De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

4] Τὰς μέντοι ἐν τοῖς ὑγροτέροις τόποις ἀμπέλους γυρώσομεν, καὶ τὰς ἐπιπολαίους ῥίζας ἐάσομεν, ἵν’ ἐπειδὴ διὰ τὴν πολλὴν ὑγρότητα εἰς βάθος διαμένειν οὐ δύνανται αἱ ῥίζαι ἐπικλυζόμεναι, εἰς πλάτος γοῦν χωροῦσαι διαρκέσαι δυνηθῶσι, τὴν τῆς γῆς δύναμιν μὴ ἐν τῷ βάθει ἔχουσαι, ἐκ πλάτους δὲ ἀνασώζουσαι.

1] Τῷ τετάρτῳ ἔτει τῶν νεοφύτων ἱκανὰ τρέφειν δύο κλήματα, οἷς οὐ χρὴ πλεῖον ὀφθαλμῶν δ’, καὶ τοὺς μὲν πρὸς τῷ στελέχει β′ ἐκτυφλοῦν, ἀποξέοντα τῷ δρεπάνῳ, καὶ κωλύοντα τὴν βλάστησιν, τοὺς δὲ ἀνωτέρω δύο ἀπολιπεῖν εἰς αὔξησιν τοῦ φυτοῦ.

2] Ἔαρος δὲ ἀρχομένου κλαδεύσαντα παραπηγνύναι χάρακα χρὴ ἰσχυράν, ὀρθήν, μῆκος ἀπὸ πέντε ἕως ζ′ ποδῶν. Ἔστω δὲ μὴ λεπτοτέρα καλάμου τοῦ γενναιοτάτου, ὅπως μήτε βαρύνοι, μήτε σκιάζοι τὸ φυτόν.

3] Καλλίων δὲ χάραξ ἡ μὴ ἔχουσα φλοίον, εἰς γὰρ τὴν ἔχουσαν κανθαρίδες καὶ ὅσα εἴωθε λυμαίνεσθαι τὴν ἄμπελον εἰσδύονται καὶ κατακρύπτονται. Παρεκτείναντα δὲ τὸ φυτὸν χρὴ προσδεσμεῖν τῇ χάρακι.