Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ὁ βασιλεὺς Ἀλέξιος καὶ ἐμὸς πατὴρ καί πρὸ τοῦ τῶν V. 7 σκήπτρων ἐπειλῆφθαι τῆς βασιλείας μέγα ὄφελος τῇ βασι-

ΑΛΕΞΙΑΣ

13

λείᾳ Ῥωμαίων γεγένηται. ἤρξατο μὲν γὰρ στρατεύειν ἐπὶ Ῥωμανοῦ τοῦ Διογενοῦς. θαυμαστός τις γὰρ ἐφαίνετο ἐν τοῖς κὰτ αὐτὸν καὶ φιλοκινδυνότατος. οὗτος γὰρ τεσσαρεσκαιδεκάτου ἔτους ὢν κὰτ ἐκεῖνο καιροῦ συνεκστρατεύειν ἠπείγετο τῷ βασιλεῖ Διογενεῖ κατὰ περσῶν βαρυτάτην ἄγοντι στρατιάν, καὶ τοῦδε ὁρμήματος ἀπειλὴν κατὰ τῶν βαρβάρων [*](B) ἐμφαίνων καὶ ὡς εἰ συμπλακήσεται τοῖς βαρβάροις, τὸ ξίφος αὑτοῦ μεθύσει ἀφ’ αἵματος· οὕτως ἦν φιλοπόλεμος ὁ νεάνισκος. ἀλλὰ τότε οὐκ ἐπεχώρησεν ὁ αὐτοκράτωρ Διογένης αὐτῷ ξυνέπεσθαι, ἅτε πάθους καταλαβόντος τὴν μητέρα βαρυτάτου. ἐθρήνει γὰρ τὸ τηνικαῦτα θάνατον τοῦ πρωτοτόκου υἱοῦ Μανουήλ, ἀνδρὸς μεγάλα καὶ ἀξιάγαστα ἔργα ἐνδεδειγμένου τῇ τῶν Ῥωμαίων ἀρχῇ· καὶ ἕνα μὴ ἀπαραμύθητος εἴη ἐκείνη, τὸν μὲν τῶν υἱέων μηκέτι γινώσκουσα οὖ κατορύξειε, τὸν δὲ ἀποστέλλουσα ὲν πολέμοις καὶ [*](C) δεδοικυῖα, μή τι ἀπαίσιον συναντήσῃ τῷ νεανίσκῳ καἰ οὐδ’ οἶ γῆς πεσεῖται ἐπιγνώσεται, διὰ ταῦτα ὑποστρέψαι πρὸς τὴν μητέρα τὸ μειράκιον Ἀλἔξιον κατηνάγκασε. καὶ τότε μὲν ἀπελείφθη καὶ ἄκων τῶν συστρατευομένων, ἀλλ᾿ ὅ γε ἐφεξῆς καιρὸς πέλαγος ὑπανέῳξεν αὐτῷ τῶν ἀνδραγαθημάτων. ἐπὶ γάρ τοι τοῦ βασιλέως Μιχαὴλ τοῦ Δούκα μετὰ τὴν τοῦ

[*](1. γὰρ om. Α. 2. τις add. G, θαυμαστόν τε γάρ ἐγίνετο Α. 3. τεσσαρεσκαίδεκα ἴτων G, ἔτος τεσσαρεσκαιδέκατον γὰρ ἄγων Α. 6. ὁρμήματος A, μηνίματος P, μήματος G. 8. αὑτοῦ om. G. 9. ἐπεχώρησεν G, ἐξεχώρησεν ΡΑ. 15. πολέμῳ G. 16. συναντήσῃ A, συναντίσοι Ρ, συναντήσοι G. 20. τῶν add. A, αὐτῷ ἀνδραγαθησύνης G.)
14

Διογενοῦς βασιλέως καθαίρεσιν, ὅσος ἦν εἰς ἀνδρείαν, παρέδειξε τὰ κατὰ τὸν Οὐρσέλιον πράγματα. ἦν μὲν γὰρ οὗτος [*](D) Κελτὸς ἀνέκαθεν τῇ στρατιᾷ Ῥωμαίων κατειλεγμένος, εἰς δὲ μέγα τύχης ἔξογκωθεὶς καὶ δύναμιν συναθροίσας ἀμφ’ αὐτὸν καἰ στρατιὰν ἀξιόλογον, τῶν μὲν ἐκεῖθεν ὄντων ὅθεν καὶ αὐτὸς ὥρμητο, τῶν δὲ καὶ ἐξ ἄλλου γένους παντοδαποῦ, βαρὺς ἦν αὐτόθεν τύραννος· πολλὰς δὲ ταλαντεύσεις λαβούσης τῆς τῶν Ῥωμαίων ἡγεμονίας καὶ τῶν Τούρκων καθυπερτερησάντων τερησάντων τῆς τύχης Ῥωμαίων, τῶν δὲ εἰς τὸ κατόπιν ὑπαχθέντων, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, τηνικαῦτα [*](Ρ. 4) καἰ οὗτος τῇ βασιλείᾳ Ῥωμαίων ἐπέθετο. καὶ ἄλλως μὲν ὢν τυραννικώτατος τὴν ψυχήν, τότε δὲ καὶ μᾶλλον ἐ·ξα- φθεὶς πρὸς καθαρὰν τυραννίδα διὰ τὸ κατηφὲς τῶν τῆς βα- σιλείας πραγμάτων, τὰ τῆς ἑῴας πάντα σχεδὸν ἐληΐσατο. πολλῶν δὲ πιστευθέντων τὸν μετ’ αὐτοῦ πόλεμον ἐπ’ ἀνδρείᾳ διαβεβοημένων καὶ πείραν εἰσενεγκαμένων πλείστην πολέμου καὶ μάχης, οὗτος ὑπερπαίων ἐφαίνετο καὶ τὴν ἐκείνων πολυπειρίαν, πὴ μὲν αὐτὸς προσβάλλων καὶ τρέπων καὶ καθά- περ πρηστὴρ ἐμπίπτων τοῖς ἀντικαθισταμένοις αὐτῷ, πὴ δὲ καὶ συμμαχίαν λαμβάνων ἀπὸ τῶν Τούρκων. ἀνυπόστατος ἦν ταῖς ὁρμαῖς , ὥστε καὶ τῶν πάνυ μεγιστάνων τινὰς κατασχεῖν [*](B) καὶ τὰς ἐκείνων κλονῆσαι φάλαγγας. ὅτε δὴ καἰ

[*](8. τῶν ante Τούρκων om. Α. 10, ὥσπερ : ὑπὲρ P. 11. τῶν Ῥωμαίων G. 17. αὐτὸς P.)
15

τἀδελφὼ ἐτάττετο ὁ ἐμὸς πατὴρ Ἀλέξιος καὶ ἄντικρυς ὑπεστρατήγει τούτῳ, τὰ στρατεύματα πάπα ἑῴας καὶ ἑσπερίου λήξεως ἐγκεχειρισμένῳ. ἐπεὶ δὲ ἐν ἀμηχάνοις ἦν τὰ πράγματα τηνικαῦτα Ῥωμαίοις, τοῦ βαρβάρου τούτου δίκην κεραυνοῦ τὰ πάντα ἐπερχομένου, εἰς ἄξιόμαχον ἀντικατάστασιν ἐπινοεῖται ὁ ἄξιάγαστος οὗτος Ἀλέξιος, στρατηγὸς αὐτοκράτωρ ὑπὸ τοῦ [*](V. 8) βασιλέως Μιχαὴλ ἀναδεδειγμένος. ὃς δὴ καὶ πᾶσαν ἀνακι- νήσας φρόνησίν τε καὶ πολυπειρίαν στρατηγικήν τε καὶ στρατιωτικήν, καὶ ταῦτα οὐκ ἐν πολλῷ χρόνῳ ταύτην συλλεξάμενος, (ἀλλὰ γὰρ διὰ τὸ πάνυ φιλόπονον τοῦ ἀνδρὸς καὶ τὸ πανταχόθεν ἐγρηγορὸς εἰς ἄκρον ἐληλυθέναι στρατηγικῆς ἐμπειρίας [*](C) τοῖς τῶν Ῥωμαίων λογάσιν ἔδοξεν, οἷος Ἀἰμίλιος ἐκεῖνος ὁ Ῥωμαῖος, ὁποῖος ὁ Σκηπίων, οἶος Ἀννίβας ὁ Καρχηδόνιος· νεώτατος γὰρ ἥν καὶ ἄρτι πρώτως ὑπηνήτης, ὅ φασι,) τόν τε Οὐρσέλιον ἐκεῖνον εἶλε τὸν πολὺν κατὰ τῶν Ῥωμαίων ῥέοντα ίαι τὰ πράγματα τῆς ἕω κατέστησεν, οὐ πολλῶν δεηθεὶς ἡμερῶν. ἦν γὰρ καὶ ὀξὺς φωρᾶσαι τὸ ξυμφέρον καὶ ὀξύτερος καταπράξασθαι· τινα δὲ τὸν τρόπον εἷλεν ἐκεῖνον, δηλοῖ μὲν καὶ ὁ Καῖσαρ ἐν τῇ δευτέρᾳ τῆς κατ' αὐτὸν ἱστορίας βίβλῳ πλατύτερα, δηλώσομεν δὲ καὶ ἡμεῖς, ἐφ᾿ ὅσον εἰς τὴν καθ’ ἡμᾶς ἱστορίαν συνήνεγκεν.

Ἄρτι γὰρ τοῦ βαρβάρου Τουτὰχ ἐκ τῶν βαθυτέρων

[*](D)[*](1. ἐπεστρατήγει Α. 7. καὶ om. Α. 10. τὸ ante πανταχόθεν add. Α. 12. Αἰμύλιος A. 20. πλατύτερον GA.)

ν

16

τῆς ἀνατολῆς μερῶν κατεληλυθότος μετὰ βαρυτάτου στρατεύματος, ἐφ’ ᾧ τὰ τῶν Ῥωμαίων ληΐζεσθαι, ὁ Οὐρσέλιος πολλάκις ὑπὸ τοῦ στρατοπεδάρχου στενοχωρούμενος καὶ ἄλλα ἐπ’ ἄλλοις φρούρια ἀφαιρούμενος, καίτοι στρατιὰν πολλὴν ἐπαγόμενος καὶ πάντας λαμπρῶς καὶ γενναίως καθωπλισμένους, εὐμηκανίᾳ παρὰ πολὺ ἡττᾶτο τοὐμοῦ πατρὸς Ἀλεξίου. τέως δ’ οὖν ἐπ’ ἐκεῖνο καταφυγεῖν ἔδοξεν. τελευταῖον τοῖς πᾶσιν ἐξαπορούμενος ξυμμίγνυσι τῷ Τουτὰχ καὶ φίλον ποιεῖται [*](P. 5) καὶ εἰς συμμαχίαν αὐτὸν καταλιπαρεῖ ἀλλ’ ὁ στρατοπεδάρχης Ἀλέξιος ἀντιστρατηγεῖται πρὸς ταῦτα καὶ ὀξύτερον οἰκειοῦταί τὸν βάρβαρον, καὶ ἐπισπᾶται πρὸς ἑαυτὸν καὶ λόγοις καὶ δώροις καὶ πᾶσι τρόποις καὶ μηχανήμασιν. ἦν γὰρ εἴπερ τις ἄλλος ἐφευρετὴς καὶ πόρους ἐν τοῖς ἀπορωτάτοις ξυμμηχανώμενος. ὁ γοῦν δυνατώτατος αὐτῷ τῶν τρόπων τοιοῦτός τις ἦν, ὡς ἐν τύπῳ εἰπεῖν, δεξιώσασθαι τὸν Τουτάχ· καί φησι “φίλοι μὲν ἄμφω ἀλλήλοις ὅ τε σὸς σουλτάνος καὶ ἐμὸς βασιλεύς. ὁ δὲ βάρβαρος οὗτος Οὐρσέλιος καὶ πρὸς ἄμφω ἀν- [*](Β) ταίρει τὰς χεῖρας, καί ἐχθρὸς καὶ ἀμφοτέροις καθίσταται φοβερώτατος, ἐκείνου μὲν κατατρέχων καὶ ἀεί τι τῆς μερίδος Ῥωμαίων κατὰ μικρὸν ὑποσπώμενος, ἀποστερίσκων δὲ τῆς Πέρσιδος ἅπερ ἂν καὶ ἐξῆν κἀκείνῃ περιγενέσθαι. τέχνη δὲ τὸ ἅπαν μετέρχεται, νῦν μὲν ἐμὲ παρασκιάζων διὰ τῆς σῆς

[*](7. lege ἐκεῖνον. 20. τῆς Πέρσιδος A, τῇ Περσίδι PG. 21, καὶ om. A. lege ἀποστ. δὲ καὶ τῆς Π. ὅ. ἂν ἐξῆν. περιγενέσθαι: an παρελέσθαι? 22. ἐπέρχεται Ρ. παρασκιάζων: an ἀποσκευάζων? vid. annot.)
17

δυνάμεως αὖθις δὲ τοῦ καιροῦ τούτῳ συμπνεύσαντος, ἀφέμενος ἐμοῦ ὡς ἤδη ἐν ἀκινδύνῳ καθεστηκώς, πάλιν ἐξ ὑποστροφῆς κατὰ σοῦ ἀρεῖται τἀς χεῖρας. ἀλλ’ εἴ τι ἐμοὶ πείθῃ, ἐπειδὰν καὶ αὖθις ἐλεύσεται πρὸς ὑμᾶς, χρημάτων πολλῶν κρατῆσαι τὸν Οὐρσέλιον καὶ πρὸς ἡμᾶς ἔξαποστεῖλαι δεσμώτην τρία [*](C) γὰρ ἐντεῦθέν" φησι “κερδανεῖς, ἓν μὲν χρημάτων πλῆθος ὅσον καἰ οἶον οὐδείς πω πρότερον, ἕτερον δὲ τὴν εὔνοιαν τοῦ αὐτοκράτορος συνεπισπάσῃ, ἀφ’ οὗπερ εἰς ἄκρον εὐδαιμονίας φθάσεις ἐληλυθώς τρίτον δὲ ὅτι καἰ ὁ σουλτάνος τὰ μεγάλα ἡσθήσεται, ἐχθροῦ τηλικούτου ἐκποδὼν γεγονότος καἰ τὰς χεῖρας [*](V. 9.) ἀσκοῦντος καθ’ ἑκατέρων κατά τε Ῥωμαίων καὶ Τούρκων." ταῦτα διαπρεσβευσάμενος πρὸς τὸν ἄνωθεν εἰρημένον Τουτὰχ ὁ ἐμὸς πατὴρ καὶ τῆς Ῥωμαϊκῆς στρατιᾶς ἀρχηγὸς κατ’ ἐκεῖνο καιροῦ, καὶ ἅμα καὶ ὁμήρους πέμψας τῶν ἐνδοξοτάτων τι- ναὶ ἐπὶ ἐπὶ συγκειμένῳ χρόνῳ καὶ· χρημάτων ποσότητι, πείθει τοὺς ἀμφὶ τόν Τουτὰχ βαρβάρους κατασχεῖν τὸν Οὐρσέλιον. [*](D) καὶ τούτου ταχὺ γεγονότος, ἀποστέλλεται εἰς Ἀμάσειαν τῷ στρατοπεδάρχῃ. ἀλλ’ ἐντεῦθεν ἐχρονοτρίβει τὰ χρήματα· αὐτὸς μὲν γὰρ οὐκ εἶχεν ὁπόθεν ἀποπληρώσειε, τὰ δ’ ἐκ βασιλέως ἠμέλητο· καὶ οὐχ ὅτι βραδεῖ ποδὶ κατὰ τὴν τραγῳδίαν ἔστιχεν, ἀλλ᾿ οὐδαμοῦ κατεφαίνετο. οἱ μὶν γὰρ ἀμφὶ τὸν Τουτὰχ ἐνέκειντο, τὸν τῶν χρημάτων ἀπαιτοῦντες ὄγκον ἢ τὸν ἐωνημένον ἐ·ξόπισθεν λαμβάνειν καὶ παλινδρομεῖν ἐᾷν

[*](9. καὶ om. P. 14. καὶ alterum ora, Α. 17. πέμπεται Α. 20. οὐχ ὅτι A, οὐκ ἐπὶ PG. ai. μὶν γὰρ: δὲ Α.)
18

τοῦτον ὅθεν κατείληπτο . ὁ δὲ οὐκ εἶχεν ὅθεν ἀποδοίη τὴν [*](P.6) στοῦ ἐωνημένου τιμήν. τοῖς ὅλοις οὖν δι’ ὅλης νυκτὸς ἔξαπορούμενος, ἐρανίσασθαι παρὰ τῶν οἰκητόρων Ἀμασείας ἐλογίσατο τὴν τιμήν. καἰ αὐγαζούσης ἡμέρας, κὰν ἀργαλέον ἐδόκει, ἀλλ’ τόμως συνεκαλεῖτο ἅπαντάς τε καὶ μᾶλλον τοὺς πρῶτα φέροντας καὶ χρημάτων εὐποροῦντας. πρὸς μᾶλ- λον θεασάμενος ἔφη. “ἵστε πάντες , ὅπως ὁ βάρβαρος οὑτοσὶ τὰς τοῦ Ἀρμεναικοῦ διέθετο πόλεις ἁπάσας ἁπάσας, ὅσας τε κωμοπόλεις ἐπόρθησε, καὶ ὁπόσους κακῶς διέθετο συμφοραῖς ἀφορήτοις ὑποβαὶών, ὁπόσα τε χρήματα ἀφ' ὑμῶν ἐκομίσατο [*](B) ἀλλὰ καιρὸς ἤδη πάρεστι τῶν ἐξ αὐτοῦ ὑμᾶς ἀπαλλάττειν κακώσεων, εἰ βούλεσθε. δεῖ τοιγαροῦν μὴ προέσθαι τοῦτον. ὁρᾶτε γὰρ ὡς δεσμώτης ἡμῖν ὁ βάρβαρος νεύσει πάντως θεοῦ καὶ ἡμετέρᾳ σπουδῇ. ὁ δὲ τοῦτον ζωγρήσας Τουτὰχ ἐξ ἡμῶν αἰτεῖ τὴν τιμήν. ἡμεῖς δ’ ἀποροῦμεν παντάπασιν, ἐπ’ ἀλλοδαπῆς τε ὄντες καὶ συχνὸν ἤδη χρόνον μετὰ τῶν βαρβάρων μαχόμενοι καὶ τὰ προσόντα διδαπανηκότες. εἰ μὴ γοῦν πόρρω ὁ βασιλεὺς ἦν καὶ καιρὸν ἀναμονῆς ἐδίδου ὁ βάρβαρος, ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς. ἐπεὶ δ', ὡς ἰώ. καὶ αὐτοί, οὐδὲν τούτων ἔξεστι πράττειν , δέον ὑμᾶς συνεισενεγκεῖν τὴν τιμήν, καὶ λήψεσθε πάντα δι’ ἡμῶν ἐκ βασι-

[*](5. post ἅπαντας aild. τε G (3. χρήματα G. 7. θεασάμε- νος : ἐνατενίσας Α. g. συμφοραῖς : ποιναῖς A, ut ISicepli. ISryenu. ρ. 88, 7, quem ad verbuin cxpressit coniux. 13. ὑμὶν Α. an νυνὶ Bryennius Ρ. 88, 11 ὁρᾶτε νῦν δεσμώτην. 15. δ' oni. P.)
19

λέως ὁπόσα παρασχητε." εἰπε ταῦτα , καὶ ἐξεκρούσθη παραυτίκα παραυτίκα [*](c) καἰ θόρυβον ἀνῆψε σφοδρότατον, τῶν Ἀμασειανῶν εἰς ἀποστασίαν κεκινημένων. ἦσαν γὰρ οἱ τούτους εἰς θυμὸν καὶ θόρυβον ἡρέθιζον ἄνδρες κακουργότατοι τινες καὶ ῥέκται πραγμάτων, εἰδότες ὀτρύνειν δῆμον εἰς ταραχήν. θόρυβος τοίνυν ἦρτο πολύς τῶν μὶν βουλομένων σώζεσθαι τὸν Οὐρσέλιον καὶ τὸ πλῆθος ἀντιλαβέσθαι τούτου ἐρεθιζόντων, τῶν δὲ ἐκταραττομένων (τοιοῦτον γὰρ τὸ συρφετῶδες πλῆθος ,) καὶ τὸν Οὐρσέλιον ἁρπάσαι θελόντων καὶ τῶν δεσμῶν ἄπο [*](D) λύειν. δῆμον οὖν ὁ στρατοπεδάρχης τοσοῦτον ὁρῶν μαινόμενον, ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἐγνώκει, κατεπεπτώκει μὶν οὐδαμῶς, ἀλλ’ ἐπιρρώσας ὲαυτὸν πατεσ΄ίγαζε τῇ χειρὶ τὸν θόρυβον. ὀψὲ δὲ κὼ μόλις τούτους καταπαύσας καἰ πρὸς τὸ πλῆθος τὸν λόγον μετενεγκὼν ἔφη. “θαυμάζειν [*](V. 10) ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως τὴν συσκευὴν τουτωνὶ τῶν ἐξαπατώντων ὑμᾶς παντάπασιν ἠγνοήσατε , τὴν σφῶν αὐτῶν σωτηρίαν τῷ ὑμετέρῳ αἵματι ἐξωνουμένων καὶ μεγίστην ὑμῖν τὴν βλάβην προξενούντων ἀεὶ. ποία γὰρ ὑμῖν τῆς τοῦ Οὐροσελίου τυραννίδος ἡ ὠφέλεια, εἰ μὴ σφαγαὶ καὶ πηρώσεις [*](P.7) καὶ ἀκρωτηριασμοὶ μελῶν; οὔτοι δὲ οἱ τῶν τοιούτων ὑμῖν πρίζενοι ἔνθεν μὲν τὰ οἰκεῖα ἀσινῆ διετήρουν τὸν βάρ-

[*](1. ἕσα Α. παράσχοιτε PG, alterum A cum Bryennio. 3. θύμον καἰ nm. G. 11. καταπεπτώκει AG. 14. ἀνενευκων PG , altertim A. 15. ὅπως : ὅτι P. ταύτην PG, κατασυσκευὴν τουτωνὶ Α. 18. ποία Α ποῦ P, π . . . G. 19. εἰ om. Ρ, εἰ μὴ Α, ἐς μὴ G.)
20

βᾶρον θεραπεύοντες, ἐκεῖθεν δὲ αὖθις τῶν ἐκ βασιλέως ἐνεφοροῦντο δωρημάτων, χαριζόμενοι τούτῳ, ὅτι μὴ ὑμῶν τε καἰ τῆς πόλεως Ἀμασείας παρεχώρησαν τῷ βαρβάρῳ, καἰ ταῦτα μηδένα λόγον ὑμῶν ποιησάμενοι πώποτε. διὰ τοῦτο καἰ τὴν τυραννίδα συνίστασθαι βούλονται , ἵνα τῷ μὲν τυρἀννῳ χρηστὰς ὑποσαίνοντες ἐλπίδας, ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, [*](Β) ἐκ βασιλέως δὲ αὖθις ἀπαιτῶσι τιμάς τε καὶ δωρεὰς. ἦν δέ τι καἰ νεωτερισθείη, αὐτοὶ μὶν πάλιν ἑαυτοὺς τοῦ δράματος ἐξάγωσιν, τὸν δὲ βασιλέως θυμὸν καθ' ἱμῶν έηάψωσθβ, εἰ τι οὖν ἐμοὶ πείθεσθε, τούτους μὲν ὑμᾶς πρὸς θόρυβον ἐρεθίζοντας τὸ παρὸν ἐρρῶσθαι ἐάσατε. ἕκαστος δὲ ὑμῶν οἴκαδε ἀπελθὼν τὰ λεχθέντα σκοπείτω, καὶ εοσεσιε ὁποῖος ὑμῖν τὸ ξυμφέρον βπθέ'θεταο. "

Τούτων ἀκούσαντες τῶν ῥημάτων, ὥσπερ ὀστράκου μεταπεσόντος τὴν γνώμην μεταβαλόντες οἴκαδε ἀνεχώρουν. ὁ δὲ στρατοπεδάρχης γινώσκων τὸν δῆμον έν ῥοπῇ τὰς γνώμας [*](C) μεταβάλλειν εἰωθότα, καὶ μᾶλλον εἰ ὑπὸ χαιρεκάκων ὁτρύνεται, δείσας μὴ διὰ τῆς νυκτὸς κατ’ αὐτοῦ μελετήσαντες ἐπέλθωσι καὶ τὸν Οὐρσέλιον ἐξαγαγόντες μὲν τῆς φρουρᾶς, λύσαντες δὲ τῶν δεσμῶν ἀφῶσιν, ἐπεὶ μὴ ἀποχρώσας εἶχε δυνάμεις πρὸς τοσούτους ἀντικαταστῆναι, μηχανᾶται τὸ ἐνβασιλέων

[*](1. βασιλέων hic et infra Ρ. 4. ταῦτα μηδὲν οἱ πολλοὶ ὑμῶν P, ταῦτα μ . . . . . οἱ πολλοὶ ὑμῶν G, ταύτα . . . . . δένα λόγον ὑμῶνΑ, correxi. 5. καὶ τὴν: an καὶ νῦν τὴν? Bryennius ρ. 89, 20 καὶ αὖθις. βούλονται ἵνα τῷ Α βουλόμενοι τῷ PG. II. ἐρεθίζονται P, lortasse οἳ ὑμᾶς — ἐρεθίζονται. ἔρρειν A ciiiu Bryeunio. iG. ὄχλον A. 17. ὀτρύνοιτο Α.)
21

τεῦθεν Παλαμήδειόν τι μηχάνημα. ἐς μὶν τὸ φανερὸν ἀποτυφλοῖ τὸν Οὐρσέλιον. καὶ ἥπλωτο μὶν τῇ γῇ, ὁ δὲ δήμιος ἐπῆγε τὸν σίδηρον, ὁ δὲ ἐπωδύρετο τε καἰ ἔστενε καθάπερ λέων βρυχόμενος· σχῆμα δὲ πάπα ἦσαν τῆς τῶν ὀμμάτων ἀποστερήσεως, παρήγγελτο δὲ καὶ ὁ τῷ δόξαι τυφλούμενος [*](D) βοᾷν τε καὶ κεκραγέναι, καὶ ὁ μέχρι τοῦ δοκεῖν τοὺς ὁφθαλμοὺς ἔξορύττων δριμύ τε ἐνορᾷν πρὸς τὸν ἐκκείμενον καὶ μανιώδη τὰ πάπα δρᾷν, μᾶλλον δὲ σχηματίζεσθαι τὴν ἀποτύφλωσιν. καὶ ὁ μὶν ἀπετυφλοῦτο μὴ αποτυφλούμενος, ὁ δὲ δῆμος ἐκρότει καὶ πανταχόθι τὴν τοῦ Οὐρσελίου τύφλωσιν διεβόμβει. ταῦτα ὥσπερ ἐν σκηνῇ δραματουργηθέντα πέπεικε τὸν ὅχλον ὅλον, ὅσος ἐγχώριος καὶ· ὅσος ἔξωθεν, εἰς ἔρανον κατὰ τὰς μελίσσας συλλέγεσθαι. τοῦτο γὰρ ἅπαν τὸ σκέμμα τῆς Ἀλεξίου φρονήσεως ἵνα οἱ πρὸς δοῦναι χρήματα δυσχερῶς ἔχοντες κὼ ἀφελέσθαι τὸν Οὐρσέλιον ἐπιβουλεύοντες [*](P. 8) ἐκ τῶν χειρῶν Ἀλεξίου τοὐμοῦ πατρός, ἀποκαραδοκήσωσί τε, ὡς ἐντεῦθεν αὐτοῖς τῆς ἐπιβουλῆς ἀνωφελοῦς καθεστηκυίας, καί ταχὺ πρὸς τὸ βούλημα τοῦ στρατοπεδάρχου τράπωνται , τῆς πρώην ἀστοχοῦντες βουλῆς, αὐτόν τε φίλον ποιούμενοι καὶ ὀργὴν βασιλέως ἐκκλίνοντες. τοῦτον τοίνυν οὕτω κατα- σχὼν τὸν Οὐρσέλιον ὁ ἄξιάγαστος στρατηγός , εἶχεν ὡς έν ζωγρείῳ τὸν λέοντα, ἔτι ἐπικαλύμματα τοῖς ὀφθαλμοῖς φέτὸ

[*](5. δόξαν Α. 7. ἐγκείμενον Α. 8. ἀποτυφλωσίαν G. 10. πανταχόθεν G. la. ἅλον om. Α. 14. πρὸ τοῦ P. 22. ζωγρείῳ A , ζωγρίῳ PG. ἔτι oin. P.)

22
ροντα, τὰ σύμβολα τῆς δῆθεν ἀποτυφλώσεως. οὐ μὴν ἠρκεῖτο [*](V. 11) οἷς εἴρηασται, οὐδὲ ὡς μέγα κῦδος ἀράμενος πρὸς τἆλλα τῶν [*](Β) πραγμάτων ἀναπεπτώκει, ἀλλὰ πόλεις τε ἄλλας πολλὰς καί φρούρια κατεκτήσατο καὶ ὑπὸ τὴν τῆς βασιλείας ἔξουςίαν πεποίηκεν, ὅσα ἐπὶ τῶν Οὐρσελίου καιρῶν πονηρῶς προπέπραχεν. ἐντεῦθεν οὖν τὰς ἡνίας στρέψας, εὐθὺ τῆς βασιλίδος πόλεως ἤλαυνε. γενόμενος δὲ ἐν τῇ παππώᾳ πόλει καὶ μικρὸν ἀναπαύων τῶν πολλῶν καμάτων ἑαυτόν τε καὶ τὴν σύμπασαν στρατιάν, πρᾶγμα ἐντῦθεν ῶπτο πεποιηκὼς, ὅπερ Ἡρακλῆς ἐκεῖνος ἐπὶ τῇ τοῦ Ἀδμήτου Ἀλκήστιδι. ὡς γὰρ εἶδεν ὁ Δοκειανὸς ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου Κομνηνοῦ ἀδελφιδοῦς καὶ τούτου ἐξάδελφος, (ἀνὴρ δὲ οὗτος τῶν ἐπιδόξων καὶ γένει καὶ ἄξιώματι,) τὸν Οὐρςέλιον [*](C) τὰ τῆς τυφλώσεως σύμβολα φέροντα καὶ ὑπό του χειραγωγούμενον, βύθιόν τι στενάξας καὶ ἐπιδακρύσας τῷ Οὐρσελίῳ, ὡμότητα κατηγορήκει τοῦ στρατηγοῦ καὶ μέμψιν αὐτῷ ἐπήγαγε, τούτου καταβοώμενος ὡς τοιοῦτον ἄνδρα γεννάδαν τε καὶ ἄντικρυς ἥρωα τοὺς ὀφθαλμοὺς ἀφελομένυ, ὃν ἐχρῆν ἀτιμώρητον διαςώσασθαι. ἀλλ᾿ ἐκεῖνος τότε μὲν “τὰς αἰτίας τῆς ἀποτυφλώσεως εἰσαῦθις ἐπακούσειας," ἐπειπών “φίλτατέ μοι," μετὰ βραχὺ δ᾿ εἰς οἰκίσκον ἀγαγὼν αὐτόν τε καὶ τὸν Οὐρςέλιον, ἀνακαλύπτει τὸ πρόσωπον καὶ δείκυσιν Οὐρσε-

[*](2. μέγα add. A. 3. ἐπεπτώκει Α. τε om. P. 9. ἐκεῖθε G. πεποιηκέναι G. 16. κατηγόρει Α. ἐπήγαγε Α, ἐπὴγε PG. 17. γεννάδα καὶ Α 21. δ᾿ add. A.)
23

λίου τοὺς ὁφθαλμοὺς πυρωπὸν ἀπαστράπτοντας. ἐξεπλάγη ταῦτα ὡς ἐθεάσατο, καὶ ἐθαύμασεν ὁ Δοκειανὸς καὶ οὐκ [*](D) εὶχεν ὅ τι καἰ χρήσαιτο τῷ πλήθει τοῦ θαύματος. καὶ θαμὰ τὼς ὄψεσι τὰς χεῖρας ἐπέβαλλε, μὴ που καὶ ὅναρ ἐστὶ τὸ θεώμενον ἤ τις μαγικὴ τερατεία ἢ ᾶλλο τι τοιοῦτον ἄρτι πρώτως καινοτομούμενον. ὡς δὲ τὴν ἔπι τῷ ἀνδρὶ φιλανθρωπίαν τοῦ ἔξαδέλφου κατεμάνθανε καἰ μετὰ τῖς φιλανθρωπίας τὴν τέχνην , περιχαρὴς γεγονὼς ἐνηγκαλίζετό τε αὐτὸν καὶ κατεφίλει πολλάκις τὸ πρόσωπον , εἰς ἡδονὴν τὸ θαῦμα μεταβαλών. ταὐτὸ δὲ τούτῳ πεπόνθασι καἰ οἱ περὶ τὸν βασιλέα Μιχαὴλ κω βασιλεὺς αὐτὸς καὶ πάντες.

Ἐντεῦθεν πάλιν ἔπι τὴν ἑαπέραν πέμπεται παρὰ [*](P. 9) Νικηφόρου τοῦ αὐτοκράτορος ἥδη τὰ Ῥωμαίων σκῆπτρα κα. τεσχηκότος κατὰ Νικηφόρου τοῦ Βρυεννίου, τὴν δύσιν ὅλην κλονοῦντος καὶ τὸ διάδημα ἑαυτῷ περιθεμένου καὶ βασιλέα Ῥωμαίων ἀνακηρύττοντος. ἄρτι γὰρ τοῦ αὐτοκράτορος Μιχαὴλ τοῦ Δούκα τοῦ θρόνου καθαιρεθέντος καί ἀντὶ ταινίας τε καὶ χλαμύδος τὸν ποδήρη καὶ τὴν ἐπωμίδα τὴν ἀρχιερατι- κὴν ἐνδεδυμένου , ὁ Βοτανειάτης ἐπί τοῦ βασιλείου θρόνου καθίσας καὶ τὴν βασιλίδα Μαρίαν, ὡς προϊὼν ὁ λόγος σαφέστερον παραστήσειε , μνηστευσάμενος , τὰ τῆς βασιλείας [*](B) διίθυνε πράγματα. ἀλλ’ ὁ Νικηφόρος Βρυέννιος τὴν δουκιἐπέβαλε

[*](4. ἐπέβαλε PG alterum A. 5. θεώμενον G, θεωρούμενον P, φαινόμενον Α. 6. πρῶτον G. 10. ταὐτὸν Α 13. Ῥωμαῖα μαῖα P. 14. Βρυενίου P ubique. 18. χλαμύδος Α, σιεμματος PG. ai. παραστήσει P.)
24

κὴν περιεζωσμένος ἀρχὴν Δυρραχίου ἐπὶ τοῦ βασιλέως Μιγαήλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Νικηφόρον βασιλεῖᾷν τε χαήλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Νικηφόρον βασιλειᾷν τε ἤρξατο καὶ ἀποσταςίαν κατὰ τοῦ Μιχαὴλ ἐμελέτησε. τὸ μὲν ὅθεν καὶ ὅπως, οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν διηγεῖσθαι· φθάνει γὰρ ἡ τοῦ Καίσαρος ξυγγραφὴ τὸ αἴτιον τῆς ἀποσταςίας ἔξιστορῆσαι· τὸ δ᾿ ὅτι ἐκεῖθεν ὥσπερ ἔξ ὁρμητηρίου τινὸς τῆς πόλεως Δυρραχίου πάντα τὰ τῆς ἑσπέρας κατέδραμεν καὶ ὑφ᾿ ἑαυτὸν ἐποιήσατο, καὶ ὅπως οὗτος ἑάλω, τοῦτο τῶν [*](C) ἀναγκαιοτάτων ἐστὶν ἐν βραχεῖ διηγσασθαι. τὸ γὰρ ἀδριβὲς [*](V. 12) τῆς ἱστορίας τὸν βουλόμενονμαθεῖν ἐς τὸν Καίσαρα παραπέμπομεν. κρ;τιστος γὰρ ὁ ἀνὴρ τὰ πολέμια καὶ ἅμα καὶ γένος ὣν τῶν ἐπισημοτάτων καὶ ἀναδρομῇ σώματος καὶ κάλλει προςώπου κοσμούμενος, καὶ ἐμβριθείᾳ φρονήματος καὶ βραχιόνων δυνάμει τῶν κατ᾿ αὐτὸν διαφέρων ἀνδρῶν, ἐπάξιον ἦν βασιλείας τὸ χρῆμα, καὶ τοστοῦτο ἦν εἰς πειθὼ δυνατὸς καὶ πάντας ἐφέλκειν καὶ ἐκ πρώτης ὄψεως καὶ ὁμιλίας δυνάμενος, ὥστε πάντες πανδημεὶ καὶ στρατιῶται [*](D) καὶ ἰδιῶται τῶν πρωτείων αὐτῷ ξυνεχώρουν καὶ βασιλεύειν ἤξίουν ἁπάσης ἑῴας καὶ ἑσπερίας λἤξεως. καὶ γὰρ ἐπιόντα τοῦτον αἱ πόλεις ἅπασαι ὑπτίαις χερςὶν ὑπεδέχοντο, καὶ ἄλλη πρὸς ἄλλην μετὰ κρότου καρέπεμπεν. ταῦτα ἐτάραττε μὲν τὸν Βοτανειάτην, ἔξεκύκα δὲ καὶ τὸ περὶ αὐτὸν [*](2. βασιλείαν P. 8. ἐποίησε PG, alterum A. 12. γένους AG. 14. βραχίονος G. 14. scripsit fortasse ἐπάξις ἦν βασιλείας αὐτόχρημα. vid. annotate. 15. τοσοῦτο G, τοσοῦτος PA.) [*](Bryennius, ad ducatum Dyrrhachii imperante Michaele pronectus, cum Nicephorus nondum regno potitus esset, imperium affectare coeperat et a Michaele deficere meditates erat. cuius incepti quae causa fuerit quaeque ratio, quoniam in Caesaris historia ea res iam perscripta est, nihil attinet exponere. verum ut Dyrrhachio tanquam ex arce omnes Occidentis regions invaserit sibique subiecerit, utque ipse captus sit, enarrare breviter vel maxime est necessarium. fortissimus enim cum is esset et nobilissimo simul genere ortus, ac proceritate corporis facieique pulchritudine insignis, et gravitate consilii non minus quam lacertorum robore aequalibus antecellens, dignissimus sane imperio erat. tantum etiam eloquentia valebat omnesque vel primo aspect et alloquio ita sibi conciliare poterat, ut omnes omnino et milites et private summam rerum ei concederent, atque occidentalis orientalisque limitis imperio dignum eum baherent. nam quascunque adibat urbes omnes et venientem supinis minibus excipiebant, et abeuntem alia alio cum plausu ac pompa procequebantur.)

25
στράτευμα καὶ εἰς ἀμηχανίαν τὴν βασιλείαν ὅλην ἐνέβαλλε. πέμπειν οὖν διεγνώκεισαν τὸν ἐμὸν πατέρα τὸν Κομνηνὀν Ἀλέξιον κατὰ τοῦ Βρυεννίου, δομέστικον τῶν σχολῶν ἄρτι προχειρεσθέντα, μετὰ τῶν ἐνουσῶν δυνάμεων. εἰς γὰρ τὸ μέρος τοῦτο ἡ βασιλεία Ῥωμαίων εἰς τοὔσχατον ἐληλύθει. τά τε γὰρ ἑῷα τῶν στρατευμάτων ἄλλο ἀλλαχοῦ διεσκέδα- στο, τῶν Τούρκων ὑφαπλωθέντων καὶ πάντα σχεδὸν περισχσόντων, [*](P. 10) ὅσα Εὐ·ξείνου πόντου ἐστι μεταξὺ καὶ Ἑλλησπόντου κω Αἰγαίου τε καἰ Συριακοῦ πελάγους κόλπων τε τῶν ἄλλων καὶ μάλιστα ὁπόσοι Παμφυλίαν τε καὶ Κίλικας παραμείβοντες ἐς τὸ πέλαγος ἐκπίπτουσι τὸ Αἰγύπτιον. τὰ μὲν οὖν ἑῷα στρατεύματα οὕτως ἴσχον· τὰ δὲ τῆς ἑσπέρας ἐς τὸν Βρυέννιον συρρεύσαντα εἰς στενὸν κομιδῆ καὶ ὁλίγον στράτευμα τὴν βασίλειαν ἀφῆκε Ῥωμαίων. ἀθάνατοι τε γὰρ τινες αὐτῇ κατελείφθησαν χθὲς κω πρώην ξίφους ἡμμένοι καὶ δόρατος καί τινες ἐκ τοῦ Χώματος στρατιῶται ὀλίγοι, [*](Β) καὶ Κελτική τις στρατιὰ εἰς ὀλίγους τινὰς περιισταμένη. τούτους δὴ τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ διδόασι καὶ ἅμα συμμάχους ἀπὸ τῶν τούρκων προσκαλεσάμενοι , ἔξιέναι οἱ περὶ τὸν βασιλέα προσέταττον καὶ ξυμμίξαι τῷ Βρυεννίῳ, οὐ μᾶλλον εἰς τὴν ἐφεπομένην στρατιὰν θαρροῦντες ἢ εἰς τὸ φρόπελάγους

[*](9. σῦρτες καὶ τῶν ἄλλων G , Αἰγαίου καὶ Συριακοῦ πελάγους καὶ τῶν ἄλλων κόλπων ὅπόσοι Α. 11. ἐκπέμπουσι PG , ἐκπίπτουσι Α.)
26

νῆμα τοῦ ἀνδρὸς καὶ τὴν ἐν πολέμοις καὶ μάχαις δεινότητα. ὁ δὲ τὴν ξυμμαχίαν μὴ περιμείνας, ὀξέως ἐπερχόμενον τὸν ἐχθρὸν ἀκούων, κ·ἀντεῦθεν καλῶς καὶ ἑαυτὸν κω τοὺς φραξάμενος, ἔξεισι τῆς βασιλίδος τῶν πόλεων, καἰ κατὰ τὴν Θρᾴκην γεγονὼς περὶ τὸν Ἁλμυρὸν ποταμὸν στρατοπεδεύει [*](C) ἄνευ τάφρων καὶ χάρακος. μανθάνων γὰρ τὸν Βρυέννιον έν τοῖς Κηδόδτου πεδίοις αὐλιζόμενον ἑκύτερα τὰ στρατεύματα αὐτοῦ τε καὶ τῶν ἐναντίων ἀξιόλογον ἀπέχειν διάστημα. οὐ γὰρ εἶχεν ἀντιμέτωπος ἐπίστην τῷ Βρυεννίῳ, ἵνα μὴ κατάφωρα γένοιτο τὰ τῆς δυνάμεως καὶ μὴ δοίη ὁπόσος τις ἐστι τὴν στρατιάν, αἴσθησιν τῷ ἐχθρῷ. μετ’ ὀλίγων γὰρ πρὸς πολλοὺς καἰ μετ’ ἀπειροπολέμων πρός ἐμπειροπολέμους ἔμελλε ξυμβαλεῖν, καὶ τοῦ θαρρεῖν ἀφέμενος καὶ ἀναφανδὸν ἐμπίπτειν, κλωπιτεύειν τὴν νίκην ἐβούλετο.