ συμφωνίᾳ ἐγγεγραμμένα στέργωσιν ἀκριβέστατα. καὶ ὁρκιῶ τούτους εἰς τὰς ἐπουρανίους δυνάμεις καὶ τὴν ἄστικτον ὀργὴν τοῦ Θεοῖ; ὡς εἴ ποτε βουλευσαίμην κατὰ τῆς βασιλείας ὑμῶν, ὃ μὴ γένοιτο, μὴ ὠ μὴ 10 δίκη Θεοῦ, πάντα τρόπον ἐκεῖνοι δπουδάζωσι πρῶτον [*](D) [*](3. ἐξαριθμηθήσεται F, ἐξαριθμήσεται. P. 7. πρὸς τὴν F, πρὸς om. P. 11. ἐς F, εις ἐς F, εἰς P. 15 — 19. ὡς ἄν καὶ... ἀκριβέστατα om. C. 19. εἰς FC, εἰ P.)
236
[*](V. 326) μὲν διὰ τεσσαρακονθημέρου τινὸς διαστήματος ἐπαναγαγεῖν με εἰς τὴν πίστιν τῆς βασιλείας ὑμῶν καθάπαξ τραχηλιάσαντα. τοῦτο δ’ ἂν γένοιτο, εἰ καὶ γενέσθαι παραχωρηθείη, μανίας ἄντικρυς καὶ λύττης καταλαβούσης ἐμέ ἢ ὅταν δηλονότι τὰς φρένας ἐλαύνωμαι. εἰ δ’ ἀνοήτως ἔχω καὶ ἀστεμφῶς πρὸς τὰς παραινέσεις ἐκείνων καὶ λάβρως ἐπαιγίζει τὰ τῆς λύττης τὴν ψυχὴν τὴν ἐμήν, ἀλλὰ τότε γε ἐξομόσονται μέν ἐμὲ καὶ πάντα τρόπον ἀποπροσποιήσονται, μεταθῶνται δὲ πρὸς τὸ ὑμέτερον κράτος καὶ χεῖρα καὶ γνώμην καὶ τὰς χώρας, ἃς [*](P. 411) ὲμῷ δικαίῳ κατέχουσιν, ἀποσπάσοντες τῆς ἐμῆς ἐξουσίας ὑμῖν καὶ τῷ μέρει τῷ ὑμετέρῳ παραδοῖεν. ταῦτα δέ ἐνωμότως ποιεῖν καταναγκασθήσονται καὶ τὴν αὐτὴν φυλάξουσι πίστιν καὶ δουλείαν καὶ εὔνοιαν πρὸς ὑμᾶς, ἣν κἀγὼ συμπεφώνηκα, καὶ ὑπὲρ τῆς ὑμετέρας ζωῆς καὶ τῆς ἐπιγείου ἀροῦνται τὰ ὅπλα, ἀλλὰ καὶ ὑπὲρ τῶν ὑμετέρων βασιλικῶν μερῶν καὶ μελῶν, ὡς μή τι πάθοιεν παρά τινος ἐχθροῦ, πολεμησείοντες οὐκ ἀνήσουσιν, εἴ γε τέως εἰς αἴσθησιν ἔλθοιεν τῶν ἐπιβούλων καὶ σφαλερῶν. ταῦτα ἐπόμνυμι καὶ διαμαρτύρομαι καὶ Θεὸν καὶ ἀνθρώπους καὶ τοὺς ὑπερτάτους ἀγγέλους, ὡς ἄρα [*](B) καταναγκάσω φρικαλέοις ὅρκοις αὐτοὺς κατειληφὼς ποιεῖν τε καὶ πράττειν εἰς δύναμιν· ὡς δέ καὶ ὑπὲρ τῶν κάστρων τῶν ὑμετέρων καὶ τῶν πόλεων καὶ χωρῶν καὶ ἁπλῶς τῶν ὅλων [*](3. μανίαν P, correxi. 6. λάβρως F, λαύρως P. 11. ἐνωμότως FC, ἐνομότως P. 17. πολεμησείοντες C, πολεμεσείοντες P. 22. καὶ τῶν πόλεων καὶ F, καὶ τῶν πόλεων om. P.)
237
μερῶν τῶν ὑπὸ τὴν βασιλείαν ὑμῶν, ὅσα ἡ δύσις ἔχει, οὔσα ἡ ἀνατολὴ περιέχει, ἐνόρκως τὰ αὐτὰ συμφωνήσουσιν ἃ κἀγὼ πρὸς ὑμᾶς συμπεφώνηκα· καὶ ταῦτα ποιήσουσι καὶ ζῶντος ἐμοῦ καὶ ἀποτεθνηκότος· καὶ ἵξει καὶ τούτους τὸ ὑμῶν ἀνθρώπους ὑποχειρίους ναὶ χρήσει τούτοις ὅσα καὶ ὑπηρέταις πιστοῖς. καὶ ὅσοι μέν ἐνταυθοῖ τυγχάνουσι συνεπιδημοῦντες ἐμοί, αὐτίκα καὶ τὰς ἐνόρκους πίστεις καὶ τὰς συμφωνίας δώσουσι πρὸς ὑμᾶς τοὺς σεβαστούς, τόν τε κύριον [*](C) Ἀλέξιον καὶ αὐτοκράτορα τῶν Ῥωμαίων καὶ τὸν πορφυρογέννητον βασιλέα καὶ σὸν υἱόν, ὅσοι δὲ ἀπῶσι τῶν ἱππέων καὶ ὁπλιτῶν, οὓς καβαλλαρίους συνήθως ἀποστειλάσης ἄνθρωπον τῆς βασιλείας σου κατὰ τὴν Ἀντιόχειαν πόλιν, ἐκεῖ τοὺς αὐτοὺς ὅρκους ἀποτελέσουσι κἀκεῖνοι, ὁρκιοῦντος μέν αὐτοὺς τοῦ ἀνθρώπου τῆς βασιλείας σου, ἐμοῦ δέ, ἐπόμνυμι τοῦτο, παρασκευάσοντος ὀμόσαι τοὺς ἄνδρας καὶ συμφωνῆσαι τὰ αὐτά τε καὶ ἀπαράλλακτα. προσέτι συμφωνῶ καὶ ἐπόμνυμι, ὡς ἄρα καθ’ ὧν μὲν ἂν βούληται [*](D) ἡ βασιλεία ὑμῶν τῶν κατεχόντων πόλεις καὶ χώρας, αἱ ποτε ὑπέκειντο τῇ βασιλείᾳ τῆς Κωνσταντινουπόλεως, ἀντάρασθαι χεῖρας καὶ ξυγκροτῆσαι πόλεμον, τοῦτο ποιήσω κἀγὼ [*](2. συμφωνήσουσιν C, σομφωνήσουσιν P. 3. ζῶντος C, ξῶντος P. 4. ἀποτεθνηκότος F, ἀποθανόντος P. ἵξει] ε prius in ras. F. 6. ὑπηρέτοις F. τυγχάνουσι συνεπιδημοῦντες ἐμοὶ F, τυγχάνουσιν ἐμοὶ συνεπιδημοῦντες P. 7. τοὺς ἐνόρκους P, correxi. 8. κύριον F, κύριν P. 11. συνήθως F, σύνηθες P. 14. ὁρκιοῦντος F, ὁρκοῦντος P. 15. παρασκευάσαντος P, correxi. 20. ξυγκροτῆσαι F, συγκροτῆσαι P.)
238
ὁπλοποιήσομαι κατ᾿ αὐτῶν. καθ᾿ ὧν δὲ οὐκ ἔστι σοι θυμῆρες στρατὸν κινῆσαι, οὐδὲ αὐτοὶ κατ᾿ ἐκείνων στρατεύσαιμεν. διὰ πάντων γὰρ βουλόμεθα θεραπεύειν τὸ ὑμέτερον κράτος καὶ πᾶσαν πρᾶξιν καὶ πᾶσαν βούλησιν τῆς σῆς βουλήσεως ἐξαρτᾶν. τῶν τε Σαρακηνῶν καὶ τῶν ἐκ τοῦ ᾿Ισμαὴλ ὁπόσοι συρρέουσιν εἰς τὴν βασιλείαν σου ηὐτομοληκότες καὶ τὰς πόλεις αὐτῶν παραδιδόντες, οὔτε ἀποκωλύσω οὔτε διὰ τοῦ σπουδῆς θείην ὑποποιήσασθαι ἐμαυτῷ, εἰ μή που ἄρα διὰ τοῦ ἐμοῦ δόρατος καταναγκασθὲν τὸ κράρος ἐκεῖνο καὶ πανταχόθεν στενοχωρηθὲν πρὸς τὸ κράτος τὸ σὸν ἀπέ- [*](P. 412) βλεψε κίνδυνον ὑφορώμενον καὶ τὴν σωτηρίαν ἑαυτῷ ἐκ [*](V. 326) τοῦ προσέρχεσθαί σοι πραγματευόμενον. ἀλλὰ τοὺς τοιούτους τε πάντας καὶ ὅσοι τὸ Φραγγικὸν πεφοβημένοι ξίφος καὶ τὸν ἐπηρτημένον θάνατον ἀποκλίναντες τοὺς σεβαστοὺς βασιλέας ἐπικαλοῦνται ὑμᾶς ** οὐ διὰ τοῦτο ἀνθέξεσθε τῶν ἡμετέρων δοριαλώτων, ἀλλὰ δηλονότι τῶν ἄνευ πόνων ἡμετέρων καὶ κόπων καὶ ἐθελουσίως εἰς τὴν ὑμετέραν δούλωσιν ἐρχομένων. πρὸς τοῖς ἄλλοις καὶ ταυτὶ συμφωνῶ, ὅτι τοι ὅσοι ἂν ἐθέλωσι διαπερᾶσαι μετ᾿ ἐμοῦ τὸν Ἀδρίαν ἀπὸ [*](B) Λογγιβαρδίας ἄνδρες στρατιῶται, ὀμοῦνται καὶ αὐτοὶ καὶ συμφωνήσουσι τῇ δουλείᾳ τῆς βασιλείας σου, ὁρκίζοντος δηλονότι τούτους ξύμπαντας ἀνθρώπου τινὸς τοῦ ὑμετέρου [*](1. καθ᾿ P, ἐφ᾿ F. 11. ἑαυτῶ F, ἑαυτῶν P. 12. τοὺς τοιούτους τε F, τούτους Ρ. 15. lacunam signavi. 16. ἄνευ πόνων ἡμετέρων καὶ κόπων F, ἄνευ κόπων ἡμετέρων καὶ πόνων P. 18. τοι om. C.)
239
κράτους, ὂν ἂν ἂν αὐτοὶ ἐπὶ τούτῳ κατὰ τὸ πέραν Ἀδρίου. εἰ δ’ ἀποπηδῶσι τὸν ὅρκον, μὴ ἄλλως ἐᾶσαι διαπερᾶν ὡς τὰ αὐτὰ φρονεῖν ἡμῖν ἀπαναινομένους. δεῖ δὲ καὶ τὰς διὰ χρυσοβούλλου λόγου δωρηθείσας μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν χώρας καὶ πόλεις ἐκθεῖναι ὲν τῷ παρόντι συγγράμματι· ἡ κατὰ τὴν Συρίαν Ἀντιόχου πόλις μετὰ τῆς περιοχῆς αἰτῇς καὶ τῆς διακρατήσεως σὺν αὐτῷ Σουετίῳ, ὃ παρὰ τὴν ἥδρασται· τὸ Δοὺξ μετὰ τῆς διακρατήσεως αὐτοῦ πάσης [*](C) σὺν τῷ τοῦ Καινὰ τό τε τοῦ Λουλοῦ λεγόμενον καὶ τὸ τοῦ Θαυμαστοῦ Ὄρους καὶ τὰ Φερέσια μετὰ τῆς ὑπ᾿ πάσης χώρας· ὁ Ἅγιος Ἠλίας ἡ στρατηγὶς μετὰ τῶν ὑπ᾿ ἀίτην πολιχνίων· ἡ στρατηγὶς τὸ Βορζὲ καὶ τὰ ὑπὸ ταύτην πολίχνια· ἡ περὶ τὴν στρατηγίδα τὸ Σέζερ ἅπασα χώρα, ἥντινα Λάρισσαν Ἕλληνες ὀνομόζουσιν· ὡς δὲ καὶ τὸ Ἀρτὰχ καὶ τί Τελοὺχ αἱ στρατηγίδες μετὰ τῆς ἑκάστης περιοχῆς· σὺν τούτοις ἡ Γερμανίκεια καὶ τὰ ὑπὸ ταύτην πολίχνια· τὸ Μαῦρον Ὄρος καὶ πάντα τὰ ὑπ᾿ ἐκεῖνο τατττόμενα κάστρα καὶ ἡ ὑποκειμένη τούτῳ σύμπασα πεδιὰς ἄνευ δηλονότι τῆς τῶν Ῥουπενίων διακρατήσεως Λέοντός τε καὶ Θεοδώρου [*](D) τῶν Ἀρμενίων γεγονότων ἀνθρώπων τοῦ κρατοῖς [*](1. ἀποστείλητε F, στείλητε P. 3. τὰ om. F. ἡμῖν F, ὑμῖν P. 4. χρυσοβούλλου FC, χρυσοβούλου P. 10. τὸ posterius addidi. 11. καὶ C, τὸ P. 15. Ἀρταχόν C. 16. Τελουχόν C. 20. Ιουπελιων C. 21. ἀνθρώπων Montfaucon, ἀνθρώπον P, ἄνω C.)
240
ὑμῶν· μετὰ τῶν ἀναγεγραμμένων τὸ στρατηγάτον Παγρᾶς, τὸ στρατηγάτον Παλατζά, τὸ Θέμα τοῦ Ζοῦμε ἰπὶ τὰ ὑπὸ ταῦτα πάντα κάστρα τε καὶ πολίχνια καὶ ἡ ἑκάστῳ προσήκουσα χώρα. ταῦτα γὰρ πάντα κἀκεῖ περιέχεται ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας ὑμῶν ὡς δεδωρημένα μοι παρὰ τοῦ θείου κράτους μέχρι πέρατος τῖς ἐμῆς βιοτῆς, ὡς ὀφειλόντων μετὰ τὴν ἐνθένδε μου μετάστασιν εἰς τὴν βασιλείαν ἐπανακάμπτειν τῆς νέας Ῥώμης καὶ βασιλίδος [*](P. 413) πόλεων Κωνσταντινουπόλεως, ἐφ’ ᾡφυλάττειν πίστιν ἀκραιφνεστάτην καὶ εὔνοιαν καθαρὰν δι’ ὑμῶν τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων εἰς τὴν βασιλείαν αὐτῆς καὶ τοῦ θρόνου ταίτης καὶ τῆς βασιλικῆς ῥάβδου δοῦλον εἶναι καὶ λίζιον ὑποχείριον. συμφωνῶ δέ καὶ ὄμνυμι τὸν ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας πρεσβευόμενον Θεόν, ὡς οὐκ ἐκ τοῦ γένους πατριάρχης ἔσται Ἀντιοχείας, ἀλλ' ὃν ἄν προβαλεῖται ἡ βασιλεία ὑμῶν ἐκ τῶν θρεμμάτων τυγχάνοντα τῆς κατὰ τὴν Κωνσταντινούπολιν μεγάλης ἐκκλησίας. ὁ τοιοῦτος γὰρ καὶ τοῦ θρόνου τοῦ κατὰ τὴν Ἀντιόχειαν ἐπιβαίη καὶ [*](Β) πάντα πράξει ἀρχιερατικῶς ἔν τε χειροτονίαις καὶ ταῖς λοιπαῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι κατὰ τὰ τοῦ θρόνου τοῦδε προνόμια. ἦσαν δὲ ἄρα καὶ αἱ ἀπὸ τῆς δουκικῆς ἀρχῆς [*](V. 327) τῆς κατὰ τὴν πόλιν Ἀντιοχείας ἀποτμηθεῖσαι μερίδες καὶ] παρὰ τῆς βασιλείας ὑμῶν ὡς ἐθελόντων ταύτας προσοικιώπαλατζά] [*](2. τὰ Πολαδερά C. 4. χρυσοβούλλῳ FC, χρυσοβούλῳ β α 7. ὀφείλοντα γοῦν? 10. καὶ addidi. 12. εἶναι δοῦλον (corr. m. 1)F. 13. ὄμνυμι F, ἐπόμνυμι P. ἐν F, ἐκ P. 14. Ἀντιοχείας F, Ἀντιόχου P. 18. Ἀντιόχειαν F, Ἀντιόχου P. 22. καὶ seclusi.)
241
σασθαι καθ᾿ ὁλόκληρον αὑται· τό τε αὑται· τό τε θέμα τὸ καὶ πρὸς τούτοις τὸ στρατηγάτον τῆς Ταρσοῦ πόλεως ἡ Ἄδανα πόλις καὶ αἱ τοῦ Μόψου ἱστίαι καὶ ἡ Ἀνάβαρζα καί, συνελόντα φάναι, ἡ χώρα πᾶσα τῆς Κιλικίας, ὅσην ὁ Κύδνος καὶ ὁ Ἕρμων περιορίζουσιν· ὡς δὲ καὶ ἡ Λαοδίκεια τῆς Συρίας καὶ αὐτὸ δήπουθεν τὸ στρατηγάτον Γαβάλων, ὃ καὶ Ζέβελ ὑποβαρβαρίζοντες λέγομεν, τά τε [*](C) στρατηγάτα Βαλανέως καὶ Μαρακέως καὶ ἡ Ἀντάραδος τῆς Ἀνταρτοῦς· στρατηγίδες γὰρ καὶ ἀμφότερα. ταῦτά εἰσιν ἅπερ ἀποκόψασα ἡ βασιλεία ὑμῶν τῆς ὅλης δουκικῆς ἀρχῆς Ἀντιοχείας καὶ τῷ κύκλῳ τοῦ κράτους προσένειμεν ἐκεῖθεν ἀφελομένη. καὶ στέργω καὶ τοῖς τε δεδομένοις καὶ τοῖς ἀφῃρημένοις ὡσαύτως. καὶ ἀνθέξομαι μὲν τῶν δικαίων καὶ προνομίων ὧν παρέλαβον ἀφ’ ὑμῶν, οὐκ ἀντιποιησαίμην δέ ὦν οὐ παρέλαβον. οὐδ’ ἂν ὑπερβαίην τοὺς ὅροις, ἀλλ’ τοῖς δεδωρημένοις κρατῶν αὐτὰ καὶ καρπούμενος, μέχρις ἂν τῷ βίῳ περιῶ, καθὰ προδεδήλωται. μετὰ δὲ τὴν [*](D) ἐμὴν τελευτήν, ὡς καὶ τοῦτο προγέγραπται, πρὸς τὰς οἰκείας ἀρχὰς καὶ ὅθεν εἰς ἐμὴν ἐξουσίαν ἐδόθησαν. ἐπισκήψω γὰρ τοῖς ἐμοῖς ἐπιτρόποις καὶ κατὰ τὴν τελευταίαν μου βούλησιν ἀποδώσειν τὰς χώρας ἁπάσας τὰς εἰρημένας τῷ σκήπτρῳ τῆς τῶν Ῥωμαίων ἀρχῆς μηδὲν παρὰ τὴν ἀπόδοσιν περιερηαζομένοις ἤ εἰς ἀμ- [*](1. Δανδόν C. lacunam signavi. 9. γὰρ] δὲ? 21. ἀποδώσειν F, ἀποδοῦναι P. 23. ἀμφιβολίαν C.)
242
φισβήτησίν τινα διαπίπτουσι. καὶ ὄμνυμι καὶ τοῦτο καὶ συμφωνίαν ταύτην κατεμπεδῶ, ὡς ἀνυπερθέτως τε καὶ ἀναμφιβόλως τὸ προσταττόμενον πράξουσι. πλὴν καὶ τοῦτο προσκείσθω ταῖς συμφωνίαις, ὡς ἐπειδὴ ὑπὲρ τῶν [*](P. 414) μένων παρὰ τοῦ κράτους ὑμῶν ἐκ τῆς Ἀντιοχικῆς ἀρχῆς καὶ τοῦ δουκάτου τῆς πόλεως ἐγώ τε κατελιπάρησα τὸν ὑμέτερον θρόνον ποιήσασθαι ἀντισήκωσιν καὶ οἱ περεγρῖνοι προσκατελιπάρησαν τὴν ὑμετέραν βασιλείαν, καὶ κατένευσε τὸ κράτος ὑμῶν ἀντισηκῶσαί μοι θέματα καὶ χώρας τινὰς καὶ πόλεις κατὰ τὴν ἀνατολὴν διακειμένας. δεῖ καὶ τούτων ἐνταυθοῖ μνημονεῦσαι κατ’ ὄνομα, ἵνα μήτε ἡ βασιλεία ὑμῶν ἀμφιβάλλοι κατά τι καὶ ἐγὼ ἔχω περὶ ὧν ἂν ἐπιζητοίην. ἦσαν δὲ ταῦτα· τό τε θέμα τῆς Κασιώτιδος πάσης χώρας, ἦς μητρόπολις ἐστιν ἡ Βέροια, ὃ κατὰ τὴν τῶν [*](B) φωνὴν Χάλεπ λέγεται, τὸ θέμα τῆς Λαπάρας καὶ τὰ ὑπὸ ταύτην πάντα πολίχνια, τοῦτ’ ἔστι τὰ Πλαστά, τὸ τοῦ Χωνίου κάστρον, τὰ Ῥωμαΐνα, τὸ κάστρον Ἀραμισός, τὸ τοῖ Ἀμηρᾶ πολιχνιον, τὸ κάστρον τοῦ Σαρβάνου, τὸ τοῦ Τελχαμψὼν φρούριον· σὺν οἷς καὶ τὰ τρία Τίλια, τό τε Σθλαβοτίλιν καὶ τἆλλα δύο, τὸ φρούριον τὸ Σγένιν, τὸ κάστρον τὸ Καλτζιέριν· καὶ δὴ καὶ ταυτὶ τὰ πολίχνια, τό τε Κομμερμοέρι καὶ τὸ Καθισμάτιν λεγόμενον καὶ τὸ Σαρσάπην καὶ τὸ Νεκρὰν [*](4. προσκείσθω F, προσκεῖσθαι P. 6. δουκάτου] κράτους 12. ἀμφιβάλλοι F, ἀμφιβάλοι P, 19. δθλαβοτίλιν F, Αθλαβοτίλιν P. 21. ταυτὶ F, ταυτῶν P. 22. τὸ scripsi: τὴν P.)
243
τὸ πολσμάτιον. ταῦτα μὲν τὰ ἐπὶ τόδε Συρίας κείμενα· τὰ δὲ ἀπὸ τῆς μέσης τῶν ποταμῶν θέματα, τὰ ἀγχοῦ που κείμενα τῆς πόλεως ᾿Εδέσης, τό τε θέμα τῶν Λιμνίων καὶ τὸ θέμα τοῦ ᾿Αετοῦ μετὰ πάσης τῆς ἑκάστου τούτων περιο- [*](C) χῆς. μηδὲ ταῦτα ἀμνημόνευτα κείσθω τὰ περὶ τῆς ᾿Εδέσης μηδέ τὰ παρὰ τοῦ θεοφρουρήτου κράτους ὑμῶν τετυπωμένα [*](V. 328) μοι ἐτήσια τάλαντα, λέγω δὴ τὰς διακοσίας λίτρας τῆς Μιχανλάτου χαραγῆς. προσδεδώρηται γάρ μοι διὰ τοῦ εὐσεβοῦς χρυσοβού λόγου τῆς βασιλείας ὑμῶν καὶ τὸ δου- κάτον * ἐξ ὁλοκλήρου μετὰ τῶν ὑπ᾿ αὐτὸ πάντων φρουρίων τε καὶ χωρῶν οὐκ εἰς ἐμὸν πρόσωπον μόνον περιϊσταμένης τῆς δουκικῆς ταύτης ἀρχῆς· ἀλλὰ γὰρ ἐφεῖταί μοι παραπέμπειν αὐτὴν διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου εἰς ὅν ἂν αὐτὸς ἐθέλοιμι, μέλλοντος δηλονότι κάκείνου ὑποκύπτειν τοῖς τῆς βασιλείας ὑμῶν προστάγμασι καὶ θελήμασι καθα- [*](D) περεὶ ἀνθρώπου λιζίου τυγχάνοντος τοῦ αὐτοῦ κράτους καὶ τῆς αὐτῆς βασιλείας καὶ τὰ αὐτα βουλομένου καὶ συμφωνοῦντος, ἅπερ κἀγὼ πρὸς ὑμᾶς. ἀλλὰ καὶ τὸ ἀπὸ τοῦδε, ἐπειδὴ καθάπαξ ἐγενόμην ὑμέτερος ἄνθρωπος καὶ τοῦ κύκλου τοῦ κράτους ὑμῶν, ὀφείλω λαμβάνειν κατ᾿ ἐτησίαν δόσιν ἀπὸ τῶν βασιλκῶν θησαυρῶν τάλαντα διακόσια τοῦ προβεβασιλευσκότος κυρίου Μιχαὴλ ποιότητά τε καὶ χαραγὴν ἀποφέροντα [*](1. τῇ Συρίᾳ C. 2. θέματα scripsi: θέματος P. 3. ἐδέσης F, Εδέσσης P, 5. τῆς ἐδέσης F, Εδέσσης P. 7. διακοσίας F, διακοσίους P. 10. lacunam siguavi: apparet olim τὸ δουκάτον τῆς Ἐδέσης vel simile quid fuisse. αὐτὸν F. 12. ἀλλὰ om. C. ἐφεῖται γὰρ C. 13. ὃν ἂν F, ἂν om. P. 15. ὑμῶν om. F. 22. κυρίου F. κυροῦ P.)
244
[*](P. 415) διά τινος ἀποστολέως ἡμετέρου Συριάθεν πεμπομένου μετὰ καὶ γραμμάτων ἐμῶν πρὸς ὑμᾶς εἰς τὴν βασιλίδα πόλιν, ἐφ’ ᾦ ταῦτα λαβεῖν εἰς ἡμέτερον πρόσωπον. καὶ ὑμεῖς μέν, οἱ ἀεισέβαστοι βασιλεῖς καὶ σεβαστοί τε καὶ αὔγουστοι τῆς τῶν Ῥωμαίων ἡγεμονίας, στέρξετε δήπουθεν τὰ ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας ἐγγεγραμμένα καὶ τὰ ὑπεσχημένα διατηρήσετε. ἐγὼ δέ διὰ τοῦδε τοῦ ὅρκου τὰ πὰρ ἐμοῦ πρὸς ὑμᾶς συμπεφωνημένα κατεμπεδῶ. ὄμνυμι γὰρ εἰς τὰ πάθη τοῦ ἀπαθοῦς καὶ σωτῆρος Χριστοῦ καὶ εἰς τὸν ἀήττητον ἐκείνου σταυρόν, ὃν ὑπὲρ τῆς τῶν [*](Β) ἁπάντων σωτηρίας ὑπέμεινε, καὶ εἰς τὰ προκείμενα παναγέστατα εὐαγγέλια, ἃ τὴν οἰκουμένην ἅπασαν ταῦτα γὰρ κρατῶν ἐπόμνυμι καὶ τὸν πολύτιμον σταυρὸν τοῖ Χριστοῦ συμπαραλαμβάνω τῷ νῷ καὶ τὸν ἀκάνθινον στέφανον καὶ τοὺς ἥλους καὶ τὴν λόγχην ἐκείνου τὴν διατρήσασαν τὴν δεσποτικὴν καὶ ζωοποιὸν πλευρὰν πρὸς σέ, τὸν κράτιστον καὶ ἅγιον ἡμῶν βασιλέα κύριον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τὸν συμβασιλεύοντά σοι τριπόθητον κύριον Ἰωαννην τὸν πορφυρογεννητον, ὡς πάντα τὰ συμπεφωνημένα καὶ εἰρημένα ἀπὸ τοῦ στόματός μου φυλάξω καὶ ἀπαράβατα [*](1. ἡμετέρου F, ὑμετέρου P. Συριάθεν F, Συρρόθεν P. P, εἰς F, πρὸς P. 5. χρυσοβούλλω F, χρυσοβούλλου P. 8. παρ’ ἐμοῦ πρὸς ὑμᾶς F, πρὸς ὑμᾶς παρ’ ἐμοῦ P. 11. παναγέστατα F, Παναγιώτατα P. 12. ἐσαγήνευσε F, ἐσαγήνευσαν P. 13. τοῦτο F. 17. κίριον F, κύριν P. συμβασιλεύοντα F, συμβασιλεύσαντα P. κύριον F, ὑιὸν κύριν P.)
245
διατηρήσω μέχρι παντὸς καὶ τὰ ὑπὲρ τοῦ κώους ὑμῶν καὶ νῦν φρονῶ καὶ εἰσέτι φρονήσω μηδ’ ἄχρι ψιλῆς ἐπινοίας [*](C) κακόηθες ἢ δολερὸν πρὸς ὑμᾶς ἐνδεξόμενος, ἀλλ’ ἐμμενῶ τοῖς ὑπ’ ἐμοῦ συμπεφωνημένοις καὶ καθ’ οἱονδήτινα τρόπον οὔτε ψευδορκήσω πρὸς ὑμᾶς οὔτε εἰς ἀθέτησιν ὑπεσχημένων χωρήσω οὔτε πρὸς ἄσπονδον τι ἐπινοήσομαι οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ σὺν ἐμοὶ πάντες καὶ ὁπόσοι τῆς ἐμῆς ἐξουσίας εἰσὶ καὶ τὸν χορὸν τῶν ἐμῶν στρατιωτῶν ἀπαρτίζουσιν· ἀλλὰ καὶ ὑπὲρ τῶν σῶν ἐχθρῶν θωρακιούμεθα καὶ ἀροῦμεν ὅπλα καὶ δόρατα καὶ τοῖς σοῖς φίλοις ἐμβαλοῦμεν τὰς δεξιάς· καὶ πάντα τὰ πρὸς ὠφέλειαν καὶ τιμὴ τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐπινοήσω καὶ καταπράξομαι. οὕτως ὀναίμην τῷ τοῦ Θεοῦ βοηθείας, οὕτω τοῦ [*](D) σταυροῦ καὶ τῶν θείων εὐαγγελίων.

Ταῦτα ἐγράφη τε καὶ οἱ ὅρκοι συνετελέσθησαν τῶν ὑπογεγραμμένων μαρτύρων κατὰ μῆνα Σεπτέμβριον δευτέρας ἐπινεμήσεως ἔτους ἤδη διαρρυϊσκομένου ςχιζ'.

Οἱ μέντοι παρουσιάσαντες μάρτυρες καὶ ὑπογεγραφότες, ὧν ἐναντίον ταῦτα τετέλεστο, εἰσὶν οὑτοι· οἱ θεοφιλέστατοι [*](V. 329) ἐπίσκοποι, ὅ τε Ἀμάλφης Μαῦρος καὶ ὁ τοῦ Τερεντοῦ Ῥενάρδος καὶ οἱ σὺν αἰτῶ κληρικοί· ὁ εὐλαβέστατος καθηγούμενος τῆς ἐν Λογγιβαρδίᾳ σεβασμίας μονῆς τοῦ ἁγίου Ἀνἐνδεξόμενος [*](3. scripsi: ἐνδειξόμενος P. 4. ὑπ’ F, παρ’ P. 9. lacunam signavi. 12. καὶ ἐπινοήσω F, καὶ om. Ρ. 16. Σεπτέβριον P, correxi. 17. διαρρυϊσκομένου διαρυϊσκομένου P.)

246
δρέου, τῆς ἐν τῇ νήσῳ τοῦ Βρεντησίου, καί τινες αὐτῶν δύο [*](P. 416) μοναχοί· οἱ ἄρχοντες τῶν περεγρίνων, ὧν τὰ μέν σίγνα αὐτοὶ διεχάραξαν οἰκειοχείρως, τὰ δέ τούτων ὀνόματα διὰ χειρὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀμάλφης τοῖς σίγνοις προσπαρεγράφησαν, ὃς καὶ πρέσβυς παρὰ τοῦ πάπα πρὸς τὸν αὐτοκράτορα ἐληλύθει. οἱ ἀπὸ τῆς βασιλείου αὐλῆς· ὁ Σεβαστὸς Μαρῖνος, Ῥογέρης ὁ τοῦ Τακουπέρτου, Πέτρος [*](B) Ἀλίφας, Γελίελμος ὁ Γανζῆ, Ῥιτζάρδος ὁ Πριντζίτας, Ἰοσφρέ Μαλής, Οὐμπέρτος ὁ υἱὸς τοῦ Γραούλ, Παῦλος ὁ Ῥωμαῖος, οἱ ἐκ τῶν Δακῶν ἥκοντες ἀποκρισιάριοι παρὰ τοῦ κρόλη καὶ συμπενθέρου τῆς βασιλείας, Ζουπάνος ὁ Πέρης Σίμων, καὶ οἱ ἀποκρισιάριοι Ῥισκάροδου Σινισκάρδου, Βασίλειος νωβελλίσιμος ὁ εὐνοῦχος καὶ Κωνσταντῖνος νοτάριος.”

Τὸν μὲν οὑν ἔγγραφον ὅρκον τοῦτον ὁ αὐτοκράτωρ παρὰ τοῦ Βαϊμούντου ἔλαβεν, ἀντιδέδωκε δέ πρὸς αὐτὸν τὸν εἰρημένον ἄνωθεν χρυσόβουλλον λόγον ἐνσεσημασμένον διὰ κινναβάρεως, ὡς ἔθος, διὰ βασιλικῆς δεξιᾶς.

[*](2. πελεγρίνων C. 6. βασιλικῆς C. 7. Τακουπέρτου Ducangius : Τακουτέρτου P, Τακοτέρτου C. 8. Ἀλίφας F. Ῥιτζάρδος FC, Ῥιντζάρδος P. Πριντζίτας FC, Πρινιζιττας P. 9. Μάλη C Ῥαούλ Ducangius. 10 ἐκ τῶν FC, τῶν om. P. ἀποκρισιάροι P, correxi. κράλη F, κράλι P. 11. συμπένθεροι C. 13. νωβελλίσιμος F. νωβελίσιμος P. 16. ἐνσεδημασμένον FAC, ἐνσημασμένον P. 17. κινναβάρεως FA, κιναβάρεως P.)
247

Τῶν οὖν δεδογμένων τῷ αὐτοκρότορι πέρας ἐσχηκότων [*](P. 419) τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον ἔγγραφον συφωνίαν ἐνόρκως [*](V. 332) ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τις λόγχης, δι’ ἧς τὴν τοῦ σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκαμένην

[*](2. ἐνόρκως Α, ἔνορκος P. 3. βεβαιωσάμενος F, βεβοιωσάμενος P.)

248
ἐπάνοδον ἠτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ᾿ αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδᾶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δέ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, [*](B) ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύσεσθαι. ταῦτα αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκατατιθέμενον ταῖς τούτων αἰτήσεσιν εἶχεν εὐθύς. τιμηθεὶς οὖν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τὸ οἰκεῖον ἐπανέτρεχε στράτευμα. συναπῄει δέ τούτῳ καὶ Κωνσταντῖονος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν Κατακαλών, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἔν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις σεῖς παρέχοι αὐτοῖς. καταλαβὼν οὑν τὴν ἰδίαν παρεμβολὴν [*](C) καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ’ αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος εἰς μονῆρες εἰσελθὼν τὴν Λογγιβαρδίαν κατέλαβεν. οὐ πλείω δέ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. ὁ δέ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ’ αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. ἐπανελτοῦ [*](9. σεβαστοῦ A. 11. ὁ ante Εὐφορβηνὸς add. m. 1 F. 13. μᾶλλον F, μαλλῶν P. 16. αὐτοῖς F, αὐτῷ C, αὐτοὺς sic P. παρεμβολὴν] παρεμ in ras. F. 17. αὐτὸ τοῦτο A. 20 sq. οὐκέτι τῆς τῶν Κελτῶν φροντίδος εἴχετο A. 21. καὶ om. Α. 22. καὶ ἀπὸ διαβόλεως ἀναστὰς ἐκεῖ γὰρ ἐσκήνου, ὅτι τὰς μετὰ του βαϊμούνδου συμφωνίας πεποίητο) τῆς A.)
249
θὼν δέ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις, ὅπως τὰ κατὰ τὴν παραλίαν Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι ἠρίπωσαν, ἐν δεινῷ ἐποιεῖτο, εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρώην ἀποδοίη [*](D) κόσμον καὶ τοὺς ἁπανταχῆ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. οὐ μὴν ἀλλ’ οὐδὲ περὶ τῆς του Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δέ καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλοις, πρὸς δὲ τοῖς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρατιωτικῆς [*](P. 420) παιδείας πάμπαν ἀμύητος· οἵτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ἤδει οἵτε θυρεῷ σκέπεσθαι· τἀλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μηχανημάτων τοὺς πολεμίοις ἡττᾶν) οἶτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. γινώσκων οὐν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών [*](V. 333) ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ), πείθεται διὰ [*](B) [*](3. μέχρις FA, μέχρι P. Ἀτταλίας Α. 4. ἠρείπωσαν καὶ F, om. ΑΡ. τὰς πόλεις αὖθις εἰς τὴν AP, ἐς τὰς πόλεις αὖθις τὴν F. 9. ἐπηβολωτατος FA. ἐπιβολώτατος P. 14. πάμπαν FA, πάνυ P. 16. λόχοις FC, λόγους AP. 18. Ἀττάλου C. ᾔτει C. 22. ἐξημάρτηκε A.)
250
ταῦτα καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεὶ τὰς ἐπιχειρήσεις ποιεῖσθαι. ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλωϊσί μενος πορθμὸν καταλαμβάνει τὸ Ἀτραμύτιον. πόλις δὲ πρώην μὲν ἦν πολυανθρωποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐληΐζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαί ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησέ τε καὶ εἰς τὸ πρότερον ἀποκατέστησε σχῆμα τούς τε ἐποίκους ἁπανταχόθεν [*](C) ἀνεκαλέσατο, ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσώζοντο, καὶ ἐξ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισέ τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τῷ τότε ἐνδιατρίβειν ἀπόμοιραν τῶν ὑπ᾿ αὐτὸν δυνάμεων ἀποδιελόμενος ἐξέπεμψε κατ᾿ αὐτῶν. οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ᾿ αὐτῶν συνάψαντες τὴν νικῶσαν εἶχον παραυτίκα· ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο, ὡς καὶ τὰ νεογνὸ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας· πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν [*](D) ἄγοντες πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. οἱ δὲ γε καταλειφθέντες Τοῦρκοι μελενδυτήσαντες καὶ τὰς σφῶν

[*](2. νουνεχεὶ F, νουνεχῶς P. 6. δὲ A, om. P. τὰ AC, τὸ P. Σμύρνην AF, Σμύρνανα P. 7. ἐρειπώσας A. ἠφάνισε A, ἠφάνισεν P. 10. ἀποκατέστησε A, ἀπεκατέστησε P. 16 αἳ καὶ καταλαβοῦσαι C. 17. συνάψασι C. 19. τοσοῦτον om. AC. 20. ζωγρίαν F, ζωγρείαν P. 22. τὰ C.)

251
συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλος βουλόμενοι ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώων γοερὸν ἀνοιμώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγούμενοι κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινοῦντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ ἐγχειρήματος. ἀρχισατραπης δέ τις ᾿Ασὰν τὴν κλῆσιν, [*](P. 421) ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοῦς μεταπεμψάμενος, ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλάδιας παραστῆναι τὸ ὑπ᾿ αὐτὸν στράτευμα, κατ᾿ αὐτοῦ ἔξεισι. δεινὸς δὲ ὢν ἀνὴρ ὁ Εὐμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ᾿ ἀναπεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῆ ἔπεμπε καὶ ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέπεμπεν ἄλλους καὶ πρὸς ἐγρήγορσιν ἀνηρέθιζεν, ὥστε παννύχους [*](B) ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιάδας περιαθρεῖν. τούτων οἶν τις πόρρωθεν τὸ Τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. ἁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσήπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας [*](1.συμφορὰς FA,οm.P. 11. ὡς ἐς E, ὡς om. P. 12. ὐπ᾿ αὐτὸν] αὐτοῦ C. 16. αὐτοῖς Α αὐτοὶ P. 17. ἐγρήγορσιν FA, ἐγρηγόρησιν P.)ωλ
252
ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν [*](C) ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἡχεῖν· καὶ ἁπλῶς ἐν [*](V. 334) σχήματι τὴν πόλιν κατεστήσατο, ὥστε πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. ὁ δέ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ Παρέμεινεν ἡμέραις. ὡς δέ οὐδεὶς τῶν ἐντὸς ἄνωθεν προκύπτων ἐφαίνετο, αἱ δέ πύλαι εἶχον ἀσφάλειαν, ἑλεπόλεις δέ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετροβόλα ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν πολλὴν ἀσθένειαν καταψηφισάμενος [*](D) τῶν ἐντὸς ἄλλην ἀτραπὸν ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξαπέστειλεν, ἑτέρας δέ . . . . . ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ Χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην ἀπερχομένοις ὁ μέντοι Φιλοκάλης διαγνοὺς τὸ Ἀσὰν ἐπιχείρημα ἁπάσας τὰς ὑπ’ αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ὑπνώττοντας ἀπεριμερίμνως καταλαμβόἐκέλευε [*](2. FC, ἐκέλευσε AF. 3. ἐς F, εἰς AP. 7. καὶ τῷ ΑΡ, καὶ om. F. 8. verba τῶν ἐντὸς, quae P post πύλαι habet, huc transposui. 9 sq. ἑλεπόλεις . . . ὄργανα om. C. 11. τοῦτο] add. m. 1 F. 12. καὶ πολλὴν P, καὶ om. FA. 15. 21. Κελβ. C, Κερβ. P. 16. lacunam quinque litterarum agnoscit F: in AP nulla lacuna. τὸ AC, τὸν P. 17. χλιερὰ Α. 19. τὴν Σμύρναν A. lacuna septem litterarum in F, **** P. 22. ὑπνώττοντας F, om. AP. ἀπεριμερίμνους A.)
253
νουσι ναὶ ἐπεισπεσόντες τούτοις αὐγαζούσης ἡμέρας ἀφειδῶς [*](P. 422) κατέσφαττον· τοὺς δέ παρ’ αὐτῶν κατεχομένους δορυαλά τους ἐρρύσαντο ἅπαντας. κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμφαιον ἀπερχομένοις Τούρκους ἐδίωξαν· διεκδραμόοντες δέ καί τινες ἀπό τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ᾿ αὐτῶν συγκροτήσαντες πόεμον κράτος ἐνίκησαν. καὶ πολλοὺς μέν κτείνουσι, πολλοὺς δὲ κὼ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀλπετπνίγησαν. ποταμὸς δέ οὗτος περὶ Φρυγίαν, σκολιώτατος [*](Β) ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. δαρρήσαντες δέ κἀπὶ τῇ δευτέρᾳ νίκη τοὺς ἐπιλοίπους ἐδίωκον. ἀλλ’ οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων πορρωτάτω γενέσθαι τούτων. εἶθ’ οὕτως ἐπανῆλθον πρὸς Φιλασέλφειαν. ὁ δέ γε Εὐμάθιος τούτους θεασάμενος καὶ μεμαθηκώς, ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.

Μετὰ δέ τὴν τοῦ Βαϊμούντου τελευτὴν ἐπειδὴ ὁ Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν [*](C) αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταίτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐν ταὐτῷ κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένοις ὅρκους τῶν [*](3. σμύρναν Α. 4. τὸ FAC, τὸν P. 8. ζωγρίαν FA, ζωγρείαν P. 11. θαρρήσαντες AC, θαρσήσαντες P. 12. κἀπὶ F, καὶ ἐπὶ P, κἂν A. 13. ἐγένετο AF, ἐγίνετο P. 14. πορρωτάτω F, πορρωτέρω P, ὡς πορρωτέρω A. 18. ἐς F, εἰς AP. 19. ante μετὰ quattuor litterarum spatium in F. 22. ἐν ταὐτῷ scripsi: ἐνταῦθα Ρ. 28. σπενδομένους C.)

254
βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δ’ ἐπεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις αὐτοῖς ἐγτυγχάνων ἀεὶ καὶ καταπίκροις [*](V. 335) ἀνδράσι, πολλὰ δέ Ῥωμαϊκὰ στρατεύματα τούτοις [*](D) συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μέν, ἵνα μὴ Τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ’, ὅπως καὶ ὑφ’ ἡμῶν συγκροτούμενοι τὰς μὲν πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δέ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδέν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων [*](P. 423) καὶ δωρεῶν τῇ Ῥωμαίων ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ’ ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ φῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. τὸ γὰρ ἐκείνου μέν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπέρ αὐτῶν φροντίδα καὶ τῶν παρ’ αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδέν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους [*](1. ὅτι F, ὅτ’ P. Ῥωμαϊκὰ στρατεύματα F, στρατεύματα Ῥωμαϊκὰ P. 6. δυεῖν F, δυοῖν P. 8. ὑφ' F, ἀφ’ P. 9. μὶν addidi. 10. διδοῖεν scripsi: διδόναι P. 17. ἐκείνας δωρεὰς F, δωρεὰς ἐκείνας P. 18. τοὺς FC, τὰς P. 19 — 21. καὶ τῶν πὰρ . . . ἀπόνασθαι in mg. add. m 1 F. 19. αὐτοῖς F, αὐτοῦ P.)
255
λογίζεσθαι τὸ ἐκνίκυμα ἴδιον τὰς πρὸς αὐτῶν συνθήκας καὶ[*](B) τοὺς ὅρκους ἀθετήσαντας καὶ παρ᾿ οὐδέν λογισαμένοις διεσππάραττεν αὐτοῦ τὴν ψυχή, καὶ οὐκ εἶχεν ὅπως ἐνέποι τὴν ὕβριν. ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρὲ διεπἀλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονόμενος, ἀλλὰμετελεύσεται τοῦτον καὶ τῆς εἰς ῾Ρμαίους ἀχαριστίας· δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρημάτων μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν ῾Ρωμαϊκῶν συνταγμάτων ἕνεκα Σειρί ἁπάσης καὶ τῆς ᾿Αν-[*](C) τιοχείας αὐτῆς σπεύδων ὅλῃ χειρὶ καὶ γνώμη τὰ ὅρω πλατῦναι τῆς ῾Ρωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴη τῶν ἐκείνου καὶ χρημάτωνκαὶ πόνων. ταῦτα διαπρεσβευσαμένου τοῦ αὐτοκράτορος ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος οἰδ᾿ ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ᾿ ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια ἔλεγέ τε διαρρήδην [*](D) καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ᾿ ἄν, εἴ τι γένοιτο, μεθήσειν [*](2. ἀθετήσαντας C, ἀθητήσαντας P. 5. καὶ τὴν τῶν ὅρκων in ras. m. 1 F. 9. ἀνηλώκει F, ἀναλώκει P. 13. τῆς τῶν P, τῶν om. F. 20. διατετρήνειν AP, correxi. 22. ἂν γένοιτο P, ἂν, om. F.)
256
τὴν Ἀντιόχιαν διϊσχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντιμάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον ἄχθος ἀρούρης ἑστῶτα τῇ γῇ, [*](P. 424) τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν [*](V. 336) ζώων τὰ ἀσθενέστατα. ἐκεῖθεν δέ τῶν πρέσβεων ἀπανελδθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ’ ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. συναγαγὼν οὖν τοὺς ἐλλογιμώτατους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἅπαντας τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ἠτεῖτο. ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν δέον λέγοντες πρότερον τοὺς [*](B) ἄλλους ὑποποιήσασθαι κόμητας τοὺς κατὰ τὰς περικειμένας τῇ Ἀντιόχου πόλει ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ’ αὐτοῦ ἔλευσιν, εἰ δέ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας αὐτίκα μεταπεμψάμενος Μανουὴν τὸν Βουτουμίτην καί τινα ἕτερον τῆς Λατινικῆς εἰδήμονα [*](3. Νίνον scripsi: νοῦν AP; scilicet Ninus idem esse dicebatur atque Nimrod; cf. c. Chron. pasch. I 50. 6. ἐκεῖσε C. 11. βουλὴν ἐξ ἁπάντων ᾐτεῖτο F, ἐξ ἁπάντων ᾐτεῖτο βουλήν P. 13. ἐπέλευσιν C. 17. αὐτῷ βούλοιντο scripsi: αὐτῷ βούλοιτο F, βούλοιτο αὐτῷ Ρ. Ἀντιόχου F, Ἀντιοχείαι P. 21. καὶ αὐτίκα P, καὶ om. F.)
257
διαλέκτου πρὸς τοὺς κόμητας καὶ τὸν ῥῆγα Ἱεροσολύμων [*](C) ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αἰτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἠν διὰ τὸ τῶν Λατίνων ἐρασιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπροι Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο· ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς [*](D) τοὺς κόμητας δόσεις. ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως, ἣν πρὸς τὸν ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς “οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ’ ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. ἐμὲ δέ ἴσθι καταλαμβάνειν [*](P. 245) ἤδη τὴν Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνοις τηρήσαντα ὅρκους. σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ [*](2. ἐξέπεμψεν P, correxi. 7. πλοῖα F, πλεῖα PA. 8. A. 10. παντοδαπῶν ποιοτήτων om. A. πρὸς τὰς εἰς Α. 14. Πεκτράνον G. 16. ἀναμνήσωσι F. ἀναμιμνήσκουσι P. 17. ἐγχειρίζουσιν C. 21. ἐκδικήσαντα P, correxi.)
258
τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.” καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι. προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς [*](B) ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. ὡς δέ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπέρ αὐτοῦ [*](V. 337) προθύμως ἑλέσθαι, εἰ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. ἐδεδίει [*](C) γὰρ μὴ ἐπιφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται, δέ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταλλρὲ χρήσαιντο. δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῖ, αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ’ οὕτως [*](4. ἐκεῖθεν F, ἐκεῖσε P. 6. ἀποβεβηκότες F, ἐπιβεβηκότες P. πελκτράνῳ C, Πλεκτράνῳ P. 12. Ἀντιοχείας C. 18. ἐλογίσατο F, ἐλογίσαντο P. 22. κᾶθ᾿ F, καὶ εἰθ’ P.)
259
τὰ χρήματα αἰτοῖς ἐγχειρίσαι. οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο, [*](D) καθά γε καὶ εἴρηται. ὁ δέ Βαλδουῖνος μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. οἱ δὲ τὰ χρήματα αἰτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι τὸν Βαλδουῖνον πολιορκοῦντα [*](P. 426) κοῦντα τὴν Τυρὸν. ὁ δέ ἄσμενος αὐτοὺς παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς δι’ ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τυρὸν, ὡς εἴρηται. ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μέν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν. ὁ μέν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. καὶ ἦσαν καθόπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες τὴν πόλιν. ἀλλ’ ὅ γε [*](B) Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα τοῦτα καταβαλεῖν, βαλεῖν, εἶθ’ οὕτω τὴν πόλιν ἑλεῖν· οἷα γάρ τῆς Τυροῦ προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέκαθάγε [*](3. F, καθάπερ Ρ. καὶ εἴρηται F, καὶ om. P. 8. Πλεκτράνου P, correxi. 10. ἀσμένως Α. ἀποδεξάμενος Α. 15. μὶν γὰρ F, μὲν om. P. 16. ἐνδότατον C. 20, οὕτω F, οὕτως P.)
260
ραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. [*](C) ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δέ [*](V. 338) ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀναπνεύσασι. πανουργεύονται δὲ καί τι τοιοῦτον. τῷ μέν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δέ D μηχανάς τινας συρράπτοντες κατ᾿ αὐτοῦ. ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἐξωθεν στρατιώτας ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. ὦν ἐξ ἀνάγκης περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. οἷς ἐπερρίπτουν [*](2. καθελὼν F, καθελεῖν P. ἐς F, εἰς P. 5. ἀνέπεσεν E, ἐνέπεσεν P. 6. προσεξένησε C. 8. ἐντὸς ἀρκύων F, ἀρκύων ἐντὸς P. ἀφήλλοντο F, ἀφέλοντο P. 10. δέ τι καὶ P, correxi. 18. πίττης F, πίσσης P. 20. τὸ τοιοῦτον F, τὸ om. P.)
261
δᾷδας ἡμμένας, εἶν αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἥ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αἰτῶν ἀπετέφρωσεν. [*](P. 427) ἅμα τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἶς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδακεν· ἑάλωσαν δέ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἓξ στρατιῶται τὸν ἀριθμόν, ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρατεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε. ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλὰς μετ’ ἐκπλήξεως ἔφευγον [*](B) τοῖς ἵπποις ἐποχηθέντες ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φε' γοντας καὶ παντοίως παραθαρρύνοντος. ἀλλὰ γὰρ ᾐδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμοι καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. ἀπειπάμενος δ’ οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς [*](7. μεταμελόμενοι F, μεταμελούμενοι P. 10. ἀργηγὸς P, correxi. 12. ἀπεσφενδόνησε F, ἀποσφενδόνησε P. 21. δρομεῦσιν ἐκείνως F, ἐκείνως δρομεῦσι P.)
262
[*](C) ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ ἦσαν αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο · προσεπιβαλὼν δὲ τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. τὸ δὲ ἄρα ἀληθές μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία, ἕν᾿ οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ του [*](D) τον ὡς ψευσάμενον κατεμέμψατο. προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι, ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς ληϊομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, [*](V. 339) καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. ταῦτα τῷ Βουτουμιτῃ ὁ Βαλδουῖνος ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη “μετ” ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσ- [*](P. 428) βεων ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι.” ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. ὁ δέ Bουτουμίτης “εἴπερ [*](3. κυπρίας . 7. ἀπαγγεῖλαι F, παραγγεῖλαι P. 10. ἐκεῖσε C. 11. ἔλαθε F, ἔλαθεν P. 12. γὰρ om: F. 15. ἐκεῖσε C. 17. τῷ Βουτουμίτῃ ὁ Βαλδουῖνος F, ὁ Βαλδουῖνος τῷ Βουτουμίτῃ P. 19. τάφου] στεφάνου C. 20. γὰρ C. 22. οἱ] αὐτῷ C.)
263
βοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἀπαγγέλλεσθε τὸν ὅρκον, ὃν ἐν τῷ διέρχεσθαι πρὸς αἰτὸν ἐποιήσατε, φυλάττοντες καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῖτα λήψεσθε χρήματα”. ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δέ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρέ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἦθος· πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ χρήματα, [*](B) πράττειν δὲ ὑπέρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αἰτῶ ἀπέλυσεν. ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ κατὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίοι τάφου ἐληλυθότι καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, ἄπρακτοι ἐκεῖθεν ὑποχωρήσαντες καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελετράνῳ ἐντυχόντες ἐπεζήτουν τὰ κατατεθέντα παρ’ αὐτῶν εἰς τὴν ἐπισκοπὴ χρήματα. ὁ δὲ υἱὸς ἐκείνου καὶ ὁ Τριπόλεως ἐπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων παροχήν. οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον “εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῖ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελκτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. λοιπὸν οὐδὲ τὴν ἀπὸ Κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ [*](6. ναὶ μὴ P, καὶ om. F. 13. σύμφωνα F, σύμφωνον P. αὐτὸν λέγοντα F, λέγοντα om. P. 15. Πλεκτράνῳ P, correxi, 21. Πελκτράνος P, Πελκράνος F, Πλεκτράνος C.)
264
λοιποῦ ἕξετε οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεδθε.” ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μέν διὰ μειλιχίων λόγων, πῆ δέ δι’ [*](D) ἀπειλῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, δεῖν ἐλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ορκισαι του αὐτοκράτορος καὶ οὐτῶ τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. ὁ δὲ [*](P. 429) λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτορος. τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δι’ αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. ἐκεῖθεν δέ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφὐλιον παραμείψαντες κόλπον τὸν πλοῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καὶ τὸν Ἑλλήσποντον διαβεβηκότες [*](V. 340) τὸν βασιλέα καταλαμβάνουσιν.

[*](B)

Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφετοῦ δίκην ἐπήρχοντο, ἀπὸ μὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἠπείρου αὖθις ἐξ ἑῴας τοῦ Ἀμὴρ Σαϊσὰν καταλαμβάνον- [*](5. Πελκτράνου P, Πλεκτράνου C. 7. ἀποδοῦναι C. 11. εὐσθενῶν C. 12. ἐδέδης F, Ἐδέσσης PA. ἀραβίας FA, Ἀῤῥαβίας P. 14. πλοῦν τὲ FA, τε om. P. 15. θαλάττης FA, θαλάσσης P. χερόνησον F. 21. παραθαλάσσια πάντα C.)

265
τος ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, δεῖν κὼ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ’ ἄμφω τὰ μέρη μάχεσθαι καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης [*](C) καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μοναστρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ Χλιαρὰ καὶ τὰ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας. πολλὴν δέ τὴν [*](D) πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομὰς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ’ ὥραν. οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύτου καὶ Κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομάς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθοις ἀνυστάκτως ἐπιτηρεῖν [*](4. χερόνησον F. 5. ἀνακαλεσάμενος F, μετακαλεσάμενος P. 7. Ἀτραμυτίου scripsi: ἀτραμύτου F, Ατραμήτου P. 8. μὲν οὖν P, οὖν om. F. 11. Χλιερά C. 13. τολμῆ καὶ πείρᾳ στρατηγικῇ F, π. σ. κ. τ. P. 15. ἁπανταχόθεν F, πανταχόθεν P. 18. ἀπεῖδε F, ἐπεῖδε P.)
266
τὸν Φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους [*](P. 430) παραπλέοντας φρουρεῖν μηδέ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. ἐπεὶ δέ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιάσας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. ὡς δέ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπεποίητο, ἀποδιλόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ’ ᾦ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασιλέως καταμαθεῖν. ὡς δὲ τὴν Ἄβυδον κατέλαβον [*](B) ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. δι’ ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκότες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται, ἐφ’ ᾦ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς [*](V. 341) τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἶοί τε ἦσαν ἀπομάχεσθαι, τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. εἶς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιούτους ἀρχηγοὺς τὴν ἰδίαν [*](C) ἀφελόμενος νῆα μονήρη ὠκυτάτην οὖσαν πρὸς τὸν Βαλδουῖνον ἀπῄει καὶ τὶν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθάσας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα [*](1. τοὺς] πρὸς C. 2. Πελοπόνησον P. 8. ἐπεποίητο (ίη in ras.) F, ἐπεποίηντο P. 9. τρήρεις A. περὶ Α, παρὰ P. 10. μαθεῖν C. 14. θάλασσαν F, θάλατταν P. 15. χερόνησον F. 19. τοὺς τοιούτους F, τοιούτους P. 20. νῆα FC, νῆαν P.)
267
διηήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ ῾Ρωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται. ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει, ὅτιπερ οἱ ἡγεμόνες τοῦ Κελτικοῦ στόλου οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ᾿ αὐτῶν ἐγνωκότες ὑπέστρεψαν βέλτιον εἶναι νομίσαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ ῾Ρωμαϊκοῦ στόλου μαχο- [*](D) μένοις ἡττηθῆναι. ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν ῾Ρωμαϊκὸν ἔτι δεδιὼς στόλον. ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ᾿ οὐδὲ τὰ κατὰ τὴν ἤπειρον [*](P. 431) ζάλης ἄτερ παρῆσαν οὐδὲ φροντίδων ἄνευ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις ἐξ Ἀμάστριδος τὴν Ἀκρουνὸν φρουρῶν ἀποστασίαν μελετήσας κατέσχεν αὐτὴν καὶ τὰ παρακείμενα ταύτῃ δεινῶς ἐληΐζετο. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ μετὰ ἀποχρώσης δινάμεως κατ᾿ αὐτοῦ τὸν τοῦ Δεκανοῦ ἐξέπεμψε Γεώργιον. ὃς καὶ πολιορκήσας ἐπὶ τρισὶ μησὶ ταυτηνὶ μὲν τὴν πόλιν κατέσχεν, τὸν δὲ ἀποστάτην ἐκεῖνον πρὸς τὸν αὐτοκράτορα ταχέως ἐξέπεμψεν. ὁ δὲ [*](20) αὐτοκράτωρ τὴν μὲν τοῦ κάστρου φρουρὰν ἑτέρῳ ἀνέθετο, αὐτῷ δὲ τὰς ὀφρῦς ἐπιτοξεύσας πολλὰ ἀπειλήσας καὶ θάνατον αὐτοῦ τῷ φαινομένῳ καταψηφισάμενος εἰς φόβον [*](1. ἐπελθὼν C. 3. καθώσπερ C. 4. ὡμολόγει C. 11. τὰ addidi. 12. πάλης . ἄτερ F, ἄνευ PA. ἄνευ F, ἄτερ P. 15. ταύτῃ om. C. 21. ἐπιτοξεύσας καὶ P, καὶ om. F. πολλὰ FC, πολλὰς P.)
268
[*](B) μέγαν ἐνῆκε τὸν ἄνθρωπον, ταχὺ δὲ τὸ δέος ἔλυσε τοῦ στρατιώτου. οὔπω γὰρ ὁ ἥλιος τοῦ ὁρίζοντος κατέδυ, καὶ ὁ δεσμώτης ἐλεύθερος ἵστατο καὶ ὁ θανάτου καταψηφισθεὶς μυρίων ἐτετυχήκει δωρεῶν. τοιοῦτος ὁ ἐμὸς πατὴρ βασιλεὺς ἐν πᾶσιν ἐφαίνετο, κἂν πολλῆς ἐς ὕστερον τῆς ἐξ ἁπάντων ἀγνωμοσύνης ἀπηλαυσε, καθάπερ ποτὲ καὶ ὁ πάντων εὐεργέτης ὁ κύριος μάννα βρέχων ἐν ἐρήμῳ, σιτίζων ἐν ὄρεσι καὶ ἐν θαλάττῃ ἀβρόχους διαβιβάζων καὶ ὕστερον ἀθετούμενος καὶ ὑβριζόμενος καὶ τυπτόμενος καὶ τέλος σταυρὸν παρὰ τῶν [*](C) ἀνόμων κατακρινόμενος. ἀλλ᾿ ἐνταῦθα γενομένης προεκπηδᾷ μου τοῦ λόγου τὸ δάκρυον καὶ σφύζω περὶ τούτων ἐρεῖν καὶ ποιήσασθαι τῶν ἀγνωμόνων κατάλογον, ἀλλὰ τὴν γλῶτταν ἐπέχω καὶ τὴν καρδίαν σφαδάζουσαν καὶ τοῦτο δὴ πρὸς ἐμαυτὴν ἐπιλέγω συνεχῶς τὸ τοῦ ποιητοῦ “τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ᾿ ἔτλης”. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀγνώμονα στρατιώτην ἐκεῖνον· τῶν δέ γε ἀπὸ τοῦ Χοροσὰν παρὰ τοῦ Σαϊσὰν σουλτάνου πεμφθέντων οἱ μὲν [*](V. 342) διὰ τῶν μερῶν τοῦ Σινάου κατήρχοντο, οἱ δὲ διὰ τῆς ἰδίως καλουμένης6 Ἀσίας ᾔεσαν. ὅπερ μεμαθηκὼς ὁ Γαβρᾶς Κωνσταντῖνος, ὁ τηνικαῦτα τὴν Φιλαδέλφειαν φρουρῶν, ἀναλαβό- [*](D) μενος τὰς ὑπ᾿ αὐτὸν δυνάμεις καὶ καταλαβὼν τούτους εἰς τὸ Κελβιανὸν αὐτὸς πρῶτος ἁπάντων κατ᾿ αὐτῶν λύσας τὸν [*](3. θάνατον . 6. ἀπηλαυσε] ἐπέτυχε C. πάντων CA, πρῶτος P. 8. ἀβρόχως . 10. γινομένης Α. 14. δὴ A, om, P. 15. τὰ τοιαῦτα P, τὰ om. F. 18. τοῦ scripsi: τῆς P. 20. ὁ , om. P. φρουρῶν καὶ P, καὶ om. FA. 22. Κελβιανὸν C, Κερβιανὸν PA.)
269
χαλινὸν καὶ τοῖς ἄλλοις αὐτὸ τοῦτο παρακελευσάμενος ἡττᾷ τοὺς βαρβάρους. ὁ δὲ τούτοι·ς ἐκπέμψας σουλτάνος τὴν [*](P. 432) ἧτταν τῶν τοσούτων μεμαθηκὼς ἀποστείλας πρὸς τὸν αὐτοκράτορα τὰ περὶ εἰρήνης διαπρεσβεύεται ὁμολογῶν ἅμα ἐκ· πολλοῦ τὴν ἀναμεταξὺ τῶν Μουσουλμάνων καὶ τῶν Ῥωμαίων εἰρήνην ἐπιποθεῖν θεάσασθαι. ἐκ μακροῦ γὰρ τὰς του αυτοκρατορος κατὰ πάντων ἀριστείας μανθάνων καὶ ἀπόπειραν αἰτοῦ οἷον ποιησάμενος κἀκ τοῖ. κρασπέδου τὸ ὕφασμα καὶ ἐξ ὀνύχων τὸν λέοντα ἐπεγνωκὼς καὶ μὴ βουλόμενος πρὸς εἰρηνικὰς ἀπενενεύκει σπονδάς. τῶν ἐκ Περσίδος τοίνυν καταλαβόντων πρέσβεων ὁ βασιλεὺς φοβερὸς [*](B) προύκάθητο καὶ οἱ ἐπὶ τῆς τάξεως τοὺς στρατιώτας ἐκ πάσης γλώττης συνειλεγμένους καὶ τοῖς πελεκυφόρους βαρβάρους ἐν τάξει καταστησάμενοι τοὺς πρέσβεις ἐπὶ τοῦ βασιλικοῦ παρεσήσαντο βήματος. ὁ δέ περὶ τοῦ σουλτάνου τούτους τὰ εἰκότα ἐπερωτήσας καὶ ἀκούσας τὰ δι’ αὐτῶν μηνύματα ὡμολόγει μέν τὴν μετὰ πάντων εἰρήνην ἀσπάζεσθαί τε καὶ δέλειν, πυθόμενος δέ περὶ τῶν τῷ σουλτάνῳ δοκούντων, ἐπεὶ μὴ πάντα τὰ παρ’ αὐτῶν αἰτούμενα συνοίσοντα τῇ τῶν Ῥωμαίων ἀρχῇ διέπω, πολλὴν τοῖς αἰτοῦ λόγοις πειθὼ [*](C) περιστείλας εὐστοχώτατά τε πρὸς αὐτοὺς ἀπολογησάμενος διὰ πολλῶν ῥημάτων πείθει τοῖς αὐτοῦ συγκατανεῦσαι θεἡττᾷ [*](1. κατὰ κράτος A. 3. καὶ ἀποστείλας C. 4. περὶ τῆς P, τῆς om. FA. 5. ῥημάτων Μουσολμάνων F. Μουλσουμάνων P. τῶν om. F. 9. ἐπεγνωκὼς F, ἐγνωκὼς P. 13. πελεκοφόρους F. 16. ἐπερωτήσας FC, ἐπετρωτήσας P. μνηνύματα F, μηνυόμενα P. 17. μετὰ] διὰ C. 19 sq. συνοίσοντα τῇ τῶν Ρωμαίων ἀρχῇ F, τῇ τῶν Ῥωμαίων ἀρχῇ συνοίσοντα P.)
270
λήμασιν. εἶτα πρὸς τὴν παρασκευασθεῖσαν αὐτοῖς σκηνὴν ἀπέλυσεν ἐντειλάμενος σκοπῆσαι τὰ ῥηθέντα, καὶ εἰ μέν ὅλῃ ψυχῇ πρὸς ταῦτα κατανεύσαιεν, ἐς νέωτα τὴν μεταξὺ συμφωνίαν πέρας λαβεῖν. ἐπεὶ δέ προθύμως τὰ παρὰ τοῦ αὐτοκράτορος ἐφαίνοντο δεχόμενοι, τῇ μετ’ αὐτὴν πέρας ἡ συμφωνία λαμβάνει. οὐ πρὸς ἑαυτὸν δὲ ἀπένευε μόνον, ἀλλὰ πρὸς αὐτὴν τὴν βασιλείαν Ῥωμαίων. κηδόμενος γὰρ [*](D) τῶν κοσμικᾶν μᾶλλον ἢ τῶν ἑαυτοῦ πᾶν τὸ οἰκονομούμενον πρὸς τὰ σκῆπτρα Ῥωμαίων ἀπονεύειν καὶ ἀναφέρεσθαι [*](P. 433) παντοίως διῳκονόμει, ἵνα καὶ μετ’ αὐτὸν καὶ ἐς τὸν ἐφεξῆς χρόνον τὰ συμπεφωνημένα διήκῃ, κἂν ἀπετύγχανε τοῦ σκοποῦ. τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἔσχε καὶ εἰς σύγχυσιν τὰ πράγματα. κατεστόρητο μέν γὰρ τῷ τέως τὰ ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ * μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ [*](V. 343) πάντα τὰ λῴονα καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν αὐτοῦ παρέλευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα.

[*](B)

Οἱ δὲ τοῦ Φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν περισωθέντων ἀπὸ τῶν πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ [*](10. ἐς F, εἰς P. 11. συμφωνούμενα C. 12. τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἴσχε] καὶ τῶν αὐτοῦ βουλευμάτων ἠστόχει C. 13. κατεστόρητο G. Dindorfius: κατεστορεύετο P. 14. ἀπάντα ἀπεῖδε? lacunam signavi: τοῦδε vel simile verbum intercidit. 16 — 18. μετὰ τὴν αὐτοῦ παρέλευσιν . . . τὰ σκῆπτρα] καὶ ὅλως ἀσυντελὴς μετὰ ταῦτα γέγονε τῶν πραγμάτων ἄλλως πως δια- κυβευθέντων C. 17. γέγονεν F, γέγονε P.)

271
Ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βασιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδόλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες. παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μέτα τῆς βασιλίδος (συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρόν, καθ’ ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος, εἰς τὴν βασιλεύουσαν ὑπέστρεψεν. οὐ πολὺς παρίππευκε [*](C) χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλήχει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων δινηεκῶς. μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ’ ὃν σύνηθες τοῖς τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ Δαμάλεως διαπερᾷ πορθμόν. καὶ οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνία ἀπεῖρξε [*](D) τοῦ ἔργου. ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκέ ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον φιληδόνοις συμβαίνειν εἴωθεν· ἀλλ’ ὅπως αὐτῷ [*](3. χερόνησον F. 4. τῆς F, om. P. 7. ἱστόρητο C. 8. ἀποπλεῖν F, παραπλεῖν P. 9. . . . οὐ F. 12. γὰρ om. C. 14. πολέμων C. 16. ὃν καιρὸν P, καιρὸν om. F. 17. κάτα τῶν Χριστιανῶν om. C. 20. ποτε FA, πώποτε Ρ. 21. ἐς F, εἰς P. ἵνα μή τις? 22. νομίζοι F, νομίσοι Ρ.)
272
[*](P. 434) ἡ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν, ἐγὼ διηγήσομαι. ἐσφαί- ριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ · κἀντεἷθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ᾿ ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνήθων διατριβῶν εἴχετο. αὕτη μὲν οὖν πρώτη αἰτία τῆς τῶν ποδῶν [*](B) ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. δευτέρα δέ καὶ ἐναργεστέρα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τήν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν; τότε γὰρ οὗτος εἰς πέλα- [*](V. 344) γος ἀχανές φροντίδων ἐμπεπτωκὼς ἐκ πολλοῦ συνιδὼν αὐτοὺς τὴν ῾Ρωμαίων βασιλείαν ὀνειρώττοντας, ὑπὲρ τὴν ἄμμον [*](C) δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ ῾Ρωμαϊκὰς ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ἓν συναφθεῖεν, πολλῷ γε μᾶλλον διεσπαρ- [*](2. ταττίκιον A. 3. ὑπὸ] παρὰ C. 5. γένυος C. τὸν om. FA. 7. τυχὼν F, τυχεῖν P. 8. ἐλθὼν F, ἐλθεῖν P. 9. ουν om. F. 11. δευτέρα δὲ F, δὲ om. P. ἐναργεστέρα FA, ἐνεργεστέρα P. 12. δὲ καὶ F, δὲ om. F. οἶδε F, εἶδε P. 13. ἐκεῖνα PA, ἐκείνων F. 14. ἁπανταχόθεν] ἁ add. m. 1 F. 16. καὶ ἐκ P, καὶ om. F. πολλοῦ F, πολλῶν P. συνιδὼν F, συνιδεῖν P. 17. τὴν τῶν P, τῶν om. F. 19. οὐδὲ πρὸς F, πρὸς om. P.)Λ
273
μένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ Δαλματίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τἀς τῶν Κομάνων καὶ Δακῶν ἐφόδοις πολλῶν δὲ καὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐμπιστευομένων, ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὐθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτοκράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα [*](D) πάντα ἐν δευτέρῳ θέμενος. καὶ τὸ μέν πέριξ ὑποκινούμενον βαρβαρικὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάττεσθαι ἔσπευδεν [*](P. 435) ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύματα. ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται; παντοῖος παντοῖος οὖν πρὸς πάντας γινόμενος ὡς ἐνὸν τοῖς πράγμασι πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εἰθὺς ἡλίου τὸν ἀνατολικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου κελεύων τοὺς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι ἡμέραν ἑκάστην, ἅμα μέν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν[*](Β) τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αἰτοῖ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. οἱ δὲ [*](1. περὶ F, παρὰ P. 5. τῶν F, om. P. 6. ὅλος FC, ὅλως P. 8. ἔχθραν in ras. m. 1 F. 20. ἐκείνην C.)
274
Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ᾿ ὁπόσους ἂν ἕκαστος τῶν κομήτων ἐβούλετο, [*](C) συμπαραλαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ᾿ ἐκείνου ἄλλος. εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ, καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ᾿ Ὀπόσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν. οἱ δὲ τοιοῦτοι [*](V. 345) ὄντες τὸ τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὐφορώμενοι οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὀμιλίας παρεῖχεν, ἀλλ᾿ ἀνέτως [*](D) τὰς ὁμιλίας καὶ τὰς αἰτήσεις ἐποιοῦντο. τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν, ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει καταστοχάζεσθαι· τοὺς [*](P. 436) δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι᾿ ὅλης διαμεμενηκὼς ἡμέρας ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοιτωνίσκον ἀπονεύων· ἀλλ᾿ οὐδ᾿ οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦντο

[*](3. γένος F, ἔθνος P. 6. ἐχομένως] ἐρχομένου C. 7. δ᾿ F, δὲ P. ἄλλος] ἕτερος C. 11. γλῶτταν F, γλῶσσαν P. 15. καὶ τὰς P, τὰς om. F. 19. διαμεμενηκὼς ἡμέρας F, ἡμέρας μεμενηκὼς P.)

275
ὀχλήσεως. ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέτων μόνον τῆς ἡμερινῆς ὁμιλιας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων κὼ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύτης γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφορὰς ἑτοίμως τὸν αὐτὸν καὶ [*](B) ἕω τὰς ἀνθυποφορὰς ποιούμενον. πέρας δέ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἠν. ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετο. τὸ γὰρ τῶν Φρόγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει, μὴ ἁ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖται βλάβη τῇ Ῥωμαίων ἀρχῇ. καὶ ᾦ ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον. ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μέν μέχρι μέσης νυκτός, πολλάκις δέ καὶ τρίτης ἀλεκτοροφωνίας, ἔστι δ’ ὅτε σχεδὸν καὶ [*](C) περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. πάντες δέ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῂεσαν δυσχεραίνοντες. † κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, [*](8. γλωσσαλγίας] στωμυλίας Α. 10. τῶν Φράγγων] τούτων C. 12. τῇ τῶν C. 16. μέχρι μέσης F, μέσης om. P. 17. σχεδὸν] τυχὸν C. 20. κἀντεῦθεν] καίτοι ἀνέχεσθαι? καίτοι ἀντέχειν? καρτερεῖν δὲ?)
276
ὁ δ’ ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ’ εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμειλίκτως εἶχεν ὁ βασιλεύς. καὶ τίς γὰρ τῆς ἐκείνου φερεπονίας λόγος ἐφίκοιτο; μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ’ [*](D) Ὅμηρον· ἄλλος μεταστὰς παρεδίδου ἑτέρῳ τὴν λαλιὰν κἀκεῖνος [*](P. 437) εἰς ἄλλον μετέπεμπεν, εἶτ’ αὖθις οὗτος εἰς ἕτερον. καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δέ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἡ καὶ δευτέρας ἀλεκτοροφωνίας. μικρὸν δέ διαναπαπαυόμενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ [*](V. 346) τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς νυκτερινοὺς ἐκείνοις διαδεχόμενοι. ἐκ ταίτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν ἐνσκήπτει τοῦ αὐτοκράτορος. ἔκτοτε δέ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφοδράν. ὁ δὲ [*](B) τοδοῦτον ἐγκαρτερῶν ἢν, ὡς μηδέποτε γογγυστικὸν ῥῆμα, ἀλλὰ τὸ “ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν”. εἰ καί που δὲ τῶν χειλέων αὐτοῦ ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος “φεῦγε” λέγων “ἐξ ἐμοῦ πονηρέ· οὐαί σοι καὶ τοῖς σοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν”. ἀλλὰ τὰ μέν τῆς τῶν [*](1. δ’ F, δὲ P. 2. ὑπήρειδεν scripsi: ὑπερεῖδεν P. 5. ἀμετροεπῶς F, ἀμετροεπής ἐκολόα F (in mg. m. 2 ἐθορύβει). 9. καὶ F, om. P. 10. δὲ διαναπαυόμενος F, δ’ ἀναπαυόμενος P. 15. σφοδράν F, ἐφυδράν P. 17. πάσχω scripsi: πάσχων P.)
277
ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν· εἰ δέ τις τῇ νόσῳ ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας κρατῆρος, καθὼς ὲν ὀλίγοις ἐνσημανούμεθα, ἵνα μὴ [*](C) λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἂν ἡ βασιλις μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορος οἶσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προχαταρκτικὴ μόνον, ἀλλὰ καὶ αυνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν οἱ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ συμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὶν ἐκείνου φύσιν ἀπεῖδεν, οὐ μόνον αἰτία νοσήματος ἢν, ἀλλὰ καὶ ἄντικρους νόσημα καὶ [*](D) βαρύτατον σύμπτωμα. ἀλλ' ἐπέχειν τὸν λόγον ἀνάγκη τὴν γλῶτταν ἐνδακόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόροι, κἂν [*](P. 438) ὅτι μάλιστα προθυμότατος ᾐ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι.

Ὁ δὲ λῷος ἐχέσθω τῆς [τῶν Κελτῶν ] διηγήσεως. αὐλιζεται μέν οὖν ὁ αὐτοκράτωρ κατὰ τὴν πέραθεν Δάμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε. καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοὶ· δίκην διαπερῶντες [*](6. προσεμηχανᾶτο F, ἐμηχαωᾶτο P. 15. παρεκθέεινπ F, παραθέειν P. 17. τεταμιεύσθω F, ταμιευέσθω P.. 19. τῶν Κελτῶν om. Α, seclusi. περαιωσάμενον F, διαπεραιωσάμενον P.)

278
πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δέ καὶ τὴν σφοδρὰν ἐκείνην [*](B) ὀδύνην ῥᾳΐσαι ἐλπίζοντα. πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδόνας διὰ παντοίας ἐπιμελείας, ὡς “εἴ ποτε” εἶπεν ὁ βασιλεύς “ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐΠιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα καιρὸν ἀπολωλεκώς”. ἐσπέρας μὲν ἔφη τοῦτο, κατὰ δέ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνασχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νικαίαν κατήγ- [*](C) γειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος Εὐ- [*](V. 347) σταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ’ αὐτοὺς διαλαμβάνουσαν. ὁ γοῦν αὐτοκράτωρ μηδέ μικρὸν ἀναμείνας μηδὲ μελλήσας ὅλως, ἀλλ’ οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι’ ἁρμαμάξης τῆς πρὸς Νικαίαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα † τούτων ἀναλαβόμενοι κατ’ ἴλας στοιχηδὸν ἐφ’ ἑκάτερα ἴεντο. καὶ οἱ μέν παρέθεον τούτῳ, οἱ δέ προέπεμπον, οἱ δὲ συνείποντο συγχαίροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι, ἀνιώμενοι δέ διὰ τὴν [*](7. ἐς F, εἰς PA. 8. ἄχθομαι ἤδη P, ἤδη om. FA. 14. διαλαμ ] in ima pagina m. al. ἄπο τῶν ὧδε λείπουσι φύλλα δύο. sequuntur duo folia insiticia m. rec. scripta. 15. μελήσας F. 17. λύγον FC, λόγον P. 19. στιχηδὸν ἴενται F (sed eadem m. corr. ἵεντο).)
279
ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύνην. ὁ δὲ πρὸς θάρσος [*](D) ὤτρυνεν ἅπαντας νεύμασί τε καὶ λόγοις ἡδὶ προσμειδιῶν αἰτοῖς καὶ προσφθεγγόμενος. δι' ἡμερῶν δέ τριῶν κατέλαβε τόπον τινα Αὶγιαλοὺς καλούμενον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλωΐσασθαι ἔμελλεν. ἐπειγόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προσέρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ [*](P. 439) τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αἰτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν . . . . . . τὰ παρὰ τὴν θάλασσαν δῃώσασθαι. οἵτινες τά τε παρακείμενα τῇ περὶ τὴν Νικαίαν λίμνῃ καὶ τὴν Προῦσαν δῃώσαντες, ὡς δὲ καὶ τὴν Ἀπολλωνιάδα, αἰτοῦ που περὶ ταύτην ηὐλίσαντο κἀκεῖσε τὴν λείαν πᾶσαν ἀφελόμενοι ὁμοῦ πρὸς τὰ πρόσω ἐχώρησαν, τό τε Λοπάδιον καὶ πάντα τὰ ξυμπαρακείμενα ληϊσάμενοι, ἀλλὰ καὶ αὐτήν, φησι, τὴν Κύζικον καταλαβόντες ἐξ ἐφόδου ἀπὸ τοῦ μέρους τῆς θαλάσσης κατέσχον [*](B) τοῦ ταύτην φρουροῦντος μμδοπωσοῦν ἀντισχόντος, ἀγεννῶς ἐκεῖθεν ὑποχωρήσαντος. εἶτα τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχούμετ τῶν ἐκκρίτων ἀρχισατρόπας διὰ [*](3. δὲ C, τε P. 4. Αἰγιαλοὺς C, Αἰγύλλους P. 11. lacuna sex litterarum in FP. 12. παρά Α, περὶ P. θάλασσαν F, θαλάτταν P. 13. πρῶσαν C. 19. μηδ’ ὁποσοῦν P, correxi. 21. καὶ τὸν FC, τὸν om. Ρ.)
280
τῶν Λεντιαῶν πρὸς τὸ Ποιμανηνὸν ἀπιέναι ἐφελκομένους λείαν πολλὴν καὶ ἄνδρας πλείστοις δορυθηράτους καὶ γύναια καὶ παῖδας, ὅσους ἀφῆκεν ὁ σίδηρος. τὸν δέ γε Μονόλυκον ποταμόν τινα διαπεράσαντα Βαρηνὸν ἐγχωρίως καλούμενον, ῥέοντα μὲν ἀπό τινος ὄρους Ἰβιδος καλουμένου, ἀφ’ οὗ [*](C) πολλοὶ καὶ ἄλλοι ἀπορρυίσκονται ποταμοί, Σκάμανδρός τε καὶ Ἀγγελοκωμίτης καὶ Ἔμπηλος, πρός τε τὸ Παριὸν ἀπονενευκέαι καὶ τὴν ἐφ’ Ἑλλησπόντου Ἄβυδον καὶ δι’ Ἀτραμυττίου τε καὶ τῶν Χλιαρῶν διεληλυθότα μετὰ πάσης αἰχμαλωσίας ἀναιμάκτως καὶ ἄνευ μάχης τινός. πρὸς ταύτην τὴν ἀγγελίαν ὁ αὐτοκράτωρ τὸν Καμύτζην δοῦκα τηνικαῦτα Νικαίας χρηματίζοντα διὰ γραμμάτων παρεκελεύσατο παρέπεσθαί τε τοῖς βαρβάροις μετὰ πεντακοσίων στρατιωτῶν καὶ τὰ κατ’ αὐτοὺς διὰ γραμμάτων δηλοῦν, φείδεσθαι δὲ τῆς [*](D) μετ' αὐτῶν συμπλοκῆς. ὁ δὲ ἐξελθὼν τῆς Νικαίας καταλαμβάνει [*](V. 348) τόν τε Κοντογμήν καὶ τὸν Ἀμὴρ Μουχούμετ καὶ τοὺς λοιποὺς εἰς τὰ καλούμενα Ἀόρατα καὶ ὥσπερ τῆς τοῦ αὐτοκράτορος παραγγελίας ἐπιλαθόμενος παραχρῆμα τούτοις προσβάλλει. οἱ δέ τὸν αὐτοκράτορα προσδόκιμον ἔχοντες καὶ τοῦτον εἶναι τὸν ἐπεισπεσόντα νομίσαντες πτοηθέντες τὰ νῶτα διδόασι. Σκύθην δέ τινα τηνικαῦτα κατασχόντες καὶ παρὰ τούτου πυθόμενοί, ἐπεὶ τὸν Καμύτζην ἐγνώκεσαν εἶναι, τὰς [*](5. Ιβιδος C, Ιβιβος P. 6. ἀπορυίσκονται P, correxi. 7. Ἀγγελοκωμίτης FC, Αγγιλοκωμίτης P. παριὸν A. Πάρεον P. 8. ἀτραμυττίου τε F, ἀτραμυττίου δὲ A, Ἀτραμύτου P. 12. Νικαίας χρηματίζοντα C, Νικαίας om. P, lacunam hahet Α. 14. δὲ scripsi : τε Ρ. 16. μαχούμετ F. 22. ἐγνώκεσαν A, ἐγνώκεισαν P.)
281
ἀκρολοφιας διῄεσαν καὶ θαρρύνοντες ἑαυτοὺς διά τε τυμτάνων καὶ ἀλαλαγμῶν ἀνεκαλοῦντο τοὺς ἁπανταχῆ σκεδασθέντας τῶν ὁμοφύλων. οἱ δέ ἀνα·κλητι·κὸν τουτὶ τὸ σύνθημα [*](P. 440) γινώσκοντες πάντες συνέρρεον. ἐπανελθόντες οἶν κατὰ τὴν πεδιάδα τὴν διακεμένην ἐγγὺς κάτωθεν τῶν καλουμένων Ἀοράτων αὖθις ἠθροίσθησαν. ὁ δέ γε Καμύτζης τὴν λάαν πᾶσαν ἀφελόμενος ἐξ αἰτῶν οὐκ ἤθελε μέχρι τοῦ Ποιμανηνοῦ καταλαβεῖν, ὡς εὖ τὰ κατ’ αὐτὸν ἐν τούτῳ διαθέσθαι (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον), ἀλλὰ περὶ Ἀόρατα ἐμβραδύνων ἔλαθε καθ’ ἑαυτοῦ βουλευσάμενος. οἱ βάρβαροι γὰρ ἐν τῷ ἀκινδύνῳ γεγονότες οὐκ ἐπελάθοντο τοῦ Καμύτζη, ἀλλ' ἐνήδρευον τοῦτον διὰ παντός. καὶ μεμαθηκότες [*](B) ἔτι αὐτὸν εἰς τὰ Ἀόρατα ἐνδιατρίβοντα καὶ τὰ περὶ τὴν λείαν ἅπασαν καὶ τοὺς δοριαλώτοις διατιθέμενον παραχρῆμα τὰς ὑπ’ αὐτοὺς δυνάμεις κατ’ ἴλας καταστησάμενοι περὶ δείλην ἑῴαν εἰσπίπτουσιν αὐτῷ. τὸ μὲν οὖν πλεῖον τοῦ στρατεύματος τοῦ Καμίτζη τοσαύτην πληθὺν βαρβάρων ἐπεισπεσοῦσαν αἰτοῖς ἑωρακότες φυγῇ τὴν ἑαυτῶν σωτηρίαν ἐδόκουν πραγματεύσασθαι. αὐτὸς δὲ μετὰ τῶν Σκυθῶν καὶ τῶν Κελτῶν καὶ ὁπόσοι τῶν Ῥωμαίων εὐψυχότεροι ἦσαν ἐκθύμως ἐμάχετο. καὶ τηνικαῦτα οἱ τούτων πλείους [*](C) πίπτουσιν· ὁ δέ γε Καμύτζης μετ’ ὀλίγων καταλειφθεὶς [*](2. σκεδασθέντας AP. διασκεδασθέντας F. 6. Καμμύτζης F: sic semper in his foliis insiticiis. 11 sq. ἐπελανθάνοντο τοῦ καμύτζη, τοσαύτην πληθὺν βαρβάρων ἑωρακότες ἀνδραποδισθέντα ἐξ αὐτῶν παρὰ τοῦ καμύτζη A. 13. διατρίβοντα F. 14. περὶ scripsi: παρὰ P. 18. φυγῇ FA, φυγὴν Ρ. τὴν ἑαυτῶν σωτηρίαν ἐδόκουν πραγματεύσασθαι Α. τ. ἑ. σ. πραγματεύεσθαι ἑ. F, τ. ἑ. πραγματεύεσθαι ἑ. σ. P. 19. Κελτῶν καὶ τῶν Σκυθῶν F. 21. ἐμάχοντο C. 22. ὀλίγων πάνυ A.)
282
ἔτι ἀντείχετο τῆς μάχης. καιρίαν δὲ ὁ ἵππος, ἐν ὡ ἐπωχεῖτο, πληγεὶς κατὰ γῆς ἔρριπτο. ὁ δέ γε τούτου ἐδελφιδοῦς Καταρόδων οὕτω καλούμενος ἀποβὰς τοῦ ἰδίου ἵππου τοῦτον αὐτῷ δίδωσι. βαρὺς δὲ ὢν ὁ ὀνὴρ καὶ μέγας ῥᾳδίως τοῦ ἵππου ἐπιβῆναι οὐκ εἶχεν· ἔνθεν τοι καὶ μικρὸν ἀναποδίσας ἐπί τινα δρῦν ἑαυτὸν προσερείσας καὶ τὸν ἀκινάκην σπασάμενος τάς τε σωζούσας ἀπολωλεκὼς ἐλπίδας, ὁπόσοι [*](D) τούτῳ τῶν βαρβάρων συμπλακῆναι κατετόλμων, κατά γε κόρυθος καὶ ὤμων καὶ αὐτῶν δὴ τῶν χειρῶν παίων οὐκ ἐνεδίδου. ἐπὶ πολὺ γοῦν τοῦτον ἀντέχοντα ὁρῶντες οἱ βάρβαροι καὶ πολλοὺς κτείνοντα, πολλοὺς δέ καὶ τιτρώσκοντα ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθηρὸν αὐτοῦ θαυμάσαντες τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. ὁ δέ ἀρχισατράπης Μουχούμετ τὴν κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνικαῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεχομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ’ ὧν ἔτυχε προσελθὼν ἔφη “μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον ἀλλὰ δίδου μοι τὴν χεῖρα καὶ δώζοὐ”. ὁ δέ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον [*](P. 441) δίδωσι χεῖρας τῷ Μουχούμετ. καὶ ὅς ἐφ’ ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα· [*](2. ἔρριπτο F, ἔριπτο P. 5. εἶχεν F, εἶχε P. 7. σωζούσα.ς καθάπαξ A. 8. συμπλακῆναι om. F. 10. ἀνέχοντα P, correxi, 18. δίδου μοι P, δίδοθι Α. 19. τὴν Α, om. P. 21. μουχούμετ C (sic semper) AF, Μαχούμετ P. ἔφιππον P, correxi.)
283
ὁ δέ γε αὐτοκράτωρ στοχασάμενος τῆς ἀτραποὶ; δι’ ἧς διϊέναι [*](V. 349) ἔμελλον, ἄλλην τραπόμενος Λά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων τῶν οἴτῳ καλουμένων Βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου διακείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε καταλαμβάνει τὴν Ἀκροκὸν ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ [*](B) τῶν ἔμπροσθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ᾿ αἰτῶν συνάψαι τὸν πόλεμον. οἱ δέ μηδὲ μνείαν ὅλως Ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες ἵκει ποι· περιχυθέντες ἐξέκειντο. ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ’ αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοῖς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῖ· τὸ στράτευμα εἰς πόλεμοι· τύπον καταστήσας καὶ παραταξάμενος ἔμπροσθεν μὲν Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ’ ἑκάτερα δέ ἰλαδὸν [*](C) καταστήσας τὸ στράτευμα τὴν οὐραγίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν του πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε. τὸ δέ μέσον τῆς παρατάξεως αὐτὸς διέπων πων ὅλας συνετάραττε φάλαγγας καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ’ αἰτῶν συνῆψε πόλεμον. πολλοὶ μὲν οἶν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δέ καὶ δορυθήρατοι ἄγονται. οἱ δέ τῷ καλαμῶνι προσπεφευγότες τέως [*](3. Μαλαγίνων C, Μελαγίνων P. 6. ἀκρομὸν Α. 9. τέπειαν F. 10. καταλαβόντες om. F. 12. τεπείας F. 13. τύπον F, τόπον P. 16. Τζιπουρέλη (corr. m. 1) F.)
284
ἐσώζοντο· ὁ δὲ αὐτοκράτωρ λαμπρὰν τὴν κατ’ αὐτῶν νίκην ἀράμενος πρὸς τὸν καλαμῶνα ἐπιστραφεὶς ἔσπευδε κἀκεῖθεν [*](D) τούτους ἀπελάσαι. οἱ δέ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἁφῆναι ἐπέταξε. τούτου δὲ γενομένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα· οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας. καὶ τούτων δέ οἱ μέν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δέ πρὸς τὸν αὐτοκράτορα ἤγοντο.

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ [*](P. 442) κατελθόντας βαρβάρους ὁ δὲ Ἀμὴρ Μουχούμετ μεμαθηκὼς τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμάνους κατόπιν εὐθὺς ἐλαύνει τοῖ] βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοιπῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχύμετ βάρβαροι τὸν αὐτοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπορευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δέ διώκοντες ἔξω κακῶν εἱστήκεισαν ἔτι. ἐπεὶ [*](B) δ᾿ ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μου- [*](V. 350) χούμετ, πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. ὁ δέ ἐν αἰσθήσει [*](1. νίκην κατ’ αὐτῶν F. 6. ἁφῆναι scripsi: ἀφεῖναι PA. 9. δὲ om. F. 12. ἐλθόντας F. ἀμηρᾶς Α. Μουχούμετ ΡΑ, μαχούμετ F. 17. μουχούμετ F, Μαχούμετ Ρ. 21. μουχούμετ F, Μαχούμετ Ρ.)

285
τοῦ αὐτοκράτορος ἂν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ἀνὴρ μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ’ αὐτόν, ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δέξασθαι, κατὰ τοῦ Μουχούμετ ἕεται. παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. περὶ παλαιοχώριον δέ τι γενομένοις μήπω τῶν ὑπ αὐτοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει τούτους ὁ Μουχούμετ σταθηρότατος ὤν. τὸν ἵππον δέ του Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρριψεν. ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν. ἀλλὰ καὶ τὸν [*](C) Τζιπουρέλην ἀναισχύντως κατ’ αἰτῶν ἱέμενον ὁρῶντες ἵππον, ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρατιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φορουρεῖν καὶ τοὺς κατ’ αὐτῶν ἱεμένοις ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ’ αἰτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. ἐπεὶ δέ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνικαῦτα δέσμιος παρῆν, τὴν γενομένῳ σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμε- [*](D) νος καὶ τοὺς μέν φεύγοντας, τοὺς δέ διώκοντας ὁρῶν σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. περιτυχὼν [*](2. ὁ ἀνὴρ P, ὁ delevi. περιμείνας τοὺς μετ’ αὐτόν (περιμείνας scriptum altera manu) C, περικαρτερήσας P. 4. Μαχούμετ P, correxi. δὲ τούτῳ κτὰ A. Τζιπαρέλης F, τζιπερούλης Α. 5. γενομένοις scripsi: γενομένῳ P. αὐτοὺς C, αὐτὸν P. 8. ὃν Ρ, correxi. 9. ἀλλὰ καὶ] finis foliorum insiticiorum; ab eodem qui illa scripsit primus versus (τὸν . . . οἷον τοῖς) in pagina adiectus est. 15. ἀπελαύνειν ἱεμένους F.)
286
δέ αὐτῷ κατάφρακτός τις Κελτὸς τὸν ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν πεδιάδα τῆς τεμ- [*](P. 443) πείας αὐλιζόμενον μεταξὺ Φιλαδελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασιν. ὁ δέ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῶστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει “εἰπὲ” λέγων “ὅσα τε πέπονθας καὶ ὅσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν”. μεμαθηκὼς δὲ τὴν σφαγὴν του Ἀμπελᾶ καὶ τοῦ Τζιπουρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγῆ περιαλγήσας γήσας ὁ αὐτοκράτωρ τὴν ψυχὴν ἔφη “δύο δόντες ἕνα ἐλάβομεν”. ἔθος γὰρ αὐτῷ, ὁπηνίκα νικήσειέ τινα πόλεμον, [*](Β) ἀνερευνᾶν, εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χειρός· καὶ κἂν ὅλας ἐτρέψατο φάλαγγας καὶ νίκην τὴν κατ’ αὐτῶν ἤρατο, ξυμβέβηκε δ’ ἵνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδέν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. αὐτὸς δέ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ’ αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας Τεώργιον τὸν Λεβούνην καὶ ἑτέρους πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. ὁ μέν οὖν Καμύτζης καταλαβὼν τὸ Δάμαλιν καὶ ἐν ἀμφηρικῷ εἰσελθὼν περὶ [*](2. τεπείας F. 4. στρατεύμασι F. 4 sq. ὁ δὲ τὸν C, τὸν δὲ P. 7. ὅσα τε F, τε om. P. 8. κατάγγειλον C, κατάγγειλε P. 15. δὲ ἕνα F, δ’ om. P. 22. ἀμφηρικῷ L. Dindorfius: ἀμφιρύκῳ P.)
287
μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα εἰς τὰ ὑπερ- [*](C) κείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν [*](V. 531) πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην. τῶν δέ ἐρομένων, τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πίλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. μόγις οὖν τοὔνομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. ἡ δέ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῖ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), θεασαμένη τοῦτον Τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χω- λεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν· εἶτα [*](D) περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσδοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα οὐκ εἶχεν ὑφ’ ἡδονῆς ὅ τι καὶ [*](Ρ. 444) γένοιτο. ἐπέτρεψε δέ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμβεβηκότα διακηρυκεύειν ἅπασι. καὶ ὁ μὲν πρωΐθεν ἐξαναστὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων πείνων, μεθ’ ὣν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθείς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ’ αὐτῷ ἐκεκίνητο ὁμοῦ τε καὶ τὰ κατ’ αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα. αὐτὸς δέ περιστοι- [*](5. ἀποζυγωθῆναι F, ἀπογυμνωθῆναι P. 8. ὠνόμαζον F, ὀνομαζόμενον P. 14. ἐφ’ P, correxi. 15. μέχρις F, μέχρι Ρ. 16. ἅπασι F, ἅπασιν P. 18. ἐσθημάτων F, ἐσθήτων P. 21. τε] μὲν?)
288
[*](B) χησάντων αὐτὸν ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνέκυρσε κατὰ τοῦ ῾Ρωμαϊκοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέθηκε τὴν παράδοξον ἑταυτοῦ ἀπὸ τῶν βαρβάρων φυγήν. οἷς ἐπευφήμησεν ὅλον τὸ πλῆθος καὶ μέχρις αἰθέρος ὁ κρότος τῆς εὐφημίας ἀνεληλύθει.