Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Διαμηνυθείσης δέ τῆς τῶν Κελτῶν ἐφόδου τῷ ἐξουσιαστῇ Βαβυλῶνος Ἀμεριμνῇ καὶ ὅπως παρ᾿ αὐτῶν ἥ τε ῾Ιερουσαλὴμ ἑάλω καὶ αὐτὴ Αντιοχου καὶ ἄλλαι πολλαὶ πόλεις αἱ ταύτῃ παρακείμεναι παρὰ τῶν Κελτῶν κατεσχέθησαν, τηνικαῦτα πολὺ πλῆθος συναγηοχὼς ἔκ τε Ἀρμενίων καὶ Ἀρράβων Σαρακηνῶν τε καὶ Ἀγαρηνῶν κατ᾿ αὐτῶν ἐξαπέστειλε. τούτου διαμηνυθέντος παρὰ τοῦ Γοντοφρὲ τοῖς Κελτοῖς, τηνικαῦτα ὡπλίσαντο κατ᾿ αὐτῶν καὶ κατελθόντες εἰς τὸ Ἰάφὰ τὴν ἐκείνων περιέμενον ἔφοδον· εἶτα ἐκεῖθεν [*](B) κατέλαβον τὸ ῾Ραιμελ, ἐν ᾧ καὶ ὁ μεγαλομάρτυρ Γεώργιος μεμαρτύρηκε, καὶ † ἑτνωθέντες τῷ κατ᾿ αὐτῶν ἐρχομένῳ στρατεύματι του Ἀμεριμνῆ συνῆψαν πόλεμον μετ᾿ αὐτῶν. καὶ τὴν νικῶσαν εἶχον εὐθὺς οἱ Κελτοί· τῇ δὲ μετ᾿ αὐτὴν † καταλαβόντες ἐξ ὀπισθίων τοῦ προμετωπίου τῆς φάλαγγος ἡττή- [*](V. 260) θῆσαν οἱ Λατῖνοι μέχρι τοῦ ῾Ράμελ περισωθέντες. μόνος δὲ ὁ Βαλδουῖνος κόμης ἀπῆν φυγαδείᾳ χρησάμενος οὐχ ἁς ἄνανδρος, ἀλλ᾿ ὥς τι κρεῖττον προμηθευσόμενος περί τε τῆς ἑαυτοῦ σωτηρίας καὶ τοῦ κατὰ τῶν Βαβυλωνίων στρατεύματος. τεύματος. καταλαβόντες δὲ οἱ Βαβυλώνιοι καὶ κυκλοτερῆ [*](C) τὴν πολιορκίαν τοῦ ῾Ράμελ ποιούμενοι θᾶττον τοῦτο κατέσχον. πολλοὶ δὲ τῶν Λατίνων τηνικαῦτα κτείνονται, πλείους δὲ καὶ ζωγρία πρὸς Βαβυλῶνα ἐστάλησαν. ἐκεῖθεν δέ ὑπο

[*](6. καὶ , om. P. Ἀρραβὼν FC, Ἀράβων ΡΑ. τε om. A. 9. τὸ FAC, τὸν Ρ. 10. μεγαλομάρτυρ A, μεγαλομάρτυς P. 11. ἑνωθέντες] ἐπελθόντες? 12. συνῆψαν FA, συνῆψε Ρ. 13 sq. μεταλαβόντες ἐξ ὀπισθίων τοὺς προμετωπίους? 18. κατὰ τῶν om. C. 22. ζωγρία F, ζωγρίαι A, ζωγρεία P.)

104
στρέφον τὸ ὁπλιτικὸν ἅπαν τῶν Βαβυλωνίων πρὸς τὴν πολιορκίαν τοῦ Ἰάφα ἠπείγετο. τοιοῦτον γὰρ τὸ ἀεί. ὁ δέ γε ἀνωτέρω δηθεὶς Βαλδουῖνος τὰς παρὰ τῶν Φράγγων ἑαλωκυίας κωμοπόλεις ἁπάσας περιιὼν οὐκ ὀλίγους τε συναγηοχὼς ἱππεῖς καὶ πεζοὺς ἀξιόμαχον στράτευμα συνεστήσατο κἀντεῦθεν τοῖς Βαβυλωνίοις ἐπελθὼν ἥττησε [*](D) κατὰ κράτος. ὁ δέ βασιλεὺς τὴν κατὰ τὸ Ῥάμελ τῶν Λατίνων ἧτταν μεμαθηκώς, περιαλγήσας ἐπὶ τῇ τῶν κομήτων αἰχμαλωσίᾳ, ἅτε γινώσκων αὐτοὺς κατά τε ὥραν καὶ ῥώμην σώματος καὶ περιφάνειαν γένους τῶν πάλαι ὑμνουμένων, οὐκ ἔφερεν ἐπὶ πλέον τούτους δοριαλώτους ἐπὶ ξένης εἶναι. ἔνθεν τοι μεταπεμψάμενός τινα Βαρδαλῆν καλούμενον χρήματά τε ἱκανὰ ἐπιδοὺς πρὸς τὴν ἐκείνων ἀνάρρυσιν πρὸς Βαβυλῶνα ἐκπέπομφεν ἐγχειρίσας αὐτῷ καὶ τὰ πρὸς τὸν Ἀμεριμνῆν γράμματα περὶ τῶν κομήτων διαλαμβάνοντα. ὁ δέ τὰς τοῦ αὐτοκράτορος ἀνελίξας γραφὰς ἄτερ τιμῆς τοὺς κόμητας ἀπεδίδου μετὰ περιχαρείας πλὴν τοῦ Γοντοφρέ. ἐκεῖνον γὰρ προφθάσας πρὸς τὸν αὐτάδελφον αὐτοῦ Βαλδουῖνον τιμῆς ἀπέδοτο. καταλαβόντας δὲ τὴν μεγαλόπολιν τοὺς κόμητας ὁ βασιλεὺς ἐντίμως ἐδέξατο χρήματά [*](P. 329) τε ἱκανὼ ἐπιδοὺς καὶ ἐφ᾿ ἱκανὸν τούτους διαναπαύσας χαίροντας ἐξαπέστειλεν οἴκαδε. ὁ δέ Γοντοφρὲ δὴξ Ἱεροσολύμων αὖθις ἀποκαταστὰς τὸν ἀδελφὸν αὐτοῦ Βαλδουῖνον εἰς Ἔδεσαν ἐκπέπομφε. τότε δὴ καὶ ὁ αὐτοκράτωρ τῷ [*](6. ἀπελθὼν C, 18. αὐτάδελφον FA, ἀδελφὸν P. 19. μεγαλούπολιν C.)
105
Ἰσαγγέλῃ ἐπέσκηψε τὴν μὲν Λαοδίκειαν Ἀνδρονίκῳ τῷ Τζιντζιλούκῃ ἀναθέσθαι, τὸ δέ γε Μαρακέως καὶ τὸ Βαλανέως τοῖς ὑπὸ τὸν Εὐμάθιον δοῦκα Κύπρου τῷ τότε ὑπάρχοντα, ἐκεῖνον δέ προσωτέρω βαδίσαι καὶ περὶ τῆς τῶν λοιπῶν κάστρων κατασχέσεως ὡς ἐνὸν διαγωνιεῖσθαι. ὅπερ δὴ καὶ πεποίηκε τοῖς γράμμασι τοῦ βασιλέως πεισθείς. μετὰ γοῦν τὸ παραδοῦναι τὰ κάστρα τοῖς ἀνωτέρω δηλωθεῖσιν ἀπῆλθεν εἰς [*](Β) Ἀντάωδον καὶ ταύτην ἀμαχητὶ ἐχειρώσατο. τοῦτο ἐνωτισθεὶς ὁ Ἀταπάκας τῆς Δαμασκοῦ δυνάμεις συναθροίσας ἱκανὰς κατ᾿ αὐτοῦ ἐστρατεύσατο. ἐπεὶ δὲ ὁ Ἰσαγγέλης ἀποχρώσας δυνάμεις πρὸς τοσοῦτον πλῆθος οὐκ εἶχε, βουλὴν ἐβουλεύσατο οὐ τοσοῦτον ἀνδρείαν ὁπόσον συνετήν. θαρρήσας γὰρ τοῖς ἐντοπίοις ἔφη ὡς “ἐγὼ μὲν τοῦ κάστρου παμμεγέθους ὄντος ἔν τινι τόπῳ κρυβήσομαι· ὑμεῖς δέ, ὁπηνίκα ὁ ᾿Αταπάκας καταλάβῃ, τὸ μὲν ἀληθὲς μὴ ὁμολογήσητε, πτοηθέντα δέ με φυγάδα γενέσθαι διαβεβαιώσατε”. καταλαβὼν οὖν ὁ Ἀταπάκας καὶ ἐρωτήσας περὶ τοῦ Ἰσαγγέλη, ἐπεὶ ἀποδεδρακέναι τοῦτον ἐπίστευσε, κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας ἀγχοῦ [*](C) τῶν τειχῶν τὴν σκηνὴν ἐπήξατο. τῶν δὲ ἐντοπίων πᾶσαν φιλοφροσύνην εἰς αὐτὸν ἐνδεικνιμένων, τεθαρρηκότες οἱ Τοῦρκοι καὶ μηδὲν ἐναντίον ὑποτοπάσαντες τοὺς ἰδίους [*](1. ᾿Ισαγγέλῃ FAC, Σαγγέλῃ P: sic semper postea. 3. εὐμάθιον τὸν φιλοκάλην A. 5. διαγωνιεῖσθαι FC, διαγωνίσασθαι A, διαγωνεῖσθαι P. 6. γράμμασιν F. 8. ἀτάραδον A, Ἀτάρανδον C. 9. 14. 17. Ἀτάπακας P. 18. ἐπίστευσε κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας F, ἐπίστευσεν ἀπὸ τῆς ὁδοιπορίας κεκμηκὼς C, ἐπίστευσεν, ἀπὸ τῆς κεκμηκὼς ὁδοιπορίας Ρ.)
106
[*](V. 261) ἵππους πρὸς τὸ πεδίον ἔλυσαν. ὁ δέ Ἰσαγγέλης μέσης ἡμέρας τοῦ ἡλίου κατὰ κορυφὴν τὰς ἀκτῖνας βάλλοντος καρτερῶς ὁπλισάμενος μετὰ τῶν ὑπ’ αὐτὸν (εἰς τετρακοσίοις δὲ αἴφνης τὰς πύλας ἀνοίξας διὰ μέσης τῆς αὐτῶν παρεμβολῆς ὥρμησεν. ὁπόσοι μὲν οὖν ἀθύμως εἰώθασι μάχεσθαι, τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τὸν μετ’ αὐτῶν [*](D) ἱστάμενοι ἀνεδέξαντο πόλεμον· οἱ δέ λοιποὶ φυγαδείᾳ τὴν ἑαυτῶν ἀπεπειρῶντο πραγματεύσασθαι σωτηρίαν. ἀλλὰ τὸ τῆς πεδιάδος εὐρὺ καὶ τὸ μή τι ἕλος παρακεῖσθαι ἢ βουνὸν ἢ φάραγγα ταῖς τῶν Λατίνων χερσὶν ἅπαντας παραδέδωκεν. ἔνθεν τοι καὶ παρανάλωμα ξιφῶν πάντες γεγόνασιν· ὀλίγοι δέ καὶ κατεσχέθησαν. οὕτω γοῦν τῶν Τούρκων καταστρατηγήσας κατὰ τῆς Τριπόλεως χωρεῖ. ἄνεισι γοῦν κατευθὺ καὶ προκαταλαμβάνει τὴν ἀκρολοφίαν τοῦ ἀντικρὺ Τριπόλεως διακειμένου βουνοῦ, μέρους ὄντος του Λιβάνου, ἐφ’ ᾧ καὶ ὡς ὀχύρωμα τοῦτον ἔχειν καὶ τὸ ἐκ τοῦ Λιβάνου καταρρέον ὕδωρ εἰς Τρίπολιν διὰ τοῦ πρανοῦς τοῦ τοιούτου βουνοῦ [*](P. 330) ἐπισχεῖν. τηνικαῦτα δὲ πρὸς τὸν βασιλέα τὰ συμβάντα δηλώσας ᾐτεπῖτο ἐρυμνότατόν τι ὀχύρωμα γενέσθαι πρὸ τοῖ καταλαβεῖν ἀπὸ τοῦ Χοροσὰν δυνάμεις πλείονας καὶ καταγωνίσασθαι αὐτούς. ὁ δέ βασιλεὺς τῷ δουκὶ Κύπρου τὴν τοῦ τοιούτου πολιχνίου κτίσιν ἀνέθετο ἐπισκήψας, ἵνα διὰ [*](12. δὲ καὶ F, δὲ τούτων καὶ A, δὲ P. καταστρατηγήσας FA, καταστραγήσας P. 13. Τριπόλεως] πόλης C. 19. τι ὀχύρωμα F, τι om. PA. 21. αὐτοὺς C, αὐτοὶ F, αὐ- τῆς P.)
107
τοῦ στόλου πάντα τὰ συνοίσοντα ταχέως ἐξαποστέλλῃ καὶ τοὺς τὸ τοιοῦτον πολίχνιον οἰκοδομήσοντας ἐφ’ ὃν ἂν ὁ Ἰσαγγέλης ὑποδείξειε τόπον. γέγονε τοῦτο τῷ τέως. καὶ ὁ μὲν Ἰσαγγέλης ἔξωθεν τῆς Τριπόλεως στρατοπεδευσάμενος πάντα κάλων κινῶν περὶ τὴν ταίτης ἅλωσιν οὐκ ἐνεδίδου. ὁ δέ γε Βαϊμοῦντος τὴν τοῦ Τζιντζιλούκη εἰσέλευσιν εἰς [*](Β) Λαοδίκειαν μεμαθηκὼς τὴν ἔχθραν, ἣν πάλαι κατὰ τοῦ αὐτοκράτορος ἐγευμονήσας εἶχεν, εἰς τοὐμφανὲς ἐξαγαγὼν μετὰ δυνάμεως ἀποχρώσης τὸν ἀνεψιὸν αὐτοῦ Ταγγρὲ κατὰ τῆς Λαοδικείας ἐκπέμπει ταύτην πολιορκήσοντα. τῆς δέ περὶ τούτου φήμης μέχρι καὶ ἐς τὰς τοῦ Ἰσαγγέλη διαδραμούσης ἀκοάς, εὐθὺς μηδέ μικρόν τι μελλήσας οὗτος καταλαμβάνει τὴν Λαοδίκειαν καὶ λόγους συνείρει πρὸς τὸν Ταγγρὲ διὰ παντοίων λόγων συμβουλεύων αὐτῷ τῆς τοῦ κάστρου πολιορκίας ἀποσχέσθαι. ὡς δὲ πολλὰ μετ’ αἰτοῖ κοινολογούμενος καταπειθῆ τοῦτον οὐχ εὕρισκεν, ἀλλ’ ἄντικρυς ᾄδειν ἐδόκει παρὰ κωφῷ, ἐκεῖθεν παλινοστήσας καταλαμβάνει [*](C) αὖθις τὴν Τρίπολιν. ἐκεῖνος δέ οὐδοπωσοῦν τῆς πολιορκίας ἀφίστατο. ἰδὼν οὖν ὁ Τζιντζιλούκης τὴν ὁρμὴν τοῦ Ταγγρὲ καὶ ὡς ἐν στενῷ τὰ κατ’ αὐτὸν συνελαύνεται, βοήθειαν ἐκεῖθεν ᾐτεῖτο. βραδυνόντων δέ τῶν ἐν τῇ Κύπρῳ, εἰς ἀμηχανίαν ἐλθὼν τὸ μέν ἀπὸ τῆς πολιορκίας, τὸ δὲ καὶ ὑπὸ τοῦ λιμοῦ πιεζόμενος προδοῦναι τὸ κάστρον ᾐρετίσατο.

[*](2. οἰκοδομήσοντας ****** F. 3. τοῦτο τῶ F, τῷ om. P. 12. μελήσας F. 18. οὐδ’ ὁπωσοῦν Α, οὐδοποσοῦν P. 21. ἐκεῖθεν] Εὐμάθιον? 24. ᾑρετίσατο Α, ἠρετίσατο P.)
108

Τούτων οὕτω τελουμένων, ἐπεὶ τετελευτηκότος τοῦ Γοντοφρὲ ἕτερον ἔδει πάλιν ῥῆγα γενέσθαι τὸν ἐκείνου ἀναπληροῦντα τόπον εὐθὺς οἱ ἐν Ἱεροσολύμοις Λατῖνοι μετεκαλοῦντο [*](D) τὸν. Ἰσαγγέλην ἀπὸ Τριπόλεως ῥῆγα τῶν Ἱεροσολύμων ποιῆσαι ἐθέλοντες. ὁ δὲ ἀνεβάλλετο τέως τὴν ἐκεῖσε ἀπέλευσιν. εἰσελθόντος οὖν εἰς τὴν μεγαλόπολιν, ἐπεὶ ἀναβαλλόμενον αὐτὸν οἱ ἐν Ἱεροσολύμοις ἐγνώκεσαν, μεταπεμψάμενοι τὸν Βαλδουῖνον περὶ τὴν Ἔδεσαν τότε ἐνδιατρίβοντα ῥῆγα Ἱεροσολύμων κατέστησαν. ὁ μὲν οὖν βασιλεὺς τὸν Ἰσαγγέλην ἀσμένως ἀΠοδεξάμενος, ἐπεὶ τὸν Βαλδουῖνον μεμαθήκει τὴν ἐν Ἱεροσολύμοις ἀρχὴν ἀναδέξασθαι, [*](V. 262) παρακατεῖχε μεθ’ ἑαυτοῦ, ὁπηνίκα καὶ τὸ τῶν Νορμάνων φόσσατον κατέλαβεν ἡγεμόνας ἔχον ἀδελφοὺς δύο Φλάντρας καλουμένους. οἶς πολλὰ πολλάκις ὁ βασιλεὺς συμβουλευόμενος [*](P. 331) τὴν αὐτὴν τοῖς προλαβοῦσι φοσσάτοις ὁδεῦσαι καὶ διὰ τῶν παραλίων τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ οὕτω τῷ λοιπῷ στρατεύματι τῶν Λατίνων ἑνωθῆναι, πειθομένους τούτους οὐχ εὕρισκεν, ἅτε τοῖς Φράγγοις ἑνωθῆναι μὴ βουλομένους, ἀλλ’ ἑτέραν ὁδεῦσαι ὁδὸν διὰ τοῦ ἀνατολικοῦ καὶ κατευθὺ χωρῆσαι τοῦ Χοροσὰν οἰομένους κατασχεῖν τὸ τοιοῦτον. ὁ δέ βασιλεὺς πάντη ἀσύμφορον τοῦτο γινώσκων καὶ τὴν ἀπόλειαν μὴ θέλων τοῦ τοσούτου λαοῦ (πεντήκοντα γὰρ ἦσαν χιλιάδες

[*](1. τετελευτηκότος F, τελευτηκότος P. 3. τοῖς Ἱεροσολίμοις P, τοῖς om. F. 4. τῆς Τριπόλεως P, τῆς om. F. 9. ῥίγα F. 11. μεμαθήκοι F. 13. φόσσατον FC, φόσατον P. 15. προκαταλαβοῦσι? φοσσάτοις FC, φοσάτοις P. 21. ἀπόλειαν F, ἀπώλειαν P.)

Η

109
πέων ἀνδρῶν καὶ ἑκατὸν πεζῶν), ἐπεὶ μὴ πειθομένους ἑώρα, τὸν δεύτερον, ὅ φασι, πλοῦν ἐρχόμενος μεταπεμψάμενος τὸν Ἰσαγγέλην καὶ τὸν Τζίταν συνεκπέμπει τούτοις, [*](Β) ἐφ᾿ ᾧ συμβουλεύειν τε τὰ συνοίσοντα καὶ τῶν παραλόγων ὁρμῶν ὡς ἐνὸν ἀνασειράζειν αἰτούς διαπεραιωθέντες οὖν τὸν τῆς Κιβωτοῦ πορθμὸν καὶ πρὸς τὸν Ἀρμενιακὸν ἐπειγόμενοι τὴν Ἄγκυραν καταλαβόντες ἐξ ἐφόδου ταύτην κατέσχον. καὶ οὕτω τὸν Ἅλυν διαβάντες πολίχνιόν τι κατέλαβον. ἐπεὶ δὲ τοῦτο Ῥωμαῖοι κατεῖχον, θαρρήσαντες καὶ τὰς ἱερὰς ἐπενδυθέντες οἱ ἱερεῖς στολὰς εὐαγγέλιόν τε καὶ σταυροὺς κομιζόμενοι ὡς Χριστιανοῖς τούτοις προσήεσαν. οἱ δὲ ἀπανθρώπως καὶ ἀπηνῶς οὐ τοὺς ἱερεῖς μόνον, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν Χρωτιανῶν ἀναιροῦσι καὶ ἀφροντίστως τοῦ λοιποῦ ὡς πρὸς Ἀμάσειαν ἀπονεύσαντες τὴν ὁδοιπορίαν [*](C) ἐποιοῦντο. οἱ δὲ Τοῦρκοι ἐμπειροπόλεμοι ὄντες προκαταλαβόντες τὰς κώμας πάσας καὶ τὰ χορτάσματα πάντα ἐνέπρησαν, ἐφθακότες δὲ τούτους ὀξέως προσέβαλον. . δευτέρα δὲ ᾦ καθ’ ἢν ὑπερίσχυσαν τούτων οἱ Τοῦρκοι. καὶ τηνικαῦτα αὐτοῦ που κατασκηνώσαντες χάρακά τε πηξάμενοι τὰς σκευὰς ἐναπέθεντο. τῇ δὲ μετ’ αὐτὴν αὐθις ἄμφω ἐμάχοντο τὰ στρατεύματα. οἱ δέ Τοῦρκοι κυκλοτερῶς κατασκηνώσαντες οὐ χορταγωγίας χώραν τούτοις ἐδίδουν οὔτε μὴν τὰ ὑπομεταπεμψάμενος [*](2. τὸν F, μεταπεμψάμενος om. P. 10. τε F, τι P. 20. αὖθις om. C.)
110
ζύγια καὶ τοὺς ἵππους ἐς ποτὸν ἐξάγειν συνεχώρουν. τὴν ἑαυτῶν οὖν πανωλεθρίαν ἐμ’ ὀφθαλμῶν ἤδη ὁρῶντες οἱ [*](D) Κελτοὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τῇ μετ’ αὐτήν, τετρὰς δέ ἦν, καρτερῶς ὁπλισάμενοι τὸν μετὰ τῶν βαρβάρων ἀνεδέξαντο πόλεμον. οἱ δὲ Τοῦρκοι εἰς χεῖρας τούτους ἔχοντες οὐκέτι μετὰ τῶν δοράτων οὐδὲ διὰ τόξων πρὸς αὐτοὺς ἀπεμάχοντο, ἀλλὰ τὰ ξίφη σπασάμενοι καὶ τῶν κουλεῶν ἐξελκύσαντες ἀγχέμαχον τὴν μάχην ἐποιοῦντο καὶ παρευθὺ τρέπουσι τοὺς Νορμάνους. οἱ δέ καταλαβόντες [*](P. 332) τὸν ἴδιον χάρακα σύμβουλον ἀνεζήτουν. ὁ δ’ ἄριστος αὐτοκράτωρ ὁ τὰ λῴονα τούτοις ὑποτιθέμενος καὶ μὴ εἰσακουσθεὶς οὐ παρῆν. λοιπὸν ἐπὶ τὴν τοῦ Ἰσαγγέλη καὶ τοῦ Τζίτα γνώμην καταφεύγουσιν, ἅμα δὲ καί, εἰ χώρα τις τῶν ὑπὸ τὸν αὐτοκράτορα πλησίον παράκειται, ἐπυνθάνοντο ἀναζητοῦντες αὐτήν. καὶ δὴ τάς τε σκευὰς καὶ τὰς σκηνὰς καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που καταλιπόντες τοῖς ἰδίοις ἵπποις ἐποχηθέντες ὡς εἶχον τάχους πρὸς τὰ παρὰ θάλασσαν τοῦ Ἀρμενιακοῦ καὶ τῆς Παυράκης ἔθεον. ἐπεισπεσόντες δ᾿ [*](V. 263) ἀθρόον οἱ Τοῦρκοι τούτων τῷ χάρακι πάντα ἀφείλοντο· [*](B) εἶτα κατόπιν τούτων διώξαντες τὸ πεζὸν ἅπαν ἐφθακότες ἀνεῖλον· τινὰς δὲ καὶ κατασχόντες πρὸς τὸν Χοροσὰν δεῖγμα ἀπήγαγον. ἀλλὰ ταῦτα μέν τὰ τῶν Τούρκων κατὰ τῶν Νορμάνων ἀνδραγαθήματα· ὁ δέ γε Ἰσαγγέλης καὶ ὁ Τζίτας μετὰ [*](2. οὑν om. F, sed add. ead. m. ὀφθαλμῶν C, ὀφθαλμοῖς P. 18. καὶ om. C. Παυράης F.)
111
τῶν καταλιφθέντων ὀλίγων ἱππέων τὴν βασιλεύουσαν καταλαμβάνουσι. δεξάμενος δέ τούτους ὁ αὐτοκράτωρ καὶ χρήματα δοὺς ἱκανὰ καὶ διαναπαύσας ἤρετο, ὅπου τοῦ. λοιποῦ αἱρετὸν αὐτοῖς ἀπιέναι. οἱ δὲ τὰ Ἱεροσόλυμα ἐπεζήτουν. φιλοτιμrσάιιενος οὖν αὐτοὺς δαψιλῶς διαποντίους ἐκπέμπει τῇ αὐτῶν πώμῃ τὸ πᾶν ἀναθέμενος. ὁ δέ γε Ἰσαγγέλης ἐκ μεγαλοπόλως ἐξελθὼν τὴν πρὸς τὸ οἰκεῖον στράτευμα ἀνε- [*](C) ζήτει ἀπέλευσιν. καὶ δὴ καταλαμβάνει αὖθις τὴν Τρίπολιν χειρώσασθαι ταύτην γλιχόνενος. μετὰ δέ ταῖτα νόσῳ θανασίμῳ περιπεσὼν καὶ πνέων τὰ ἔσχατα μεταπεμψάμενος τὸν αὐτοῦ ἀνεψιὸν Γελίελμον ὥσπερ τινὰ κλῆρον ἅπαντα τὰ ὑπ᾿ αὐτοῦ κατασχεθέντα κάστρα τοί·τῳ ἀπεχαρίσατο ἡγεμόνα καὶ ἀρχηγὸν τῶν αὐτοῦ ταγμάτων καταστήσας. τούτοὶ τοίνυν τὴν τελευτὴν μεμαθηκὼς ὁ αὐτοκράσεν, εὐθὺς πρὸς τὸν δοῦκα Κύπρου διὰ γραμμάτων ἐδήλωσεν, ἕνα Νικήταν τὸν Χαλίντζην μετὰ χρημάτων ἱκανῶν πρὸς τὸν Γελίελμον ἐκπέμψῃ, ἐφ᾿ ᾧ D ὑποποιήσασθαὶ τε αὐτὸν καὶ παρασκευάσαι ὀμωμοκέναι πρὸς τὸν αὐτοκράτορα πίστιν βεβαίαν φυλάξαι εἰς αὐτὸν καὶ ὁποίαν ὁ ἀποβεβιωκὼς θεῖος αὐτοῦ ᾿Ισαγγέλης μέχρι τέλους ἐτήρησεν.

Εἶτα μεμαθηκὼς ὁ αὐτοκράτωρ καὶ τὴν τῆς Λαοδικείας παρὰ τοῦ Ταγγρὲ κατάσχεσιν πρὸς τὸν Βαϊμοῦντον γράμματα ἐκτίθεται οὑτωσὶ περιέχοντα “τὰ ὅρκια οἶδας καὶ τὰς ἐπαγγελίας, ἅς οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ἅπαντες πρὸς τὴν βασιλείαν ῾Ρωμαίων ἐποιήσαντο. νῦν δὲ αὐτὸς πρῶτος [*](4. ἐπεξήτους FC, ἐπιζήτουν P. 9. μετὰ δὲ ταῦτα F, μετὰ ταῦτα δὲ P, 1Ο. πενθῶν C. 13. πραγμάτων C.)

112
παρασπονδήσας τὴν Ἀντιόχειαν κατέσχες καὶ ἄλλα τινὰ φρούρια ὑποποιησάμενος καὶ αὐτὴν δὴ τὴν Λαοδίκειαν. ἀπόστηθι τοίνυν τῆς πόλεως Ἀντιοχείας καὶ τῶν ἄλλων ἁπάντων [*](P. 333) δίκαιόν τι πρᾶγμα ποιῶν καὶ μὴ θέλε πολέμους ἄλλους καὶ μάχας κατὰ σαυτοῦ ἐρεθίζειν.” ὁ δέ γε Βαϊμοῦντος τὰς βασιλικὰς ὑπαναγνοὺς γραφάς, ἐπειδὴ μὴ τῷ συνήθει ψεύδει χρήσασθαι οἶός τε ἦν τῶν πραγμάτων ἀριδήλως τὴν ἀλήθειαν ἐλεγχόντων, πρὸς τὰ γραφέντα τῷ φαινομένῳ κατένευσεν, αἰτίαν μέντοι τῶν κακῶς παρ’ αὐτοῦ πραχθέντων εἶναι τὸν τὸν αὐτοκράτορα ἔλεγε γράψας ὡς “οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλὰ σύ. ὑποσχόμενος γὰρ κατόπιν ἡμῶν μετὰ δυνάμεως ἔρχεσθαι πολλῆς οὐκ ἠθέλησας τὴν ὑπόσχεσιν ἔργοις [*](Β) πιστώσασθαι. ἡμεῖς δὲ τὴν Ἀντιόχειαν καταλαβόντες καὶ ἐπὶ τρισὶ μησὶ πολλὰ μογήσαντες πρὸς πολεμίους ἀπεμαχόμεθα καὶ λιμόν, οἶον οὐδείς πως τῶν ἀνθρώπων τεθέαται, ὡς τοὺς πλείστους ἡμῶν καὶ ἀπ’ αὐτῶν τῶν ὑπὸ τοῦ νόμου ἀπηγορευμένων κρεῶν βεβρωκέναι· ἐφ’ ἱκανὸν δέ ἐγκαρτερούντων ἡμῶν καὶ αὐτὸς ὁ δοθεὶς ἡμῖν εἰς ἀρωγὴν πιστότατος οἰκέτης τοῦ σοῦ κράτους Τατίκιος οὕτω κινδυνεύοντας [*](V. 264) καταλιπὼν ἡμᾶς ᾤχετο. εἵλομεν δέ τὴν πόλιν παραδόξως καὶ αὐτὰς τὰς ἀπὸ τοῦ Χοροσὰν εἰς ἀρωγὴν τῶν Ἀντιοχέων καταλαβούσας δυνάμεις κατετροπωσάμεθα. καὶ πῶς δίκαιόν ἁ [*](1. παρασπονδίσας F. Ἀντιόχου A. ἀλλά τ F, ἄλλαττα Α, ἄλλ’ ἅττα P. 3. Ἀντιοχείας FAC, Ἀντιόχου P. 15. πως F, πω C, που P. 16. αὐτῶν τῶν F, τῶν om. P. ὑπὸ C, ὑπὲρ P.)
113
ἐστιν, ἅπερ οἰκείοις ἱδρῶσι καὶ πόνοις ἐκτησάμεθα, ῥᾳδίως [*](C) οὕτως ἀποποιήσασθαι;” ὑποστρεψάντων δ’ ἐκεῖθεν τῶν πρέσβεων, ὡς τὰς τοῦ Βαϊμούντου ὑπανέγων γραφάς, διαγνοὺς αὐτὸν ἐκεῖνον αὖθις εἶναι τὸν Βαϊμοῦντον μηδοπωσοῦν ἐπὶ τὸ βέλτιον μεταβληθέντα, δεῖν ἔγνω τῶν ὁρίων τῆς βασιλείας Ῥωμαίων ἀντέχεσθαι καὶ τὴν ἀκάθεκτον αἰτοῦ ὁρμὴν ὡς ἐνὸν ἀνακόπτειν. δυνάμεις τοίνυν πολλὰς μετὰ τοῦ Βουτουμίτου κατὰ τῆς Κιλικίας ἐξέπεμψε καὶ τὸ ἐλλογιμώτατον τοῦ στρατιωτικοῦ καταλόγου, ἄνδρας μαχιμωτάτοις καὶ Ἄρεως ὑπασπιστὰς ἅπαντας καὶ αὐτὸν δὴ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ, ἀκμάζοντας καὶ ἀρτιφυεῖς τὸ γένειον. οὓς νηπιόθεν προσλαβόμενος ὁ αὐτοκράτωρ καὶ [*](D) τὰ στρατιωτικὰ ἐκπαιδεύσας ὡς εὐνουστέρους τῶν ἄλλων τῷ Βουτουμίτῃ παραδίδωσι μεθ’ ἑτέρων χιλίων ἀνδρῶν γενναίων Κελτῶν καὶ Ῥωμαίων, ἐφ’ ᾧ συμπαρομαρτεῖν τε αὐτῷ καὶ ὑπείκειν ἐν ἅπασιν, ἅμα δὲ καὶ τὸ τυχὸν τῶν καθ᾿ ὥραν ξυμπιπτόντων δι’ ἀπορρήτων γραμμάτων δηλοῦν αὐτῷ. ἔσπευδε δὲ τὴν ἅπασαν χώραν τῆς Κιλικίας κατασχεῖν, ἵν ἐντεῦθεν ῥᾷον τὰ κατὰ τὴν Ἀντιόχειαν ἐξαρτύῃ. Ρ. ἀπάρας οὐν ὁ Βουτουμίτης σὺν ὅλαις δυνάμεσι περὶ Ἀττάλου ἐφθακώς, ἐπεὶ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ μὴ ὑπείκοντας ἑώρα τῷ τούτου θελήματι, ἵνα μὴ [*](10. Ἄρεως (ως in ras.) F, Ἄρεος Ρ.)
114
ναὶ τὸ ὁΠλιτικὸν συμβαίη στασιάζειν κἀκ τούτου κενόσπουδος ἡ σπουδὴ τῷ Βουτουμίτῃ γένηται καὶ ἄπρακτος τῆς Κιλικίας ἀποπεμφθείη, παραχρῆμα τὰ περὶ τούτου δηλοῖ τῷ αὐτοκράτορι τὴν μετ’ αὐτῶν συνδιατριβὴν παραιτούμενος. ὁ δέ τὰς ἐκ τῶν τοιούτων εἰωθυίας γίνεσθαι βλάβας γινώσκων γοργῶς ἐφ᾿ ἑτέραν ὑπόθεσιν τούτοις τε καὶ ὁπόσοις ὑπόπτους [*](Β) εἶχε διὰ γραμμάτων προὐτρέπετο, ἵνα τὴν Κύπρον τάχιον καταλαβόντες τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ τὴν δουκικὴν ἀρχὴν τηνικαῦτα τῆς νήσου Κύπρου ἀναδεξαμένῳ συνόντες ἐν πᾶσιν ὑπείκωσιν. οἱ δέ ἀσμένως τὰ γράμματα δεξάμενοι θᾶττον πρὸς τὴν Κύπρον διαπλωίζονται· μικρὸν οὖν χρόνον μεῖά τοῦ δουκὸς Κύπρου ἐνδιατρίψαντες τῇ συνήθει ἀναισχυντίᾳ καὶ πρὸς αὐτὸν ἐκέχρηντο. ἔνθεν τοι καὶ λοξὸν αὐτοὺς ὑπεβλέπετο. οἱ δὲ νεανίαι τῆς τοῦ βασιλέως περὶ αὐτοὺς κηδεμονίας μεμνημένοι διὰ τῶν πρὸς τὸν βασιλέα γραμμάτων τοῦ δουκὸς πολλὰ κατέτρεχον τὴν Κωνσταντίνου [*](C) ἀνακαλούμενοι. ἀναπτύξας δέ τὰς ἀυτῶν γραφὰς ὁ αὐτοκράτωρ, ἐπεὶ καί τινας τῶν τῆς μείζονος τύχης, ὅσους ὑπόπτους ὁ αὐτοκράτωρ εἶχε, σὺν αὐτοῖς εἰς Κύπρον ἀπέστειλε, πτοηθεὶς μὴ καὶ αὐτοὶ ἐκ λύπης ἴσως συναπαχθῶσιν ἐκείνοις, εὐθὺς τῷ Καντακουζηνῷ ἐπέσκηψεν ἀναλαβέσθαι τούτους μεθ’ ἑαυτοῦ. ὃς φθάσας εἰς Κυρήνειαν καὶ μετακαλεσάμενος τούτους μεθ’ ἑαυτοῦ ἀνελάβετο. ἀλλὰ ταῦτα [*](21. Κατακουζηνῶ̣ F.)
115
μὲν τὰ περὶ τοῦ Βάρδα φημὶ καὶ τοῦ ἀρχιοινοχόου Μιχαήλ· ὁ δέ γε Βουτουμίτης μετὰ τοῦ Μοναστρᾶ καὶ τῶν σὺν αὐτῷ καταλειφθέντων λογάδων ἡγεμόνων τὴν Κιλικίαν ἐφθακώς, ὡς τοὺς Ἀρμενίους εὗρε σπεισαμένους μετὰ τοῦ [*](V. 265) Ταγγρέ, παραδραμὼν τούτους καὶ τὸ Μαράσιν κατέσχεν αὐτό, ἅμα δέ καὶ τὰς παρακειμένας ἁπάσας κωμοπὸλεις [*](D) καὶ τὰ πολίχνια καὶ ἀποχρώσας δυνάμεις εἰς φρουρὰν τῆς χώρας ἁπάσης καὶ ἡγεμόνα τὸν μιξοβάρβαρον καταλιπὼν Μοναστρᾶν, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, πὼς τὴν βασιλεύουσαν ἐπανέστρεψεν.

Ἐπεὶ δέ ἐξερχόμενοι οἱ Φράγγοι [πρὸς] τὰ πρὸς κατάσχεσιν τῶν πόλεων Συρίας ὑπέσχοντο τῷ [*](Ρ. 335) ἐπισκόπῳ Πίσσης ἱκανά, εἰ τούτοις συνάρηται πρὸς τὸν προκείμενον αἰτοῖς σκοπόν, ὁ δὲ καταπειθὴς τοῖς λόγοις τούτων γεγονὼς καὶ ἑτέρους δύο τῶν παρὰ θάλατταν οἰκούντων ἐς αὐτὸ τοῦτο ἐρεθίσας οὐκ ἀνεβάλλετο, ἀλλ’ ἐξοπλίσας διήρεις τε καὶ τριήρεις καὶ δρόμωνας καὶ ἕτερα τῶν ταχυδρόμων πλοίων εἰς ἐνακόσια περιϊστάμενα ἔξεισιν ὡς πρὸς αὐτοὺς ἀπερχόμενος ἱκανὰ δέ τούτων ἀποτεμόμενος εἰς προνομὴν τῆς Κορυφοῦς, τῆς Λευκάδος, τῆς Κεφαληνίας καὶ τῆς Ζακύνθου ἀπέστειλε. ταῦτα μανθάνων ὁ βασιλεὺς ἐξ ἁπασῶν τῶν ὑπὸ τὴν τῶν Ῥωμαίων ἀρχὴν χωρῶν προσέταξε γενέσθαι πλοῖα. καὶ εἰς αὐτὴν δέ τὴν βασιλεύουσαν [*](Β) [*](1. περὶ τούτων, τοῦ ? 11. πρὸς seclusi. 13. συνάρεται F. 14. λόγοις τούτων F, τούτων λόγως P. 18. ἐνακόσια F, ἐννακόσια P. 20. Κορυφοῦς C, κορυφῶ F, Κορυφῶς Ρ. τῆς Λευκάδος τῆς Κεφαληνίας F, τῆς Κεφαληνίας, τῆς Λευκάδος P. 21. ἀπόστειλε P, correxi.)

116
ἱκανὰ κατασκευάζων, ἐκ διαλειμμάτων εἰς μονῆρες εἰσερχόμενος ἐπέσκηπτε τοῖς κατασκευάζουσιν, ὅπως χρὴ ταῦτα ποιεῖν. γινώσκων δέ τοὺς Πισσαίους τοῦ περὶ τὴν θάλατταν πολέμου ἐπιστήμονας καὶ δεδιὼς τὴν μετ᾿ αὐτῶν μάχην, ἐν ἑκάστῃ πρώρᾳ τῶν πλοίων διὰ χαλκῶν καὶ σιδήρων λεόντων καὶ ἀλλοίων χερσαίων ζώων κεφαλὰς μετὰ στομάτων ἀνεῳγμένων κατασκευάσας χρυσῷ τε περιστείλας αὐτά, ὡς ἐκ μόνης θέας φοβερὸν φαίνεσθαι, τὸ διὰ τῶν στρεπτῶν κατὰ τῶν πολεμίων μέλλον ἀφίεσθαι πῦρ διὰ τῶν στομάτων αὐτῶν παρεσκεύασε διϊέναι, ὥστε δοκεῖν τοὺς λέοντας καὶ τἆλλα τῶν [*](C) τοιούτων ζώων τοῦτο ἐξερεύγεσθαι. οὕτω γοῦν ταῦτά κατασκευάσας μετακαλεσάμενος τὸν Τατίκιον ἐξ Ἀντιοχείας νεωστὶ παραγενόμενον αὐτῷ μὲν τὰ τοιαῦτα πλοῖα παραδεδωκὼς περιφανεστάτην κεφαλὴν ὠνόμασε· τῷ δέ γε Λαντούλφῳ τὸν ἅπαντα στόλον ἀναθέμενος μέγαν δοῦκα προὐβάλετο ὡς τῆς ναυμαχίας εἰδήμονα ἄριστον. ἐξελθόντες οὖν τῆς μεγαλοπόλεως μηνὸς παριππεύοντος Ἀπριλλίου μετὰ τοῦ ῾Ρωμαϊκοῦ στόλου τὴν Σάμον κατέλαβον καὶ τὰ πλοῖα τῇ χέρσῳ προσορμίσαντες ἐξῆλθον πρὸς τὴν ἤπειρον ἐπὶ τῷ διὰ τῆς ἀσφάλτου ἐπὶ πλέον ἀσφαλισμένους κατοχυρῶσαι αὐτά. μεμαθηκότες δέ τὴν τοῦ Πισσαϊκοῦ στόλου διέλευσιν [*](D) τὰ πρυμνήσια λύσαντες καὶ αὐτοὶ ὄπισθεν αὐτῶν ἔθεον ὡς [*](15. προὐβάλετο F (m. 2 in ras.), προὐβάλλετο P. 17. μεγαλοπόλεως F, μεγαλουπóλεως P. 21. αὐτούς P, correxi.)
117
πρὸς τὴν Κῶ. πρωΐας δὲ τῶν Πισσαίων ἄεισε ἑσπέρας οὑτοι ταύτην κατέλαβον. μὴ ἐντετυχηκότες δέ τοῖς Πισσαίοις ἀπῆλθον εἰς τὴν Κνίδον περὶ τὴν ἤπειρον τῆς ἀνατολῆς διακειμένην. κεῖθι δέ παραγενόμενοι, ὡς τῆς ἄγρας ἠστόχουν, ὀλίγοις τινὰς ἐφευρηκότες τῶν Πισαίων αὐτοῦ που καταλειφθέντας ἐπυνθάνοντο, ὅπου ὁ Πισσαϊκὸς ἐξώρμησε στόλος. οἱ δέ πρὸς τὴν Ῥόδον ἔφασαν. καὶ παραχρῆμα [*](Ρ. 336) λύσαντες τὰ πρυμνήσια θᾶττον τούτους κατέλαβον [*](V. 266) μεταξὺ Πατάρων καὶ Ῥόδου. τούτους δ’ οἱ Πισσαῖοι θεασάμενοι μόθου παραυτίκα σχῆμα διατυπώσαντες πρὸς μάχην οὐ τὰ ξίφη μόνον, ἀλλὰ καὶ τὰς καρδίας ἔθηγον. ἐπικαταλαβόντος δέ τοῦ Ῥωμαϊκοῦ στόλου κόμης τις Πελοποννήσιος Περιχύταν καλούμενος ναυλοχεῖν ἄριστα ἐπιστάμενος, ὡς τούτους ἐθεάσατο, ταῖς κώπαις τὸ ἴδιον πτερώσας μονῆρες ὡς εἶχε κατ᾿ αὐτῶν ἴεται. καὶ διὰ μέσου τούτων ὡς πῦρ διελθὼν εἰς τὸν Ῥωμαϊκὸν αὖθις ἐπανέστρεφε στόλον. ὁ μέντοι Ῥωμαϊκὸς στόλος οὐκ εὐτάκτως τῆς μετὰ τῶν Πισσαίων μάχης ἀπεπειρᾶτο, ἀλλ’ ὀξέως καὶ ἀσυντάκτως τούτοις προσέβαλε. [*](Β) καὶ αὐτὸς δέ Λαντοῦλφος πρῶτος προσπελάσας ταῖς Πισσαϊκαῖς ναυσὶν ἄστοχα τὸ πῦρ ἔβαλε καὶ οὐδέν τι πλέον εἰργάσατο τοῦ πυρὸς σκεδασθέντος. ὁ δέ λεγόμενος Ἐλεήμων κόμης ἀναισχύντως μεγίστῳ πλοίῳ κατὰ πρύμναν προσβα- [*](9. Πατάρων F, Παπάρων Ρ. 12. Πελλοπονήσιος Ρ, correxi. 13. Περιχύταν FC, Περιχυτάνης Ρ. 18. τούτοις FC, τούτους Ρ. 19. προσέβαλε F, προσέβαλλε P. 20. ταῖς Πισσαικαῖς F, τοῖς Πισσαίοις P.)
118
λῶν τοῖς πηδαλίοις τούτου περιπεσὼν καὶ μὴ εὐχερῶς ἔχων ἐκεῖθεν διαπλωΐσασθαι κατεσχέθη ἄν, εἰ μὴ γοργῶς πρὸς τὴν σκευὴν ἀπεῖδε καὶ πῦρ κατ’ αὐτῶν ἀφεὶς οὐκ ἄστοχα ἔβαλεν· εἶτα τὴν ναῦν ἐπὶ θάτερα γοργῶς μεταφέρων καὶ ἑτέρας παραχρῆμα τρεῖς μεγίστας ἐπυρπόλει τῶν βαρβάρων ναῦς. ἐπεὶ δ’ ἅμα καὶ συστροφὴ ἀνέμου τὴν θάλατταν ἀθρόον [*](C) ἐπεισπεσοῦσα διετάραττε τάς τε ναῦς συνέτριβε καὶ μονονὺ βυθίζειν ἠπείλει (ἐρρόχθει γὰρ τὸ κῦμα, αἱ κεραῖαι τά θ᾿ ἱστία διερρήγνυντο), ἐκδειματωθέντες οἱ βάρβαροι τὸ μέν διὰ τὸ πεμπόμενον πῦρ (οὐδὲ γὰρ ἐθάδες ἦσαν τοιούτων σκευῶν ἢ πυρὸς ἄνω μέν φύσει τὴν φορὰν ἔχοντος, πεμπομένου δ’ ἐφ’ ἃ βούλεται ὁ πέμπων κάτα τε τὸ πρανές πολλάκις καὶ ἐφ’ ἑκάτερα), τὸ δέ ὑπὸ τοῦ θαλαττίου κλύδωνος συγχυθέντες τὸν νοῦν φυγαδείας ἥψαντο. οὕτω μέν οὖν τὰ τῶν βαρβάρων· ὁ δέ τοι Ῥωμαϊκὸς στόλος νησιδίῳ τινὶ προσώκειλεν οὑτωσί πως καλουμένῳ Σεύτλῳ. αὐγαζούσης δέ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες τῇ Ῥόδῳ προσώρμισαν. τῶν πλοίων οὖν ἀποβάντες καὶ ἐξαγαγόντες ὅσους [*](D) ἔφθασαν κατασχεῖν καὶ αὐτὸν δὴ τὸν τοῦ Βαϊμούντου ἀδελφιδοῦν ἐξεδειμάτουν αὐτοὺς ὡς μέλλοντες τιμῆς πάντας ἀπεμπολεῖν ἢ κατασφάττειν. ὡς δὲ ἀκαταπλήκτους πρὸς τοῦτο ἑώρων αὐτοὺς καὶ τὴν ἀπεμπόλησιν ἐν οὐδενὶ τιθεμένους, εὐθὺς ξίφους παρανάλωμα πεποιήκασιν. οἱ δέ γε [*](6. ἀθρόον ἐπεισπεσοῦσα F, ἐπεισπεσοῦσα ἀθρόον P. 8. ἐῤῥόχθει C, ἐῤῥόχθη Ρ. 10. οὐδὲ F, οὐ P. 16. που Ρ, correxi. 17. προσώρμισαν C, προσώρμησαν P.)Βο
119
περιλειφθέντες τοῦ Πισσαϊκοῦ στόλου πρὸς τὸ τὰς παρατυχούσας νήσοις καὶ τὴν Κύπρον ληΐζεσθαι ἀπέβλεψαν. ἔνθα ὤν ὁ Φιλοκάλης Εὐμάθιος κατ᾿ αὐτῶν ἱέτω. οἱ δὲ περὶ τὰς ναῦς δειλίᾳ συσχεθέντες μηδὲ τοῦ ἐξιόντος [*](Ρ. 337) προνομῆς χάριν ἀπὸ τῶν πλοίων αὐτῶν λαοῦ πεφροπικότες, ἀλλὰ τοῖς πλείονας περὶ τὴν νῆσον ἐάσαντες, ἀσυντάκτως οὕτω λύσαντες τὰ πρυμνήσια πρὸς τὴν Λαοδίκειαν ἀπέπλεον τὸν Βαϊμοῦντον ἐπὶ νοῦν ἔχοντες. καὶ δὴ καὶ καταλαβόντες προσεληλύθεσάν τε αὐτῷ καὶ τὴν μετ᾿ αἰτοῦ ἀγάπην ἀσπάζεσθαι ἔλεγον· ὁ δέ, ὁποῖος ἐκεῖνος, ἀσμένως αἰτοῖς ὑποδέχεται. ἐπεὶ δ’ οἱ περὶ τῆς ἠϊόνα καταλειφθέντες λαφυραγωγίας ἕνεκα, ὑποστρέψαντες τὸν ἴδιον στόλον οὐχ ἑώρων, ἔρριπτον ἀφειδῶς ἑαυτοὺς εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγοντο. οἱ δὲ τοῦ Ῥωμαϊκοῦ στόλου θαλασσοκράτορες καὶ [*](Β) αὐτὸς δὴ ὁ Λαντοῦλφος καταλαβόντες τὴν Κύπρον συνεληλυθότες περὶ εἰρήνης ἐπερωτᾶν ἐβουλεύοντο. πάντων οὐν ὁμογνωμονησάντων πρὸς τοῦτο, στέλλεται ὁ Βουτουμίτης πρὸς τὸν Βαϊμοῦντον. τοῦτον οὖν θεασάμενος καὶ παρακατασχὼν ἐπὶ ὅλως πέντε καὶ δέκα ἡμέραις, ἐπεὶ τὴν Λαοδίκειαν [*](V. 267) καὶ λιμὸς κατειλήφει καὶ ὁ Βαϊμοῦντος αὖθις Βαϊμοῦντος ἦν καὶ οὐκ ἠλλοίωτο οὔτε μὴν εἰρηνεύειν ἐμεμαθήκει, μεταπεμψάμενος αἰτόν φησιν “οὐ διὰ φιλίαν ἢ εἰρήνην αὐτὸς ἐνταυθοῖ παραγέγονας, ἀλλ’ ἐφ᾿ ᾧ τὰς ἐμὰς [*](8. καὶ δὴ καὶ] καὶ δὴ C. 9. προσεληλύθεσαν F, προσεληλύθησαν P. 13. ἀφειδῶς ἑαυτοὺς F, ἑαυτοὺς ἀφειδῶς P.)
120
ἐμπρῆσαι ναῦς. ἄπιθι τοίνυν· ἀρκεῖ γάρ σοι αὐτὸ τοῦτο [*](C) τὸ άνακρωτηρίαστον τῶν ἐνταῦθα ἀπολυθῆναι.” ἀπάρας οὖν ἐκεῖθεν καταλαμβάνει τοὺς αὐτὸν ἀποστείλαντας περὶ τὸν λιμένα τῆς Κύπρου. καὶ τὴν Βαϊμούντου πονηρὰν γνώμην ἐπὶ πλέον ἐκ τῶν ἐκεῖθεν μηνυμάτων διαγνόντες καὶ ὡς ἀδύνατον σπείσασθαι μετὰ τοῦ αὐτοκράτορος ἐκεῖθεν ἀπάραντες ὅλοις ἱστίοις τὴν πρὸς τὴν μεγαλόπολιν ὑγρὰν ἐπέπλεον κέλευθον. κατὰ δέ τὴν Συκὴν τρικυμίας μεγάλης καὶ κλύδωνος διεγερθέντος σφοδροῦ τὰ πλοῖα τῇ χέρσῳ προσραγέντα ἡμίθραυστα πάντα γεγόνασι πλὴν τῶν νηῶν ὧν ἐξῆρχεν ὁ Τατίκιος. ἀλλὰ τὰ μὲν κατὰ τὸν Πισσαϊκὸν στόλον ὧδέ πη προκεχωρήκει· ὁ δὲ Βαϊμοῦντος φύσει πονηρότατος [*](D) ὢν ἐδεδίει, μὴ τὸ Κούρικὸν ὁ βασιλεὺς προκατάσχῃ καὶ στόλον ῾Ρωμαϊκὸν τῷ λιμένι προσορμίσας φυλάττῃ μέν τὴν Κύπρον, ἀπείργῃ δέ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας διὰ τῆς παρ- αλίας τῆς ἀνατολῆς μέλλοντας ἰέναι πρὸς αὐτὸν συμμάχους. ταῦτα οὖν λογιζόμενος αὐτὸς τοῦτο ἀνοικοδομῆσαι καὶ τὸν λιμένα κατασχεῖν ἐβούλετο. πόλις γὰρ πρότερον οὖσα ἐρυμνοτάτη τὸ Κοόρικον ἐν ὑστέροις ἔφθασεν ἐριπωθῆναι χρόνοις. ὁ δέ γε αὐτοκράτωρ ταῦτα προμηθευσάμενος καὶ [*](P. 338) τὰς ἐπινοίας αὐτοῦ προκαταλαβὼν πέμπει τὸν ἐκτομίαν Εὐστάθιον ἀπὸ τῆς τοῦ κανικλείου ἀξίας μέγαν δρουγγάριον τοῦ στόλου προχειρισάμενος ἐπισκήψας αὐτῷ σπεῦσαι [*](1. αὐτὸ τοῦτο F, αὐτὸ om. P. 7. ἐπέπλεον scripsi: ὑπέπλεον P. 8 κλύδωνος FC, κλυδώνου P. 10. νηῶν F, νεῶν P. 11. ὧδε πη F, ὧδέπω P.)
121
καταλαβεῖν τὸ Κοὐρικον καὶ διὰ τάχους ἀνοικοδομῆσαί τε αὐτὸ καὶ τὸ κάστρον Σελεύκειαν στάδια ἓξ τούτου ἀφισταμένην καὶ δύναμιν ἀποχρῶσαν καταλιπεῖν ἐν αἰτοῖς, δοῦκα δὲ προχειρίσασθαι Στρατήγιον τὸν Στραβόν, ἄνδρα μικρὸν μὲμ τῷ σώματι, ταῖς δὲ πολεμικαῖς ἐμπειρίαις πολύν τε καὶ μέγιστον, ἀλλὰ καὶ εἰς τὸν λιμένα στόλον ἱκανὸν προσορμίσαι καὶ παραγγεῖλαι ἐγρηγορέναι καὶ ἐνεδρεύειν τοὺς ἀπὸ Δογγιβαρδίας εἰς ἀρωγὴν τοῦ βαϊμούντου ἐρχομένους, ἐπαρήγειν δέ καὶ τῇ Κύπρῳ. ἐξελθὼν οἶν ὁ ῥηθεὶς δρουγγά- [*](Β) ριος τοῦ στόλου καὶ προκαταλαβὼν τὰ τοῦ βαϊμούντου διανοήματα ἀνεγείρει μέν αὐτὸ καὶ εἰς τὴν προτέραν ἀποκαθιστᾷ κατάστασιν. παραχρῆμα δέ καὶ τὴν Σελεύκειαν οἰκοδομήσας καὶ κατοχυρώσας διὰ τάφρων γυρόθεν δυνάμεις τε ἱκανὰς ὲν ἀμφοτέροις καταλιπὼν μετὰ τοῦ δουκὸς κατελθὼν εἰς τὸν λιμένα καὶ στόλον ἀποχρῶντα ὲν αὐτῷ καταλιπὼν κατὰ τὰς τοῦ αὐτοκράτορος εἰσηγήσεις ἐπαναξεύγνυσι πρὸς τὴν μεγαλόπολιν. καὶ μεγάλως παρὰ τοῦ αὐτοκράτορος ἐπαινεθεὶς δαψιλῶς πεφιλοτίμηται.

Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸ κουρικὸν· μετὰ δὲ παραδρομὴν ἐνιαυτοῦ ἀναμαθὼν ὁ βασιλεὺς ὅτι καὶ Γενούσιος [*](C) στόλος εἰς συμμαχίαν τῶν Φράγγων ἐξελθεῖν ἐτοιμάξεται, στοχασάμενος ὅτι οὐ μικρᾶς βλάβης παραίτιοι καὶ [*](8. τἠν ἀρωγὴν P, τὴν om. F. τῆ F, τὴν C, τῷ P. 14. τὲ F, τὰς Ρ. 20. Φνούσιος C; sic semper. 22. παραίτιοι καὶ F, καὶ παραίτιοι P.)

122
αὐτοὶ τῇ τῶν Ῥωμαίων ἀρχῇ ἔσονται, τὸν μὲν διὰ τῆς ἠπείρου μετὰ ἀποχρώσης δυνάμεως, τὸν δέ Δαντοῦλφον γοργῶς ἐξοπλίσας μετὰ στόλου διὰ θαλάσσης [*](V. 268) ἀπέστειλε παρακελευσάμενος αὐτῷ τὸ τάχος καταλαβεῖν τὰ κατώτερα, ἐφ’ ᾦ τὸν μετὰ τῶν Γενουσίων ἐκεῖσε διερχομένων ἀναδέξασθαι πόλεμον. τούτων οὖν ἀπελθόντων ἔνθα καὶ προσετάχθησαν, χειμὼν βαρὺς ἐπιγέγονε καἲ ἀφόρητος, ὑφ’ οὗ καὶ πολλὰς τῶν νηῶν συνέβη διαθραυσθῆναι. ἅσπερ [*](D) πάλιν πρὸς τὴν χέρσον ἑξελκύσαντες ἐπιμελῶς τὴν διὰ τῆς ὑγρᾶς πίσσης ἐπίχρισιν ταύταις ἐπέφερον. τηνικαῦτα δέ καὶ ὁ Καντακουζηνὸς τὸν τῶν Γενουσίων στόλον περὶ τὰ κατώτερα διαπλένοτα ἐγγύς που εἶναι μεμαθηκὼς ὑποτίθεται τῷ Δαντούλφῳ ὁξτωξαλθδεκα ναῦς ἀναλαβέσθαι τοσαύτας γὰρ μόνας συνέβη τῷ τότε ἀποπλέειν τῶν ἄλλων ἐξελκυσθεισῶν τῆς θαλάσσης) καὶ ἀπελθόντα κατὰ τὸ ἀκρωτήριον τοῦ Μαλέου προσοκεῖλαι αὐὰς κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας καὶ διερχομένων τῶν Γενουσίων, εἰ μὲν τὸν μετ’ αὐτῶν ἀποθαρροίη πόλεμον, εὐθὺς τὴν μετ’ αὐτῶν ἀναδέξασθαι μάχην, εἰ δ’ οὐ, τὴν σωτηρίαν ἑαυτῷ καὶ ταῖς ὑπ’ αὐτὸν νηυσὶ σὺν αὐτοῖς πλωτῆρσιν εἰς Κορώνην προσοκείλαντι περιποιήσασθαι. ὁ δ’ ἀπελθὼν καὶ τὸν πολὺν στόλον τῶν Γενουσίων θεασάμενος καὶ ἀπαγορεύσας τὴν [*](P. 339) μετ' αὐτῶν μάχην θᾶττον τὴν Κορώνην κατέλαβεν. ὁ δέ [*](1. αὐτοὶ om. C. Κατακουζηνὸν F; sic fere semper. 3. θαλάσσης F, θαλάττης P. 6. τούτων οὑν F, οὑν om. P. 8. διαθραυθῆναι P, correxi. 10. ἐπίχρισιν F, ἐπίχρησιν P. 18. θαῤῥοίη C. 19. οὐ] οὖν?)
123
Καντακουζηνὸς τὸν ὅλον Ῥωμαϊκὸν στόλον ὡς ποιησάμενος καὶ τοὺς συνόντας αὐτῷ ἐκεῖσε συναγαγὼν ὡς εἶχε τάχους κατόπιν τῶν Γενουσίων ἐδίωκε. μὴ ἐφθακὼς δέ τὴν Λαοδίκειαν κατέλαβε σπεύδων πρὸς πρὸς μετὰ Βαϊμούντου πολέμους ὄλῃ γνώμη καὶ χειρὶ ἀποδύεσθαι. καὶ μέντοι καὶ ἔργου ἁψάμενος τὸν λιμένα κατέλαβε καὶ διὰ πάσης νυκτὸς καὶ ἡμέρας τῆς τειχομαχίας οὐκ ἀφίστατο. ὡς δ’ ἄπρακτος τοῦ λοιποῦ ἔμενε μυριάκις μὲν προσβαλών, τοσαυτάκις δ’ ἀποτυχὼν καὶ πὴ μὲν ὑποποιούμενος τοὺς οὐκ ἔπειθε, πῆ δέ μαχόμενος ἀπετύγχανε, τειχίον τι [*](B) διὰ ξηρῶν λίθων κυκλοτερὲς δειμάμενος ἀναμεταξὺ τῆς ψάμμου καὶ τῶν τειχῶν Λαοδικείας ἐν τρισὶ κἄκτοτε ὡς ἔρεισμα τοῦτο κτησάμενος ἕτερον πολίχνιον δι’ ἐγχορήγου ὕλης ἐντὸς τούτου θᾶττον ἀνήγειρεν ἵν’ ἐντεῦθεν ὡς ἐξ ὁρμητηρίου τινὸς γενναιότερον τῆς τειχομαχίας ἀντέχοιτο. χοιτο. ἀλλὰ καὶ πύργους δύο διὰ τοῦ στομίου τοῦ λιμένος ἐφ’ ἑκάτερα οἰκοδομήσας ἅλυσιν σιδηρᾶν διαμπερὲς τούτων εἰσελάσας δι’ αὐτοῦ ἀπετάφρευε τὰς ἴσως ἐλπιζομένας βοήθειαν τῶν Κελτῶν ἐκ θαλάττης ναῦς. ἐν ταὐτῷ δὲ καὶ πολλὰ τῶν περὶ θάλατταν πολιχνίων κατέσχε, τό τε Ἀργυρόκαστρον C καλούμενον, τὸ Μαρχάπιν, τὰ Γάβαλα καὶ ἄλλα [*](5. πολέμους F, πολεμῆσαι P. 6. καὶ F, τοῦ P, 8. λοιποῦ C, λοποῦ P. 14. ἐγχωρήγου Ducangius. 19. ἐν ἁ ταὐτῷ FC, ἐνταῦθα P. 21. ἀλλά τ F, ἀλλ’ ἅττα P.)
124
τινὰ μέχρις αὐτῶν συνόρων Τριπόλεως ἐφθακώς, ἅπερ πρότερον μέν φόρους τοῖς Σαρακηνοῖς ἐδίδουν, ἐν ὑστέροις δέ παρὰ τοῦ αὐτοκράτορος πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπανεσώθησαν. ὁ μέντοι βασιλεὺς δέον λογισάμενος καὶ ἀπὸ τοῦ μέρους τῆς ξηρᾶς πολιορκῆσαι τὴν Λαοδίκειαν, γινώσκων ἐκ μακροῦ τὸν δεινὸν Βαϊμοῦντον καὶ τὰς αὐτοῦ μηχανάς, ὁποῖος ἐκεῖνος δεξιὸς ἦθος ἀνθρώπου έν βραχεῖ καταμαθεῖν, καὶ τῆς αὐτοῦ δολερᾶς καὶ ἀποστατικῆς γνώμης κατάληψιν ἀκριβῆ ἔχων, τὸν Μοναστρᾶν μετακαλεσάμενος [*](D) μετὰ ἀποχρώσης δυνάμεως διὰ τῆς ἠπείρου ἀπέστειλεν, ὥστε ἐν ταὐτῷ τὸν μέν Καντακουζηνὸν ἐκ θαλάττης, αὐτὸν δέ ἐκ [*](V. 269) τοῦ μέρους τῆς ἠπείρου πολιορκεῖν τὴν Λαοδίκειαν. ὁ Καντακουζηνὸς πρὸ τοῖ, τὸν Μοναστρᾶν ἐφθακέναι τὸν λιμένα καὶ τὸ κάστρον αὐτὸ κατέσχε· τὴν μέντοι ἀκρόπολιν, ὅπερ κουλᾶ νῦν ἡ συνήθεια καλεῖν εἴωθεν, ἔτι Κελτοὶ Κελτοὶ κατεῖχον πεζοὶ πεντακόσιοι καὶ ἱππεῖς ἑκατόν. τούτων τῶν πολιχνίων τὴν κατάσχεσιν ὁ βαϊμοῦντος ἀκηκοώς, μεμαθηκὼς δέ καὶ ἀπὸ τοῦ φυλάσσοντος κόμητος τὴν τῆς Λαοδικείας ἀκρόπολιν, ὅτι ἐπιδεής ἐστι χορτασμάτων, [*](P. 340) τῶν ὑπ’ αὐτὸν δυνάμεων πασῶν τοῦ τε ἀνεψιοῦ αὐτοῦ Ταγγρὲ καὶ τοῦ Ἰσαγγέλη ἑνωθεὶς καὶ βρώσιμα παντοῖα ἐπισάξας ἐν ἡμιόνοις καὶ τὴν Λαοδίκειαν καταλαβὼν τὰ μὲν θᾶττον εἰσήγαγεν εἰς τὸ κουλᾶ, μετὰ δέ γε τοῦ Καντακουζηνοῦ εἰς ὁμιλίαν ἐλθὼν τοιαῦτα πρὸς αὐτὸν ἔφη “τίνα [*](2. ἐδίδουν ἐδίδου Ρ. 9. κατάληψιν FC, κατάλιψιν Ρ. 17. ἀκηκοώς in ras. F. 20. ταῖς τοῦ? 21. ἐπισάξας F, ἐπισυνάξας Ρ.)
125
σκοπὸν ἔχων πρὸς οἰκοδομὰς καὶ κτίσεις ἀπέβλιψας;” ὁ δέ “οἶδας ὅτι δουλείαν ὁμολογήσαντες τῷ αὐτοκράτορι καὶ τὰς παρ᾿ ὑμῶν αἱρουμένας πόλεις ἐνωμότως παραδοῦναι κατέθεσθε. εἶτα αὐτος καταψεισάμενος τῶν ὁρκίων, ἀθετήσας δέ καὶ τὰς εἰρηνικὰς σπονδὰς καὶ ταυτηνὶ τὴν πόλιν ἑλὼν [*](B) καὶ παραδοὺς ἡμῖν μεταγνοὺς αὖθις κατέσχες, ὥστε μάτην αὐτὸς ἐνταυθοῖ παρεγενόμην ἐπὶ τῷ τὰς παρ᾿ ὑμῶν αἱροιμένας πόλεις ἀναλαμβόνεσθι” ὁ δὲ Βαϊμοῦνἶος “διὰ χρημάτων ἢ διὰ σιδήρου ταύτας ἐλπίζων ἐξ ἡμῶν λαμβάνειν ἥκεις;" ὁ δέ “τὰ χρήματα οἱ συνεφεπόμενοι ἡμῖν ἔλαβον ἐπὶ τῷ ἐκθύμως ἀγωνίζεσθαι”. ὁ δέ Βαϊμοῦντος θυμοῦ πλησθεὶς ἔφη “ἄτερ χρημάτων ἴσθι ὡς οὐδὲ φρούριον κατασχεῖν δινηθῇς.” καὶ τηνικαῦτα τὰς ὑπ᾿ αὐτὸν φάλαγγας παρέθηξε μέχρις αὐτῶν πυλῶν τῆς πόλεως ἐξιππάσασθαι. οἱ δέ τοῦ Καντπκου- [*](C) ζηνου τὰ τείχη τηροῦντες δίκην νιφάδος τοὺς ὁϊστοὺς κατὰ τῶν τοῖς τείχεσι προσπελαζόντισν Φράγγων ἐπαφιέντες μικρόν τι τούτους ἀπώσαντο. καὶ παραχρῆμα ὁ Βαϊμοῦντος συναγαγὼν ἅπαντας εἰσῆλθεν ἐντὸς τῆς ἀκροπόλεως. ὑποπτεύσας δὲ τὸν φυλάσσοντα κόμητα μετὰ τῶν ὑπ᾿ αἰτὸν Κελτῶν ἕτερον εἰς φυλακὴν τῆς πόλεως ἔπεστισεν ἐκείνους ἐκεῖθεν ἀπελάσας. ἅμα δὲ καὶ τοὺς ἀγχοῦ τῶν τειχῶν ὄντας ἀμπελῶνας ἠρίπωσεν, ὥστε μὴ ἐμποδὼν τοῖς ἱππά- [*](16. ἐπανέντες FC, ἐπαφέντες P. 17. ἀπώσαντο . . . (p. 129, 7) χεῖρας om. F; scilicet unum folium in codice deest: in mg. m. 2: λείπει ἐντεῦθεν φύλλον ἕν. 19. αὐτῶν P, correxi.)
126
ζεσθαι μέλλουσι καθεστάναι Λατίνοις. ταῦτα μέν οὕτω καταστήσας [*](D) ἐκεῖθεν ἐξελθὼν τὴν Ἀντιόχου κατέλαβεν. ὁ δέ Καντακουζηνὸς οὐκ ἠμέλει παντοίως πολιορκῶν τε καὶ διὰ μυρίων μηχανᾶν τε καὶ ἐπιχειρημάτων καὶ ἐλεπόλεων συνταράσσων τοὺς ἐντὸς τῆς ἀκροπόλεως Λατίνους. ἀλλὰ καὶ Μοναστρᾶς διὰ τῆς ἠπείρου ἐρχόμενος μετὰ τοῦ ἱππικοῦ φοσσάτου παραλαμβάνει τήν τε Λογγινιάδα, τὴν Ταρσόν, τὴν καὶ τὴν Μάμισταν καὶ αὐτὴν δὴ τὴν Κιλικίαν ἅπασαν.

Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊμοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν οὔτε γὰρ κατ’ ἤπειρον εἶχεν ἀξιόλογον στράτευμα οὔτε [*](P. 341) θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος [*](V. 270) ματο) μηχανᾶταί τι τοιοῦτον σφόδρα μέν ἀγεννές, σφόδρα δὲ πανουργότατον. πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν καταλείψας τῷ τοῦ Μαγκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἐαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομένου αὐτοῦ τὴν οἰκουμένην διέθετο. καὶ ἡ φήμη διέτρεχεν ἁπανταχῆ πτερῶν ταχυτέρα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀποχρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν ξυλίνη καὶ ναῦς διήρης, ἐν ᾑ κατατιθεμένη ἡ λάρναξ καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεΐ, ὅπερ [*](B) ἐστὶ τῆς Ἀντιοχείας ἐπίνειον, ἐπὶ τὴν Ῥώμην ἀπέπλει. [*](11. εἶχεν ἀξιόλογον Α, εἶχε. Ρ. 15 μαρκέσση Α. 20. τὰ τῆς C, τὰ om. P. ἀποκρόντως P, correxi. lacunam signavi: κατεσκευάζετο vel simile verbum deest. 21. κατατιθεμένη scripsi: καταθεμένη P. 22. σουδὲ Α.)

127
διαπόντιος ὡς νεκρὸς ἐκομίζετο τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ’ αὐτὸν σχήμασιν καὶ γὰρ ἑκασταχοῦ γινόμενοι ἀπέτιλλόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ᾿ ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος τούτων νεκρὸς ἦν τὰ δ’ ἄλλα εἰσέπνει τε τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυφίων ὀπῶν. ταῦτα μέν ὲν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τε αἰτῶ μετεδίδοσαν καὶ έπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. ἵνα δέ καὶ δοκοίη ὁ νεκρὸς ἕωλος εἶναι καὶ ὀδωδώς, ἀλεκτρυόνα ἀποπνίφαντες [*](C) ἢ ἀποσφάξαντες ἐνέθηκαν τῷ νεκρῷ. καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυδμότατος ἢν ὄσφρησιν ἔχοτσιν. καὶ ἐδόκει μέν τοῦ χρωτὸς Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατημένοις· πλέον δ᾿ ἐκεῖνος ὁ βαϊμοῦντος τοῦ ἐπιπλάστου κανοῦ ὥστε ἔγωγε θαυμάζω, πῶς τοσαύτην ὑπήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ νεκροῦ συμφερόμενος ἀλλ’ ἀλλ᾿ μεμάθηκα, ὡς ἄρα πᾶν τὸ γένος δυσανάκλητον, ἐφ’ ὅπερ ἂν ἐφορμήσειε, καὶ οὐδὲν αἰτῶ φορτικώτατον ὅ μὴ ἐνέγκοι καθάπαξ ἐμβάλλον ἐαυτὸ πρὸς [*](D) αὐθαιρέτοις κακώσεις. καὶ γὰρ οἶτος μηδέπω ἀποθανών, ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν οὐκ ἀπώκνησε ζῆν μετὰ [*](1. τὰ C, τῷ P. καὶ C, ἡ Ρ. 4. δ᾿ A, δὲ 15. συναπέλαβεν A. 19. γένος] δύστροπον τι καὶ A. ἐξορμήσειεν ἂν A. 20. καθάπερ A. 22. ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν C, om. P.)
128
ἀποθανόντων σωμάτων. τέχνη μὲν οὖν τοῦ βαρβάρου αὕτη πρώτη καὶ μόνη κατὰ τὴν καθ’ ἡμᾶς οἰκουμένῳ πέφηνεν εἰς καταστροφὴν ἀποβλέπουσα τῆς Ῥωμαίων οὐδὲ πρὸ ταύτης βάρβαρος ἢ Ἕλλην τοιαῦτα κατὰ ἐμηχανήσατο οὐτ’ ἄν, οἶμαι, μετὰ ταῦτα ὁ καθ’ ἡμᾶς θεάσαιτο βίος. ἐπεὶ δὲ τὴν κορυφῶ καταλάβοι, ὡσπερ εὶς ἀκρώρειάν τινα γενόμενος καὶ κορυφὴν καὶ κρησφύγετον τὴν [*](P. 342) Κορυφὼ ταυτηνὶ καὶ ἐν τῷ ἀκινδύνῳ τυγχάνων τε ἀπὸ τῶν ἐν δόξῃ νεκρῶν καὶ τὴν νεκροφόρον ἐκεῖσε λάρνακα καταλείψας ἡλίου τε ἐνεφορεῖτο πλείονος καὶ τοῦ ὤρος ἀνέπνει καθαρωτέρου καὶ περιενόστει τὴν πόλιν τὴν Κορυφώ· ὃν ἐωρακότες ἐν ξένη καὶ βαρβαρικῇ στολῇ άνεπυνθάνοντο τό τε γένος καὶ τὴν τύχην καὶ τις τε εἴη καὶ πόδεν ἥκει καὶ εἰς οὑς παραγίνεται. ὁ δέ τῶν μέν ἄλλων ὑπερεώρα πάντων, ἀνεζήτει δὲ τὸν δοῦκα τῆς πόλεως. ἠν δὲ ἅν οὗτος Ἀλέξιός τις θέματος Ἀρμενιακοῦ γενόμενος. ὃν θεασάμενος μετὰ σοβαροῦ τοῦ βλέμματός τε καὶ σχήματος [*](Β) καὶ σοβαρᾷ τῇ φωνῇ χρώμενος καὶ ὅλως βαρβαρικῇ ἀπαγγεῖλαι προσέταττεν Ἀλεξίῳ τῷ αὐτοκράτορι ὃτι [*](V. 271) έγὼ βαϊμοῦντος ἐκεῖνος ὁ τοῦ Ῥομπέρτου, ὃν ὁ ἀνέκαθεν χρόνος καὶ σέ καὶ τὴν ὑπὸ σὲ βασιλείαν ἐδίδαξεν, ὁπόσος τίς εἰμι τὴν ἀνδρείαν καὶ τὴν ἔνστασιν. ἐφ’ ᾧπερ ἂν καὶ τὴν ῥοπὴν λάβοιμι, ὡς οὐκ ἂν ἀνασχοίμην, ἴστω Θεός, τῶν [*](8. ἀνέγρετο A. 16. Ἀρμενιακοῦ C, Ἀρμενικοῦ Ρ. 20. ὃν ὁ scripsi: ὃν P. 21. ὑπὸ scripsi: ὐπὲρ P.)
129
τρὸς έμὲ ἐμὲ γεγενημένων ναῶν. ἐξ ὅτου γὰρ διὰ τὴν Ἀντιόχου κατέλαβον καὶ Σιρίαν ὅλην ἡνδραποδισάμην τῷ ἐμῷ δόρατι, πολλῆς παρὰ σοῦ καὶ τῆς σῆς στρατιᾶς πικρίας ἀνεφορήθην ἐλπίσιν ἐξ ἐλπίδων παραπεμπόμενος καὶ εἰς μυρίας συμφορὰς καὶ πολέμους βαρβαρικοὺς ἐμβαλλόμενος. [*](C) ἀλλὰ νῦν γε ἴσθι με, κἂν ἀπέθανον, πάλιν ἐξ ὑπαρχῆς ἀναβεβιωκότα καὶ τὰς σὰς διαδεδρακότα χεῖρας. πάντα γὰρ ὀφθαλμὸν καὶ πᾶσαν χεῖρα καὶ γνώμην διαλαθὼν ἐν σχήματι ἀποτεθνηκότος νῖν καὶ ζῶν καὶ κινούνενος καὶ τὸν ἀέρα πνέων ἐκ τῆσδε τῆς Κορυφοῦς διαπέμπω πάνυ μεμισημένας ἀγγελίας τῇ σῇ βασιλείᾳ, ἃς καὶ ἀναμαθὼν οὐκ ἂν περιχαρῶς ἀποδέξαιο, ὡς μὲν τῷ Ταγγρὲ καὶ ἐμῷ ἀνεψιῷ τὴν Ἀντιόχου παρακατεθέμην παρακατεθέμην πρὸς τοὺς σοὺς στρατηγοὺς ἀντίμαχον ἀξιόμαχον καταλείψας αὐτόν, αὐτὸς δὲ [*](D) πρὸς τὴν ἰδίαν ἄπειμι χώραν σοὶ μὲν νεκρὸς φημιζόμενος καὶ τοῖς σοῖς, ἐμοὶ δέ καὶ τοῖς ἐμαυτοῦ καὶ ζῶν καὶ κατὰ σοῦ δεινὰ βουλευόμενος. ἐφ’ ᾧ γὰρ τὶν ὑπὸ σέ Ρωμανίαν κλονήσειν, καὶ ζῶν ἀποτέθνηκα καὶ ἀποθανὼν ἔζησα. εἰ γὰρ τὴν ἀντιπέραν ἤπειρον καταλάβοιμι καὶ Δογγιβάρδους καὶ πάντας Δατίνους καὶ Γερμανοὺς καὶ τοὺς καθ’ ἡμᾶς Φράγγους ὀψαίμην, ἄνδρας Ἄρεως μνήμονας, πολλῶν φόνων [*](4. ἀνεφύρθνη? 9. καὶ κηνούμενος sic Α, κινούμενος P. 10. Κορυφὼ Α. 13. παρακατεθέμην FA, παρακαταθέμην. P. 15 sq. σοὶ μὶν... ζῶν καὶ om. C. 17. κατὰ σοῦ δεινὰ F, δεινὰ κατὰ σοῦ C, κατὰ δεινὰ σοῦ Ρ. 21. ὀψοίμην Α. Ἂρεως F, Ἄρεος PA.)
130
καὶ πολλῶν αίμάτων τὰς σὰς ἐμπλήσω πόλεις καὶ χώρας, ἕως ἂν ἐπ’ αὐτοῦ τοῦ Βυζαντίου τὸ δόρυ πηφαίμην.” εἰς τοσοῦτον ἄρα ὁ βάρβαρος ἀλαξονείας ἐπῆρτο.

[*](1. καὶ πόλεις Ρ, καὶ om. AC. 3. ἀλαζονείας FAC, ἀλαζονίας P.)
131

ARGUMENTDM.

α

ὰ μὲω οὖν τῆς πρωτης τοῦ Βαϊμούντου δια- [*](Ρ. 345) περαιωσεωσ ἒργα καὶ οποσα πραγματεθσαμενος κατα του [*](V. 274) αὐτοκράτορος φαίνεται τὰ σκῆπτρα τῶν Ρωμαίων ἐαυτῷ μνηστευόμενος καὶ ὂπως τὴν ἐκεῖθεν ὑποχώρησιν μετὰ ῤᾳδιουργίας προμηθευσάμενος καὶ δὴ καὶ τυχὼν τοῦ σκοποῦ καὶ τοταύτην τὴν ναυλοχίαν καθαπερεὶ νεκρὸς φερόμενος

Res in prima Βο

132
ποιησάμενος τὴν Κορυφὼ κατέλαβεν, ὧδέ πη περιγεγράφθω. [*](B) ἐχέσθω δ’ αὖθις ὁ λόγος τῶν μετ’ ἐκεῖνα τούτου πράξεων. καταλαβὼν δέ ὁ νεκρὸς ὀδωδὼς τὴν Κορυφώ καθά γε καὶ εἴρηται, καὶ ἀπειλησάμενος διὰ τοῦ ἐκεῖσε δουκὸς τῷ αὐτοκράτορι, ὁπόσα ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς τὴν Δογγιβαρδίαν τὸν ἀπόπλουν ποιησάμενος ἔργου ἥπτετο σκεπτόμενος αὖθις τὸ Ἰλλυρικὸν καταλαβεῖν καὶ συμμάχους διὰ τοῦτο σπεύδων συναγηοχέναι πλείους τῶν πρὸ τοῦ. καὶ [*](P. 346) περὶ κἠδους τῷ ῤηγὶ Φραγγίας ὁμιλήσας τὴν μέν τῶν θυγατέρων αὐτοῦ εἰς ἰδίαν αὐτῷ γυναῖκα ἐξέδοτο, τὶν δέ γε ἐτέραν διαπόντιον πρὸς τὴν Ἀντιόχου πόλιν ἐξέπεμψεν, ἐφ’ ᾧ συναφθῆναι τῷ ἀνεψιῷ αὐτοῦ Ταγγρέ. εἶτα δυνάμεις ἁπανταχόθεν μυριοπληθεῖς συλλεξάμενος ἐκ πάσης τε Χώρας καὶ πόλεως τοὺς κόμητας μεταπεμψάμενος μετὰ Τῶν ὐπ' αὐτοὺς στρατευμάτων τὴν πρὸς τὸ Ἰλλυρικὸν διαοεραίωσιν ἐπετάχυνεν. ὁ γοῦν βασιλεὺς τὰ διὰ του Ἀλεξίου πρὸς αὐτὸν μηνυθέντα ἀκηκοὼς εὐθὺς κατὰ πάσας τὰς χώρας, [*](B) Πίσσαν τε καὶ Γένουαν καὶ Βενετίαν γράμματα ἐπέστελλε προπαρασκευάζων αὐτοὺς μὴ συναπαχθέντας τοῖς ἀπατηλοῖς λοῖς τοῦ Βαϊμούντου λόγοις ἐκείνῳ συνεφέψεσθαι. καὶ γὰρ περιϊὼν ἁπάσας τὰς χώρας καὶ πόλεις πολλὴν τὴν κατὰ τοῖ αὐτοκράτορος καταδρομὴν ἐποιεῖτο παγανὸν ὀνομάζων αὐτὸν καὶ [*](10. αὐτῷ FC, αὐτοῦ P. 18. Θνούαν C. ἀπέστειλε Α. 21. χώρας καὶ πόλεις F, πόλεις καὶ χώρας P. 22, ἐποιεῖτο F, ἐπεποίητο P. ὀνομάζων αὐτὸν Α, αὐτὸν om. P.) τῶν Χριστιανῶν πολέμιον. ἐπεὶ δὲ καὶ ὁ Βαβυλώνιος τριακοσίους φθάσας κατέσχε τότε κόμητας, ὁπότε τὰ ἄπειρα πλήθη τῶν Κελτῶν διὰ τῆς ἑσπέρας διαπεραιωσάμενα τὴν Ἀσίαν τήν τε Ἀντικόχου πόλιν καὶ τὴν Τύρον καὶ τὰς παρακειμένας ἁπάσας πόλεις καὶ χώρας ἐμάστιζον, καὶ δεσμώτας ἐμφρούρους εἶχεν, ἡ δὲ φρουρὰ δεινὴ τῶν πάλαι γεγενημένων, καὶ τὰ περὶ τῆς τούτων ἁλώσεως καὶ τὰ ἐντεῦθεν [*](C) συμπεσόντα τούτοις δεινὰ μεμαθηκὼς ὁ αὐτοκράτωρ ἐδάκνετο τὴν ψυχὴν καὶ ὅλος τῆς ἐκείνων ἀναρρύσεως ἐγεγόνει. καὶ μεταπεμψάμενος Νικήταν τὸν Πανουκωμίτην μετὰ χρημάτων πρὸς τὸν Βαβυλώνιον ἐξαπέστειλε γραφὰς πρὸς αὐτὸν ἐγχειρίσας, δι᾿ ὧν τοὺς δορυαλωτους ἐκείνους ᾐτεῖτο κόμητας πολλὰς ὑποσχόμενος αὐτῷ τὰς χάριτας, εἰ τούτους λύσας τῶν δεσμῶν ἀπολύσει. ὁ δὲ Βαβυλώνιος τὸν Πανουκωμίτην [*](V. 275) θεασάμενος καὶ ἀκούσας, ἅττα δὴ παρὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διεμηνύθη, ἀνελίξας δὲ καὶ τὰς γραφὰς λύει μὲν [*](D) παραχρῆμα τοὺς κόμητας τῶν δεσμῶν, ἐξάγει δὲ καὶ τῆς φρουρᾶς· οὐ μέντοι γε παντελῶς ἐλευθερίας αὐτοὺς ἀξιοῖ, ἀλλὰ τῷ Πανουκωμίτῃ παραδιδωσι πρὸς τὸν αὐτοκράτορα τούτους ἐξαποστείλας μηδ᾿ ὁτιοῦν τῶν ἀποσταλέντων χρημάτων ἀναλαβόμενος· εἴτε δὲ ὡς μὴ ἀποχρώντων πρὸς τοσούτους

[*](3. πρὸς τὴν? 5. ἐμάστιζον F, ἐμάστιζεν sententiis perperam distinctis P. 7. τὰ addidi. τὰ ἐντεῦθεν συμπεσόντα τούτοις δεινὰ F, τῶν ἐντεῦθεν συμπεσόντων τούτοις δεινῶν Ρ. 9. τε τὴν Ρ, τε om. F. 10. Πανουκομίτην C; sic semper. 17. καὶ addid. 19 παραδίδωσι F. παραδίδωσιν Ρ. 21. ἀποχρῶντα F. τοσούτους scripsi: τοσούτων Ρ.)
134

λύτρων, εἴτε καὶ δωροληψίας ἐκφεύγων ὑπόνοιαν καὶ ὡς μὴ [*](P. 347) φαίνοιτο τιμῆς τούτους ἀποδόμενος, ἀλλὰ καθαρὰν τὴν χάριν ἀπονέμων τῷ βασιλεῖ καὶ ἀκίβδηλον, εἴτε καὶ πλειόνων ἐφιέμενος, Θεὸς ἂν εἰδείη. τούτους ὁ βασιλεὺς καταλαβόντας θεασάμενος ὑπερηγάσθη μὲν τὴν τοῦ βαρβάρου γνώμην καὶ τεθαύμακεν, ἐπιπόνως δέ τούτους περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπερωτήσας καὶ μεμαθηκώς, ὅπως ἐπὶ τοσοῦτον χρόνον καὶ τοσούτων κύκλων περιόδους ἔμφρουροι ὄντες οὐδὲ ἅπαξ ἥλιον ἐθεάσαντο οὐδέ τῶν δεσμῶν ἐλύθησαν, ἀλλὰ καὶ τροφῶν παντοίων ἄγευστοι τὸ παράπαν ἐπὶ το- σοῦτον διαμεμενήκεσαν μόνου ἄρτου καὶ ὕδατος μεταλαμ- [*](B) βάνοντες, οἰκτείρας τοῦ πάθους καὶ θερμὸν καταστάξας δάκρυον πολλῆς παραχρῆμα ἠξίου φιλοφροσύνης χρήματά τε ἐπιδοὺς καὶ ἀμφία παντοῖα παρασχὼν ἐς βαλανεῖά τε προτρεπόμενος καὶ παντοίως τῆς τοσαύτης κακότητος ἀνακτηι- σασθαι τούτους μηχανώμενος. οἱ δέ ἔχαιρον ἐφ᾿ οἷς παρὰ τοῦ αὐτοκράτορος εὖ πεπόνθασιν, οἱ πρὶν ἐχθροὶ καὶ πολέμιοι, οἱ παραβάται τῶν πρὸς αὐτὸν ὁρκίων καὶ ὑποσχέσεων, τὴν τοσαύτην ἐς αὐτοὺς ατανοοῦντες ἀνεξικακίαν. ὁ δὲ μεθ᾿ ἡμέρας μεταπεμψάμενος τούτους ἔφη “ἄδειαν ὑτμῖυ τοῦ λοιποῦ δίδωμι, ἵνα ὁπόσον βούλεσθε κατὰ ταύτην τὴν [*](C) πόλιν ἐγκαρτερήσητε μεθ᾿ ἡμῶν. ὁπηνίκα δέ τις τῶν οἰκείων [*](1. λύιρων scripsi: λύτρον P. 2. ἀποδόμενος F, ἀποδιδόμνος P. 11. μεταλαμβάνοντος F. 14. ἐς F, εἰς P.)

135
ἐπιμνησθεὶς ἐθελήσοι ἀναχωρεῖν, ἀκωλύτως καὶ τῆς πρὸς τὰ οἴκοι φερούσης ἂψαιτο συνταξάμενος ἡμῖν καὶ οὕτω διὰ χρημάτων καὶ παντοίας ἄλλης οἰκονομίας ἐφοδιασθεὶς καλῶς διευθετηθείη. καὶ ἁπλῶς καὶ παρεῖναι καὶ ἀπεῖναι ἄδειαν ἔχειν ὑμᾶς βούλομαι καὶ τὸ βουλητὸν ὡς ἐλευθέρους κατὰ τὴν οἰκείαν γνώμην πράττειν.’’ ἠσαν μέν οἶ,ν τέως οἱ κόμητες μετὰ τοῖ αὐτοκράτορος παντοίας, ὡς εἴρηται, θεραπείας ἀξιούμενοι καὶ δυσαποσπάστως αἰτοῖ ἔχοντες. ἐπεὶ δὲ τὴν Λογγιβαρκίαν ὁ Βαϊμοῦντος καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πλείω τῶν προτέρων στρατευμάτων σπεύδων συναγαγεῖν πολλὰ τοῦ αὐτοκράτορος κατὰ πᾶσαν πόλιν καὶ χώων περιϊὼν καὶ παγανὸν αὐτὸν λαμπρᾷ τῇ φωνῇ [*](D) ἀνακηρύττων καὶ τοῖς παγανοῖς ὅλη γνώμῃ ἐπαρήγοντα, τοῦτο ὁ αὐτοκράτωρ μεμαθηκὼς τοὺς ῥηθέντας κόμητας τὸ μέν τι καὶ αὐτῶν προθυμουμένων ἤδη πρὸς τὰς σφῶν ἀπιέναι χώρας, τὸ δέ τι καὶ πρὸς ἔλεγχον τῶν κατ᾿ αὐτοῦ παρὰ τοῦ Βαϊμούντου διακηρυκευομένων δαψιλεῖς τὰς δωρεὰς ἀπιχορηγήσας αἰτοῖς οἴκαδε ἐξαπέστειλεν. αὐτὸς δέ πρὸς τὴν [*](P. 348) Θετταλοῦ πόλιν σπουδαίως ἐξῄει, ἅμα μέν καὶ τοὺς νεήλυδας τὰ στρατιωτικὰ παιδεύειν, ἅμα δέ καὶ τὸν Βαϊμοῦντον ἐκ τῆς περὶ αὐτοῦ φήμης ἀπείργεσθαι τῆς ἀπὸ Λογγιβαρδίας πρὸς τὴν ἡμεδαπὴν διαπεραιώσεως. ἀπελθόντες τοίνυν [*](2. οὕτως F. 15. Tt FC, τοι PA.)
136
οἱ κόμητες ἐκεῖνοι ἔλεγχοι τοῦ Bαϊμούντου γεγόνασιν ἀψευσέστατοι ἀπατεῶνα ἀποκαλοῦντες αὐτὸν καὶ μηδ᾿ ἐπὶ τῷ τυχόντι ἐπαληθεύοντα κατὰ πρόσωπον αὐτὸν πολλάκις ἐλέγχοντες καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀποκηρύττοντες, μάρτυρας αὐτοπίστους ἑαυτοὺς καθιστῶντες.

Ἐπεὶ δ᾿ ἡ τοῦ Βαϊμούντου διαπεραίωσις ἁπανταχῆ [*](B) διεδίδοτο καὶ πολλῶν ἐδεῖτο ὁ αὐτοκράτωρ δυνάμεων καὶ ἀναλόγου στρατεύματος ἀντικαθισταιιένου πρὸς τὰ Κελτικὰ πλήθη, οὐκ ἔμελλεν οὐδ᾿ ἀνεδύετο, ἀλλὰ τοὺς περὶ τὴν Κοίλην Συρίαν μετεπέμπετο, τὸν Καντακουζηνόν φημι καὶ τὸν Μοναστρᾶν· ὁ μέν γὰρ τὴν Λαοδίκειαν ἐφρούρει, ὁ δέ τὴν Ταρσόν. τούτους οὖν ἐκεῖθεν μεταπεμπόιιενολ᾿ οὐκ ἐρήμους τὰς ὑπ᾿ αὐτῶν φρουρουμένας χώρας καὶ πόλεις κατέλιπεν· εἰς μέν γὰρ τὴν Λαοδίκειαν τὸν Πετζέαν μεθ᾿ ἑτέρων ἐκπέμπει δυνάμεων, ἐς δέ γε Ταρσὸν καὶ ἁπάσας τὰς ὑπὸ τὸν Mοναστρᾶν πόλεις καὶ χώρας τὸν Ἀσπιέτην. ἀνὴρ δὲ [*](C) οὗτος εὐγενὴς ἐξ Ἀρμενίων ὁρμώμενος καὶ τῶν ἐπ᾿ ἀνδρείᾳ διαβεβοημένων, ὡς ἡ φήμη τὸ τηνικαῦτα ἐκήρυττε, κἂν ὁ τότε καιρὸς οὐ πάνυ τοιοῦτον ὄντα ἐξήλεγξεν ὅσον γε τὰ εἰς στρατηγικὴν δύναμιν. ὁ μέν γὰρ τῆς Ἀντιόχου ἐπιτρο- πεύων Ταγγρέ, ὃν ὁ λόγος φθάσας καταλέλοιπεν ἐν Συρίᾳ, φήμας τε ὑπεπέμπετο πυκνάς, ὡς ἄρα ταχὺ καταλάβοι τὴν [*](2. ἀποκαλοῦντες A, καλοῦντες P. 6. ἁπανταχοῦ C. 9. ἔμελεν F.)

ω

137
Κιλικίαν, ἐφ᾿ ᾧ πολιορκήσειν αὐτὴν καὶ τῶν τοῦ βασιλέως ἀφελέσθαι χειρῶν, ἅτε ἰδίαν οὖσαν καὶ τῷ δόρατι τούτου τῶν Τούρκων ἀφαιρεθεῖσαν· καὶ οὐ μόνον φήμας τοιαύτας πανταχόσε κατέπεμπεν, ἀλλὰ καὶ διὰ γραμμάτων ἠπείλει [*](D) τὰ χείρω τούτων· ἃ καὶ τῷ Ἀσπιέτῃ καθ᾿ ἡμέραν ἑκάστην ἐνεχειρίζετο. καὶ οὐκ ἠπείλει μόνον, ἀλλὰ καὶ τῶν ἀπειλῶν πρόδρομά τινα καὶ ἐποίει καὶ καθιπισχνεῖτο ποιεῖν δυνάμεις τε σιναποχὼς ἁπανταχόθεν ἐξ Ἀρμενίων τε καὶ Κελτῶν καὶ τούτοις καθ᾿ ἑκάστην ἡμέραν γιμνάζων καὶ πρὸς παρατάξεις καὶ μάχας ἐξομαλίζων τὸ στράυειμα καὶ ἔστιν οὗ καὶ εἰς προνομὰς ἀποστέλλων καὶ τὸν καπνὸν πρὸ τοῦ πυρὸς παρεμφαίνων τά τε πολιορκητικὰ ὄργανα κατασκευαζόμενος καὶ παντοιοτρόπως πρὸς τὴν πολιορκίαν ἑαυτὸν ἀνιστῶν. ἀλλὰ [*](P. 349) ταῦτα μὲν ἐκεῖνος· ὁ δὲ Ἀμένιος Ἀσπιέτης ὥσπερ μὺδενὸς αὐτῷ ἐπικειμένου μηδὲ φοβοῦντος μιδὲ τοσοῦτον ἐπικρεμαννύντος κίνδυνον ἐκάθητο ῥᾳθυμῶν βαρυτάτους πότους νύκτωρ ἑαυτῷ συνιστῶν. καίτοι ἀνδρικώτατός τε ἦν καὶ Ἄρεως ὑπασπιστὴς γενωιóτατος· ἐπὰν δέ Κιλικίᾳ προσώκειλε, πόρρω δεσποτικῆς χειρὸς γεγονὼς καὶ ἐναυθεντήσας τοῖς πράγμασι τρυφαῖς ἑαυτὸν ἐκδεδώκει παντοίαις. οὕτως ὁ Ἀρμένιος ἐκεῖνος ἐκθηλυνόμενος καὶ διαρρέων διηνεκῶς, ἐπειδὴ καταλάβοι ὁ τῆς πολιορκίας καιρός, ἀναπεπτωκὼς [*](8. δέ C. 16. ἐπικρεμαννύτος FC, ἐπικρεμμανύντος P. 17. καθιστῶν C. τε ἦν F, τε om P. 18. Ἄρεως F, Ἄρεος P. 21. διαρρέων F, διαρέων P.)
138
ὤφθη πρὸς στρατιώτην φερεπονώτατον τὸν Ταγγρέ. καὶ [*](Β) οὔτε πρὸς τὰς βροντὰς ἐκείνου τῶν ἀπειλῶν κατεκροτήθη [*](V. 277) τὴν ἀκοὴν οὔτε κεραυνοφόρου τούτου ἐληλυθότος διὰ τῶν κατὰ Κιλικίαν πορθήσεων πρὸς τὰς ἀστραπὰς ἐνητένιζεν. ὁ μέν γὰρ ταγγρὲ ἀθρόον ἐξ Ἀντιοχείας στρατεύσας στρατὸν μυρίανδρον καὶ διχῆ τούτους διελόμενος τοὺς μέν διὰ τῆς ἠπείρου πέμπει ταῖς Μόψου πόλεσι, τοὺς δέ ναυσὶ τριήρεσιν ἐμβαλὼν διὰ τῆς θαλάττης ἄγει τῷ ποταμῷ Σάρωνι. ῥεῖ δέ ἄνωθεν οὗτος ἀπὸ τῶν τοῦ ταύρου ὀρῶν καὶ διὰ μέσου παραρρέων τῶν δυεῖν πόλεων Μόψου, τῆς τε [*](C) καταλελυμένης καὶ τῆς ἱσταμένης, ἐς τὸ Συριακὸν ἐκδίδωσι πέλαγος. ἀφ’ οὗ αἱ νῆες ἀναπλεύσασαι τοῦ Ταγγρὲ καὶ τῷ στόματι πελάσασαι τούτου τοῦ ποταμοῦ πρὸς τὰς γεφύρας ἀνήχθησαν, αἰ τὰς ἀμφοτέρας πόλεις ξυνάπτουσι. περιερρεῖτο τοίνυν ἡ πόλις ἑκατέρωθεν τῷ στρατεύματι βαλλομένη. ἔνθεν τοι καὶ ῥᾳδίως εἶχον διαναυμαχεῖν πρὸς τὴν πόλιν οὔτοι καὶ πεζομαχεῖν ἐκ θατέρου οἱ ἀπὸ τῆς γῆς αὐτὴν ἐπιθλίβοντες. ὁ δὲ ὥσπερ μηδεμιᾶς καινοτομίας ὑπούσης μηδέ τοσούτου σμήνους στρατιωτῶν περιβομβοῦντος κύκλῳ τὴν πόλιν ὀλίγα τούτων ἐφρόντιζεν οὐκ οἶδ’ ὅ παθὼν καὶ ἀναξίως τότε τῆς αὐτοῦ γενναιότητος διατεθείς. [*](D) τοῦτο εὐμισητότατον τὸν ἄνδρα τῷ βασιλικῷ στρατεύματι [*](7. πύλαισι C. 10. δυεῖν F, δύο P. 11. ἐς F, εἰς P. 12. τῷ στόματι F, τὰ στόματα P.)
139
πεποίηκε. τί οὑν ἔδει παθεῖν τὰς Κίλικας πόλεις ὑπὸ τηλικούτου καταστρατηγουμένας ἀνδρός; τά τε γὰρ ἄλλα ὁ Ταγγρὲ ῥωμαλεώτατος τῶν κατ’ αὐτὸν ἐγεγόνει καὶ εἰς ἐμπειρίαν τῶν σφόδρα θαυμαζομένων, πολιορκῆσαι δὲ πόλεις ἀφυκτότατος στρατηγός. καὶ θαυμάσειέ τις ἐνταυθοῖ γεγονώς, πῶς τὸν αὐτοκράτορα διέλαθε τὸ τοῦ Ἀσπιέτου ἀπειροπόλεμον. ἐγὼ δ᾿ ἂν ὐπεραπολογησαίμην τοὐμοῦ πατρός, ὅτι τὸ τοῦ γένους ἐπίσημον τὸν αὐτοκράτορα πέπεικεν, ὡς ἥ τε [*](P. 350) τοῦ γένους λαμπρότης καὶ τὸ τοῦ ὀνόματος περιβόητον πολλὰ συνεισενεγκεῖν ἔχοι τῇ τοῦ Ἀσπιέτου ἀρχῇ. ἦν ἠν γὰρ τῶν Ἀρσακιδῶν τὰ πρῶτα φέρων ἐκεῖνος καὶ ἐκ βασιλικοὶ καταγόμενος αἵματος. ἔνθεν τοι καὶ στρατοπεδάρχην αὐτὸν ἠξιώκει πάσης ἀνατολῆς καὶ εἰς ὑπερηφάνους βαθμίδας ἀνήνεγκεν ἄλλως τε καὶ πεῖραν τῆς ἀνδρείας ἐκείνου λαβών. καὶ γὰρ ὁπόταν τῷ Ῥομπέρτῳ συνεκρότησε πόλεμον ὁ αὐτοκράτωρ καὶ ἐμὸς γενέτης, καθάπερ ἐμνημόνευσα, κατὰ τὴν τοῦ πολέμου ἐκείνου σύρραξιν Κελτός τις ὑπερωμίας ἰθύνας τὸ δόρυ καὶ [*]() μυωπίσας τὸν ἵππον καθάπερ τις σκηπτὸς ἐμπίπτει τῷ Ἀσπιέτῃ. ὁ δέ τοῦ ξίφους ἐπιδραξάμενος δέχεται δέχεται τοῦ Κελτοῦ βιαίαν φορὰν καὶ τιτρώσκεται μὲν καιριωτάτην πληγὴν τοῦ δόρατος τὸν πνεύμονα μὲν παραμείψαντος, ἐκεῖθεν δὲ διὰ τῆς ῥάχεως διενεχθέντος · ὁ δὲ μήπω συγχθεὶς τῇ [*](3. ῥωμαλεώτατος F, ῥωμαλαιώτατος P. 7. τοῦ μοῦ P, correxi. 10. συνεισενεγκεῖν FC, συνεισενεγκεῖναι P. ἔχοι F, ἔχει P.)
140
πληγῇ μηδέ τῆς ἔδρας ἐκκυλισθείς, ἀλλ’ ἑδράσας ἑαυτὸν ἰσχυρότερον παίει τὸν βάρβαρον κατὰ τῆς κόρυθος καὶ διαιρεῖ καὶ τὴν κεφαλὴν καὶ τὴν κόρυθα. καὶ πίπτουσι καὶ [*](C) ἄμφω τῶν ἵππων, ὁ μέν νεκρὸς ὁ Κελτός, ὁ δ᾿ Ἀσπιέτης ἔτι ἐμπνέων. ὅν οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι γεγονότα [*](V. 278) τάπασιν ἔξαιμον καὶ καλῶς ἐπιμεληθέντες πρὸς τὸν αὐτοκράτορα ἤνεγκαν δεικνύντες καὶ τὸ δόρυ καὶ τὴν πληγὴν καὶ τὸν θάνατον τοῦ Κελτοῦ διηγούμενοι. ταίτης τῆς οὐκ οἰδ᾿ ὅπως ἀνδρείας καὶ τόλμης τὸ τηνικαῦτα τῷ Ἀσπιέτῃ μεμνημένος ὁ αὐτοκράτωρ καὶ τούτοις ἐπισυνάψας τὸ γένος καὶ τὴν ἀπὸ τοῦ γένους εὔκλειαν * ἀξιόμαχον στρατηγὸν ἀποστέλλει κατὰ τὴν Κιλικίαν πρὸς τὸν Ταγγρὲ στρατοπεδάρχην τοῦτον προχειρισάμενος, καθάπερ φράσασα γέγραφα.

Ἀλλὰ ταῦτα μέν περὶ τούτων· πρὸς δέ γε τοὺς [*](D) κατὰ τὴν ἑσπέραν ἐνδιατρίβοντας ἡγεμόνας ἑτέρας ἐκπέμπει γραφὰς κατευθὺς Σθλανίτζης τὴν πορείαν ἐντειλάμενος ποιεῖσθαι. τί δέ; τοὺς μὲν προμάχους μετεκαλεῖτο, αὐτὸς δέ ἀναπεπτώκει ῥᾳστώνης ἀπολαύων καὶ βαλανείοις χρώμενος, ὁποῖα εἰώθασιν οἱ τὸν βοσκηματώδη βίον προελόμενοι βασιλεῖς; οὐμενοῦν, ἀλλ’ οὐδέ περὶ τὰ ἀνάκτορα ὅλως ἐν- [*](P. 351) διατρίβειν ἔτι ἠνέσχετο. ἐξεληλυθὼς δὲ τοῦ Βυζαντίου, ὡς ἄνωθεν εἴρηται, κατὰ τὸ μέσον τῶν ἑσπερίων ἐληλύθει χωἐκκυλυσθεὶς [*](1. F. 7. τὸ addidi. 9. τῶ ἀσπιέτη F, om. P. 11. τοῦ γένους F, τοῦ om. P. τετιμηκὼς ὡς ἀξιόμαχον στρατηγὸν? 12. τοῦτον προχειρισάμε- O νος C, τετιμηκώς P. .17. Τί (ὀ m. 2) F.)

141
ρῶν τὴν Θετταλοῦ πόλιν καταλαβὼν εἰς μῆνα Σεπτέμβριον ἐπινεμήσεως τεσσαρεσκαιδεκάτης εἰκοστοῦ ἔτους ὄντος, ἐξ οὗ τὰς τῆς βασιλείας ἠνίας περιεζώσατο. καὶ τὴν Αὔγουσταν δὲ παρεβιάσατο συνεξεληλυθέναι μετ᾿ αἰτοῦ. ὁ γὰρ τρόπος ἐκείνης τοιοῦτός τις ἦν. οὐ πάνυ τι δημοσιεύεσθαι ἤθελεν, ἀλλὰ τὰ πολλὰ μὲν οἰκουροῦσα ἦν καὶ τὰ ἐκείνης ἔργα ἐποίει, λέγω δὲ βίβλων τε ἀνελίξεις τῶν μακαρίων ἀνδρῶν καὶ τὸ πρὸς ἑαυτὴν ἐπιστρέφειν καὶ εὐποιΐας καὶ χάριτας εἰς ἀνθρώπους, μάλιστα δέ εἰς ἐκείνους, οὓς οἶδεν [*](B) ἀπό τε τοῦ σχήματος ἀπό τε τοῦ βίου θεραπεύειν Θεὸν καὶ προσευχῇ προσανέχειν καὶ καταλλήλοις ᾠδαῖς. ἐπειδὰν δὲ μέλλοι δημοσιεύσειν ἑαυτὴν κατά τινα χρείαν ἀναπαιοτάτην ὡς βασιλίδα, αἰδοῦς τε ὑπεπίμπλατο καὶ ἐρύθημια εὐθὺς ἐξινθήκει ταῖς παρειαῖς. καὶ ἡ μὲν φιλόσοφος Θεανὼ τοῦ πήχεως αὐτῆς γυμνωθέντος, ἐπειδή τις παίζων εἰρήκει πρὸς ταύτην “καλὸς ὁ πῆχυς”, “ἀλλ᾿ οὐ δημόσιος” εἶπεν ἐκείνη· ἡ δέ βασιλὶς καὶ μήτηρ ἐμή, τὸ τῆς σεμνότητος ἄγαλμα, τὸ τῆς ἁγιότητος καταγώγιον, μὴ ὅτι γε πῆχυν ἢ βλέμμα δημο- [*](C) σιεύειν ἡγάπα, ἀλλ᾿ οὐδὲ φωνὴν ἐκείνης ἤθελεν εἰς ἀσυνήθεις παραπέμπεσθαι ἀκοάς. τοσοῦτον ἦν ἐκείνη χρῆμα [*](2. τεσσαρεσκαιδεκάτης εἰκοστοῦ F, ιδ΄. κ΄. P: cf. Ducang. ad h. I. ὄντος FC, οὔτος P. 4. συνεξεληλυθέναι AC, συνεξηλυθέναι P. 6. ἐκείνης] ἐγκλείστης? 12. δημοσιεύσειν F, δημοσιεύειν PA. 13. ὑπεπίμπλατο FA, ὑπεμπίπλατο P. 15. πήχεως F, πήχεος PA.)
142
θαυμάσιον εἰς αἰδῶ. ἐπεὶ δὲ ἀνάγκη οὐδὲ θεοί, φησι, μάχονται, ἀναγκάζεται πρὸς τὰς συχνὰς τοῦ αὐτοκράτορος ἐκστρατεύσεις αὐτῷ παρακολουθεῖν. κατεῖχε μέν γὰρ αὐτὴν ἡ σύμφυτος αἰδὼς ἔνδον τῶν βασιλείων, τὸ δέ πρὸς τὸν αὐτοκράτορα φίλτρον καὶ ἡ διάπυρος πρὸς ἐκεῖνον ἀγάπη ἐξῆγεν αὐτὴν καὶ μὴ βουλομένην τῶν ἀνακτόρων διὰ ταυτασὶ τὰς αἰτίας, πρῶτον μὲν ὅτι τὸ συμπεσὸν αὐτῷ νόσημα τῶν [*](D) ποδῶν ἐπιμελείας ἐδεῖτο πλείστης. καὶ γὰρ ἀλγηδόνας εἶχε [*](V. 279) δριμείας ὁ αὐτοκράτωρ ἐκ τῆς ποδαλγικῆς διαθέσεως οὐδεμίαν ἐπαφὴν οὕτω προσίετο ὡς τῆς ἐμῆς δεσποίνης καὶ μητρός. ἐμμελῶς τε γὰρ αὐτῷ προσεφέρετο καὶ προσψάουσα δεξιῶς τὰς ὀδύνας τῶν ποδῶν ὑπεκούφιζέ πως. ὁ γὰρ τοι βασιλεὺς ἐκεῖνος (καὶ μοὶ μηδεὶς τῆς περιαυτολογίας ἐπιμεμφέσθω· τὰ γὰρ οἰκεῖα θαυμάζω· μηδ’ ὡς κατα- [*](P. 352) ψευδομένην τοῦ αὐτοκράτορος ὑφοράσθω· τὰ γὰρ ἀληθῆ λέγω) πάντα τὰ ἑαθτοῦ καὶ τὰ κατ’ αὐτὸν κατόπιν ἐποιεῖτο τῆς σωτηρίας τῶν πόλεων. οὐδὲν γὰρ ἐχώριζεν αὐτὸν τῆς τῶν Χριστιανῶν ἀγάπης, οὐκ ἀλγηδόνες, οὐχ ἡδοναί, οὐ πολέμων κακώσεις, οὐκ ἄλλο οὐδέν, οὐ μικρὸν οὐ μέγα, οὐχ ἡλίου φλογώσεις, οὐ χειμώνων δριμύτητες, οὐ πτοδβολσὶ βαρβάρων παντοδαπαί· ἀλλ’ ἀκλινῶς εἶχε πρὸς ἅπαντα ταῦτα καὶ ὤκλαζε μὲν πρὸς τὴν φύρσιν τῶν νοσημάτων, ἀντσνέθορε δὲ πρὸς τὴν βοήθειαν τῶν πραγμάτων. δεύτερον [*](1. φησὶ F, φασὶ P. 11. ψαύουσα AC. 17. πολλῶν? 22. φύρσιν scripsi: φύσιν P.)
148
δέ καὶ μέγιστον αἴτιον τοῖ· τὴν βασιλίδα συνοπαδὸν εἶναι τῷ αὐτοκράτορι, ὅτι τοι πολλῶν ἐπιβούλων ἀναφυομένων [*](B) ἁπανταχόθεν πολλῆς ἐδεῖτο τῆς ἐπιβλέψεως ὡς ὄντως πολυομμάτου δυνάμεως. καὶ γὰρ καὶ νὺξ αὐτῷ ἐπίβουλος ἠν καὶ τὸ μεσαίτατον τῆς ἡμέρας, καὶ ἡ ἑσπέρα προσανέφυέ τι ναὸν καὶ ἡ πρωΐα ἐτέκταινε χείριστα· μάρτυς τούτων Θεός. ἆρ’ οὑν ἔδει τὸν βασιλέα ὑπὸ τοσοίτων κακῶν ἐπιβουλεόμενον ὑπὸ μυρίων ὀμμάτων φρουρεῖσθαι, τῶν μὲν ἐπιτοξαζόντων αὐτῷ, τῶν δέ τὸ ξίφος παραθηγόν- [*](C) τῶν, τῶν δ’ ἀφιέντων, ὁπόταν οὐκ ἐνῆν τι δρᾶσαι, λοίδορον γλῶτταν καὶ τὸ κακῶς εἰπεῖν; τίνα τοίνυν ἔδει παρεῖναι τῷ βασιλεῖ σύμμαχον παρὰ τὴν σύμφυτον σύμβουλονα; τίς μᾶλλον ἐκείνης πλέον ἐπεσκέπτετο μέν τὸν αὐτοκράτορα, ὑπεβλέπετο δέ τοὺς ἐπιβουλεύοντας, [τίς] ὀξεῖα μὲν τὸ ἐκείνῳ ἰδεῖν, ὀξυτέρα δὲ τὸ παρὰ τῶν ἐχθρῶν σκευωρούμενον κατιδεῖν; διὰ ταῦτα καὶ πάντα ἐν πᾶσιν ἦν ἡ ἐμὴ μήτηρ τῷ [*](D) δεσπότη μου καὶ πατρί, καὶ νύκτωρ ἄγρυπνον ὄμμα καὶ ἡμέρας περιφανέστατος φυλακτὴρ καὶ τραπέζης καιροῖς ἀντίδοτος ἀγαθὴ καὶ τῆς ἀπὸ τροφῶν ἀδικίας φυγαδευτήριον φάρμακον. κον. ταῦτα τοίνυν τὰ αἴτια τὴν σύμφυτον αἰδῶ τῆς γινοίατο. [*](Ρ.353) κὸς ἐκείνης παρηγκωνίζετο, καὶ ἐθάρρει τοὺς ἄρρενας ὀφθαλὡς [*](3. om. C. 5 ἡ ἑσπέρα F, ἡ om. P. ἐπεσκέπτετο F, ὑπεσκέπτετο Ρ. 14. τίς P, seclusi. 15. ὀξύτερον C. 18. ἀντίδοτος ἀγαθή F, ἀντίδοτον ἀγαθὸν P. 19. θεραπευτήριον C.)
144
μούς· καίτοι οὐδὲ τότε τῆς συνήθους εὐκοσμίας ἐπελανθάνετο, ἀλλὰ καὶ βλέμματι καὶ σιγῇ καὶ τῇ περὶ αὐτὴν θεραπείᾳ [*](V. 280) τοῖς πλείοσι μὲν ἀγνωστοτέρα ἐτύγχανε· καὶ τοῦτο μόνον, ὅτι βασιλὶς παρέπεται τῷ στρατεύματι, ὁ φερόμενος ταῖν ἡμιόνοιν οἰκίσκος ἐδείκνυ καὶ τὸ ἄνωθεν βασιλικὸν καταπέτασμα, τὰ δ’ ἄλλα ἐπηλυγάζετο τὸ θεῖον ἐκείνης σῶμα. μόνον ὅτι πρόνοιά τις ἀρίστη τὰ κατὰ τὴν νόσον τοῦ βασιλέως διεξάγοι καὶ φρουρὰ βασιλέως ἀκοίμητος παρὰ πᾶσι [*](B) διεγινώσκετο καὶ ὄμμα ἐγρηγορὸς καὶ μὴ ἐπινυστάζον τοῖς πράγμασι. καὶ ἡμεῖς δέ, ὅσοι περὶ τὸν αὐτοκράτορα εὖνοι, περὶ τὴν ἐκείνου φρουρὰν διεπονούμεθά τε καὶ συνῃρόμεθα τῇ δεσποίνῃ καὶ μητρὶ ἕκαστος ὡς εἶχεν ὅλῃ ψυχῇ καὶ γνώμη μηδ’ ἐπινυστάζοντες ὅλως. ταῦτα πρὸς τοὺς φιλοσκώμμονας καὶ τὰς φιλολοιδόροις γλώττας γεγράφαται. τόν τε γὰρ ἀναίτιον ὑπ’ αἰτίασιν ἄγουσι (καὶ τοῦτον οἶδε τὸν ἀνθρώπινον τρόπον καὶ ἡ Ὁμήρου Μοῦσα) καὶ τὰ καλῶς πεπραγμένα διαφαυλίζουσι καὶ ὑπὸ μέμψιν ποιοῦσι τὸ [*](C) ἄμεμπτον. καίτοι ἐκείνη κατὰ τὴν ἐκστρατείαν τὴν κατ’ ἐκεῖνο καιροῦ γεγονυῖαν (κατὰ γὰρ τοῦ Βαϊμούντου τὴν ὁ βασιλεὺς ἐπεποίητο) τὸ μέν τι ἄκουσα, τὸ δ’ ἑκουσίως συνείπετο. οὐ γὰρ συνεισβαλεῖν ἔδει τὴν βασιλίδα τῷ [*](1. συνήθους om. C. 3. ἀγνωστότερον C. 8. διεξάγοι F, διεξάγει P. 13. ἐπινουστάζοντες F, ἐπινυστάζοντος sententiis perperam distinctis P. 20. τι F, τοι Ρ.)
145
βαρβαρικῷ στρατεύματι. πῶς γὰρ ἄν ; Τομίριδος ταῦτα καὶ Σπαρέθρας τῆς Μασσαγέταις, ἀλλ’ οὐχὶ τῆς ἐμῆς Εἰρήνης. ἄλλοσε γὰρ ἐτρέπετο τὸ ταίτης ἀνδρεῖον καὶ ἄλλως ἐξώπλιστο, ἀλλ’ οὐ τῷ τῆς Ἀθηνᾶς δόρατι οὐδὲ τῇ κυνέῃ τοῦ Ἄϊδος· ἀλλ’ ἀσπὶς μὲν ἐκείνῃ καὶ θυρεὸς καὶ ξίφος ἐς τὸ πρὸς τὰς συμφορὰς καλῶς ἀντιπαρατάσσεσθαι καὶ τὰς τοῦ [*](D) βίου ἐπαναστάσεις, ἅς οἶδεν ἡ βασίλεια τοῖς βασιλεῦσιν ἡ περὶ τὰ πράγματα δραστηριότης καὶ τὸ κατὰ τῶν παθῶν ἐπιπληκτκώτατον καὶ ἡ ἀνυπόκριτος πίστις, ὡς Σολομῶντι δοκεῖ. οὕτως ἡ ἐμὴ μήτηρ καὶ πρὸς τοιούτους [*](P. 354) πολέμους ἐσκεύσατο, τὰ δ’ ἄλλα εἰρηνικωτάτη ἦν κατὰ τοὔνομα. ἀλλ’ ἐπειδὴ τὰ μέν τῆς συμπλοκῆς τῶν βαρβάρων ἔμελλε, πρὸς δὲ παρασκευὴν τῶν τῆς συμπλοκῆς ὁ βασιλεὺς ἀφεώρα καὶ τὰ μὲν ἀσφαλίσασθαι τῶν φρουρίων σκοπὸν εἶχε, τὰ δὲ κατοχυρῶσαι καὶ ὅλως εὔοδα πάντα τὰ κατὰ τοῦ Βαϊμούντου καταστήσασθαι ἔσπευδε, συνεξυπήγετο καὶ τὴν βασιλίδα τὸ μέν τι καὶ ἑαυτοῦ ἕνεκα καὶ δι’ ἂς αἰτίας εἰρήκειμεν, τὸ δέ τι καὶ ἐν τῷ ἀκινδύνῳ τῶν πραγμάτων ἔτι καθεστηκότων καὶ μήπω καιροῦ πολέμου ἐπιδεδημηκότος. ἀναλαβομένη τοόνυν ὁπόσον [*](B) διὰ χρυσοῦ καὶ ἄλλης ποιότητος προσῆν αὐτῇ χάραγμα καὶ ἕτερά τινα τῶν χωμάτων ἔξεισι τῆς πόλεως. καὶ τοῦ λοιποῦ ἐν τῷ διϊέναι τὰς ὁδοὺς πᾶσι τοῖς ἐπαίταις καὶ τοῖς [*](2. σᾶρἐιας C. τῆς ἐμῆς μητρὸς? 5. ἐς addidi. 9. ἐπεικτικωτατον A. 12. ἔμελε F. 17. τι F, τοι P. 18. τῷ ἀκινδύνῳ FC, τῷ om. P. 20. αὐτῇ] τῇ in ras. F.)
146
σισυροφόροις καὶ γυμνοῖς δαψιλῆ τὴν χεῖρα παρεῖχε· καὶ οὐδεὶς ὁ αἰτησάμενος καὶ κενὸς ἀπελθών. ἐπὰν δέ τὴν [*](V. 281) ἀποτεταγμένην σκηνὴν κατειλήφει, οὐ πρὸς ῥᾳστώνην εὐθὺς ἀπέκλινεν εἴσω ταύτης γεγονυῖα, ἀλλ᾿ ἀναπεταννῦσα ταύτην ἄνετον τοῖς αἰτοῦσι παρεῖχε τὴν εἴσοδον. τοῖς τοιούτοις [*](C) γὰρ καὶ μάλα εὐπρόσιτος ἦν καὶ παρεῖχεν ἑαυτὴν ὁρᾶσθαί τε καὶ ἀκούεσθαι. οὐ χρημάτων δέ μετεδίδου τοῖς πένησι μόνον, ἀλλὰ καὶ τὰ λῴονα συνεβούλευε. καὶ ὁπόσους μέν εὐρώστους τὰ σώματα κατενόει, ῥᾳθύμως δέ περὶ τὸν βίον ἔχοντας, πρὸς ἔργα ναὶ πράξεις προὐτρέπετο, ἵν᾿ ἐν- τεῦθεν τὰ πρὸς χρείαν κομίζοιντο, καὶ μὴ δι᾿ ἀμέλειαν ἀναπεπτωκότας θύραν ἐκ θύρας ἐπαιτοῦντας περινοστεῖν. καιρὸς δέ οὐδεὶς τῆς τοιαύτης ἐργασίας ἀπεῖργε τὴν βασιλίδα. ὁ μέν οὖν Δαυὶδ μετὰ κλαυθμοῦ τὸ πόμα κιρνῶν φαίνεται· ἡ δέ γε βασιλὶς αὕτη καὶ τροφὴν καὶ ποτὸν ἐλέῳ συπεραν- [*](D) νῦσα καθ᾿ εκάστην ἐδείκνυτο. καὶ πολλὰ ἂν εἶχον εἰπεῖν περὶ ταύτης τῆς βασιλίδος, εἰ μὴ τὸ θυγάτριον εἶναι ψείδους παρεῖχεν ὑπόνοιαν καὶ ὅτι μητρὶ χαριζόμεθα. πρὸς δέ τοὺς ταῦτα ὑπονοοῦντας παρέξομαι τοῖς λόγοις συνεπιμαρτυροῦντα τὰ πράγματα.

[*](P. 355)